Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ ; μὴ πρῶτος Μώσης λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.

Χρυσοστόμου. Πἀλιν ἑτέραν ἀντίθεσιν εἰσάγει. τί γὰρ εἰ ἤκουσαν μέν, φησιν, οὐκ ἔγνωσαν δὲ τὰ εἰρημένα, οὐ δὲ συνῆκαν ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ ἀποσταλέντες ; οὐκ ἄξιοι συγγνώμης τῆς ἀγνοίας ἕνεκεν ταύτης; οὐδαμῶς. καὶ γὰρ ὁ Hσαίας ἐχαρακτή- ρισε ταύτην εἰπὼν, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.” καὶ πρὸ τούτου πάλιν ὁ νομοθέτης αὐτός. ὥστε κἀντεῦθεν ἐχρῆν γνωρίσαι τοὺς κήρυκας, οὐκ ἀφ’ ὧν ἠπίστησαν οὗτοι μόνον, οὐκ ἀφ’ ωτν εἰρήνην ἐκήρυττον ἐκεῖνοι, οὐκ ἀφ’ ωY̔ν τὰ ἀγαθὰ εὐηγγελίζοντο ἐκεῖνα, οὐκ ἀφ’ ὧν πανταχοῦ τῆς οἰκουμένης ὁ λόγος ἐσπείρετο, ἀλλὰ καὶ ἀφ’ ὣν τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι ὄντας τιμῇ. ἃ γὰρ μηδέποτε ἤκουσαν οὗτοι, μὴ δὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι. ὅπερ ἐπιτεταμένης ἦν τιμῆς, παρακνιζούσης αὐτοὺς, καὶ εἰς ζῆλον ἀγούσης· καὶ εἰς μνήμην τῆς προφητείας Μώσεως, τῆς λεγούσης” παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ “ἔθνει.” οὐ γὰρ δὴ μόνον τὸ μέγεθος τῆς τιμῆς ἱκανὸν ἦν αὐτοὺς εἰς ζῆλον ἐμβαλεῖν, ἀλλὰ καὶ τὸ οὕτως εὐτελὲς εἶναι τὸ ἔθνος τὸ τοσούτων ἀπολαῦσαν, ὡς μὴ δὲ ἔθνος ἄξιον εἶναι λογίζεσθαι. “ἐγὼ “γὰρ παραζηλώσω ὑμᾶς, ἐπ’ οὐκ ἔθνει,” φησὶ, “ἐπὶ ἔθνει ἀσυνέτῳ “παροργιῶ ὑμᾶς.” τι γὰρ Ἑλλήνων ἀσυνετώτερον ἦν; τι δὲ τελέστερον ’, ὁρᾷς πῶς διὰ πάντων γνωρίσματα καὶ σημεῖα σαφῆ τῶν καιρῶν τούτων ἄνωθεν δέδωκεν ὁ Θεὸς αὐτοῖς, ὥστε διανοῖξαι αὐτῶν τὴν πώρωσιν;, ἆρα οὖν Μώσης τοῦτο εἶπε μόνος;, οὐδαμῶς. ἀλλὰ καὶ ‘Hσαίας μετ’ ἐκεῖνον. διὸ καὶ Παῦλος ἔλεγε, “πρῶτος “Μωσῆς,” δεικνὺς ὅτι καὶ δεύτερος ἥξει, τὰ αὐτὰ λέγων, τρανότερον καὶ σαφέστερον.

Θεοδωρήυου. Ἀσυνέτους δὲ ἡμᾶς προσηγόρευσε, τὴν πρὸ τῆς πίστεως ἡμῶν ἀφροσύνην ἐπιδεικνύς. τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπό- ἀπόστολος ἔφη, “ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλα-

