Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;

Χρυσοστόμου. Αἰσθόμενος ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαμβάνει. ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν. εἴγε ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ, ἐκ κατορθωμάτων ἑτέρων ὠφελήθησαν. εἰ δὲ τὸ ἐξ ἀνάγκης συμβὰν τοῦτο ἐκείνων εἶναι λέγει, μὴ θαυμάσῃς. ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εlπον, καταστείλῃ, κἀκείνους προτρέψηται, οὕτω σχη- ματίζει τὸν λόγον· ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ καὶ μυριάκις ἀπε- βλήθησαν Ιουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἃν ἐσώθησάν ποτε. ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. ὁρ́α δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥημάτων αὐτὸν παραμυθούμενον μόνων. εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶν, καταλ-

407
λαγὴ κόσμου. καὶ τί τοῦτο πρὸς Ἰουδαίους; “ τίς ἡ πρόσληψις, “ εἰ μὴ ζωὴ ἐκ νεκρῶν; ἀλλ’ οὐδὲ τοῦτο τι πρὸς ἐκείνους, εἰ μὴ προσελήφθησαν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ ὁ ὀργιζόμενος αὐτοῖς τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τι οὐ χαριεῖται; ἀλλ’ ὥσπερ ἡ ἀνάστασις τῶν νεκρῶν, οὐ διὰ τὴν πρόσληψιν αὐτῶν· οὕτως οὐδὲ ἡ σωτηρία νῦν ἡ ἡμετέρα δι’ αὐτούς. ἀλλ’ ἐξεβλήθησαν μὲν ἐκ τῆς ἀνοίας αὐτῶν ἐκεῖνοι. ἐσώθημεν δὲ ἀπὸ τῆς πίστεως ἡμεῖς, καὶ τῆς ἄνωθεν χάριτος. τούτων δὲ οὐδὲν ἐκείνους ὠφελῆσαι δυνήσεται, εἰ μὴ προσήκουσαν ἐπεδείξαντο πίστιν.

Φεοδωρήτου. Ἀλλ’ ὁ θεῖος Ἀπόστολος, οἰκονομικῶς κατασκευάζων τὸν λόγον, καὶ τούς τε ἐξ ἐθνῶν πεπιστευκότας μετριοφρονεῖν ἐκπαιδεύων, καὶ τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων χεῖρα ὀρέγων, καὶ τὴν ἐκ τῆς μεταμελείας ὑποδεικνὺς σωτηρίαν, οὕτω φησὶ, ὡς εἰ τούτων ἀπιστησάντων προσελήφθη τὰ ἔθνη, καὶ τῆς προτέρας ἀγνοίας ἠλευθερώθη, δῆλον ὡς εἰ πάντες οὗτοι πιστεῦσαι θελήσαιεν, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ τὸ γενέσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν. τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη, “ κηρυχθήσεται τὸ “ εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον “ αὐτοῖς. καὶ τότε ἥξει τὸ τέλος.”

Κυρίλλου. Ἐπειδὴ οὖν ἐκ πίστεως ἢ τρόπων οὐκ ἦν ἐπαινέσαι τὸν Ἰσραὴλ, ἐπὶ τοὺς τῆς οἰκονομίας κεχώρηκε λόγους. καὶ τὴν ἐκείνων ἀπιστίαν πρόξενον τῷ κόσμῳ γεγενῆσθαι φησὶν τῆς πρὸς Θεὸν οἰκειότητος· καὶ πειρᾶται λέγειν ὅτι δι’ ὣν προσκεκρούκασι, τάχα που κα εὐεργέται του κόσμου γεγόνασι· καὶ οἱονεὶ πεσόντας καὶ χαμαὶ κειμένους τοὺς Ἰουδαίους στεφανοῖ. ζωὴν γὰρ εἶναι φησὶ ἐκ νεκρῶν τὴν πρόσληψιν αὐτῶν. εἴγε ἐστὶν ἀψευδὲς, ὡς γέγονεν ἡ ἀποβολὴ αὐτῶν, κόσμου καταλλαγή.

