Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι, ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν. ὥστε ὁ ἀντιτασσό-

458
μενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, κρίμα ἑαυτοῖς λήψονται.

Γενναδίου. Ἐν ἀρχῇ τοῦ κηρύγματος κεκρατημένοις τοῖς ἀνθρώποις ὑπὸ τῶν προτέρων ἐθῶν, δυσπαράδεκτον ἦν τὸ εὐαγγέλιον, ὑπισχνούμενον καὶ τὰ ὑπὲρ ἔννοιαν ἀνθρωπίνην, καὶ παρ’ ἰδιωτῶν καὶ πτωχῶν καταγγελλόμενον. οὗ χάριν, πολλή τις ἦν τότε τῶν χαρισμάτων ἡ χορηγία, δυσωποῦσα τούτους μεταμανθάνειν τὰ παρὰ τῶν Ἀποστόλων διδάγματα. κάτοχοι δὲ γινόμενοι τῷ Πνεύματι, καὶ οἷον πρὸ ὀφθαλμῶν ὁρῶντες τὰ κηρυττόμενα διὰ τῆς διδομένης αὐτοῖς ὑπὸ τοῦ Πνεύματος ἐξουσίας εἰς τὴν τῶν σημείων ἐνέργειαν, ἠτίμαζον τὰ παρόντα, πλοῦτον, δόξαν, καὶ βασίλειαν αὐτήν. ἐκ τούτου προβαίνειν ἔμελλεν εἰς στάσεις αὐτοῖς τὸ πρᾶγμα· περιττὸν ἡγουμένοις μετὰ Χριστὸν τῇ πρόσθεν ἐμμένειν καταστάσει· τῆς τοιαύτης γνώμης μάλιστα καὶ ἐξ αὐτῆς αὐτοῖς τῆς Ἐπιστολῆς κυρουμένης. διὰ πάσης γὰρ συνεβούλευε τὸ μὴ κατὰ σάρκα ζῆν ἔτι αὐτοὺς ὡς Χριστῷ μεταστάντας, ἀλλὰ κατὰ Πνεῦμα. τοῦτο οὖν προυπιδόμενος ὁ Ἀπόστολος τὴν ἁρμόζουσαν πρὸς αὐτοὺς καὶ περὶ τούτου ποιεῖται διδασκαλίαν, “ πᾶσα “ ψυχὴ,” λέγων, “ ἐξουσίαις ὑποτασσέσθω.” καὶ οὐκ εἶπεν ἐξουσιάζουσιν, ἀλλ’ “ ἐξουσίαις.” ἵν ἐκ τοῦ πράγματος τοὺς ἐν τῷ πράγματι διδάξῃ τιμᾶσθαι, καὶ μὴ διὰ τὴν τινῶν κακίαν τὸ πρᾶμα ὑβρίζηται.

Θεοσωρήτου. Ἄλλως τε προῄδει, ἅτε δὴ τοῦ Παναγίου Πνεύματος πλουσίως τὴν χάριν δεξάμενος, ὡς τινὲς τύφῳ μᾶλλον ἢ ζήλῳ κεχρημένοι, τῶν βιωτικῶν ἀρχόντων καταφρονήσουσι, μείζους ἑαυτοὺς διὰ τὴν γνῶσιν ὑπολαμβάνοντες. ἅμα δὲ καὶ τὴν καταχεθεῖσαν αὐτῶν δόξαν ἀποτριβόμενος τοῦτο ποιεῖ. διέβαλλοντο γὰρ ὡς τοὺς κοινοὺς ἀνατρέποντες νόμους. καὶ οἱ μὲν, ἔλεγον, “ οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε παρεῖσιν. οἱ δὲ, “ ὅτι ἕτερα ἔθη εἰσάγουσι.” προὔργου τοίνυν ἐνόμισε καὶ περὶ τούτου νομοθετῆσαι. ἵν εἴτε ἱερεὺς τίς ἐστιν, εἴτε ἀρχιερεὺς, εἴτε τὸν μονήρη βίον ἐπαγγελλόμενος, τοῖς τὰς ἀρχὰς πεπιστευμένοις, ὑπείκῃ· πρόδηλον εἰ μετ’ εὐσεβείας. οὐ γὰρ ἡ ἐναντίωσις τῶν ἐντολῶν τοῦ Θεοῦ ὑπείκειν συγχωρεῖ τοῖς ἄρχουσι.

