Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.

Γενναδίου. Οἰδα φησὶν, ὅτι πρὸς ὑμᾶς παραγενόμενος, πολλὴν ἐν ὑμῖν τοῦ κατὰ Χριστὸς εὐαγγελίου τὴν παράκλησιν ἕξω τὲ καὶ παρέξω. μυρίων ἐπαίνων ἀξίου τοῦ κατὰ Χριστὸν ὑμῖν εὐαγγελίου τυγχάνοντος. ἶσον δέ ἐστι τούτῳ, τὸ, “ τοῦτο δέ ἐστι συμ- “ παρακληθῆναι ἐν ὑμῖν, διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τὲ καὶ ἐμοῦ·

Χρυσοστόμου. Τὸ δὲ, “ ἐν πληρώματι εὐλογίας” ἤτοι περὶ χρημάτων φησίν· ἢ περὶ πάντων ἁπλῶς τῶν κατορθωμάτων. εὐλογίαν γὰρ ὡς τὰ πολλὰ, τὴν ἐλεημοσύνην εἴωθε λέγειν. ὡς ὅταν λέγῃ, “ ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.” καὶ ἔθος δὲ παλαιὸν οὕτως ἦν καλεῖσθαι τὸ πρᾶγμα. ἐπειδὴ δὲ ἐνταῦθα προσέθηκε “ τοῦ “ εὐαγγελίου,” διὰ τοῦτο φαμὲν οὐ περὶ χρημάτων μόνων εἰρηκέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων. ὡς ἃν εἰ εἰπεν, οἰδα δὲ ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ εὐαγγέλιον. καὶ τοῦτο δὲ εἶδος συμβουλῆς θαυμαστὸν, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. ὅταν γὰρ παραιτῆται ἐν τάξει παραινεσεως τοῦτο ποιεῖν, ἐπὶ τοῦτον ἔρχεται τῆς διορθώσεως τὸν τρόπον.

Οἰκουμενίου. Ἢ καὶ οὕτως. οἶδα ὅτι ἐρχόμενος, πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς τοῦ εὐαγγελίου εὐλογίας ἐλεύσομαι. ὅ ἐστι, πρὸς ἀρετὴν καὶ πίστιν ὑμᾶς ἀλείψω.

Θεοδωρήτου. Ἢ πλήρωμα εὐλογίας τοῦ εὐαγγελίου, τοὺς ὑπὲρ τοῦ εὐαγγελίου κινδύνους φησὶ, οὓς ἐν Ἱεροσολύμοις ὑπέμεινε. τοῦτο γὰρ δηλοῖ τὸ ἑξῆς.

514