Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48])
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Ἡ ΔΕ πρὸς Ῥωμαίους Ἐπιστολὴ περιέχει τὴν πρὸς τὸν Χριστὸν παρασκευὴν, μάλιστα τοῖς ἐκ φύσεως λογισμοῖς ἐλεγχθεῖσαν, καὶ διὰ τοῦτο προτάττεται ἄλλαις ἁπάσαις, ὡς δὴ πρὸς αὐτοὺς γεγραμμένη τοὺς ἤδη τὰ θεῖα προμυνηθέντας· ταύτην ἐπιστέλλει ἀπὸ Κορίνθου, μήπω μὲν ἑωρακὼς Ῥωμαίους, ἀκούων δὲ περὶ αὐτῶν, καὶ ἐπιποθῶν αὐτοὺς ἰδεῖν. καὶ πρῶτον μὲν, ἀποδέχεσθαι φησὶ τὴν πίστιν αὐτῶν, καταγγελλομένην ὁρῶν πανταχοῦ. ἔπειτα σημαίνει πολλάκις ἑαυτὸν προθέμενον ἐλθεῖν διὰ τὸν εἰς αὐτοὺς πόθον, τέως μὴ δεδυνῆσθαι. καὶ λοιπὸν διδασκαλικὴν τὴν Ἐπιστολὴν ποιεῖται, περὶ κλήσεως ἐθνῶν. καὶ ὅτι ἡ περιτομὴ ἕως καιροῦ ἦν, καὶ νῦν πέπαυται. καὶ ὅτι διὰ τοῦ Χριστοῦ λέλυται τὸ παράπτωμα τοῦ Ἀδὰμ, καὶ ἡ σκιὰ τοῦ νόμου παρῆλθε. τὴν μὲν οὐν κλῆσιν τῶν ἐθνῶν ἀκολούθως κατασκευάζει οὕτως, ἀποδεικνὺς πᾶσιν ἀνθρώποις ἔμφυτον εἶναι τὸν νόμον, καὶ πάντας ἀδιδάκτῳ τε τῇ φύσει, καὶ ἀπ’ αὐτῆς τῆς κτίσεως δύνασθαι γινώσκειν τὸν Θεόν.
Διὸ καὶ εἰκότως αἰτιᾶται πρῶτον Ἐλλήνας, ὡς μὲν τοῦ Θεοῦ φανερώσαντος αὐτοῖς ἐκ τῶν ποιημάτων τοῦ κόσμου τὴν περὶ ἑαυτοῦ γνῶσιν καὶ τῆς ἀιδίου δυνάμεως αὐτοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ἐν ᾧ καὶ δι’ οὗ, τὰ πάντα πεποίηκεν, αὐτοὺς δὲ, μὴ ἐγνωκεναι μὲν ἐκ τῶν κτισμάτων εἶναι Θεὸν τὸν τούτων δημιουργὸν, τὰ [*](a Argumentum hoc et capitum divisionem ex Œcumenio supplevimus.)
α'. Εὐαγγελικὴ διδασκαλία περί γε τῶν ἔξω χάριτος Χριστοῦ, καὶ τῶν ἐν χάριτι, καὶ περὶ ἐλπίδος καὶ πνευματικῆς.
β'. Περὶ κρίσεως τῆς κατὰ ἐθνῶν, τῶν οὐ φυλασσόντων τὰ φυσικά.
γ'. Περὶ κρίσεως τῆς κατὰ τοῦ Ἰσραὴλ, τοῦ μὴ φυλάσσοντος τὰ νόμιμα.
δ'. Περὶ ὑπεροχῆς Ἰσραὴλ, τοῦ τυγχάνοντος τῆς ἐπαγγελίας.
ε'. Περὶ χάριτος, δι’ ἧς ἄνθρωποι μόνον δικαιοῦνται, οὐ κατὰ γένος διακεκριμένως, ἀλλὰ κατὰ Θεοῦ δόσιν ἰσοτίμως κατὰ τὸν Ἁβραὰμ τύπον.
ς'. Περὶ τῆς ἀποκειμένης ἐλπίδος.
ζ'. Περὶ εἰσαγωγῆς τοῦ πρὸς σωτηρίαν ἡμῶν ἀνθρώπου Ἰησοῦ Χριστοῦ, ἀντὶ τοῦ πεσόντος ἐξ ἀρχῆς γηγενοῦς Ἀδάμ.
η'. Περὶ τῆς ὀφειλομένης ἐπὶ τῇ πίστει πράξεως ἀγαθῆς.
θ'. Ἐπανάληψις περὶ τῆς ἐν χάριτι ζωῆς.
ι'. Περὶ τῆς ὑπὸ νόμου κατακρίσεως διὰ τὴν ἁμαρτίαν.
ια'. Περὶ τῶν ἐν ἀνθρωπίνῃ φύσει παθῶν, ἀδύνατον ποιούντων τὴν πρὸς νόμον συμφωνίαν.
ιβ'. Περὶ ἀποδόσεως τῶν φυσικῶν παθημάτων, διὰ τῆς πρὸς τὸ πνευμα συμφωνίας.
ιγ'. Ἐπανάληψις περὶ τῆς ἀποκειμένης τοῖς ἁγίοις δόξης.
ιδ'. Περὶ τῆς ὀφειλομένης ἀγάπης Χριστοῦ.
ιε'. Περὶ ἐκπτώσεως Ἰσραὴλ τοῦ ἀποβληθέντος, καὶ κλήσεως τοῦ ἀληθοῦς, τοῦ εἰσαχθέντος μετὰ ἐθνῶν.
ις'. Ὦτε κατὰ ἀπιστίαν ἡ ἔκπτωσις διὰ τῆς εἰς ἄγνοιαν καταλήψεως, καὶ τοῦ μὴ ἁρμόζοντος αὐτοῖς κηρύγματος.
ιζ'. Περὶ τοῦ σκοποῦ καθ’ ὃν ἐξεβλήθησαν, ὥστε δεύτερον ἐπανελθεῖν ζήλῳ τῶν τιμηθέντων ἐθνῶν συναχθέντων πιστῶν.
ιη'. Παραίνεσις περὶ ἀρετῆς τῆς πρὸς Θεὸν καὶ ἀνθρώπους.
ιθ'. Περὶ μιμήσεως τῆς Χριστοῦ ἀνεξικακίας.
κ'. Περὶ λειτουργίας αὐτοῦ, τῆς ἐν ἀνατολῇ καὶ δύσει.
Εὐαγγελικὴ διδασκαλία περί γε τῶν ἔξω χάριτος Χριστοῦ κοὶ τῶν ἐν χάριτι, καὶ περὶ ἐλπίδος καὶ πολιτείας πνευματικῆς.
I ΠΑΥΛΟΣ δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος.
Σευηριανοῦ. Τί δήποτε τὸ κοινὸν ἰδιοποιεῖται; ἐπειδὴ πολλοὶ μὲν καὶ θεασάμενοι τὸν Κύριον, καὶ μὴ θεασάμενοι ἐπίστευσαν· Παῦλος δὲ οὐρανόθεν καλεῖται, “Σαοὺλ, Σαοὺλ, τί με διώκεις;' προσέτι δὲ αὐτῷ δὲ καὶ πλέον τι παρὰ τοὺς λοιποὺς Ἀποστόλους. τοὺς γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ὁ Κύριος καλέσας, καὶ μαθητὰς ἐσχηκὼς, οὐκ εὐθὺς Ἀποστόλους ἐποίησεν ἣ ὠνόμασε. τὸν δὲ Παῦλον, ὁμοῦ καὶ ἐκάλεσεν, καὶ εἰς ἀποστολὴν παρήγαγεν·
Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.
Ἀπολιναρίου. Χεχωρισμένος καὶ ἀφωρισμένος εἰς τὸν εὐαγγελισμὸν, ὡς ὁ νόμος ἀφόρισμα καὶ ἀφαίρεμα λέγει τὸ χωριζόμενον τῶν θυμάτων Θεῷ καὶ ἱερεῦσιν. Ωριλένουσ. Ἀφορίζεται δὲ εἰς Εὐαγγέλιον Θεοῦ, οὐ διὰ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον, καὶ ὅσον ἐπὶ τῇ κατασκευὴ, ὑπὲρ τὰς τῶν τοιούτων φύσεις· ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν πρότερον πράξεις, ὕστερον δὲ γενομένας ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς.
Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.
Ἀπολιναρίου. Γενόμενος τοίνυν κατὰ σάρκα ἐν ὁμοιώματι τῆς ἡμετέρας γενέσεως υἱὸς ἀνθρώπου, κατὰ τὸ πνεῦμα καὶ κατὰ τὴν δύναμιν, Υἱὸς ἀναδείκνυται Θεοῦ ἐν τῇ δευτέρᾳ γενέσει τῇ ἐκ νεκρῶν, πρὸς τὸ καὶ ἡμᾶς ὁμοιουμένους αὐτῷ υἱοὺς γενέσθαι Θεοῦ· τὴν υἱοθεσίαν κομισαμένους ἐν τῇ ἀπολυτρώσει τοῦ σώματος, ὡς αὐτὸς ὁ Ἀπόστολος ἔφη
Κυρίλλου. Οὐκοῦν ὡς εἰκόνες πρὸς ἀρχέτυπον, οὕτω καὶ ἡμεῖς οἱ κατὰ θέσιν υἱοὶ, πρὸς τὸ φύσει τε καὶ δυνάμει καὶ ἀληθῶς ἐκ Πατρὸς μεμαρτυρημένον εἰς τοῦτο κατὰ Πνεῦμα ἁγιωσύνης, καὶ ἐκ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν. ὁρίζεται δὲ εἰς υἱὸν καὶ κατὰ τὸ ἀνθρώπινον· ἔτι δὲ καὶ κατὰ φύσιν Υἱὸς Θεοῦ καὶ ἐν δυνάμει μαρτυρούμενος “κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν.“ τουτέστιν ἀπόγε τοῦ δύνασθαι καταργεῖν τὸ τοῦ θανάτου κράτος
Δι’ οὗ ἐλάβομεν χάριν ἀποστολῆς.
Ἀπολιναρίου. Ἴνα δὲ δείξῃ ὅτι καὶ Ῥωμαῖοι, τῶν ἐθνῶν ὄντες πάντων τῶν τὴν οἰκουμένην κατοικούντων, δικαίως αὐτοῦ δέχονται τῆς ἀποστολῆς τὸ κήρυγμα.
Ἀπολιναρίου. Σευηριανοῦ. Ἀπὸ ἀγάπης γὰρ Θεοῦ ἡ a κλῦσις, οὐκ ἀξίας τῶν κληθέντων· καὶ ἡ προσθήκη δὲ τοῦ “ἀγίοις” οὐχ ἁπλῶς εἴρηται· ἀλλ’ ἐπειδὴ πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, οὐ γὰρ πάντες ἐπέμενον τῇ κλήσει· ἵνα μὴ τοὺς μαργαρίτας ῥίπτῃ τοῖς χοίροις, καὶ τὰ ἅγια τοῖς κυσὶν, "ἁγίοις” εἴρηκε δηλονότι· καὶ ἐντεῦθεν ἡμῖν ἡ πηγὴ τῶν ἀγαθῶν ἁπάντων. πάντας δὲ τοὺς πιστοὺς ἁγίους καλεῖ.
Χάρις ὑμῖν καὶ εἰρήνη.
