Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὁ ἐσθίων, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω· καὶ ὁ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο.

Χρυσοστόμου. Ἐπειδὴ καιρίαν ἔδωκε τὴν πληγὴν τῷ ἀσθενοῦντα, παραμυθεῖται πάλιν αὐτόν. καὶ οὐκ εἶπεν, ἐάτω ἣ μὴ ἐγκαλείτω, ἣ μὴ διορθούσθω τὸν μὴ ἐσθίοντα, ἀλλὰ μὴ ὀνειδιζέτω. δεικνὺς ὅτι πρᾶγμα πολλοῦ γέλωτος ἄξιον ἐποίουν. ἐπὶ δὲ τούτου οὐχ οὕτως. ἀλλὰ πῶς; “ ὁ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω.” ὥσπερ γὰρ οἱ τελειότεροι τούτοις ἐξηυτέλιζον, ὡς ὀλιγοπίστους καὶ ὑπούλους καὶ νόθους καὶ Ἰουδαΐζοντας ἔτι, οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανομοῦντας, ἣ ὡς λαιμαργίᾳ προσέχοντας· ὣν πολλοὺς καὶ ἐξ ἐθνῶν εἶναι. διὸ καὶ ἐπήγαγεν, “ ὁ Θεὸς γὰρ αὐτὸν προσελά- “ βετο.” ἐπ’ ἐκείνου δὲ οὐκ εἶπε τοῦτο. καίτοι τὸ μὲν ἐξουθενεῖσθαι

472
τοῦ ἐσθίοντος ἦν ὡς λαιμάργου. τὸ δὲ κρίνεσθαι, τοῦ μὴ ἐσθίοντος ὡς ὀλιγοπίστου. ἀλλ’ ἀντήλλαξεν αὐτά· δεικνὺς ὅτι οὐ μόνον τοῦ ἐξουθενεῖσθαι οὐκ ἔστιν ἄξιος, ἀλλὰ καὶ ἐξουθενεῖν δύναται· ἀλλὰ καὶ ἐγὼ κατακρίνω, φησὶν, οὐδαμῶς. διὰ γὰρ τοῦτο ἐπήγαγεν. “ ὁ Θεὸς αὐτὸν προσελάβετο.” ἐπ’ ἐκείνου δὲ οὐκ εἶπε τοῦτο. τι τοίνυν αὐτῷ περὶ νόμου διαλέγῃ ὡς παραβαίνοντι, “ὁ Θεὸς γὰρ “ αὐτὸν προσελάβετο ;“τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν, καὶ πάντων ἀπήλλαξεν ἐγκλημάτων.

Θεοδωρήυου. Καὶ περὶ τῶν ἐξ ἐθνῶν δὲ ταῦτα ἐξακούσεις. διέπτυον γὰρ οὗτοι τοὺς ἐξ Ἰουδαίων, ὡς εἰλικρινῆ πίστιν oὐκ ἔχοντας. καὶ διὰ τοῦτο τῆς τοιᾶσδε τροφῆς μεταλαβειν οὐκ ἐθέ- λοντας. καὶ οἱ ἐξ Ἰουδαίων μέντοι τοὺς ἐξ ἐθνῶν κατέκρινον. παρανομίαν νομίζοντες τὴν ἀδιάφορον τῶν ἐδωδίμων ἀπόλαυσιν. διὸ λέγει, ὅτι ὁ Θεὸς αὐτὸν προσελάβετο· τουτέστι, τὸν ἐθνικόν.