383
“ νώμενοι, δουλεύοντες ἐπιθυμίᾳ πονηρᾷ.” ταύτῃ διαφερόντως Ἰουδαίους ἠνίασεν ὁ Θεός. οὐδὲ γὰρ οὕτως αὐτοὺς ἀλγύνει ἡ δουλεία, καὶ ἡ διασπορὰ, καὶ ἡ τοῦ ναοῦ ἐρημία, ὡς ἡ τῶν ἐθνῶν εὐσέβειά τε καὶ περιφάνεια. καὶ οὕτω δὲ ἐκλήψῃ τὸ “ ἐπ’ οὐκ “ ἔθνει.” οὐκ ἔθνος ἓν οἱ τῶν Σωτήρι’ Χριστῷ πεπιστευκότες, ἀλλὰ μύρια. καὶ ταύτα ποτε ἀσύνετα ἢν κα ἀνόητα· ὡσπερ τοίνυν ὑμεῖς φησὶν, τὸν ἕνα καταλιπόντες Θεὸν, πολλοὺς ψευδωνύμους προτετιμήκατε, οὕτως ἐγὼ τὸν ἕνα λαὸν ἀπορρίψας, πᾶσι τοῖς ἔθνεσι παρέξω τὴν γνῶσιν. ἀλλ’ ὑμεῖς μὲν τοὺς οὐκ ὄντας τετιμήκατε θεοὺς, καὶ ἀπεφήνατε θεούς. ἐγὼ δὲ τὰ ἀσύνετα ἔθνη θείας ἐμπλήσω σοφίας. ὑμεῖς δὲ ὁρῶντες, τῷ φθόνῳ τακήσεσθε.

Ἠσαίας δὲ ἀποτολμᾷ καὶ λέγει, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

Χρυσοστόμου. Οὐ μόνος Μώσης, φησὶν, περὶ τῆς τῶν ἐθνῶν εἰσαγωγῆς εἶπεν, ἀλλὰ καὶ Ἠσαίας μετ’ ἐκεῖνον. ὥσπερ δὲ ἀνωτέρω εἶπε “ κράζει Ἡσαίας,” οὕτως καὶ ἐνταῦθα, “ Ἡσαίας δὲ,” φησι, “ ἀποτολμᾷ καὶ λέγει·” τουτέστιν, ἐβίασατο καὶ ἐφιλονείκησε μηδὲν συνεσκιασμένον εἰπεῖν, ἀλλὰ καὶ γυμνὰ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν θεῖναι τὰ πράγματα. μᾶλλον ἑλόμενος κινδυνεύειν ἐκ τοῦ φανερῶς εἰπεῖν, ἣ τὴν οἰκείαν ὑφορώμενος σωτηρίαν, σκιὰν γοῦν ὑμῖν καταλιπεῖν ἀγνωμοσύνης. καίτοιγε προφητείας οὐκ ἦν τοῦτο σαφῶς οὕτως εἰπεῖν. ἀλλ’ ὅμως ὥστε ἐκ περιουσίας ὑμῖν ἐμφράξαι τὸ στόμα, σαφῶς πάνυ καὶ διαρρήδην ἅπαντα προλέγει. καὶ τὴν ὑμῶν ἔκπτωσιν, καὶ τὴν ἐκείνων εἰσαγωγὴν οὕτω λέγων, “ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ “ ἐπερωτῶσι.” τίνες οὖν οἱ μὴ ζητοῦντες ; καὶ τίνες οἱ μὴ ἐπερωτῶντες; οὐκ εὔδηλον ὅτι οὐκ Ἰουδαῖοι. ἀλλ’ οἱ ἐξ ἐθνῶν, οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες. ὥσπερ οὖν Μωϋσῆς ἐχαρακτήρισεν αὐτους εἴπων, ἐπ’ οὐκ ἔθνει, καὶ ἔπι ἔθνει ἀσυνετῶ, οὐτῶ καὶ ἐνταῦθα. ἀπὸ τῆς αὐτῆς ὑποθέσεως αὐτοὺς δηλοῖ τῆς ἀγνοίας τῆς ἐπιτεταμένης, ὃ μεγίστη κατηγορία Ἰουδαίων ἦν. ὅτι οἱ μὴ ζητοῦντες εὗρον, καὶ οἱ θητοῦντες, ἀπώλεσαν. πρὸς δὲ τὸν Ἰσραὴλ

384
φησὶ λέγει, “ ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς “ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.”

