Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἣ σκάνδαλον.

Χρυσοστόμου. Ἴνα μὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν τὸν Ἰουδαΐζοντα, τὸν περὶ τῆς κρίσεως ἐποιήσατο λόγον, ἀλλ’ ὡς ἐκ τῆς προκειμένης ἀκολουθίας ἐπὶ τοῦτο ἐλήλυθε, πάλιν ἔχεται τῆς αὐτῆς ὑποθέσεως. ταῦτα δὲ οὐκ ἐκείνου μᾶλλον ἐστὶν ἣ τούτου. διὸ ἀμφοτέροις ἁρμόζειν δύναται· καὶ τοῦ τελείου σκανδαλιζομένου ἐπὶ τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει.

Θεοδωρήτου. Ἐπειδὴ οὖν τὸ δεσποτικὸν ὑπέδειξε δικαστήριον, ἀναγκαίως παρῄνεσε μὴ ἀλλήλους κρίνειν, ἀλλ’ ἐκείνην ἀναμένειν τὴν ψῆφον. ἔοικε δὲ μᾶλλον πρὸς τοὺς ἐξ ἐθνῶν ἀποτείνεσθαι, μὴ συγκατιόντας τῇ ἀσθενείᾳ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, ἀλλὰ ἄκραν ἀρετὴν ὑπειληφότας εἶναι, καὶ ζῆλον θερμὸν, τὴν ἀδιάφορον τῶν ἐδωδίμων μετάληψιν.