Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Ὄρα Παύλου σοφίαν, ὅρα σύνεσιν. πῶς καὶ βαθεῖαν ἔδωκε τὴν τομὴν ἐν τοῖς ἔμπροσθεν. καὶ ἐπειδὴ κατώρθωσεν ὅπερ ἠβούλετο, πολλῇ κέχρηται τῇ θεραπείᾳ πάλιν. ἱκανὸν γὰρ καὶ χωρὶς τῶν εἰρημένων, αὐτὸ τοῦτο τὸ ὁμολογῆσαι τετολμηκεναι, χαλάσαι αὐτῶν τὸν τόνον. καὶ πανταχοῦ τῶν ἐπιστολῶν τοῦτο εὕροι τίς ἃν τὸ θεώρημα δαψιλές. ἐνταῦθα δὲ, καὶ μειζόνως. καὶ γὰρ ἐν ἀξιώματι ἦσαν πλείονι, καὶ ἔδει φλεγμαίνουσαν αὐτῶν τὴν διάνοιαν καταστέλλειν, μὴ τῷ στύφειν μόνον, ἀλλὰ καὶ τῷ χαλᾶν. καὶ γὰρ διαφόρως αὐτὸ ποιεῖ. διὸ καὶ ἐνταῦθα φησί. “ τολμηρότερον ὑμῖν ἔγραψα.” καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν “ ἀπὸ μέρους.” τουτέστιν, ἠρέμα. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ τι φησίν; “ ὡς ἐπαναμιμνήσκων ὑμᾶς.” οὐκ εἶπε διδάσκων, οὐδὲ ἀναμιμνήσκων, ἀλλ’ “ ἐπαναμιμνήσκων.” τουτέστι, μικρόν τι ἀναμιμνήσκων. καὶ ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ διδασκαλικοῦ, ὡς ἀδελφοῖς διαλέγεται καὶ φίλοις, καὶ ὁμοτίμοις, ὃ δὴ μάλιστά ἐστι διδασκάλου, τὸ ποικίλλειν τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. ὅρα γοὐν πῶς εἰπὼν ὅτι “ τολμηρότερον ἔγραψα,” καὶ
Θεοδωρήτου. Ἱερουργίαν μὲν οὖν ἐκάλεσε τὸ εὐαγγέλιον. τὴν δὲ γνησίαν πίστιν, εὐπρόσδεκτον προσφοράν. τὸ δὲ “ τολμηρό-
Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Ἀλλ’ ὅρα καὶ ἐνταῦθα πῶς εἰληφέναι μὲν ἐν χάριτος μοίρᾳ παρὰ Θεοῦ διισχυρίζεται, τὸ εἶναι λειτουργὸς Χριστοῦ Ἰησοῦ. τῆς ἱερουργίας δὲ τὸν ἐξηγούμενος, “εἰς τὸ εὐαγγέλιον,” φησὶ, “Θεοῦ.” καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος. οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. οὐ γὰρ ἃν ὠνόμασε Θεὸν, μὴ τοῦτο κατὰ φύσιν ὑπάρχοντα. οὐδ’ ἃν ἐφ’ ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, ηὐδόκησεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ ἀποκαλύψαι δι’ ἐμοῦ, εἴπερ ἢν κτίσμα καὶ ποίημα·
Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναι με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.