Εἶδες πῶς τὸ ἄπορον ἐκεῖνο, καὶ παρὰ πολλῶν ζητούμενον, εὑρίσκεται ἄνωθεν καὶ ἐν τοῖς προφητικοῖς κείμενον ῥήμασι, καὶ σαφῶς λυόμενον ; τι δὲ τοῦτό ἐστιν, ἤκουσας ἔμπροσθεν Παύλου λέγοντος, “ τί οὖν ἐροῦμεν ; ὅτι ἔθνη, τὰ μὴ διώκοντα νόμον δι- “ καιοσύνης, κατέλαβε δικαιοσύνην. Ἰσραὴλ δὲ διώκων νόμον δι- “ καιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε.” τοῦτο καὶ Ησαίας ἐνταῦθα φησίν. τὸ γὰρ “ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. “ ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι,” ταὐτόν ἐστι τῷ εἰπεῖν, ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην. εἶτα δεικνὺς ὅτι οὐχὶ τῆς τοῦ Θεοῦ χάριτος μόνον ἦν τὸ γινόμενον, ἀλλὰ καὶ τῆς γνώμης τῶν προσελθόντων· ὥσπερ οὖν καὶ ἡ ἐκείνων ἔκπτωσις τῆς φιλονεικίας τῶν ἀπειθησάντων, ἄκουσον τι ἐπήγαγε. “ πρὸς δὲ τὸν Ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξε- “ πέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. ἡμέραν ἐνταῦθα, τὸν πάντα χρόνον λέγων τὸν ἔμπροσθεν. τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας, τὸ καλέσαι καὶ ἐπισπάσασθαι καὶ παρακαλέσαι δηλοῖ. εἶτα δεικνὺς τὸ ἔγκλημα ἅπαν ἐκείνων ὂν, φησὶ, “ πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀναλέγοντα.” εἶδες πόση ἡ κατηγορία; οὗτοι μὲν γὰρ οὐδὲ παρακαλοῦντι ἐπείσθησαν. οὐ μόνον δὲ οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ ἀντεῖπον. καὶ ταῦτα οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ διὰ παντὸς τοῦ χρόνου ταῦτα ποιοῦντα ὁρῶντες. ἕτεροι δὲ οἱ μηδέποτε αὐτὸν ἐγνωκότες, ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι. ἀλλ’ οὐ λέγει ὅτι αὐτοὶ ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι. ἀλλὰ καθαιρῶν καὶ τῶν ἐξ ἐθνῶν τὰ φρονήματα, καὶ δεικνὺς τὴν αὐτοῦ χάριν τὸ πᾶν ἐργασαμένην, φησὶν, “ ὅτι ἐγὼ ἐμφανὴς ἐγε- “ νόμην,” καὶ “ ἐγὼ εὑρέθην.” οὐκοῦν κενοὺς πάντων ἐκεῖνοι, φησί; οὐδαμῶς. ἀλλὰ τὸ εὑρεθέντα λαβεῖν καὶ φανέντα ἐπιγνῶναι, τοῦτο παρ’ ἑαυτῶν εἰσήνεγκαν. εἶτα, ἵνα μὴ λέγωσιν οὗτοι, διατί οὖν καὶ ἡμῖν ἀφανὴς ἐγένου ; τὸ πλέον τούτου τίθησιν· ὅτι οὐ μόνον ἐμφανὴς ἐγενόμην, ἀλλὰ καὶ παρέμεινα τὰς χεῖρας ἀναπεταννὺς, καὶ παρακαλῶν, πατρὸς φιλοστόργου, καὶ μητρὸς φιλόπαιδος κηδεμονίαν ἐπιδεικνύμενος.

