Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ πλησιάζει, τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ ταύτης. καὶ γὰρ καὶ ἐν τοῖς βιωτικοῖς τοῦτο γίνεται. καὶ ὅταν ἴδωμεν πρὸς ὄρθρον τὴν
Τοῦ Αυτοῦ Ἐκ Των Κατα Ἰωάννην. Διατί δὲ ὁ μὲν Χριστὸς, νύκτα τὸν μέλλοντα αἰῶνα ἐκάλεσεν, ἐν οἷς ἔφη, “ ἔρχεται “ νὺξ, ὅτε οὐκεὶς δύναται ἐργάζεσθαι·” ὁ δὲ Παῦλος ἡμέραν, λέγων· “ ἡ νὺξ προέκοψεν. ἡ δὲ ἡμέρα ἤγγικεν;” ὁ μὲν Παῦλος νύκτα τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους· ἣ διὰ τὸ παραβάλλειν τὴν ἡμέραν ταύτην, ἐκείνῃ. ὁ δὲ Χριστὸς νύκτα τῶν μέλλοντα καλεῖ, διὰ τὸ τῶν ἁμαρτωλῶν ἀνενέργητον. πιστοῖς τοίνυν ὁ Παῦλος διαλεγόμενος, ἔλεγεν, “ ἡ νὺξ προέκοψεν. “ ἡ δὲ ἡ ἡμέρα ἤγγικεν.” ὡς μελλόντων ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου.
Ἢ νύκτα τὸν παρόντα βίον καλεῖ, ὅτι μηδὲν ὀνειράτων διαφέρει τὰ ἐν αὐτῷ. ἡμέραν δὲ τὸν μέλλοντα διὰ τὸ τὰ κρυπτὰ ἐν αὐτῷ φανεροῦσθαι. πρὸς τοίνυν τὴν μέλλουσαν ἡμέραν, εἰκότως νύκτα καλεῖ τὸν παρόντα βίον. πολλὰ γὰρ τῶν ἐν τούτῳ νῦν ὡς ἐν νυκτὶ κρυπτομένων, ἐκεῖ φανερὰ ὡς ἐν λαμπρᾷ ἡμέρᾳ γενήσεται.
Νύκτα μὲν οὖν καλεῖ τὸν τῆς ἀγνοίας καιρόν. ἡμέρα δὲ, τὸν μετὰ τὴν παρουσίαν τοῦ δεσπότου χρόνον. ἀνατείλας γὰρ τῆς δικαιοσύνης ὁ ἥλιος, ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισε. καὶ σκότος μὲν τὴν ἄγνοιαν, καὶ ἔργα σκότους, τὰς παρανόμους πράξεις· φῶς δὲ, τὴν γνῶσιν· καὶ ὅπλα φωτὸς, τῶν ἀγαθῶν τὴν ἐνέργειαν.
Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.