Σευηριανοῦ. Κατὰ δὲ τοὺς αἱρετικοὺς, εἰ Κύριος ὁ Χριστὸς, πατὴρ δὲ ἡμῶν ὁ Θεὸς, ἔσται καὶ ὁ Πατὴρ δοῦλος τοῦ Χριστοῦ. οἷος γὰρ υἱὸς, τοιοῦτος καὶ ὁ πατήρ. ἀλλ’ οὐχ οὕτως ταῦτα ἔχει. πατὴρ γὰρ ἡμῶν εἶπεν, ἵνα τὴν χάριν δείξῃ· Κύριον δὲ Ἰησοῦν, ἵνα μὴ μέγα φρονήσαντες, ὡς καὶ αὐτοὶ υἱοὶ Θεοῦ, καθέλωσι τοῦ Ιησοῦ τὴν δόξαν, ἣ ἑαυτοὺς ἀγάγωσιν ὑπὲρ τὴν φύσιν.
[*](a Cod. κλίσις.)Ἀπολιναρίου. Θεὸν καλοῦσιν οἱ ἐξαιρέτως καὶ ὑπὲρ τοὺς ἄλλους προσήκοντες αὐτῷ, πάλαι μὲν οἱ προφῆται, νῦν δὲ οἱ Ἀπόστολοι. δηλοῖ δὲ ὅτι οὐκ ἔνι εὐχαριστῆσαι Θεῷ ἄνευ Χριστοῦ. χαίρει δὲ ἀγγελικῇ διαθέσει χρώμενος, ἐπὶ τὸ κεκρατηκέναι τὴν Χριστοῦ πίστιν ἐν Ῥώμῃ· “χαρὰ γὰρ ἐν οὐρανῷ γίνεται καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.” καὶ συγχαίρει τῷ συναποστόλῳ αὐτοῦ Πέτρῳ, τοσοῦτον ἰσχύσαντι διὰ τῆς χάριτος.
Μάρτυς γάρ μου ἐστὶν ὁ Θεός.
Ἀπολιναρίου. Εἴδη δὲ λατρείας πολλά. καὶ γὰρ ὁ προσευχόμενος Θεῷ λατρεύει. καὶ ὁ νηστείᾳ χρώμενος, καὶ ὁ τοῖς θείοις λογίοις προσέχων, καὶ μέντοι καὶ ὁ τῆς τῶν ξενῶν θεραπείαι ἐπιμελούμενος. ὁ δέ γε θεῖος Ἀπόστολος λατρεύειν ἔφη τῷ Υἱῷ τῷ τοῦ Θεοῦ προσφέρων τοῖς ἔθνεσιν Εὐαγγέλιον· καὶ λατρεύειν ἐν πνεύματι, ἀντὶ τοῦ, κατὰ τὴν δεδομένην μοι χάριν τοῦ Πνεύματος. Ὠριλένουσ. b Ἔτι δὲ καὶ χωρὶς θελήματος Θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸ Βαλὰκ καταρασάμενος μισθοῦ τὸν Ἱσραήλ· οἶμαι δὲ καὶ πᾶς ἐθνικὸς, ἢ ὅπως c δή ποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν τι αὐτοῖς, οὐ καὶ ἐν θελήματι Θεοῦ εὐοδοῦται, γίνεσθαι πρὸς οὓς γίνεται· εἰ καὶ εὐοδοῦται ποτέ. ἔστι γάρ,” φησιν ἡ γραφὴ, ’ἐν κακοῖς εὐοδία ἀνδρός.
Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν.
Ωπιγένουσ. Ὡς ὄντος καὶ χαρίσματος μὴ πνευματικοῦ, ἡγοῦμαι ὅτι ἀναγκαίως πρόσκειται. ἔστι γάρ τινα χαρίσματα οὐ πνευματικὰ, ὡς καὶ ὁ γάμος. τὸ γὰρ πνευματικὸν, οὐκ ἀν’ ποτε ἐμποδίσαι προσευχῇ. ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ χάρισμα ὁ γάμος, δηλοῖ ὁ Ἀπόστολος φήσας, θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, ἀλλ’ ἕκαστος ἴδίον ἔχει χάρισμα ἐκ Θεοῦ ὁ μὲν οὕτως, ὃς δὲ οὕτως.
Ἀπολιναρίου, Ἰωάννου, Θεολώρου. Διδάσκει μὲν, τοὺς μήπω γινώσκοντας φωτίζων. παρακαλεῖ δὲ, ὁ τοὺς ἤδη πεφωτισμένους εὐφραίνων τῷ τῆς σοφίας λόγῳ, ὡς αὐτὸς διαιρῶν φησίν· “εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ [*](b Non pauca hic defecisse videntur: cæterum haec ad εὐοδωθήσομαι V. 10. spectant. c δὴ om. Cod.)
Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί.
Ἀπολιναρίου. Καὶ ἐπειδὴ τὸ κήρυγμα πολλάκις εὐαγγέλιον προσηγόρευσεν, πάθους δὲ τοῦτο μνήμην ἔχει καὶ σταυροῦ καὶ θανάτου, τοῖς δὲ μὴ πεπιστευκόσιν, ἀτιμίας ἐδόκει εἶναι ταῦτα μεστὰ, εἰς καιρὸν ἐπήγαγεν, “οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέ- “λιον,” καὶ τὰ ἑξῆς.
Οὐ γὰρ ἐπαισχύνομαι τοῦ Εὐαγγελίου τοῦ Χριστου.
Ἀπολιναρίου. Οὐ βλέπω, φησι, τὴν φαινομένην ἀτιμίαν, ἀλλὰ τὴν ἐκ ταύτης φυομένην εὐεργεσίαν· ἐκ ταύτης γὰρ τὴν σωτηρίαν τρυγῶσιν οἱ πιστεύοντες· τοῦτο δὲ καὶ πᾶσιν ἔφη προκεῖσθαι καὶ Ἰουδαίοις καὶ Ἕλλησι. προτέθηκε δὲ τῶν Ἑλλήνων τοὺς Ἰουδαίους, ἐπειδὴ καὶ ὁ δεσπότης Χριστὸς πρώτους τοὺς ἱεροὺς ἀπέστειλε κήρυκας.
Ἀπολιναρίου. Εἰ ἐν τῇ μεγίστῃ τοίνυν τῶν πόλεων, φησὶ, χλευάζεσθαι δεῖ παρὰ τοῖς ἀνοήτοις κηρύττοντα τὸν σωτήριον σταυρὸν, οὐ παραιτήσομαι. εἰ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν αἰσχύνην ἀνθ’ ἡμῶν ἐβάστασε τὴν τοῦ σταυροῦ, πῶς οὐκ ἄτοπον ἡμᾶς αἰσχύνεσθαι τὸ τοῦ Κυρίου δι’ ἡμᾶς πάθος;
Ἀπολιναρίου. Καὶ ἄν τις δι’ ἔργων οὐκ εἰλικρινοῦς οὐδὲ ζωοποιοῦ δικαιοσύνης τὴν διὰ πίστεως ζωὴν χαριζόμενον ἢν, καὶ ὁ προφήτης εἴρηκεν “ἐκ πίστεως εἰς πίστιν·” “εἰ γὰρ ἐπιστεύετέ, φησι, “Μωσεῖ, ἐπιστεύετε ἃν ἐμοί.”
Ἀπολιναρίου. Διδάσκει πόσων ἀπαλλάξει κακῶν τὸ Εὐαγγέλιον καὶ ἡ δι’ αὐτοῦ πίστις· καὶ διεξελθὼν τά τε ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις κακὰ, μετὰ ταῦτα προιὼν, τὸν πέρι τῆς πίστεως επιφερει λόγον· ἀναγκαίαν γεγενῆσθαι τὴν τοῦ Χριστοῦ παρουσίαν διδάσκων· καὶ οὕτω περὶ τῆς τῶν Ἰουδαίων ἐκπτώσεως διαλέγεται. καὶ τὸ τελευταῖον ἐπάγει τὰς παραινέσεις. ἄρχεται δὲ ἀπὸ τοῦ κατὰ ἐθνῶν λόγου, καί φησιν, ὡς τὸν ἐν τῇ φύσει παρὰ τοῦ δημιουργοῦ γραφέντα νόμον ἀδεῶς παρέβησαν.
Περὶ κρίσεως τῆς κατὰ ἐθνῶν τῶν οὐ φυλασσόντων τὰ νόμιμα.
Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ.
Ἀπολιναρίου. Ὡς τὸ τοῦ Θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ Θεοῦ μετενεγκόντες δημιουργήματα· εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι, τὰ δημιουργήματα ἐθεοποίησαν, ἐν ἀδικίᾳ κατέσχον τοῦ Θεοῦ τὴν ἀλήθειαν, ἀφ’ ὧν c δὴ γνῶναι τὸν Θεὸν, πλανηθέντες καὶ τόγε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι· ἀλλ’ ἐκείνη ἄτρεστος μένει, τὴν οἰκείαν ἔχουσα δόξαν ἀκίνητον.
Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς.
Ἀπολιναρίου. Οὐκ οὐσία τούτου ἡ ἐνεργοῦσα, ὥσπερ ἑτέρωθι φησὶν ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,” ἀλλ’ αἱ ταύτης ἐνέργειαι ἀόρατοι οὖσαι φύσει, καὶ μηδέποτε γινόμεναι καταφανεῖς, ἀλλὰ διὰ τῆς κτίσεως ἐνδεικνύμεναι.
Κυρίλλου. Ὅτι φθαρτὴν ἐχόντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν, καὶ κεκλημένων ἐν χρόνῳ τὴν ὕπαρξιν, ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀίδιος· οὐκοῦν οὐδεμίαν εὑρήσουσιν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως.
Ἀπολιναρίου. Μάταιος ἄρα ἡ τοῦ μὴ ὄντος, ὡς ὄντος φαντασία· μηδενὸς ὄντος περὶ τὸν Θεὸν ὁμοιώματος τῶν παρὰ τούτοις προσκυνουμένων. ἐκ τῆς οὖν ἄφρονος ἑαυτῶν διανοίας καὶ σκότος ταῖς ψυχαῖς ἑαυτῶν ἐπεισήγαγον.
Ευσεβίου. Δοκεῖ μὲν οὖν ἁπλούστερον τὸν πρὸς Ἔλληνας ἐνίστασθαι λόγον· ὡς καθ’ ἓν μόνον εἶδος ἀσεβείας τὴν εἰδωλολατρείαν ποιούμενος τὸν ἔλεγχον. οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φαίνεται ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ’ αὐτῶν ἐπιτίμησιν ὡς d ἐλλειπούντων ἀσεβείας εἰδος.
Οἵ τινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες. Ἀπολιναρίου. Ἐνταῦθα πάλιν τὸ ἀναίτιον τοῦ Θεοῦ, καὶ τὸ [*](c Leg. δεῖ. d sic Cod.)
Διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων.
Ἀπολινρίου. Περὶ Θεοῦ διαλεγόμενος, “ἀποδώσει,” φησὶ, "κατὰ τὰ ἔργα αὐτοῦ,” κατὰ τὸ εἰρημένον τῷ ψαλμῳδῷ· ὁ δὲ Σωτῆρ’ περὶ αὐτοῦ τοῦτο λέγει φάσκων, “τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν "πρᾶξιν αὐτοῦ.” ὅταν οὖν ὅπερ ὡμολόγηται εἶναι Θεοῦ, τοῦτο Υἱοῦ φαίνεται ὂν, κοινωνία τῆς φύσεως δείκνυται, καὶ ἀληθὴς υἱότης.
Τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ.
Σευηριανοῦ. Ὤσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον. ἔστι γὰρ ἐργάζεσθαι παλαίοντα, μὴ νικώμενον δέ. τὸ δὲ κατεργάζεσθαι, τῆς μετ’ ἐπιμελείας ἐργασίας ἐστι του κάκου.