Θεοδωρήτου. Ἔδειξε τοίνυν κατὰ ταὐτὸν καὶ τῆς τῶν ἐθνῶν

385
θεογνωσίας τὴν πρόρρησιν. καὶ τὴν Ἰουδαίων μιαιφονίαν. τὸ γὰρ ἀποτολμᾷ, τοῦτο δηλοῖ. οὐκ ἔδεισε φησὶν φονῶντας Ἰουδαίους καὶ μεμηνότας, ἀλλὰ σὺν παρρησίᾳ πολλῇ τὴν τῶν ἐθνῶν προεκήρυξε σωτηρίαν. προεθέσπισε δὲ καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν. τὸ δὲ “ ὅλην τὴν ἡμέραν,” τὸ διηνεκὲς λέγει. τοῦτο γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος ἡρμήνευσαν.

Καὶ διὰ τῆς ἐκπετάσεως τῶν χειρῶν, δοκεῖ μὲν τὸν λαὸν πρὸς ἑαυτὸν καλεῖν. διὰ δὲ τοῦ αὐτοῦ, καὶ τὸ σχῆμα τοῦ σταυροῦ ἐπιδείκνυται. ἀλλ’ ὅρα πῶς σαφεστάτως ὁ θεῖος Ἀπόστολος τῶν ἔμπροσθεν διαπορηθέντων πάντων τὴν λύσιν ἐπήγαγε. δείξας τὴν γνώμην αὐτῶν αἰτίαν γενομένην τῆς ἀπωλείας, καὶ ὡς πάντοθεν ἀνάξιοι τῆς συγγνώμης εἰσί· καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόμενα, καὶ οὐδὲ οὕτω βουληθέντας προσελθεῖν. καὶ τὸ πολὺ πλεῖον, ὅτι οὐ μόνον ἀκοῦσαι αὐτοὺς ταῦτα ἐποίησεν, οὐ μόνον δὲ νοῆσαι, ἀλλὰ καὶ ὃ μείζονα ἰσχὺν ἔχει πρὸς τὸ διεγεῖραι καὶ φιλονεικοῦντας καὶ ἀντιλέγοντας ἐπισπάσασθαι, καὶ τοῦτο προσέθηκε· τὸ παρακνίσαι αὐτοὺς καὶ παραζηλῶσαι. ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις, πρὸς τὸ λῦσαι φιλονεικίαν ἅπασαν, καὶ τοὺς ἀναπεπτωκότας διαναστῆσαι. καὶ τί δεῖ λέγειν ἐπ’ ἀνθρώπων τοῦτο ; ὅπου καὶ ἐπὶ ἀλόγων, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἀώρου τῶν παιδίων πολλὴν τὴν δύναμιν ἐπιδείκνυται. καὶ γὰρ παιδίον πολλάκις παρακαλούμενον, οὐκ εἶξε τῷ πατρὶ, ἀλλ’ ἔμεινε φιλονεικοῦν. ἑτέρου δὲ θεραπευθέντος παιδίου καὶ μὴ καλούμενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικούς. καὶ ὅπερ οὐκ ἴσχυσεν ἡ παράκλησις, τοῦτο ἐποίησεν ἡ παραζήλωσις. τοῦτο τοίνυν καὶ ὁ Θεὸς ἐποίησεν. οὐ γὰρ παρεκάλεσε μόνον καὶ τὰς χεῖρας ἐξεπέτασεν, ἀλλὰ καὶ τὸ τῆς ζηλοτυπίας ἐν αὐτοῖς διήγειρε πάθος τοὺς πολλῷ καταδεεστέρους αὐτῶν. ὃ μάλιστα ποιεῖ παραζήλωσιν· εἰσάγων οὐκ εἰς τὰ ἐκείνων ἀγαθὰ, ἀλλ’ ὃ πολλῷ μεῖζον ἢν, καὶ τυραννικώτερον ποιεῖ τὸ πάθος, εἰς τὰ πολλῷ μείζονα ἐκείνων καὶ ἀναγκαιότερα, καὶ ἃ μὴ δὲ ὄναρ αὐτοὶ ποτε ἐφαντάσθησαν. ἀλλ’ οὐδὲ οὕτως εἶξαν. οὐδεμιᾶς οὖν εἶεν ἄξιοι συγγνώμης. ἀλλὰ τοῦτο αὐτὸς μὲν οὐ λέγει. καταλιμπάνει δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων αὐτὸ συλλογίζεσθαι.

386