Οἰκουμενίου. Ἣ τοῦτο φησὶ, τις ἔσται ἡ πρόσληψις αὐτῶν· εἰ μὴ ἵνα εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις, ζωοποιεῖ ὁ προσλαμβάνων Θεός;

Φωτίου. Ἰστέον γε μὴν, ὅτι τὸ, “ εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν,” ἣ ἐπανάληψις ἐστὶ, τοῦ. εἰ δὲ τὸ παράπτωμα αὐτῶν. ὡς καὶ προείρηται, ἢ αἰτία τῆς σπουδῆς Παύλου τῆς περὶ τὸ σωθῆναι αὐτούς. ὡς ἂν εἰ τις ἔλεγε, τί σπεύδεις, Παῦλε, ὑπὲρ τῶν Ἰου-

408
δαίων, λέγων, “ εἴπως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς “ ἐξ αὐτῶν.” τίς ἐστιν ὁ τοσοῦτός σου ἀγών; ναί φησι, προσήκει μοι σπεύδειν καὶ ἀγωνίζεσθαι. εἰ γὰρ καὶ τούτων ἐκλειπόντων, ὅμως κατηλλάγη ὁ Θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς ἔχθρας, τι ἃν οὐ γένοιτο χρηστὸν καὶ ὑπ’ ὑπερθαύμαστον, καὶ τούτων σωθέντων καὶ προστεθέντων; τίς οὖν ἔσται αὐτῶν ἡ πρόσληψις καὶ ἡ προσθήκη, εἰ μὴ τελεία καὶ ὁλόκληρος χαρὰ, ὡς ἐπὶ τελείᾳ καὶ κοινὴ ζωὴ καὶ ἀναβιώσει ἐκ νεκρῶν, πάντων, οὐ μόνον τῶν προσπταισάντων, ἀλλὰ καὶ τῶν μέχρι θανάτου καὶ νεκρώσεως καταπεσόντων; καὶ ὅρα· ἀρχόμενος μὲν, πταῖσμα τὴν ἀπείθειαν ἐκάλεσε τῶν Ἰουδαίων· εἶτα παράπτωμα. ἐπειδὴ δὲ ἔδειξεν αὐτοῖς, ἐὰν βούλωνται μόνον πεισθῆναι, τὸ μέγεθος τῶν ἀγαθῶν, καὶ ἐπῆρεν αὐτοὺς, πλοῦτον ἐθνῶν καλῶν, καὶ καταλλαγὴν κόσμου, καὶ σάρκα οἰκείαν· τότε καὶ τῆς ἀπειθείας τὸ ἄτοπον ἡλίκον ἐστὶ δεικνύει. νεκροὺς αὐτῆς διὰ ταύτης γενέσθαι ἀποφαινόμενος. ἀλλὰ καὶ τοῦτο λίαν θαυμασίως ποιεῖ καὶ σοφῶς. ἐπειδὴ γὰρ τὸ νεκροὺς αὐτοὺς ὀνομασθῆναι, λίαν πικρὸν ἦν καὶ καταφορικόν· καὶ εἰς ὕβριν μᾶλλον ἣ παραίνεσιν συντελοῦν· οὐχ οὕτως αὐτὸ τίθησι ξηρῶς, ἀλλὰ μίγνυσιν αὐτὸ, καὶ ἐν τάξει ἐπαίνου προάγει, λέγων, “ τίς ἡ πρόσληψις αὐτῶν, εἰ μὴ ζωὴ ἐκ “ νεκρῶν ;” διὰ μὲν τοῦ, “ ζωὴ,” τὸ εὐφραῖνον τιθείς· διὰ “ ἐκ νεκρῶν,” ὑποσημαίνων, ὅτι ἡ ἀπείθεια αὐτῶν, νέκρωσις ἦν.