Ἀκακίου. Πόλλα γὰρ ἐν τῇ συνηθείᾳ δοκεῖ μὲν καθολικώτερον

459
λέγεσθαι. διακρίσεως δὲ δεῖται παρὰ τοῖς ἀκούουσιν. οἷον, ὅταν ὁ Μώσεως νόμος διαγορεύῃ μὴ φονεύειν. δοκεῖ μὲν καθολικῶς ἀποφαίνεσθαι. οὐ μὴν καθόλου ἀφεκτέον τοῦ φονεύειν τοῖς νομοθετουμένοις. καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ πολλὰ ἐφόνευσαν ἔθνη· καὶ Ἠλίας, τοὺς ἱερεῖς τοῦ Βάαλ· καὶ Δαβὶδ, πάλιν ἑτέρους· καὶ Σαμουὴλ τὸν Ἄγαγ. διὸ τὸ, “ οὐ φονεύσεις,” οὕτως ἐκδεκτέον. ἀντὶ τοῦ, ἀδίκως οὐ φονεύσεις. οὕτω καὶ ἐνταῦθα, ἐὰν λέγηται, “ πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐχ ἡγητέον ὅτι κἂν ἀρνεῖσθαι προστάττῃ, ἣ ἄλλο τι τῶν ψυχὴν βλαπτόντων. ἀλλ’ ὅτε φόρους εἰσπράττονται, καὶ τὰ τοιαῦτα. περὶ ὧν ὁ Σωτῆρ’ ἔλεγεν, “ ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ “ τοῦ Θεοῦ τῷ Θεῷ.” ὑποκαταβὰς γὰρ καὶ αὐτὸς ὁ Παῦλος φησὶν, “ διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε.”

Χρυσοστόμου. Πολὺν δὲ τοῦ πράγματος τούτου ποιεῖται λόγον καὶ ἐν ἑτέραις ἐπιστολαῖς· καθάπερ τοὺς οἰκέτας τοῖς δεσπόταις, οὕτω καὶ τοὺς ἀρχομένους τοῖς ἄρχουσιν ὑποτάττων. ποιεῖ δὲ τοῦτο, δεικνὺς, ὡς οὐκ ἐπ’ ἀνατροπῇ τῆς κοινῆς πολιτείας ὁ Χριστὸς τοὺς παρ’ αὐτοῦ νόμους εἰσήγαγεν, ἀλλ’ ἐπὶ διορθώσει βελτίονι. καὶ παιδεύων μὴ περιττοὺς ἀναδέχεσθαι πολέμους καὶ ἀνονήτους. ἀρκοῦσι γὰρ αἱ διὰ τὴν ἀλήθειαν ἡμῖν ἐπαγόμεναι ἐπιβουλαί. σκόπει δὲ πῶς καὶ εὐκαίρως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον. ἐπειδὴ γὰρ τὴν πολλὴν ἐκείνην ἀπῄτησε φιλοσοφίαν, καὶ τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς δυσπραγοῦσι, καὶ τοῖς δεομένοις, καὶ πᾶσιν ἁπλῶς χρησίμους εἰργάσατο. καὶ τὴν ἀγγελίανh πρέπουσαν ἐνεφύτευσε πολιτείαν, καὶ θυμὸν ἐκένωσε, καὶ ἀπόνοιαν κατέστειλε, καὶ διὰ πάντων κατελέανεν αὐτῶν τὴν διάνοιαν, τότε καὶ τὴν περὶ τούτων εἰσάγει παραίνεσιν. δεικνὺς δὲ ὅτι πᾶσι ταῦτα διατάττεται, καὶ ἱερεῦσι καὶ μοναχοῖς, οὐχὶ τοῖς βιωτικοῖς μόνον, ἐκ προοιμίων αὐτὸ δῆλον ἐποίησεν οὕτω λέγων, “ πᾶσα ψυχὴ ἐξου- “ σίαις ὑπερεχούσαις ὑποτασσέσθω,” κἂν ἀπόστολος ἦς, κἂν εὐαγγελιστὴς, κἂν προφήτης, κἂν ὁστισοῦν· οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή. καὶ οὐχ ἁπλῶς εἶπε πειθέσθω, ἀλλ’ [*](h Fort. Leg. ἀγγέλοις.)

