Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.

Χρυσοστόμου. Ἀνωτέρω εἰπὼν, “ διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ “ παρακαλῶ ὑμᾶς,” ἐνταῦθα πάλιν λέγει διὰ τῆς χάριτος. ὅρα διδασκάλου ταπεινοφροσύνην· ὅρα γνώμην κατεσταλμένην. ὸὐδαμοῦ ἑαυτὸν ἀξιόπιστον εἶναι φησὶ, πρὸς τὴν τοσαύτην παραίνεσιν καὶ συμβουλήν. ἀλλὰ ποτὲ μὲν, τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ παραλαμβάνει μεθ’ ἑαυτοῦ, ποτὲ δὲ τὴν χάριν. οὐ γὰρ ἐμὸν λόγον

437
λέγω, φησὶν, ἀλλὰ τὸν ἀπὸ τοῦ Θεοῦ. καὶ οὐκ εἰπε, λέγω γὰρ ὑμῖν διὰ τῆς σοφίας τοῦ Θεοῦ, ἀλλὰ “ διὰ τῆς χάριτος.” συνεχῶς τῶν εὐεργεσιῶν ἀναμιμνήσκων, ὥστε ἀγνωμονεστέρους ποιῆσαι, καὶ δεῖξαι καὶ ταύτῃ ὑπευθύνους ὄντας τῇ τῶν λεγομένων ὑπακοὴ.

Γενναδίου. Ἢ τὸ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι ἔφη, ἀντὶ τοῦ, ὡς τὴν περὶ τούτων διδάσκειν ἐξουσίαν ἐκ θείας χάριτος εἰληφώς.

Χρυσοστόμου. “ Παντὶ τῷ ὄντι ἐν ὑμῖν.” οὐ τῶ δεῖνι καὶ τῶ δεῖνι μόνον, ἀλλὰ καὶ ἄρχοντι καὶ ἀρχομένῳ, καὶ δούλῳ καὶ ἐλευθέρῳ, καὶ ἰδιώτῃ καὶ σοφῷ, καὶ γυναικὶ καὶ ἀνδρὶ, καὶ νέῳ καὶ γέροντι. κοινὸς γὰρ οὗτος ὁ νόμος, ἐπειδὴ καὶ δεσποτικός. οὕτω καὶ ἀνεπαχθῆ τὸν λόγον ποιεῖ· πᾶσι προτιθεὶς τὰ διδάγματα, καὶ τοῖς οὐκ οὖσιν ὑπευθύνοις. ἵνα οἱ ὑπεύθυνοι τὴν τοιαύτην ἐπιτίμησιν καὶ διόρθωσιν εὐκολωτέραν δέξωνται. καὶ τί λέγεις εἰπέ μοι; “ μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν.” τὴν μητέρα τῶν ἀρετῶν ἐνταῦθα εἰσάγει πρώτην, τὴν ταπεινοφροσύνην· τὸν διδάσκαλον αὐτοῦ μιμούμενος. καθάπερ γὰρ ἐκεῖνος εἰς τὸ ὄρος ἀναβὰς, καὶ τὸν ἠθικὸν μέλλων ὑφαίνειν λόγον, ἐντεῦθεν ἤρξατο. λέγων οὕτως, “ μακάριοι οἱ πτωχοὶ, τῷ πνεύματι.” οὕτω καὶ αὐτὸς ἀπὸ τῶν δογματικῶν ἐπὶ τὰ ἠθικώτερα νῦν ἐκβὰς, ἐδίδαξε μὲν καθόλου τὴν ἀρετὴν, τὴν θαυμαστὴν θυσίαν παρ’ ἡμῶν ἀπαιτήσας. μέλλων δὲ καὶ κατὰ μέρος αὐτὴν ὑπογράφειν, ὥσπερ ἀπὸ κεφαλῆς τῆς ταπεινοφροσύνης ἄρχεται. καὶ φησὶν, “ μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ “ φρονεῖν.” τοῦτο γὰρ θέλημα τοῦ Θεοῦ. “ ἀλλὰ φρονεῖν εἰς τὸ “ σωφρονεῖν.” ὃ λέγει, τοῦτό ἐστιν. ἐλάβομεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ’ ἵνα εἰς σωφροσύνην. καὶ οὐκ εἶπεν εἰς τὸ ταπεινοφρονεῖν, ἀλλ’ “ εἰς τὸ σωφρονεῖν.” σωφροσύνην ἐνταῦθα λέγων, οὐ τὴν ἀντιδιαστελλομένην τῇ ἀσελγείᾳ ἀρετήν· οὐδὲ τὸ ἀπηλλάχθαι ἀκολασίας. ἀλλὰ τὸ νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν. καὶ γὰρ καὶ τοῦτο σωφροσύνη λέγεται, ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας. δεικνὺς τοίνυν, ὅτι τὸν μὴ μετριάζοντα οὐδὲ σωφρονεῖν ἔνι. τουτέστι, καθεστηκέναι καὶ ὑγιαίνειν. ἀλλὰ παραπαίει καὶ ἐξέστηκεν ὁ τοιοῦτος, καὶ παραπλῆγος παντός ἐστι μανικώτερος. σωφροσύνην ἐκάλεσε τὴν ταπεινοφροσύνην.

