Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.

Χρυσοστόμου. Τί ἐστιν, “ οὐ μόνον διὰ τὴν ὀργήν;” οὐ μόνον, φησὶν, ὅτι ἀνθίστασαι Θεῷ, μὴ ὑποτασσόμενος, οὐδ’ ὅτι κακὰ σεαυτῷ προξενεῖς μεγάλα, καὶ παρὰ τοῦ Θεοῦ, καὶ παρὰ τῶν ἀρχόντων, ἀλλ’ ὅτι καὶ ἐν τοῖς μεγίστοις, σοῦ εὐεργέτης γίνεται· εἰρήνης ὣν πρόξενος, καὶ εὐνομίας πολιτικῆς. ἐὰν γὰρ ἀνέλῃς τοὺς ἄρχοντας, πάντα οἰχήσεται· τῶν δυνατωτέρων τοὺς ἀσθενεστέρους καταπινόντων· ὥστε κἂν μὴ ὀργή τις εἵπετο παρακούοντι, καὶ οὕτως ὑποτάσσεσθαι σε ἐχρῆν. ἵνα μὴ δόξῃς ἀσυνείδητος εἶναι καὶ ἀγνώμων πέρι τον ευεργετην.

Θεοδωρήτου. Ἢ ὀργὴν καλεῖ τὴν τιμωρίαν. δι’ ἀμφότερα δὲ ὑποτετάχθαι κελεύει, διά τε τὸ δέον τῆς τιμωρίας, καὶ διὰ τὸ πληροῦν τὰ προσήκοντα. τοῦτο γὰρ συνείδησιν προσηγόρευσεν.

Θεοδώρου Μονάκου. Δῆλον οὖν ἄρα κἀκεῖνο, ὡς ὑποτάσσεσθαι τοῖς ἄρχουσιν ἐν τούτοις ὁ Παῦλος παραχωρεῖ. οὐχ ἵνα κἂν ἀσεβεῖν ἀναγκάζωσι πειθώμεθα. σαφῶς γὰρ καὶ τὸν σκοπὸν εἶπε τῆς ἀρχῆς, καὶ οὗπερ ἕνεκεν ὁ Θεὸς οὕτως ἔταξε τὰ ἀνθρώπινα. ὅς τε τὸ περὶ τῆς εὐσεβείας νομοθετεῖν ἃ μὴ δεῖ, αὐτοῦ g [*](g Leg. οὐ τοῦ.)

463
σκοποῦ τῆς ἀρχῆς εἴη ἃν, ἀλλὰ τῆς γνώμης τῶν οὐκ εἰς δέον τῷ ἄρχειν κεχρημένων.