460
“ ὑποτασσέσθω·” καὶ πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας, καὶ λογισμὸς πρέπων πιστοῖς, τὸ παρὰ Θεοῦ ταῦτα διατετάχθαι. “ οὐ γάρ ἐστιν ἐξουσία,” φησὶν, “ εἰ μὴ ὑπὸ Θεοῦ.” τί λέγεις; πᾶς οὖν ἄρχων ὑπὸ Θεοῦ κεχειροτόνηται; οὐ τοῦτο λέγω φησίν. οὐδὲ περὶ τῶν καθέκαστον ἀρχόντων ὁ λόγος μοι νῦν, ἀλλὰ περὶ αὐτοῦ τοῦ πράγματος. τὸ γὰρ ἀρχὰς ειναι· καὶ τοὺς μὲν, ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων, τῶν δήμων τῇδε κἀκεῖσε περιφερομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον εἶναι φημί. διὰ τοῦτο οὐκ εἶπεν, οὐ γάρ ἐστιν ἄρχων εἰ μὴ ὑπὸ τοῦ Θεοῦ, ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται. οὕτω καὶ ὅταν λέγῃ τίς σοφὸς ὅτι παρὰ Κυρίου ἁρμόζεται ἀνδρὶ γυνὴ, τοῦτο λέγει, ὅτι ὁ Θεὸς τὸν γάμον ἐποίησεν. οὐχ ὅτι ἕκα- ’στὸν συνιόντα γυναικὶ αὐτὸς συνάπτει. καὶ γὰρ ὁρῶμεν τινας ἔπι κακῷ καὶ νόμῳ γάμου συνιόντας ἀλλήλοις. καὶ οὐκ ἃν τῷ Θεῷ τοῦτο λογισαίμεθα. εἰπὼν τοίνυν πόθεν εἰσὶν αἱ ἀρχαὶ, ἐπήγαγεν, “ ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέ- “ στηκεν.” εἶδες ποῦ τὸ πρᾶγμα ἀνήγαγε; καὶ πόθεν ἐφόβησε; καὶ πῶς ἔδειξε τοῦτο κατ’ ὀφειλὴν γινόμενον; ἴνα γὰρ μὴ λεγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς, καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας, ἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττεται, ὁ τοῦτο ποιῶν. ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὐποτασσόμενος, πείθεται. ἀλλ’ οὐ λέγει οὕτως. οἷον, ὅτι τῷ Θεῷ πείθεται, ὁ τοῖς ἄρχουσιν ὑπακούων. ἀλλ’ ἀπὸ τοῦ ἐναντίου φοβεῖ, καὶ ἀκριβέστερον αὐτὸ κατασκευάζει, λέγων, ὅτι ὁ μὴ ὑπακούων ἐκείνοις, τῷ Θεῷ πολεμεῖ, τῷ ταῦτα νομοθετήσαντι. καὶ τοῦτο σπουδάζει δεῖξαι πανταχοῦ. ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ’ ὀφείλομεν. οὕτω γὰρ ἃν καὶ τοὺς ἄρχοντας τοῖς ἀπίστοις μᾶλλον ἐπεσπάσατο πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. καὶ γὰρ πολὺς περιεφέρετο λόγος τότε ἐπὶ στάσει καὶ καινοτομίᾳ διαβάλλων τοὺς Ἀποστόλους, ὡς ἐπ’ ἀνατροπῇ τῶν κοινῶν νόμων ἅπαντα καὶ ποιοῦντας καὶ λέγοντας. μὴ τοίνυν αἰσχύνου, φησι, τῇ τοιαύτῃ ὑποταγῇ. καὶ γὰρ ο Θεὸς τοῦτο ἐνομοθέτησε, καὶ σφοδρός ἐστι μωρὸς καταφρονουμένων τούτων. καὶ οὐδείς σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρὰ ἀνθρώπων
461
ὑποστήσῃ τιμωρίαν χαλεπωτάτην. καὶ οὐδείς σου προστήσεται. καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. ἅπερ ἅπαντα αἰνιττόμενος ἔλεγεν, “ οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρίμα λήψονται.” ἀντὶ τοῦ, καθ’ ἑαυτῶν τὴν κατάκρισιν ἐπισπάσονται.

Ισιδώρου. Εἰ δέ τις ἀλιτήριος παρανόμως εἰς τὴν ἀρχὴν εἰσεκώμασεν, οὐ δήπου τοῦτον παρὰ Θεοῦ κεχειροτονῆσθαι φαμὲν, ἀλλὰ συγκεχωρῆσθαι. ἣ πρὸς τὸ πᾶσαν τὴν οἰκείαν πονηρίαν, ὥσπερ ὁ Φαραὼ, ἐξεμέσαι, καὶ οὕτω δίκην δοῦναι τὴν ἐσχάτην· ἣ πρὸς τὸ σωφρονίσαι τοὺς ὠμότητος δεομένους, ὥσπερ ὁ Βαβυλώνιος τοὺς Ἰουδαίους.