438

Φωτίου. Ἢ καὶ οὕτως λέγει. μὴ ὑπερφρονεῖν ὑμᾶς ἐν παντὶ χαρίσματι τῳ ὄντι ἐν ὕμιν· ταύτην γὰρ τὴν ἄνοιαν κα τὰ επαγόμενα δηλῶν, ἐν οἷς φησὶν, “ ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε.’ σοφῶς δὲ λίαν καὶ συνετῶς προέταξε, τὸ διὰ τῆς χάριτος τοῦ Θεοῦ, μέλλων αὐτοὺς νουθετεῖν εἰς τὸ μὴ ὑπερφρονεῖν. ἐπειδὴ γὰρ καὶ τὸ νουθετεῖν καὶ ἐπιτάττειν ἄλλοις ἐνίοτε ἐξ ὑπερφροσύνης γίνεται, προλαβὼν ἰάσατο τοὺς τοιούτους λογισμούς. οὐκ ἔστι γάρ, φησι, ἐξ ἐμῆς ὁρμῆς τὸ νουθετεῖν ὑμᾶς· ἀλλὰ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, αὐτοῦ διάταγμα πληρῶ· ἐμέρισε δὲ τὰ χαρίσματα οὐ κατὰ φιλοτιμίαν, ἀλλὰ κατὰ τὸ μέτρον τῆς πίστεως. πίστεως δὲ, οὐ τῆς κατὰ τὴν λατρείαν φησίν. πάντες γὰρ πιστοὶ καὶ τέλειοι ἐν αὐτῇ εἰσὶ δηλονότι, οἱ χαρισμάτων ἀξιωθέντες, ἀλλὰ τῆς κατὰ τὰ χαρίσματα πίστεως. καθὼς καὶ ἐν εὐαγγελίοις εἴρηται, “ Κύριε, πρόσθες ἡμῖν πίστιν.” καὶ πάλιν, “ ἐὰν ἔχητε πίστιν “ ὡς κόκκον σινάπεως.” καὶ πάλιν, “ διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν.” δῆλον γὰρ, ὡς ἕτερον τοῦτο τῆς πίστεως τὸ σημαινόμενον, παρὰ τὸ ἐπὶ τῆς εὐσεβείας λαμβανόμενον.

