Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, η οτε ἐπιστεύσαμεν.

Χρυσοστόμου. Ἐπειδὴ πάντα ἅπερ ἐχρῆν ἐπέταξεν, ὠθεῖ πάλιν αὐτοὺς εἰς τὴν τῶν ἀγαθῶν ἐργασίαν ἀπὸ τοῦ κατεπειγον-

466
τος. ἐπὶ θύραις γάρ, φησι, ὁ τῆς κρίσεως ἔστηκε καιρός. ἐγγὺς ἡ ἀνάστασις· ἐγγὺς ἡ ἡμέρα ὡς κλίβανος καιομένη· καὶ δεῖ λοιπὸν ἡμᾶς ἀπαλλαγῆναι τῆς ῥαθυμίας. “ νῦν γάρ,” φησιν, “ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν.” ὁρᾷς πῶς ἐφίστησιν αὐτοῖς ἤδη τὴν ἀνάστασιν; τοῦ χρόνου γὰρ προἰόντος φησὶν, ὁ μὲν τοῦ παρόντος βίου δαπανᾶται καιρός· ὁ δὲ τοῦ μέλλοντος αἰῶνος, ἐγγύτερος γίνεται. ἂν μὲν οὑν ᾖς παρεσκευασμένος, καὶ πάντα πεποιηκὼς ὅσα ἐπέταξε, σωτηρία σοι γίνεται ἡ ἡμέρα. ἂν δὲ τοὐναντίον, οὐκέτι. ἀλλὰ οὐκ ἀπὸ τῶν λυπηρῶν, ἀλλ’ ἀπὸ τῶν χρηστῶν προτρέπει τέως. καὶ ταύτῃ τῆς τῶν παρόντων αὐτοὺς ἀπολύων προσπαθείας. εἶτα, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ καὶ προοιμίῳ, σπουδαιοτέρους εἶναι, ἅτε ἀκμάζοντος αὐτοῖς τοῦ πόθου, τοῦ χρόνου δὲ προἰ·όντος καταμαρανθῆναι τὴν πάσαν σπουδὴν, φησιν, ὅτι τοὐναντίον μὲν οὑν δεῖ ποιεῖν. οὐκ ἐκλύεσθαι προιόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν. ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάσασθαι. ὅσῳ μᾶλλον ἐγγὺς τὸ βραβεῖον, τοσούτῳ μᾶλλον διεγείρεσθαι χρὴ εἰς τοὺς ἀγῶνας. διὰ τοῦτο ἔλεγε, “ νῦν ἐγγύτερον ἡμῶν ἡ “ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν.”

Φωτίου. Τοῖς ἄνω δὲ ταῦτα συνήρτηται, καὶ πρὸς ἐκεῖνα ἀποδίδοται. ἐπίτασις μᾶλλον ὄντα, καὶ προτροπὴν τῶν εἰρημένων ἐμφαίνοντα. ποίοις δὲ ἄνω; “ πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις “ ὑποτασσέσθω.” καὶ, “ ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς,” καὶ τὰ ἑξῆς. ταῦτα οὖν φησι ποιεῖτε διὰ τὰ προειρημένα, καὶ διὰ τοῦτο μάλιστα. διὰ ποῖον; εἰδότες ὅτι συντέτμηται τῆς ζωῆς ἡμῶν ὁ χρόνος. καὶ δεῖ ἡμᾶς, εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ ὕπνου, κἂν γοῦν νῦν, ἐγερθῆναι. φανερὸν γὰρ ὅτι νῦν μᾶλλον πρὸς τῷ τέλει ἐσμὲν τῆς ζωῆς ἡμῶν, ἢ ὅτε ἐπιστεύσαμεν.