Ωριλένουσ. Ὀργῆ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος. θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ διοιδαίνουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἀν’ δία τὰς ἁμαρτίας πάσχων τινὰ, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης, ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις· οὐχ ὑπομονὴν κατεργαζομένη, [*](c Sic Cod. d Leg. vid. ἐπιτάσεως.)
Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη.
Σευηριανοῦ. Ἐπὶ μὲν τοῦ κακοῦ, τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ’ ἐπὶ τῶν κατεργαζομένων· ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι’ ἑκατέρων τοῦ Θεοῦ τὸ ἀγαθὸν δειχθῇ, καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς ἐργαζομένους, ἀλλὰ τοὺς κατεργαζομένους· καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν.
Ἀπολιναρίου. Καλῶς δὲ πάλιν ἐνταῦθα Ἰουδαίῳ τε πρῶτον φησὶ, δευτέρως δὲ Ἕλληνι· οἱ γὰρ πλησιέστερον τοῦ δεσπότου καὶ τῶν ἐπιτιμήσεων ὑπὲρ τοὺς ἄλλους τιμῶνται, καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀπολαύουσιν.
Περὶ κρίσεως τῆς κατὰ τοῦ Ἰσραὴλ, τοῦ μὴ φυλάσσοντος τὰ νόμιμα.
Ὅσοι γὰρ ἀνόμως ἥμαρτον.
Ἀπολιναρίου. Δικαίωσιν δὲ οὐ τὴν τελείαν, τὴν κατὰ Χριστόν. περὶ γὰρ ἐκείνης ὅταν e φησὶν, “ ἐξ ἔργων νόμου οὐ δικαιω- θήσεται πᾶσα σάρξ.”
Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει.
Ἀπολιναρίου. Εἰ καὶ τῆς ἀκροάσεως τῆς τοῦ νόμου, φησὶν, ἀπολέλειπται τὰ ἔθνη, ἀλλ’ ἐὰν κατὰ τὸν φυσικὸν νοῦν ἐπιτελῆ τὰ τοῦ νόμου βουλήματα, νόμον ἔχει τὴν φύσιν.
Συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως.
Θεολώρου. Ἡ δὲ τούτων, φησι, διάγνωσις τότε ἔσται, ὅτε καὶ τῶν κατὰ νόμον βιούντων, ἑνὸς ὄντος τοῦ καιροῦ καθ’ ὃν “ τὰ “ πάντων τῶν ἀνθρώπων ἐξετάζει Θεὸς διὰ τοῦ Χριστοῦ, κατὰ τὸ “ Εὐαγγέλιόν μου,” ἵνα εἴπῃ, καθὼς καὶ αὐτὸ κηρύττων διατελῶν, [*](c Post ὅταν est parvus hiatus in Cod.)
Ὠριγένουσ. Ἢ καὶ οὕτως κρινεῖ ὁ Θεὸς κατὰ τὸ Εὐαγγέλιον Παύλου, ἔτι καὶ τῶν παραπλησίων ἐκείνῳ, καὶ ἀξίους ἑαυτοὺς πεποιηκότων, οὐδενὸς σκυθρώπου ἀλλ’ ἐφ’ ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστὶ τὸ Εὐαγγέλιον σὺν τῇ τοῦ Θεοῦ κρίσει διακόνῳ κεχρημενῃ.
Ἀπολιναρίου. Ἄνθρωποι γὰρ τῶν φανερῶν f κάθονται δικασταὶ μόνον, κρίσιν δὲ τῶν ἀποκεκρυμμένων ὡς Θεὸς ποιεῖται. “ἄνθρωπος “γάρ” φησιν “ ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν.” ὥστε Χριστοῦ κρίνοντος, Θεὸν εἰναι τὸν κριτήν.
Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ.
Θεολώρου. Οὐ κατ’ ἐρώτησιν, ὥς τινες ὑπέλαβον, ἀναγνωστέον τὸ “ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ,” ἀλλὰ κατὰ ἀπόφασιν. ἵνα εἴπῃ· μὴ ὣν ἀληθῶς καὶ ἐν κρυπτῷ Ἰουδαῖος, ἀλλὰ λεγόμενος.
Ὁ οὖν διδάσκων ἕτερον.
Ζητῆσαι χρὴ ποσαχῶς ὁ νόμος λέγεται, καὶ μάλιστα παρὰ τῷ Ἀποστόλῳ, ἵνα μὴ δόξῃ ἐναντιοῦσθαι ἑαυτῷ· τοτὲ μὲν “εἰ “ περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει·” ποτὲ δὲ, “ περι- “ τομὴν ὠφελεῖν ἐὰν νόμον τίς πράσσῃ.” ἐστὶν οὖν νόμος κἀς ἕνα τρόπον ψιλὸν, τὸ Μώσεως γράμμα, καθὸ σημαινόμενον εἴρηται τὸ “ εἰ ἐν νόμῳ g δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.” καὶ τὸ “ ὁ νό- “ μος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.” ἔτι καὶ ὁ κατὰ πνεῦμα νόμος κυρίως ὀνομαζόμενος, καθὸ εἴρηται· “ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία.” ἔτι καὶ ὁ φυσικὸς, καθὸ εἴρηται· “ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου “ ποιεῖ,” καὶ τὰ ἑξῆς. λέγεται νόμος καὶ ἡ Μώσεως ἱστορία, ὡς ὅταν ἐν τῇ πρὸς Γαλάτας φάσκῃ “ λέγετέ μοι οἱ τὸν νόμον ἀνα- “ γινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; γέγραπραι γὰρ Ἀβραὰμ δύο υἱοὺς ἔσχε, καὶ τὰ ἑξῆς. καλεῖ δὲ καὶ τὰ προφητικὰ νόμον, “ ὡς ἐν τῷ νόμῳ γέγραπται, ἐν h ἑτερογλώσσοις καὶ ἐν χείλεσιν “ ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ,” ἐν Ἡσαΐᾳ. μήποτε δὲ καὶ τὴν [*](f SlC Cod. g δικαιοῦσθαι Cod. h ἑτερογλώσσης.)
Ἐπειδὴ δὲ εἴρηται ἐν τῷ περὶ ταύτης λόγῳ, τῷ Ἀβραὰμ τοὺς ἐξ ἐθνῶν περιτέμνεσθαι, εἰ μὴ τοὺς ἀπὸ σπέρματος αὐτοῦ, καὶ τοὺς οἰκογενεῖς καὶ τοὺς ἀργυρωνήτους· ὁμοίως δὲ καὶ ἐν τῷ Λευιτικῷ περὶ τῶν υἱῶν Ἰσραὴλ εἴρηται μόνον. οὐκ ἀνάγκη δὲ καὶ τοὺς προσηλύτους τούτους προσυπακούεσθαι, ἐπεὶ οὐδὲ τὰ περὶ τῶν Λευιτῶν ἰδικῶς νενομοθετημένα, ἣ τὰ περὶ τῶν ἱερέων, ἣ τὰ περὶ τῆς γερουσίας προσυπακούειν αὐτοῖς δίδωσι καὶ ἑτέρους. ὅταν γὰρ καὶ τοὺς προσηλύτους βούλεται τι διαπράττεσθαι, ἰδικῶς καὶ αὐτῶν μέμνηται· ὡς ὅταν περὶ θυσίας φησὶν, ἀμέλει καὶ συνεστηκότος τοῦ καλουμένου ἁγιάσματος προσέφερον καὶ προσήλυτοι. ὡς καὶ περὶ τῶν δέκα λεπρῶν τῶν καθαρθέντων ὁ Κύριος ἔφη, “ πορευθέντες δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι,” ἀφ’ ὧν Σαμαρείτης εἷς ἢν. ᾧτ’ μαρτυρῶν ὁ Σωτῆρ’ φησιν, “ οὐχὶ οἱ δέκα “ ἐκαθαρίσθησαν, οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες “ δόξαν δοῦναι τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος.” εἰ δέ τις τὰ ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλομένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν, ὡς ἐν ἑνὶ τόπῳ θύεσθαι τὸ πάσχα προσέταξεν ὁ Θεὸς, τούτου δὲ ἱσταμένον, νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν.
Ἑὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου.
Θεολώρου. τῷ πνεύματι, οὐ τῷ Ἁγίῳ. οὐ γὰρ περὶ τῶν ἐν τῇ χάριτι κατορθούντων διαλέγεται, ἀλλ’ ὑποτίθεται δι’ ὅλου τοὺς ἔξω τὰ τοῦ νόμου ποιοῦντας· καὶ δείκνυσι κρείττονας τῶν ἐν τῷ νόμῳ παραβαινόντων· συνάδει δὲ ἅπαντα καταλλήλως τῷ οἰκείῳ σκοπῷ· πρόθεσιν ἔχων καὶ τοῦ φυσικοῦ νόμου Ἕλληνας δεῖξαι παραβάτας, καὶ Ἰουδαίους πρὸς τῷ φυσικῷ καὶ τοῦ θέτου· ἵνα διὰ πάντων στήσῃ τὸ τῆς χάριτος χρήζειν ἅπαντας. λέγει δὲ τὸ “ ἐν πνεύ- ματι,” ἀντὶ τοῦ τῇ προθέσει, ὡς ἐν τῇ τῶν Ἀριθμῶν βίβλῳ φησιν ὁ Θεὸς, “ ὅτι πάντες οἱ παροξύναντές με οὐκ ὄψονται τὴν γῆν· ὁ δὲ “ παῖς μου Χάρεβ, ὅτι ἐγεννήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπη- “ κολούθησέ μοι,” καὶ τὰ ἑξῆς. φανερῶς πνεῦμα τὴν πρόθεσιν εἰπών· καὶ ὁ προφήτης “ πνεύματι πορνείας ἐπλανήθησαν. ἵνα εἴπῃ πρόθεσιν ἔσχον πορνικήν.
Ὠριγένησ. Καὶ κρινεῖ ἡ ἐκ πίστεως ἀκροβυστία. ἐλέγξησέ, φησιν, ὁ τὸ σημεῖον μὲν μὴ ἔχων· τὰ δὲ τοῦ σημείου κατορθώσας ὡς μὴ κατορθώσαντα· καίτοι δέον, ἐπεὶ καὶ ὑπέσχον, διὰ τοῦ σημείου μᾶλλον ἐκείνου τὸ κατόρθωμα ἐπιδεικνύναι.
Περὶ ὑπεροχῆς Ἰσραὴλ, τοῦ τυγχάνοντος τῆς ἐπαγγελίας.
Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; Ωριγένουσ. Τὸ πιστευθῆναι τὰ λόγια τοῦ Θεοῦ, οὐκ ἐν τῷ βιβλία καὶ γράμματα πιστευθῆναι, χαρακτηρίζεται· ἀλλ’ ἐν τῷ τὸν ἐν αὐτοῖς νοῦν καὶ τὰ ἐναποκείμενα μυστήρια γινώσκεσθαι. κατὰ γὰρ τὸν ὑγιῆ λόγον ὁ σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος. ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην. τοιοῦτος ἦν Μωϋσῆς καὶ οἱ προφῆται, Ἰουδαῖοι ὄντες καὶ πιστευθέντες τὰ λογία τοῦ Θεοῦ, καὶ εἴτις παρ’ αὐτοῖς τούτοις παραπλήσιος. καὶ οἱ Ἀπόστολοι δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶχον τὸ περισσὸν τοῦ Ἰουδαίου, καὶ τὴν τῆς περιτομῆς ὠφέλειαν παρὰ τοὺς ὑπ’ αὐτῶν μαθόντας τὸν Χριστιανισμόν. Ἔστι δὲ καὶ τοῖς ἐξ ἐθνῶν
Ευσεβίου καὶ Σευηριανοῦ. Τὸ μὲν πρῶτον, οὐχ ἵνα, φησὶ, δεύτερόν τι εἴπῃ καὶ τρίτον, ἀλλ’ ὅτι τοῦτο πρῶτον πάντων ἐστὶ καλῶν περιεκτικόν. τοῦ γὰρ πιστεῦσαι τοῖς τοῦ Θεοῦ λόγοις τί κρεῖττον ἃν εἴη;
Μῆ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργησῃ;
Ἀπολιναρίου. Ὁμολογείσθω, φησὶ, τὸ τοῦ Θεοῦ βέβαιον καὶ ἀληθὲς πανταχοῦ. ἄνθρωποι δὲ ἀβέβαιοι καὶ ψευδεῖς ἐλεγχέσθωσαν. ἵνα νικᾷ ταῖς εὐεργεσίαις ὁ Θεὸς ὑπὲρ τὴν ἀξίαν τῶν ἀνθρώπων, τὰ παρ’ ἑαυτοῦ χαριζόμενος. καὶ ἐπειδὰν κρίνηται πρὸς πᾶσαν σάρκα κατὰ τὸ γεγραμμένον ἀναμφισ βήτητον, ἣ τὰ πάντα μὲν αὐτὸν παρεσχηκέναι κατὰ τὴν ἀγαθότητα τὴν ἑαυτοῦ, καὶ ὑπὲρ
Κυρίλλου. Ἐντιμώτεροι τῶν ἄλλων οἱ προεγνωσμένοι, καὶ νόμον λαχόντες παιδαγωγὸν, καὶ ὑποσχέσεις ἔχοντες ἐπὶ Χριστῷ, καὶ δὴ καὶ ἀπειληφότες καὶ προκεκλημένοι τῶν ἄλλων. ἔφασκε γὰρ ὁ Σωτῆρ’, “ οὐκ ἀπεστάλην εἰ μὴ πρὸς τὰ πρόβατα τὰ ἀπολω- “ λότα οἴκου Ἰσραὴλ,” καὶ τῶν διὰ πίστεως ἀνασεσωσμένων ἀπαρχὴ γεγονότες. οὐ γὰρ εἴ τινες ἐκ φρενοβλαβείας τοῦ πιστεύειν ἀπώλεισθον, ταύτῃ τοι, φησὶν, ἀφαμαρτήσειεν ἃν τοῦ καὶ ἀληθὴς εἶναι Θεός. οὐκοῦν πέπομφέ μὲν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατὴρ, πεπιστεύκασι γέ μὴν οὐ πάντες αὐτῷ. ἀρ᾿ οὖν ὅτι γεγόνασι τινες ὕβρισται τε καὶ ἄπιστοι, οὐκ ἔσται ὁ Θεὸς ἀληθὴς διὰ τοῦτο; μὴ γένοιτο. “ γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης.” ἀντὶ τοῦ νοείσθω τε καὶ λεγέσθω πρὸς ἡμῶν ἀληθής. καθοριζέσθω δὲ ὥσπερ ἀνθρώπου παντὸς τοῦ ψεύδους τὸ κατηγόρημα. ἄτρεπτος μὲν γὰρ καὶ ἀναλλοίωτος παντελῶς ἡ θεία φύσις ἐστί. σεσάλευται δὲ λίαν ἡ ἀνθρώπου φύσις, καὶ ὅσον ἧκεν εἴς τε τὸ ἐγχωροῦν πᾶς ἄνθρωπος ψεύστης· καταθλεῖ γὰρ ἔσθ’ ὅτε τῆς ἀνθρώπου διανοίας ὡς ἁμαρτία τὸ ψεῦδος, καὶ δέχεταί πὼς ἡ φύσις καὶ τοῦ τοιοῦδε τὴν νόσον. ἐπὶ δέ γε τοῦ πάντων κρατοῦντος Θεοῦ τοιοῦτόν τι νοεῖν ἣ λέγειν οὐ θέμις. οὐκοῦν τόγε δύνασθαι παθεῖν τὸ ψεῦδος τὴν ἀνθρώπου φύσιν ἤγουν τὴν διάνοιαν, ἀληθὲς ἔσται τὸ κατηγόρημα· οὕτω που φησὶ καὶ ὁ μακάριος Δαβὶδ, “ ἐγὼ εἰπα ἐν τῇ ἐκστά- “ σεῖ μου, πᾶς ἄνθρωπος ψεύστης.” ὁ αὐτὸς δ᾿ ἃν γένοιτο λόγος πέρι τε Θεοῦ καὶ ἡμῶν καὶ περὶ τῶν ἄλλων ἁπάντων, οἷον ἐπὶ τῆς δικαιοσύνης, φαίη γὰρ ἄν τις καὶ οὐκ ἔξω λόγου, γινέσθω δίκαιος ὁ Θεὸς, πᾶς δὲ ἄνθρωπος ψεύστης.
Σευηριανοῦ. τάχα δ᾿ ἄν τις ἁπλούστερον καὶ τοῖς προκειμένοις οἰκειότερον ἑρμηνεύσειε τὸν λόγον, μὴ κατὰ ἀπόφασιν ἀλλὰ κατὰ ὑπόθεσιν ἐκδεξάμενος τὸ ῥηθὲν, προσθήκῃ μιᾶς συλλαβῆς· ὅτι κἂν πάντες ἄνθρωποι πρὸ τῆς ἀληθείας ἀγαπῶσι τὸ ψεῦδος, οὐδὲν ἧττον ὁ Θεὸς ἀληθὴς διαμένει καὶ δίκαιος, ὑπισχνούμενός οἵα Θεῶ προσῆκε, καὶ πᾶν τὸ τελεσθὲν ἐπιτελῶν, ἡνῖκα πρόσηκεν.
Ὠριγένουσ. Τὸ οὖν “ γενηθήτω” εἴρηται ἀντὶ εὐκτικοῦ ὡς τὸ “ εἴη τὸ ὄνομά σου εὐλογημένον εἰς τοὺς αἰῶνας.”
Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι.
Κυρίλλου. Ἡ τῆς τοιαύτης διαβολῆς πρόφασις ἐντεῦθεν γεγένηται. μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οἱ υἱοὶ Ἰσραὴλ κελευθέντες ὑπὸ Κύρου ἀναδείμασθαι τὸν νεὼν, καὶ πληροῦν εὐχὰς, καὶ προσάγειν θυσίας, γεγόνασι ῥάθυμοι, προφασιζόμενοι πτωχείαν, καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ταλαιπωρίαν. ταύτῃ συμμέτροις εσωφρονίζοντο παιδείαις, ἀφορίαις καρπῶν, καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς, καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγοντας· καὶ ἔφασκον ἀμείνους ἑαυτῶν ὑπάρχειν ἐκείνους. καὶ γοῦν ἔφασκε πρὸς αὐτοὺς Μαλαχίας ὁ προφήτης· “ ἐβαρύνατε ἐπ’ ἐμὲ τοὺς “ λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε, ἔν τινι κατελαλήσαμεν “ κατὰ σοῦ; εἴπατε φησὶ, μάταιος ὁ δουλεύων Θεῷ. καὶ τί πλέον “ ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ; καὶ διότι ἐπορεύθημεν “ ἱκέται πρὸ προσώπου Κυρίου παντοκράτορος, καὶ νῦν ἡμεῖς μακα- “ ρίζομεν ἀλλοτρίους; καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα; ἀν- “ τέθησαν Θεῷ καὶ ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι “ τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλήσιον αὐτοῦ· καὶ προσέσχε Κύ- “ ριος, καὶ εἰσήκουσε.” ταύτης ἕνεκα, φησὶ, τῆς αἰτίας, ᾤοντό τινες τοὺς Ἰουδαίους λέγειν, ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. ἔνδικον δὲ μὴν τὸ κρίμα εἰπὼν, ἢ τῶν Ἰουδαίοις ἐπιφημιζόντων ἐκεῖνα, ἤγουν τῶν λέγειν ἀποτολμώντων, ὅτι ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά.
Περὶ χάριτος δι’ ἧς ἄνθρωποι μόνον δικαιοῦνται, οὐ κατὰ γένος διακεκριμένως, ἀλλὰ κατὰ Θεοῦ δόσιν ἰσοτίμως κατὰ τὸν Ἀβραὰμ τύπον.
Τί οὖν προεχόμεθα; οὐ πάντως.
Θεοδωρου. Ἵνα εἴπῃ, ἄγε τοίνυν μετὰ τὸν οἰκείων ἔλεγχον, τῶν ἡμετέρων τὸ μέγεθος λέξομεν.
Ὠριγένουε. βούλεται ῥητὰ συναγαγεῖν πῶς ἅπαντες Ἰουδαῖοι καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασι. ἀρξάμενος ἀπὸ τοῦ “ καθὼς γέγραπται, οὐκ ἔστι δίκαιος οὐδὲ εἷς οὐκ ἔστιν ὁ
Θεοσώρου. τῇ μαρτυρίᾳ οὐχ ὡς προφητικῶς εἰρημένῃ ἐχρήσατο, ἀλλ’ ὡς ἁρμοζούσῃ τοῖς ἀποδεδειγμένοις, τῷ περιληπτικῶς περὶ ἐπταικότων λέγειν αὐτὰ τὸν Δαβίδ. ὥσπερ οὖν ἡμεῖς ἄχρι τῆς δεῦρο ἐν ταῖς ἐκκλησιαστικαῖς διαλέξεσι, μαρτυρίαις συγκεχρήμεθα, ὡς ἃν ἁρμόζειν δυναμέναις ἀπὸ τῆς διανοίας τοῖς παρ’ ἡμῶν λεγομένοις. ὁ γὰρ ψαλμὸς ἐκεῖνος οὐ περὶ πάντων ἀνθρώπων εἴρηται τῷ Δαβίδ. καὶ δῆλον ἐξ ὧν φησὶν, “ οὐχὶ γνώσονται “ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου “ ἐν βρώσει ἄρτου.” τίνα δὲ ἔμελλεν ὀνομάζειν οἰκεῖον Θεῷ ὃ περὶ πάντων ἀνθρώπων ὥστε τὸ χεῖρον ἐκκλινάντων ἀποφηνά- μενος e.
Σευηριανοῦ. “ Τί οὖν κατέχομεν περισσόν;” προῃτησάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς ἐλλειπῶς εἴρηται. τὸ γὰρ “ τι οὖν κατέχομεν περισσόν;“ἀκόλουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην· προῃτησάμεθα γὰρ Ἰουδαίους τε καὶ Ελληνας. προῃτήσατο δὲ πῶς; ἐν τῷ Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν ἐν οἷς ἔφη, “ ὁ Θεὸς γὰρ “ αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, “ τοῖς ποιήμασι νοούμενα καθορᾶται. καὶ διότι γνῶντες τὸν “ Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν.” Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον, δι’ ὧν φησιν, “ ὃς ἐν νόμῳ καυχᾶσαι, [*](e Ηæc procul dubio corrupta)
Ωριγένουσ. “ Τὸ δὲ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,” αὐταῖς λέξεσι κεῖται ἡ χρῆσις παρὰ τῷ ρλθ' ψαλμῷ· τὸ δὲ ἐπὶ τούτοις “ ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει,” ἔοικε γεγονέναι ἀπὸ τοῦ ἐν τῷ ἐννάτῳ ψαλμῷ οὕτως εἰρημένου· “ οὗ ἀρᾶς τὸ “ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου.” εἶθ᾿ ἑξῆς τοῦτο ἐστίν· “ ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα.” τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἠσαΐᾳ, ἣ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδόσεσιν, ἐν τῷ “ ταχυνοὶ ἐκχέαι αἷμα. ” ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῆ ἐκδόσει τῶν ἑβδομήκοντα. “ τὸ δὲ σύντριμμα καὶ ταλαιπωρία ἐν “ ταῖς ὁδοῖς αὐτῶν,” μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς. οἶμαι δὲ ἔν τινι τῶν προφητῶν γεγράφθαι τὸ, “ ὁδὸν εἰρήνης οὐκ “ ἔγνωσαν.” ἐν δὲ Ψαλμοῖς, “ οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν “ ὀφθαλμῶν αὐτῶν.” πλήθους δὲ ὄντων ἁμαρτημάτων οὐ πάντως ἔνοχος ἕκαστός ἐστι τοῖς ἅπασιν. ἀλλ’ οἱ μὲν, τῷ δὲ τῷ ἁμαρτήματι, οἱ δὲ τῶδε, καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν.
Οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει.
Ωρισένουσ. Τί κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μώσεως νόμου; πῶς δὲ καὶ τῆς ἁμαρτίας ἐπίγνωσιν διὰ τοῦ νόμου Μωϋσέως γίνεται; πολλῶν καὶ πρὸ Μώσεως ἐπεγνωκότων τὰ ἴδια ἁμαρτήματα. Καῒν μὲν, φησὶ, “ μείζων ἡ αἰτία μου τοῦ ἀφε- “ θῆναί με.” οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πατριάρχαι, λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ “ ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν. καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μώσεως γεγονέναι, φησίν· “ εἰ δὲ “ καὶ ἁμαρτῶν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,” καὶ τὰ ἑξῆς. ὥστε δοκεῖ μοι μὴ τὸν Μώσεως νόμον νῦν λέγεσθαι τῷ Ἀποστόλῳ, ἀλλὰ περὶ τοῦ φυσικοῦ, ὃς καὶ γέγραπται ἐν ταῖς καρδίαις τῶν [*](f ἐν αὐτῶ Cod.)
Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται.
Ὠριγένουσ. Ὃ λέγει τοιοῦτόν ἐστιν. οὐχ ὥσπερ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, οὕτω καὶ φανέρωσις δικαιοσύνης Θεοῦ διὰ νόμου γίνεται. μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἱ τινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς, ἀλλὰ τὴν αὐτοῦ τοῦ Θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερεύνητά εἰσιν. διὸ “ νυνὶ χωρὶς νόμου “ πεφανέρωται ἡ τοῦ Θεοῦ δικαιοσύνη,” ἧς διδάσκαλός ἐστιν ὁ Χριστὸς, ἐν μηδενὶ παραλαμβάνων εἰς παράτασιν τῆς τοῦ Θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον. ἐμαρτυρεῖτο δὲ αὕτη ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ Ἁγίου Πνεύματος αἰνιγματωδῶς εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου Μωϋσέως νόμου. καὶ μὴ θαυμάσῃς, εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ. εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς· οἷον “ οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, [*](g Leg. fors. διά.)
Ἀπολιναρίου. Οὐ κατὰ ἐναντίωσιν τὴν πρὸς νόμον, ἀλλὰ κατὰ προσθήκην ἀγαθοῦ καὶ δωρεὰν Θεοῦ· ἵνα μηκέτι ἐν ἀνθρωπίνῃ δικαιοσύνῃ κρινώμεθα τῇ πάντως ἐξελεγχομένῃ· ἀλλὰ τῇ παρὰ Θεοῦ δικαιοσύνῃ τελειωθῶμεν. αὕτη δέ ἐστιν ἡ διὰ τῆς Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας, καὶ πᾶσιν ἐπαναπαυομένη.
Τοῦ Αὐτοῦ. Ἀνέλαβε τὸ προειρημένον, ἵνα προσθῇ τὸ ἐπειδὴ γὰρ εἶπε δικαιοσύνη Θεοῦ πεφανέρωται, εἶτα τινὰ παρενέθηκεν ἀναγκαίως, τοῦτον τὸν λόγον ἀναλαβὼν, δείκνυσι διὰ τῆς εἰς τὸν δεσπότην Χριστὸν πίστεως ταύτης ἅπαντας ἀπολαύοντας, εἴτε Ἰουδαῖοι εἶεν, εἴτε Ἕλληνες, οἱ ταύτης τυχεῖν ἐφιέμενοι. τὸ γὰρ εἰς πάντας τοὺς Ἰουδαίους λέγει, ἐπὶ πάντας δὲ τοὺς ἐκ τῶν ἄλλων ἐθνῶν.
Κυρίλλου. Οἶδα ὅτι γέγραπται περί τινων, ὅτι “ ἦσαν δίκαιοι “ ἀμφότεροι πορευόμενοι ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Χριστοῦ ἄμεμπτοι. καὶ ὁ μακάριος δὲ Παῦλος ἔφη, ὅτι καὶ αὐτὸς κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γέγονεν ἄμεμπτός. ἀλλ’ ὁ ἐν τούτοις ἄμεμπτος οὔπω πέπραχε τὰ δι’ ὧν ἔσται λαμπρὸς καὶ ἀοίδιμος. καὶ γοῦν αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ὡς ἡγεῖτο μὲν ἅπαντα τὰ ἐν νόμῳ ζημίαν, καὶ ἐν ἴσῳ σκυβάλοις κατελογίζετο. ζητοίη δὲ πάλιν τὸ ὑπέρεχον τῆς γνώσεως τοῦ Χριστοῦ. κατακρίνει δὲ πάλιν ὁ νόμος τοὺς παραβαίνοντας. ταύτῃ τοι ἑτέρωθι φησίν· “ εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξη.
Πλείστης δὲ οὔσης ἐντολῆς ἐν αὐτῷ, πᾶσα πῶς ἀνάγκη καὶ τὸν ἀκριβῆ νομοφύλακα διαπταίειν ἔν τισι, καὶ παραβάτην νόμου καθίστασθαι· καὶ ὅτι φορτικὸς ἀληθῶς διωμολογήκασιν ἐναργῶς
Οὐ γὰρ ἐστι διαστολὴ. πάντες γὰρ ἥμαρτον.
Ωριγένουσ. Δίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενομένους κατὰ τὸν νόμον ἱλασμοὺς, ἱν εὑρεθῇ ἐκ τῶν παρατιθεμένων, καὶ ὧν ἐστι σύμβολα τὰ γεγραμμένα. γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῶ Λευιτικῷ, “ ἐὰν δὲ πᾶσα συνα- “ γωγὴ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, “ καὶ ποιήσωσι μίαν ἁπασῶν τῶν ἐντολῶν Κυρίου. ἢ ἡ ἁμαρτία, “ ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν “ περὶ τῆς ἁμαρτίας.” εἶτα μετ’ ὀλίγα· “ καὶ εἰσοίσει ὁ ἱερεὺς, ὁ “ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρ- “ τυρίου.” Καὶ πάλιν μετ’ ὀλίγα—“ καὶ ποιήσει,” φησι, “ τὸν μόσχον ὂν τρόπον ἐποίησε ’τον μόσχον τῆς ἁμαρτίας οὕτως [*](g οὐ Cod. h Leg. καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμ. ἣν ἥμαρτον. Lev. iv.14.)
Ιωάννου. Σευηριανοῦ. Οὐδαμοῦ δέ φησιν, ὅτι πάντες ἠσέβησαν, ἀλλ’ ἥμαρτον τὸ τῆς ἁμαρτίας κοινόν· οὐ τὸ τῆς ἀσεβείας· i οὐδὲ ὑστερούμενος ἔχοντι τὸ ὑστεροῦν, ζητεῖ τὸ λεῖπον· εἶχον οἱ Ἰουδαῖοι τὸν νόμον. ὑστερεῖ δὲ αὐτοῖς ἡ τῆς χάριτος τελείωσις.
Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.
Σευηριανοῦ. Θεοδωρήτου. Ἠνέσχετο γὰρ ὁ Θεὸς, ἵνα δείξῃ τὴν ἑαυτοῦ δικαιοσύνην. εἰ γὰρ ὑπεξεληλύθει, πάντως ἃν ἀνεῖλεν. εἰ δὲ ἀνήρει, οὐκ ἦν ὁ σωζόμενος. ἐπειδὴ δὲ ἠνέσχετο καὶ προστιθεμένων τῶν ἁμαρτημάτων, ἔδειξεν ὅτι βουλόμενος οὐ καταλλάξαι νόμον τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ δικαιῶσαι, τὸ πρότερον ἠνέσχετο. συγχωρήσας τοίνυν ἁμαρτάνειν, ἀθρόαν τὴν ἄφεσιν ἐχαρίσατο. δίκαιον δὲ τὸν Θεὸν λέγομεν· ἤτοι ἀνταποδιδόντα, ἣ τὴν δικαιοσύνην χαριζόμενον. ὃ οὖν ἐγὼ δικαιοῦμαι, Θεοῦ δικαιοσύνη, ἐπειδὴ οὐκ ἐξ ἐμῶν ἔργων, ἀλλ’ ἐκ τῆς τοῦ δικαιοῦντος χάριτος. οἷον συντόμως δείξας τὰ δῶρα τῆς χάριτος, ἀνατρέχει τὸν περὶ τοῦ νόμου λόγον καὶ δείκνυσιν αὐτὸν.
Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη.
Ωριγένουσ. Ἐπειδὴ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύχησις, διὰ τοῦτο “ πᾶς ὁ ὕψων ἑαυτὸν ταπεινωθήσε- “ ται·” κἂν ἀληθεύων λέγει τὸ “ ὁ Θεὸς ὁ εὐχαριστῶν σοι, ὅτι οὐκ “ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων,” καὶ τὰ ἑξῆς. διὰ νόμου δὲ πίστεως ἐκκλείεται πᾶσα καύχησις, ὁποῖα ἦν ἡ Παύλου λέγοντος “ k ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι ἐπ’ οὐδεμίᾳ τῶν ἀρετῶν, ἣ ἐν “ μόνῳ τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.”
Πάντως ἐρεῖτέ μοι, τίς ἐπεισελθὼν νόμος τοῦτον ἐξέβαλεν; ἐπειδὴ νόμῳ πέφυκεν ὁ κρατῶν λύεσθαι νόμος. πρὸς οὕς, φησιν, οὐ νόμος ἔργων ἐπεισελθὼν τὸν πρότερον ἔλυσε. κάλλιστα γὰρ εἶχεν ἐκεῖνος, κατά γε τοῦτο. νόμος δὲ πίστεως ἐπεισεληλυθὼς, περιττὸν εἰκότως τοῦτον ἀπέφηνεν, νικώσης τὴν ἀπὸ τοῦ νόμου τῶν ἔργων. ἐπειδὴ ταῦτα ἡμῶν ἀπὸ τῆς θείας ὑπάρχει χάριτος, ἃ σὺν πολλῷ τῷ πόνῳ προσγίνεσθαι ἀπὸ τῶν προτέρων οὐκ ἠδυνήθην.
[*](i Ηæc non cohærent. k ἐμὸς Cod. 1)ἔδειξε δὲ διὰ νόμου πίστεως * * * * * σθαι πρὸς τὸν νόμον ὡς ἀλλότριον ἐπὶ τῶν οἰκείων τὴν προσηγορίαν ἀσπάζεται.