Χρυσοστόμου. Ἐπειδὴ γὰρ τῶν χαρισμάτων ἡ δόσις, πολλοὺς εἰς ἀπόνοιαν ἐπῆρε, καὶ παρὰ τούτοις καὶ παρὰ Κορινθίοις, ὅρα πῶς καὶ τὴν αἰτίαν τοῦ νοσήματος δήλην ποιεῖ, καὶ κατὰ μικρὸν ὑποσύρει. εἰπὼν γὰρ ὅτι “ δεῖ φρονεῖν εἰς τὸ σωφρονεῖν,” ἐπήγαγεν, “ ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.” πίστιν ἐνταῦθα τὸ χάρισμα καλῶν. εἰπὼν δὲ ὅτι “ ἐμέρισε,” καὶ τὸν, ἔλαττον εἰληφότα παρεμυθήσατο· καὶ τὸν μείζονος ἀπολαύσαντα, καταστέλλει. εἰ γὰρ ὁ Θεὸς ἐμέρισε, φησὶν, καὶ μὴ σὸν τὸ κατόρθωμα, τι μέγα φρονεῖς; εἰ δέ τις τὴν πίστιν ἐνταῦθα μὴ τὸ χάρισμα λέγοι καλεῖσθαι, καὶ τούτῳ πάλιν μειζόνως δείκνυσιν αὐτὸν ταπεινοῦντα τοὺς ἀλαζόνας. εἰ γὰρ ὃ τοῦ χαρίσματός ἐστιν αἴτιον ἡ πίστις, καθ’ ἣν τὰ θαύματα γίνεται, καὶ τοῦτο παρὰ τοῦ Θεοῦ, πόθεν σὺ μέγα φρονεῖς; καὶ γὰρ εἰ μὴ παρεγένετο, μὴ δὲ ἐσαρκώθη, οὐδ’ ἃν τὰ τῆς πίστεως προεχώρησεν. ὥστε πάντα ἐκεῖθεν τὴν ἀρχὴν ἔχει τὰ ἀγαθά. εἰ δὲ αὐτὸς δίδωσιν, οἶδε πῶς μερίζει. πάντα γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται. καὶ ὡσπερ τὸ δοῦναι ἄπο φιλανθρωπίας γέγονεν, οὐτῶ καὶ τὸ πόσον

439
δοῦναι. οὐ γὰρ δὴ περὶ τὸ κεφάλαιον ἐπιδειξάμενος τὴν ἀγαθότητα, ὅπερ ἐστι τὸ δοῦναι τὰ χαρίσματα, ἐν τῷ μετρίῳ σε προδιδοναι ἔμελλεν. εἰ μὲν γὰρ ἀτιμάσαι ἐβούλετο, οὐδ’ ἃν ἔδωκε τὴν ἀρχήν. εἰ δὲ σῶσαι καὶ τιμῆσαι ἐβούλετο, διὰ γὰρ τοῦτο καὶ παρεγένετο, καὶ τοσαῦτα διένειμεν ἀγαθὰ, τί θορυβῇ καὶ ταράττῃ, καὶ εἰς μωρίαν ἀποκέχρησαι τῇ φρονήσει; Κυρίλλου. Ἐνταῦθα μὲν οὖν “ ὁ Θεὸς,” φησὶν, “ ἐμέρισεν “ ἑκάστῳ μέτρον πίστεως.” ἐν ἄλλοις δὲ τῇ τοῦ πνεύματος ἐξουσίᾳ τὴν τῶν θείων χαρισμάτων διανομὴν ἀνατιθείς. “ καὶ ᾧ μὲν “ δίδοται, πνεῦμα σοφίας.” εἶτα μεθ’ ἕτερα, “ ἑτέρῳ δὲ πίστις” εἰπὼν, ἐπιλέγει, “ ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ “ Πνεῦμα, διαιροῦν ἰδία ἑκάστῳ καθὼς βούλεται.” οὐκοῦν εἰ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ πίστεως φαίνεται τὸ Πνεῦμα παρεκτικὸν, καὶ τὸ ἀρκοῦν ἑκάστῳ μέτρον ὁρίζον ὡς Θεὸς, πῶς οὐ λίαν ἀσεβὲς ἐπαριθμεῖν αὐτὸ τοῖς κτίσμασι, καὶ μὴ μᾶλλον ἐκ Θεοῦ πεφηνέναι;