Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Θεοδωρήτου. Οὐ γὰρ ἐναντία τῷ νόμῳ, φησὶ, ἡ εἰς Χριστὸν πίστις, ἀλλὰ καὶ μάλα σύμφωνος. ὁ γὰρ νόμος ἡμᾶς πρὸς τὸν δεσπότην Χριστὸν ἐποδήγησε. τὸν τοῦ νόμου τοίνυν πληρῶν σκοπὸν, ὁ πιστεύων τῷ δεσπότῃ Χριστῷ. καλῶς δὲ πάλιν “ παντὶ τῷ “ πιστεύοντι” τέθεικε. συμπεριέλαβε γὰρ, πᾶσαν τὴν τῶν ἀνθρώπων

370
φύσιν. κἂν γὰρ Ἕλλην ᾐ, κἂν βάρβαρος, πιστεύσῃ δὲ, τῆς σωτηρίας μεταλαγχάνει.

Γενναδίου. τελειοῖ τοίνυν τὸν τοῦ νόμου σκοπὸν ὁ Χριστός· διὰ τῆς ἐπ’ αὐτὸν πίστεως τὴν δικαίωσιν τοῖς προσιοῦσιν αὐτῷ πᾶσι δωρούμενος.

Χρυσοστόμου. Καὶ ὅρα πάλιν σύνεσιν. ἐπειδὴ γὰρ εἶπε δικαιοσύνην καὶ δικαιοσύνην. ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων, τὴν μὲν, ἔχειν, τῆς δὲ, ἀπεστερῆσθαι, καὶ παρανομίας κρίνεσθαι. καὶ γὰρ καὶ τούτους οὐχ ἧττον δεδοικέναι ἐχρῆν, ἔτι νεήλυδας ὄντας· μὴ δὲ Ἰουδαῖοι πάλιν προσδοκήσωσιν αὐτὴν κατορθοῦν· καὶ εἴπωσιν, ὅτι εἰ καὶ μὴ νῦν ἐπληρώσαμεν, ἀλλὰ πάντως πληρώσομεν, ὅρα τί κατασκευάζει· καὶ δείκνυσιν, ὅτι μία πίστις ἐστὶν ἡ δικαιοσύνη· καὶ ἐκείνη, εἰς ταύτην ἀνακεφαλαιοῦται. καὶ ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν διὰ πίστεως, κἀκείνην ἐπλήρωσεν. ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης μετὰ ταύτης ἐξέπεσεν. εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην ἔχειν δοκῇ, οὐκ ἔχει. ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ ᾖ κατωρθωκὼς τὸν νόμον, τὸ πᾶν εἴληφε. καὶ γὰρ τέλος ἰατρικῆς, ὑγεία. ὥσπερ οὖν ὁ δυνάμενος ὑγιᾶ ποιεῖν, κἂν μὴ τὴν ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει. ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτως ἐπὶ τοῦ νόμου καὶ τῆς πίστεως. ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει. ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἔστιν ἀλλότριος. τι γὰρ ἐβούλετο ὁ νόμος ; δίκαιον ποιῆσαι τὸν ἄνθρωπον ; ἀλλ’ οὐκ ἴσχυσεν. οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. τοῦτο οὑν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπεν. ἀλλὰ τοῦτο τὸ τέλος ἤνυσε μειζόνως ὁ Χριστὸς διὰ τῆς πίστεως· μὴ τοίνυν φοβηθῇς, φησι, ὡς τὸν νόμον παραβαίνων, ἐπειδὴ τῇ πίστει προσῆλθες. τότε γὰρ αὐτὸν παραβαίνεις, ὅταν δι’ αὐτὸν τῷ Χριστῷ μὴ πιστεύσῃς. ὡς ἃν πιστεύσῃς αὐτῷ, κἀκεῖνον ἐπλήρωσας, καὶ πολλῷ πλέον ἣ ἐκέλευε. πολλῷ γὰρ μείζονα δικαιοσύνην ἔλαβες.

Κυρίλλου. Προεισκεκόμισται τοίνυν ὁ νόμος, ἐσόμενος τοῖς ἀρχαίοις παιδαγωγὸς, ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ δι’ αἰνιγμάτων αὐτοῖς ὑποφαίνων τὴν ἀλήθειαν. οὕτω γὰρ εἶναι διοριζόμεθα πλήρωμα νόμου καὶ προφητῶν, τὸν Χριστόν. καὶ μάλα

371
ὀρθῶς. ἣ οὐχὶ παντὸς αἰνίγματος ἀσαφοῦς νοοῖτ’ ἃν εἰκότως πλήρωμα ὑπάρχειν τὸ ἀληθές ; καίτοι πῶς ἃν ἐνδοιάσειέ τις ; οὔκουν ἀναίρεσιν τῶν διὰ Μώσεως ποιεῖται νόμων ἡ πρός γε τὸ ἀληθὲς τῶν ἐν σκιαῖς μεταφοίτησις. ἀλλ’ ἐκφανεστέραν αὐτῶν καθίστησι τὴν διάνοιαν.

Τοῦ Αὐτοῦ. Μετερρυηκότων λοιπὸν εἰς ἀλήθειαν τῶν πραγμάτων, καὶ τῶν ἐν τύποις καὶ αἰνίγμασι τὴν εἰς τὰ ἀμείνω λαβόντων μεταβολὴν, οὐ καταλελύσθαι φαμὲν τὸν νόμον· ἐκπεπεράνθαι δὲ μᾶλλον ἐπὶ καιροῦ, καθ’ ὃν ἡμῖν ἐπέλαμψεν ἡ ἀλήθεια. τουτέστι, Χριστός. τέλος γὰρ νόμου καὶ προφητῶν, ὁ Χριστός. ὃς οὐκ ἃν διαψεύσαιτο λέγων, “ οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη- “ ρῶσαι.” ὥσπερ γὰρ τὰς ἐν τοῖς πίναξι προανατυπουμένας σκιὰς, τὸ τῶν χρωμάτων πολυειδὲς, ἐν καιρῷ προσενηνεγμένον· ἥκιστα μὲν ἀναιρεῖ, μεθίστησι δὲ μᾶλλον εἰς ὄψιν ἐναργεστέραν· κατὰ τὸν ἶσον τουτωῒ τρόπον, οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου σκιὰς, ἐκπεπεράνθαι δὲ μᾶλλον ὡς ἐν προόδῳ τῇ πρὸς ἀλήθειαν.

Σευηριανοῦ. τέλος γε μὴν νόμου εἴρηται Χριστὸς, οὐχ ὡς μέρος νόμου· ἀλλ’ ὡς ἑτέρας ζωῆς ἀρχή. ἣ τέλος νόμου, ὡς τέλος γεγονὼς τοῦ νόμου· τουτέστι, παύσας αὐτόν. διὰ δύο οὖν τέλος νόμου. ὅτι τε εχρησατο αὐτῷ· καὶ ὅτι ἔπαυσεν αὐτὸν.