Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν· ἐφ’ ὅσον εἰμὶ ἐγὼ

405
ἐθνῶν Ἀπόστολος, τὴν διακονίαν μου δοξάζω. εἴ πὼς παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ ἀυτῶν.

Χρυσοστόμου. Πάλιν ὑποψίας πονηρᾶς ἑαυτὸν ἐσπούδακε. καὶ δοκεῖ μὲν ἐπιπλήττειν τοὺς ἐξ ἐθνῶν, καὶ ταπεινοῦν αὐτῶν τὰ φρονήματα. ἠρέμα δὲ παρακνίζει τὸν Ἰουδαῖον. καὶ περιέρχεται μὲν ἐπιζητῶν περιστεῖλαι καὶ παραμυθήσασθαι τὴν τοσαύτην ἡμῶν ἀπώλειαν. οὐδὲν δὲ εὑρίσκει διὰ τὴν τῶν πραγμάτων φύσιν. καὶ γὰρ ἐξ ὧν εἴρηκε, μείζονος ἦσαν κατηγορίας ἄξιοι· ὅταν τὰ αὐτοῖς ηὐτρεπισμένα, ἕτεροι σφόδρα αὐτῶν ἀποδέοντες, εἰληφότες ὦσι. διὰ δὴ τοῦτο, ἀπὸ τῶν Ἰουδαἰων ἐπὶ τοὺς ἐξ ἐθνῶν μεταβαίνει, καὶ μέσον παρεντίθησι τὸν περὶ τούτων λόγον· ἐνδείξασθαι βουλόμενος ὅτι πάντα ταῦτα λέγει, ἵνα αὐτοὺς μετριάζειν παιδεύσῃ. ἐπαινῶ γὰρ ὑμᾶς, φησι, διὰ δύο ταῦτα. δι’ ἓν μὲν, ὅτι ἀνάγκην ἔχω τὴν διακονίαν ὑμῶν ἐγκεχειρισμένος. δι’ ἕτερον δὲ, ἵνα δι’ ὑμῶν ἑτέρους σώσω. καὶ οὐ λέγει τοὺς ἀδελφούς μου, ἢ τοὺς συγγενεῖς μου, ἀλλὰ “ τὴν σάρκα.” εἶτα τὴν φιλονεικίαν αὐτῶν ἐνδεικνύμενος, οὐ λέγει, εἴ πὼς πείσω, ἀλλὰ “ παραζη- “ λώσω.” καὶ οὐδὲ ἐνταῦθα ἅπαντας, ἀλλὰ “ τινὰς, ἐξ αὐτῶν.” οὕτως ἦσαν σκληροί. καὶ ἐν αὐτῇ δὲ τῇ ἐπιτιμήσει λαμπρὰ δείκνυσι πάλιν τὰ τῶν ἐθνῶν. εἰ γὰρ καὶ αἴτιοι γίνονται σωτηρίας αὐτοῖς, οὐ διὰ τῶν αὐτῶν εἰσιν. οἱ μὲν γὰρ, τούτοις ἐξ ἀπιστίας. οὗτοι δὲ ἐκείνοις ἀπὸ πίστεως πρόξενοι γίνονται τῶν ἀγαθῶν. ὅθεν δοκεῖ καὶ ἰσάζειν καὶ πλεονεκτεῖν τὰ τῶν ἐθνῶν. τι γὰρ ἃν εἴποις, ὦ Ἰουδαῖε, εἰ μὴ ἐξεβλήθημεν ἡμεῖς, οὐκ ἃν ἐκλήθητε εὐθέως ὑμεῖς. τὸ αὐτὸ λέγει καὶ ὁ ἐξ ἐθνῶν· εἰ μὴ ἐσώθην ἐγὼ, οὐκ ἃν ἐζήλωσας σύ. εἰ δὲ ᾧ πλεονεκτοῦμεν βούλει μαθεῖν, ἐγὼ μὲν ἐκ τοῦ πιστεῦσαί σε σώζω. σὺ δὲ προσκεκρουκὼς, πάροδον ἡμῖν ἔδωκας σου προτέραν.