Κυρίλλου. τίς γὰρ ὅλως, ἣ ἐπί τισι καυχήσεται, πάντων ἠχρειωμένων καὶ ἐκκεκλεικότων τῆς εὐθείας ὁδοῦ, καὶ οὐδενὸς ὄντος παντελῶς τοῦ ποιοῦντος χρηστότητα; οὐκοῦν “ ἐξεκλείσθη, φησὶν, ἡ καύχησις. τουτέστιν ἐκβέβληται, καὶ ἀνήρηται τόπον. τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων πεπλουτήκαμεν ἐλέῳ καὶ χάριτι, δικαιούμενοι δωρεὰν ἐν Χριστῷ.
Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον.
Θεοδώρου. Τὸ δὲ “ λογιζόμεθα” οὐκ ἐπὶ ἀμφιβολίας μέγει, ἀλλ’ ἀντὶ τοῦ λογισμῷ τῷ προσήκοντι· ἡγοῦμαι τῆς κατὰ πίστιν δικαιώσεως ἄνευ ἔργων νόμου πάντα ἄνθρωπον βουληθέντα μετέχειν. σημειωτέον δὲ ὡς οὐχ ἁπλῶς εἶπε “ χωρὶς ἔργων νόμου, ὡσανεὶ καὶ ἐργαζοίμεθα ἀρετῆς ἐπιμελούμενοι, οὐκ ἀνάγκη νόμου τοῦτο ποιούντων, ἀλλ’ ὑφ’ ἑτέρου πρὸς τοῦτο ἀγομένων.
Ὡριγένουσ. Ὅτι δὲ ἀρκεῖ εἰς δικαιοσύνην ὁ τῆς πίστεως νόμος καθόλου μηδὲν ἐργασαμένοις ἡμῖν, ἔχομεν δεῖξαι τὸν συσταυρωθέντα λῃστὴν τῷ Ἰησοῦ, καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίσασαν ἀλάβαστρον μύρου, καὶ στάσαν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιηκέναι. ἐξ οὐδενὸς γὰρ ἔργου, ἀλλ’ ἐκ τῆς πίστεως ἀφέονται ταύτης αἱ ἁμαρτίαι, καὶ ἤκουσε τὸ “ ἡ πίστις σου σέσωκέ σε. “ πορεύου εἰς εἰρήνην.” ὅτι δὲ μετὰ τὴν ἐπίγνωσιν ἀδικία γενομένη, ἀθετεῖ τὴν χάριν τοῦ δικαιώσαντος, σαφῶς αὐτὸς ἐν τοῖς ἑξῆς παραστήσει. ἐγὼ δὲ οἰμαι, φησὶν, ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα, κἂν δοκῇ εἶναι δεξιὰ, ὡς μὴ ἐποικοδομηθέντα καλῷ 1θεμελίῳ τῆ πίστει, οὐ δικαιοῖ τὸν ποιήσαντα αὐτά.
Ἢ Ἰουδαίων Θεὸς μόνον καὶ οὐκ ἐθνῶν; νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως;
Κυρίλλου. Ἔφη τῷ θεσπεσίῳ Μώσῃ ὁ τῶν ὅλων Θεὸς, “ προ- “ φήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτοῦ· καὶ λαλήσει “ αὐτοῖς καθότι ἃν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὃς “ μὴ ἀκούσῃ τῶν λόγων, ὅσα ἃν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ [*](1 θεμέλια. Cod.)
Ὠριγένουσ. τίνι διαφέρει ἡ ἐκ πίστεως δικαιουμένη περιτομὴ, τῆς δικαιουμένης διὰ τῆς πίστεως ἀκροβυστίας; οὐ γὰρ νομιστέον ὡς ἔτυχε Παῦλον ταῖς προθέσεσι διαφόρως κεχρῆσθαι. οἷον καὶ ἐν τῇ πρὸς Κορινθίους, “ ἡ γυνὴ,” φησὶν, “ ἐκ τοῦ ἀνδρὸς, “ ὁ δὲ ἀνὴρ διὰ τῆς γυναικός.” δοκεῖ δέ μοι οἰκειότερον εἶναι τὸ ἔκ τινος τῷ ἐξ οὗ, ἤ περ τὸ διά τινος τῷ δι’ οὗ. ἡ μὲν γὰρ γυνὴ πρώτως ἐξ ἀνδρός ἐστιν οὐδέποτε δι’ ἀνδρός. οὐδὲ γὰρ ἐξ ἄλλου ποτε γυνὴ, ἵνα γένηται δι’ ἀνδρός. καὶ μάλιστα ἐπὰν ἀκούῃ τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, διὰ τὸ “ τοῦτο νῦν ὀστοῦν “ ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.” ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικὸς, ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὣν, μετὰ τοῦτο γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ, ἀλλ’ ἐπὶ παντὸς ἀνδρὸς μετ’ ἐκεῖνον. ἐπεὶ τοίνυν εὐγενέστερον περιτομὴ ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως, ἵνα δικαιωθῇ οὐκ ἐλθοῦσα διὰ τῆς πίστεως. πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομὴν, καὶ μάλιστα ἣν φησὶν ὁ Ἀποστολος “ τὴν ἐν κρυπτῷ,” ὥστε βέλτιον νοεῖται τὸ ἐξ ἀνδρὸς, καθὸ ἐξ ἀνδρὸς τὸ διὰ γυναικός. ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς, γέγονεν ἐξ ἀνδρός. ἐπὶ δὲ τοῦ Σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς, οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν διὰ γυναικός· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν, ἡ σὰρξ αὐτοῦ μὴ γενομένη ἐξ ἀνδρὸς, γέγονεν ἐκ γυναικὸς, καὶ οὐ διὰ γυναικός.
Θεοδώρου. Ἐπὶ τῶν Ἰουδαίων τὸ “ ἐκ πίστεως” τέθεικεν· ὡς ἃν ἐχόντων μὲν καὶ ἑτέρας ἀφορμὰς πρὸς δικαίωσιν, οὐ δυναμένων δὲ αὐτῆς μετέχειν πλὴν ἐκ τῆς πίστεως. ἐπὶ δὲ τῶν Ἑλλήνων “ διὰ τῆς πίστεως.
Ὠριγένουσ. Ζητοῦμεν διατὶ μὴ εἶπεν ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν. καὶ οὐκ ἀμφιβάλλομέν φησιν, εἰ μὴ καταργεῖται ἐκ πίστεως δικαιουμένης, καταργεῖται ὁ νόμος. ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μώσεως, διὰ τῆς πίστεως οὐ καταργούμενον. ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ἐκ Θεοῦ ὄντα· προδηλον δὲ ὧσπέρ τι τῆς ὀρθῆς πίστεως φαμέν. εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους Ἐπιστολῆς τὸ “ εἰ δὲ ἡ διακονία “ τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις, ἐγενήθη ἐν “ δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ “ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν “ καταργουμένην,” ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστὶ, τὸ νόμος οὖν καταργεῖται, τὸν νόμον οὖν καταργοῦμεν. οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ νόμος ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον. εἰ γὰρ καὶ καταργεῖται ὑπὸ τῆς ὑπερβαλλούσης δόξης τοῦ Χριστοῦ, “ Κύριος γάρ,” φησι, “ τοῦ σαββάτου ἐστὶ,” καὶ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς m ὑπερβαινούσης δόξης. μόνον γοῦν ὠνόμασε τὸ Χριστοῦ. τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ “ ὁ νόμος παιδαγωγὸς, ἕως ἂν ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου.”
Εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη.
Ωριγένουσ. Ἐπὶ τίνι ἐπίστευσεν Ἁβραὰμ τῷ Θεῷ, οὐ πάνυ, σαφῶς διηγήσατο γραφή· ἔοικε δὲ ὁ Ἀπόστολος ἡ καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος. εἰ δὲ ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ Θεῷ, οὐκ ἀκολούθει ὅτι καθόλου ἐπίστευσεν. ἔστι γὰρ μέτρα τοῦ πιστεύειν Θεῷ· διὸ “ Ἁβραὰμ μὲν ἐπίστευσε τῷ Θεῷ, καὶ “ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” οὐδὲν δὲ τοιοῦτον γέγραπται, “ ἡνίκα εἰδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος “ τοῖς Αἰγυπτίοις, καὶ ἐφοβήθη ὁ λαὸς Κύριον, καὶ ἐπίστευσε τῷ “ Κυρίῳ, καὶ Μώσῃ τῷ θεράποντι αὐτοῦ.” οὐ πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἁβραὰμ τὸ “ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.”
Ἀπολιναρίου. τύπῳ κατὰ τὸν Ἁβραὰμ ἐπιδείκνυσι τὴν πίστιν· οὐ τοῖς ἐν νόμῳ καὶ περιτομῇ διδομένην μόνοις, εἰς δικαίω- [*](m In marg. γρ. ὑπερβαλλούσης.)
Κυρίλλου. Χρῆναι δὲ ὑπολαμβάνω, ἔφη τις, τὸν περὶ τοῦ προπάτορος Ἁβραὰμ πολυπραγμονοῦντας λόγον, ἐκεῖνο εἰπεῖν. εἴρηται που τινὶ τῶν ἁγίων μαθητῶν, δίχα τῶν ἔργων, τὴν πίστιν εἶναι νεκράν· προσεπάγει δὲ τούτοις τὸ θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; Ἁβραὰμ ὁ πατὴρ ἡμῶν, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; ἆρ’ οὖν ἀλλήλοις τἀναντία φασὶν οἱ πνευματοφόροι; τι οὑν πρὸς ταῦτα φαμέν; εἰς γῆρας ἐληλακότι λοιπὸν ἀδοκήτως λίαν ἐπηγγέλετο αὐτῷ υἱὸν ὁ τῶν ὅλων Θεός· ἔφασκέ τε ὅτι τῇ τῶν ἄστρων ἀναριθμήτῳ πληθύι φιλονεικοῦν τὸ ἐξ αὐτοῦ γενήσεται σπέρμα. ὁ δὲ ἐπείπερ ἐτίμα τὸν ὑπισχνούμενον τὸ πάντα δύνασθαι κατορθοῦν, διὰ τούτου ἐπιμαρτυρῶν τῷ Θεῷ δεδικαίωται παρ’ αὐτῷ, καὶ γέρας ἐντάξιον τῆς οὕτω θεοφιλοῦς ἐκομίζετο γνώμης, τῶν ἀρχαίων αἰτιαμάτων τὴν ἀμνηστείαν. πλὴν ἐποιεῖτο κατὰ καιροὺς γύμνασμα τῷ δικαίῳ Θεὸς τὸ ἔπι γε τῷ Ἰσαὰκ χρησμῴδημα. ἀλλ’ ἦν καὶ ἐπ’ αὐτῷ πιστὸς καὶ φιλόθεος, ὡς τῆς πρὸς Θεὸν ἀγάπης προτάξας οὐδέν. πλὴν καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, ἡ πίστις συνεργεῖ τοῖς ἔργοις· καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐβεβαιώθη. ἔφη δέ που καὶ ὁ θαυμάσιος Παῦλος περὶ τοῦ προπάτορος Ἀβραὰμ, “ πίστει προσενήνοχε τὸν “ Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγε- “ λίας ἀναδεξάμενος· πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεται σοι “ σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ “ Θεός.” οὐκοῦν κἂν εἰ λέγοι τὸ τυχὸν ἐξ ἔργων δεδικαιῶσθαι διά- [*](n ἔχων Cod.)
Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ Ὠριγένουσ. Οὐδὲν ὧν δίδωσιν ὁ Θεὸς τῇ γεννητῇ φύσει, ὡς ὀφείλων δίδωσιν, ἀλλὰ πάντα ὡς χάριν δωρεῖται. καὶ πάντα τὰ εὐεργετούμενα, οὐκ ὀφειλομένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τὸ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν, οὓς ἃν εὐεργετῇ. νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι, καὶ ἄλλως κοινότερον νοούμενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων, καὶ τὸν μισθὸν ἀπ’ ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι, φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάϊν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω, καὶ ὡς μισθὸν τῶν ἐργαζομένων ἀποδίδοσθαι τὰς κολάσεις. διὸ καὶ ὁ Ἀπόστολος ὀψώνια μὲν τῆς ἁμαρτίας ἔφησεν εἶναι τὸν θάνατον· οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ Θεοῦ τὴν αἰώνιον ζωὴν, ἀλλὰ χάρισμα αὐτοῦ. φησὶ γὰρ, “ τὸ δὲ χάρισμα τοῦ Θεοῦ, ζωὴ αἰώνιος, ἐν “ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.” οὐ νομιστέον οὖν ἐπὶ τῶν κρειττόνων ἔργων λέγεσθαι ἐν τῷ Εὐαγγελίῳ τὸ “ ᾧτ’ μέτρῳ με- “ τρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.” ” χάριτι γάρ ἐσμὲν σεσωσμένοι· “ καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μήτις καυχήσηται.’ πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῶν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον.
Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου.
Θεοδώρου. Θαυμασιώτατα δὲ τὰς μαρτυρίας συνέκρουσεν. ἐπὶ μὲν τῆς πίστεως, “ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” ἐπὶ δὲ τῶν ἔργων· “ καὶ οὐ μὴ λογίσεται Κύριος ἁμαρτίαν.” ἐκεῖ γὰρ ἤρεσεν ἡ πίστις, ὥστε λογισθῆναι αὐτῷ εἰς δικαιοσύνην. ἐνταῦθα δὲ τὰ ἔργα καὶ πρὸς τὸ ἐναντίον ῥέποντα οὐ λογίζεται, ὅταν ἡ τοῦ Θεοῦ φιλανθρωπία τῶν γεγονότων ἀνωτέρα φαίνεται.
Ωριγένουσ. Μηκέτι πραττομένου τοῦ χείρονος, ἄφεσις εἰκὸς δύναται γενέσθαι ἀνομιῶν. ἀγαθοῦ δὲ ἐπιτελουμένου ὡς τὰ γενόμενα
Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἁβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.
Σευηριανοῦ. Περιτομὴ ἐδόθη διὰ τρεῖς αἰτίας ταύτας. ὥστε σημεῖον εἶναι πίστεως, καὶ τοῦ Ἁβραμιαίου γένους εἶναι δηλωτικὸν, καὶ σύμβολον καὶ αἴνιγμα πολιτείας καθαρᾶς καἰ σώφρονος, ὥστε οὐχ ὡς δικαιοσύνης τοῦ Ἁβραάμ n.
Θεοδώρου. Εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τὸν πιστευόντων κατὰ τὸ οἰκεῖον ἰδίωμα κἀνταῦθα εἶπεν ὡς τὸ εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· λέγει γὰρ τὸ ἀναγκαίως τοῖς γεγονόσιν ἑπόμενον. ἐντεῦθεν φησὶ κοινός ἐστιν ἁπάντων πατὴρ, ἐπειδὰν τὴν πρὸς αὐτὸν ὁμοιότητα τῆς πίστεως δέξωνται.
Ὠριγένουσ. Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς, ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλίνουσαν δίκην τῶν ἐσφραγισμένων τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων· ἵν οἱ μετὰ τὴν πίστιν, ἐκεῖνοι ἐκ περιτομῆς τοῦ Ἁβραὰμ ἕτεροι ὄντες τῶν ἐκ πίστεως δικαιωθησομένων τεκνῶν αὐτοῦ, ἣ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτεροι ὦσι λαοὶ παρὰ τῶν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησομένων. ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη, ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, ὥστ’ ἃν λεχθῆναι τῷ βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
Τοῦ Αὐτοῦ. Νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ τῇ ἀκριβείᾳ τῆς γραφῆς, ἐκτεθήσασθαι τὸ ἀπὸ τῆς γενέσεως ῥητὸν, οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ. οὐκ ἃν γὰρ ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ “ ἐπίστευσε δὲ Ἁβραὰμ τῷ Θεῷ.” οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γέγραφθαι ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, “ ὅτι ἐλογίσθη ἡ πίστις τῷ Ἁβραὰμ εἰς δικαιοσύνην.” νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἁβραάμ.
[*](n Deest aliquid.)Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἁβραάμ.
Ἀπολιναρίου. Οὐ νόμον ὁρίσας τὴν ἐπαγγελίαν ὁ Θεὸς ἔδωκε τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, ἀλλὰ πίστει δικαιώσας αὐτόν. ἡ δὲ δοθεῖσα τῷ Ἁβραὰμ ἐπαγγελία ἦν, ὡς παρὰ τοῦ Μώσεως μεμαθήκαμεν, ἡ λέγουσα, “ σοὶ δώσω καὶ τῷ σπέρματι σου πᾶσαν “ τὴν γῆν ταύτην.” διὸ καὶ κόσμου κληρονομίας εἰναι τὴν ἐπαγγελίαν ὁ Ἀπόστολος λέγει· γῆς οὖσαν ἐπαγγελίαν. ἐν δὲ τῇ πρὸς Κορινθίους, εἰς ἡμᾶς τοὺς τοῦ Ἁβραὰμ κατὰ πνεῦμα διαδόχους, ἀναφέρων πάντα ἡμῶν φησὶν, “ εἴτε κόσμος, εἴτε ἐνεστῶτα, εἴτε “ μέλλοντα.” καὶ δῆλον τοῖς τὰ Μώσεως ἀναγινώσκουσιν, ὅτι οὐ νόμου προστάγματα λαβὼν ὁ Ἁβραὰμ, ἐπὶ τούτοις ἔσχε τὴν τοιαύτην ἐπαγγελίαν. ὁ δέ γε Παῦλος ἐν τοῖς προκειμένοις, καὶ τὴν αἰτίαν ἀποδίδωσι, δι’ ἣν οὐκ ἐπὶ νόμῳ τὴν ἐπαγγελίαν ἔδωκεν ὁ Θεὸς, ἀλλ’ ἐπὶ πίστει.
o Ἔδειξεν ὅτι ἀναγκαία ἡ πίστις, ὅτι πρεσβυτέρα περιτομῆς, ὅτι νόμου ἰσχυροτέρα, ὅτι συνίστησι νόμον. εἰ γὰρ πάντες ἥμαρτον, ἀναγκαία. εἰ ἀκρόβυστος ὢν ἐδικαιώθη, πρεσβυτέρα. εἰ μαρτυρεῖται ὑπὸ τοῦ νόμου, καὶ τὸν νόμον ἵστησιν, οὐκ ἐναντία ἀλλὰ φίλη καὶ σύμμαχος. δείκνυσι δὲ πάλιν καὶ ἑτέρωθεν, ὅτι οὐδὲ δυνατὸν ἦν διὰ νόμου τὴν κληρονομίαν λαβεῖν. καὶ παραβαλὼν αὐτὴν τῇ περιτομῇ, καὶ λαβὼν τὰ νικητήρια, ἀντεπεξάγει πάλιν αὐτὴν τῷ νόμῳ. ἵνα μή τις λέγῃ, ὅτι καὶ πίστιν δυνατὸν ἔχειν, καὶ νόμον τηρῆσαι δείκνυσιν ὅτι ἀμήχανον. ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος ἀτιμάζει τῆς πίστεως τὴν * * * * * διό φησι, “ κεκένωται ἡ πίστις·” τουτέστιν οὐ χρεία τῆς κατὰ σάρκα σωτηρίας. οὐδὲ γὰρ δύναται τὴν ἰσχὺν τὴν ἑαυτῆς ἐπιδείξασθαι. καὶ γὰρ ὁ Ἰουδαῖος ἴσως ἃν P εἴποι, τί μοι γὰρ χρεία πίστεως; οὐκοῦν εἰ τοῦτο ἀληθὲς, μετὰ τῆς πίστεως καὶ τὰ τῆς ἐπαγγελίας ἀνήρηται. ποίαν δὲ ἐπαγγελίαν φησί· τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, καὶ ἐν αὐτῷ πάντας εὐλογεῖσθαι. καὶ πῶς κατήργηται ἡ ἐπαγγελία αὕτη φησὶν, “ ὅτι ὁ νόμος,” καὶ τὰ ἑξῆς.
[*](o Hoc Schol. nullum habet nomen Auct. marg. adpictum. P εἴπῃ Cod.)Ὀ γὰρ νόμος ὀργὴν κατεργάζεται.
Απολιναρίου. Εἰ δὲ ὀργὴν κατεργάζεται, καὶ παραβάσει κατευθύνους ποιεῖ, εὔδηλον ὅτι καὶ κατάρᾳ καὶ τιμωρίᾳ καὶ παραβάσει πάντες ὑπεύθυνοι. οὔτε κληρονόμων ἄξιοι, ἀλλὰ τοῦ δίκην διδόναι καὶ ἐκβάλλεσθαι. τί οὖν γίνεται; ἔρχεται ἡ πίστις, ἐφελκομένη τὴν χάριν. ὥστε τὴν ἐπαγγελίαν ἔργον ἐξελθεῖν. ὅπου γὰρ χάρις, συγχώρησις. ὅπου δὲ συγχώρησις, οὐδεμία κόλασις· κολάσεως δὲ ἀνῃρημένης, ἐπιγινομένης διὰ τῆς πίστεως, τι τὸ κωλῦον κληρονόμους ἡμᾶς γενέσθαι τῆς ἐπαγγελίας; διὰ τοῦτο οὖν ἐκ πίστεως φησὶν, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ παντὶ τῷ σπέρματι. ὁρᾶς ὅτι οὐ τὸν νόμον ἵστησι μόνον ἡ πίστις, ἀλλὰ καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐκ ἀφίησι διαπεσεῖν; ὁ δὲ νόμος τοὐναντίον καὶ τὴν πίστιν καταργεῖ παρὰ καιρὸν τηρούμενος, καὶ τὴν ἐπαγγελίαν κωλύει. διὰ τοῦτο φησὶ “ κατὰ χάριν” εἰς τὸ μὴ καταισχυνθῆναι, ἀλλ’ “ εἰς τὸ εἶναι βε- “ βαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ πιστεύοντι.”
Τοῦ Αυτοῦ. Δυὸ τίθησιν ἐνταῦθα ἀγαθά· ὅτι καὶ βέβαια τὰ διδόμενα, καὶ παντὶ τῷ σπέρματι, τοὺς ἐξ ἐθνῶν συναγαγὼν, καὶ δεικνὺς Ἰουδαίους ἐκτὸς ὄντας, ἂν πρὸς τὴν πίστιν φιλονεικήσωσιν. εἶτα διορίζεται τῷ σπέρματι τοὺς ἐκ πίστεως φησὶ, συναπτων τὴν πρὸς τὰ ἔθνη συγγένειαν· καὶ δεικνὺς, ὅτι οὐδὲ δύνανται φρονεῖν ἐπὶ τῷ Ἁβραὰμ οἱ μὴ πιστεύοντες ὁμοίως ἐκείνῳ. τὴν τοίνυν συγγένειαν τὴν πρὸς τὸν δίκαιον, ἀκριβεστέραν ἡ πίστις ἐποίησε, καὶ πλειόνων ἐκγόνων ἀπέφηνε πρόγονον. διὸ οὐδὲ ἁπλῶς εἶπεν Ἁβραὰμ, ἀλλὰ τοῦ πατρὸς ἡμῶν τῶν πιστῶν.