Κυρίλλου. Εἰς ὁμοψυχίαν οὖν καὶ εἰρήνην τοὺς ἐξ ἐθνῶν πιστοὺς καὶ Ἰουδαίων ἐφέλκεται. ἵνα μὴ ἐπαίρωνται, ἀλλὰ τῷ Θεῷ τὰ χαριστήρια ἀναθῶσιν, ὡς ἀμνησικάκως χαρισαμένῳ τὴν τῶν παραπτωμάτων ἄφεσιν. δοξάζειν δέ φησιν τὴν ἑαυτοῦ διακονίαν, οὐ δόξης εἰκείας ἐπιθυμῶν, ἀλλ’ ἵνα, φησὶ, παραζηλώσωμεν τὴν

406
σάρκα. σάρκα δὲ ὀνομάζει τὸν Ἰσραήλ· ἤτοι τὸ κατὰ σάρκα γένος. ὁμοῖον οὖν ὡς εἰ λέγοι. εὐκλεᾶ καὶ φιλαιτάτην Θεῷ τὴν ἀποστολὴν τὴν ἐμὴν εἶναι λέγω, καὶ πᾶσιν ἀνθρώποις χρειωδεστά- χρειωδεστάτην. οὐχ ἵνα ταῖς διακένοις τιμαῖς καὶ ἐκτόποις φιλοκομπίαις τὴν ἐμαυτοῦ φαίνοιμι στεφανῶν κεφαλήν. ἀλλ’ ἴνα σώσω τὸ κάτα σάρκα μου γένος. διανύττων οἷά τινι κέντρῳ τῷ ζήλῳ, εἰς τὸ ἑλέ- σθαι τὴν διὰ Χριστοῦ δικαιοῦσαν χάριν. οὓς συγγενεῖς καὶ ἀδελ- φοὺς ἀνωτέρω εἰπὼν, ἐνταῦθα “σάρκα” καλεῖ, πλέον αὐτοὺς οἰκειούμενος.

Θεοδωρήτου. ’ σάρκα αὐτοῦ τοὺς Ἰουδαίους λέγει, ὡς κατὰ μὲν τὸ φρόνημα ἀλλοτρίους ὄντας, μόνης δὲ αὐτῷ κοινωνοῦντας τῆς συγγενείας. τοῖς δὲ ἐξ ἐθνῶν πεπιστευκόσιν, ἐντεῦθεν προσ- φέρει παραίνεσιν, μετρίῳ κεχρῆσθαι φρονήματι. δύο κατὰ ταὐτὸν μηχανώμενος. καὶ τούτων τὴν ὀφρῦν καταστέλλων, καὶ δεδιέναι παρασκευάζων· καὶ Ἰουδαίους εἰς τὴν τῆς πατρῴας κληρονομίας κοινωνίαν προτρέπων. ἐπειδή με γάρ, φησι, τῶν ἐθνῶν ὁ Θεὸς προὔβαλε κήρυκα, ἀναγκαίως τὴν σωτηρίαν τῶν ἐθνῶν πραγμα- τεύομαι, καὶ τοὺς ὑπὲρ τούτων ποιοῦμαι λόγους. καὶ τοὺς θείους προφήτας ἄνωθεν ταῦτα δείκνυμι προθεσπίσαντας· ἵνα ταύτῃ γοῦν Ἰουδαίους εἰς ζῆλον ἐρεθίσω, καί τινας ἐξ αὐτῶν μεταλαχεῖν πα.. ρασκευασω τῆς σωτηρίας.

Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;

Χρυσοστόμου. Αἰσθόμενος ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαμβάνει. ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν. εἴγε ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ, ἐκ κατορθωμάτων ἑτέρων ὠφελήθησαν. εἰ δὲ τὸ ἐξ ἀνάγκης συμβὰν τοῦτο ἐκείνων εἶναι λέγει, μὴ θαυμάσῃς. ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εlπον, καταστείλῃ, κἀκείνους προτρέψηται, οὕτω σχη- ματίζει τὸν λόγον· ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ καὶ μυριάκις ἀπε- βλήθησαν Ιουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἃν ἐσώθησάν ποτε. ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. ὁρ́α δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥημάτων αὐτὸν παραμυθούμενον μόνων. εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶν, καταλ-

407
λαγὴ κόσμου. καὶ τί τοῦτο πρὸς Ἰουδαίους; “ τίς ἡ πρόσληψις, “ εἰ μὴ ζωὴ ἐκ νεκρῶν; ἀλλ’ οὐδὲ τοῦτο τι πρὸς ἐκείνους, εἰ μὴ προσελήφθησαν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ ὁ ὀργιζόμενος αὐτοῖς τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τι οὐ χαριεῖται; ἀλλ’ ὥσπερ ἡ ἀνάστασις τῶν νεκρῶν, οὐ διὰ τὴν πρόσληψιν αὐτῶν· οὕτως οὐδὲ ἡ σωτηρία νῦν ἡ ἡμετέρα δι’ αὐτούς. ἀλλ’ ἐξεβλήθησαν μὲν ἐκ τῆς ἀνοίας αὐτῶν ἐκεῖνοι. ἐσώθημεν δὲ ἀπὸ τῆς πίστεως ἡμεῖς, καὶ τῆς ἄνωθεν χάριτος. τούτων δὲ οὐδὲν ἐκείνους ὠφελῆσαι δυνήσεται, εἰ μὴ προσήκουσαν ἐπεδείξαντο πίστιν.