Ωριγένουσ. Ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ Ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. φασὶ γάρ τινες, εἰ ἔνθα οὐκ ἔστι νόμος, οὐδὲ παράβασις δηλονότι. οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μώσεως εἰδέναι· εἰ δὲ μὴ γέγονέ τις, οὔτε ψεκτὸς, οὔτε οὖν Κάϊν, οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες, ἣ οἱ ἐν Σοδόμοις ἐν παραβάσει γεγόνασι. καὶ πρόγε τούτων Ἀδὰμ καὶ ἡ Εὖα. λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μώσεως νόμος, οὐ τὴν ἐν κρίσει ὀργὴν κατεργάζεται, ἀλλὰ τὴν κατ’ αὐτόν· τοὺς μὲν λιθολεύστους ποιῶν· ἑτέρους δὲ
Σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ Θεοῦ, ᾧτ’ μόνῳ καὶ αὐτὸς συνήδεται κατὰ τὸν ἔσω ἄνθρωπον ἕτερον δὲ νόμον εἶναι τὸν ἐν τοῖς μέλεσιν ἑαυτοῦ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός. καὶ ὅρα μήποτε οὗτος ἐστὶν ὁ ἀληθῶς ὀργὴν κατεργαζόμενος. καὶ οὗ οὐκ ἔστι νόμος οὗτος, ἐκεῖ οὐδὲ παράβασίς ἐστι· καὶ οἱ ἐκ τούτου τοῦ νόμου, οὐδαμῶς εἰσὶ κληρονόμοι. εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις. “ παντὶ δὲ τῷ σπέρματι” φησι ἤτοι τῷ ἐκ τοῦ νόμου, ἣ τὸ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τὸ ἐκ τοῦ νόμου, ἀλλ’ εἰ ἔχοι πρὸς τὸ ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πίστεως. εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ Ισραὴλ, καὶ τοῖς ἐκ Χετοῦρας, ἅπερ οὐκ ἀρέσκει.
Τοῦ Αὐτοῦ. Ἀναγκαῖον δέ, φησιν, ἐξετάσαι φαίνεται, πῶς ἀκολουθεῖ τὸ ἐκ πίστεως καὶ τὸ κατὰ χάριν, τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν. ἄρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν τυγχάνειν τὴν ἐπαγγελίαν. πρόσχες οὖν, οἱονεὶ δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν, καὶ μάλιστα τῆς λελογισμένης εἰς δικαιοσύνην, ὥστε τὴν δι’ αὐτῆς ἐπαγγελίαν καὶ χάριν ἴσχειν διὰ τὸ P ἀνέκπλυτον αὐτῆς, ἣ ἀμετάβολόν γε τὴν βεβαιότητα· ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. ἀποστρέφειν γοῦν ποτὲ δίκαιος ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ λέγεται, καὶ ποιεῖν ἀδικίαν. οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται, ὅτι ἀπέστρεψέ τις ἀπὸ τῆς πίστεως ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι, καὶ δικαιωθεὶς διὰ τὴν πίστιν. εἶτα καὶ τὴν μαρτυρίαν ἐπισφραγίζει ὁ θεῖος Ἀπόστολος τὸ εἰρημένον αὐτῷ.
Τοῦ Αὐτοῦ. Ὃ δὲ λέγει τοῦτό ἐστιν· ὥσπερ ὁ Θεὸς, μερικὸς οὐκ ἐστι Θεὸς, ἀλλὰ πάντων πατὴρ, οὕτω καὶ αὐτός. καὶ πάλιν ὥσπερ ὁ Θεὸς πατήρ ἐστιν, οὐ κατὰ τὴν φυσικὴν συγγένειαν, ἀλλὰ [*](P ἀνέκπλητον Cod.)
Σευηριανοῦ. “ Κατέναντι οὗ ἐπίστευσεν,” ἀντὶ ἐνώπιον προσώπου οὗ ἐπίστευσε Θεοῦ.
Τοῦ Αὐτοῦ. Τὸ “ κατέναντι οὗ ἐπίστευσε Θεοῦ,” φησὶν, τοῦ ὅτε ἐπίστευσε τῷ Θεῷ· ἐπειδὴ γὰρ διαλεγομένῳ παρ’ ὧν ἐπίστευσε τὸ κατέναντι τέθεικεν. ἀντὶ τοῦ εἰς τρόπον καὶ ὅστε ἐπίστευσεν.
Ωριγένουσ. Ὁποῖα φησὶ τὰ πολλὰ ἔθνη ἦν, ὧν τέθεικεν αὐτὸν πατέρα, ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς Θεός· περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν σώματι ζῶντι, οἴομαι νῦν αὐτὸν λέγειν· ” ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα “ αὕτη ἀποθανεῖται.” τίνα δὲ τὰ μὴ ὄντα, ἣ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλούμενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος “ ἐγώ εἰμι ὁ ὤν.” καλεῖ δὲ τὰ μὴ ὄντα, ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. ἀλλ’ ἴσως τις πρὸς ταῦτα ἐρεῖ, πῶς ὁ Ἀπόστολός φησι μεθ’ ἕτερα, ἐξελέξατο ὁ Θεὸς τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ; ἀλλ’ εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος, ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε ἀποφάσεως ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ σάρκα σοφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖς· μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτοις διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν.
Ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν.
Σευηριανοῦ. Πάρ’ ἐλπίδα τῆς οἰκείας φύσεως, ἐλπίδι τῆς τοῦ ἐπαγγειλαμένου δυνάμεως· τὸ δὲ “ οὕτως ἔσται τὸ σπέρμα σου, οὐ μόνον τῷ πλήθει, ἀλλὰ καὶ τῇ λαμπρότητι.
Ωριγένουσ. Ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων
Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ.
Ὠριγένουσ. Ὅρα μήποτε ὡς “ Ἁβραὰμ παρ’ ἐλπίδα ἐπ’ “ ἐλπίδι ἐπίστευσεν,” οὕτω καὶ πάντες οἱ τῆς πίστεως Ἁβραὰμ υἱοὶ, παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι περὶ πάντων πιστεύουσιν. εἴτε περὶ ἀναστάσεως νεκρῶν, εἴτε περὶ τοῦ κληρονομήσειν βασιλείαν οὐρανῶν ἣ βασιλείαν Θεοῦ. ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει παρ’ ἐλπίδα ἐστιν· ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ Θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ, ἐπ’ ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. καὶ ἐπείπερ ὁ πιστεύων ἐπ’ ἐλπίδι πιστεύει, διὰ τοῦτο “ μένει πίστις, ἐλπὶς,” ἀφ’ ὧν γεννᾶται καὶ τὸ τρίτον μεῖζον τούτων ἡ ἀγάπη. καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν· προκοπῆς δὲ, τὴν ἐλπίδα, τελειότητος δὲ τὴν ἀγάπην. ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἁβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τινὰ τρόπον προσθέμενος Ἁβραὰμ ἔλαβε γυναῖκα τοὔνομα Χεττοῦραν, καὶ ἔτεκεν αὐτῷ μετὰ τὴν τελευτὴν Σάρρας, ἥτις ἔζησεν ἔτη ἑκατὸν εἰκοσιεπτά· πρεσβύτερος δὲ τῆς Σάρρας δεκαέτης εὑρίσκεται σαφῶς ὁ Αβραάμ. εἰ οὖν διὰ τὴν ἐπαγγελίαν, ὥς φασι τινὲς, ἐπαιδοποίησε τὸν Ἰσαὰκ, πῶς χωρὶς ἐπαγγελίας μετὰ ἑκατὸν εἰκοσιεπτὰ ἔτη ἔτεκε τοὺς ἀπὸ Χεττούρας. ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεκρώσαντος· ὅτε γάρ τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν. ὥστε τὴν τοῦ Ἰσαὰκ [*](p Aliquid credo excidit, dicturus erat de Apostolis a Domino nostro incrementum fidei petentibus.)
Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ. Ωριγένουσ. Νῦν τὸ δι’ αὐτοῦ μόνου, ἀλλὰ καὶ τὸ δι’ ἡμᾶς, ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἁβραὰμ ἐντυχὸν ὁ Μωυσέως προγενέστερος τῷ μεταγενεστέρῳ αὐτοῦ γράμματι ὠφελήθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ περὶ ἡμῶν οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν. πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει “ ἐπὶ τὸν ἐγείραντα “ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν,” ὁ συνεγερθεὶς Χριστῷ· ὥστ’ ἃν εἰπεῖν “ καὶ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις “ ἐν Χριστῷ·” συνηγέρθη δὲ Χριστῷ ὁ σύμμορφος γενόμενος τῇ ἀναστάσει αὐτοῦ· καὶ διὰ τὸ συναποτεθνηκέναι συζῶν αὐτῷ· “ εἰ “ γὰρ συναποθάνωμεν, καὶ συζήσομεν.” συναπέθανε δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφ’ ἅπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ, συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆς περιπατῶν.
Απολιναρίου. Ἀνίστησι μὲν τὸν ἑαυτοῦ ναὸν ὁ Κύριος· ἐγήγερκεν δὲ αὐτὸν ὁ Πατὴρ ἐκ νεκρῶν, ὥσπερ τὰ πάντα διὰ τοῦ παιδὸς, οὕτω καὶ τοῦτο ἐργασάμενος.
Δικαιωθέντες οὖν ἐκ πίστεως — εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται.
Απολιναρίου. Ἀχώριστος τοῦ Πατρὸς Υἱὸς, προσαγόμενος ἡμᾶς πρὸς ἑαυτὸν, καὶ τῇ πίστει τὴν ἁγιάζουσαν χάριν ἐπινεἰμας, νείμας, αἴτιος γέγονε τοῦ προσαχθῆναι Θεῷ, συναφείας αἴτιος τοῖς διεστῶσι καταστὰς διὰ τῆς αὐτοῦ μεσιτείας. πρὸς μὲν τὸν Πατέρα τῇ θεότητι συνημμένος· πρὸς δὲ ἡμᾶς κατὰ τὴν ἀνθρώπότητα συναφθείς. ὥστε ὅσους κατὰ τὸ ἀνθρώπινον προσάγεται,
Μεγάλη δὲ ἡ τῆς ἐλπίδος βεβαιότης τῶν ἤδη καυχωμένων ὡς παροῦσι τοῖς μέλλουσι. καύχησιν γὰρ ἐπ’ ἀγαθῷ βεβαίως ὑπάρχοντι γίνεται· καὶ αὕτη ἦν ἡ μακαρία καύχησις, ἣν ὁ προφήτης Ἱερεμίας εἰσηγεῖται· “ μὴ καυχάσθω,” λέγων, “ ὁ πλούσιος ἐν “ τῶ πλούτῳ αὐτοῦ, ἀλλ’ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, “ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον,” καὶ τὰ ἑξῆς. καὶ οὐχ ὅτι πόνοι φησι καὶ θλίψεις πάρεισι, διὰ τοῦτο τὴν ἐπὶ τοῖς ἥξουσιν ἀγαθοῖς καύχησιν ἀμβλύνομεν, καὶ ταύτῃ μᾶλλον ἔτι καυχώμεθα συναίτιον τῆς τῶν ἀγαθῶν ἀπολαύσεως, εἰδότες τὴν τῶν πόνων ὑπομονήν. διὰ γὰρ θλίψεως ὑπομονὴ συνίσταται· ὁ δὲ ὑπομείνας, δόκιμος. ὁ δὲ δόκιμος παρὰ Θεῷ γενόμενος, ἐλπίζει ζεῖ ἔχειν τὰ παρὰ Θεοῦ. ὁ δὲ ἐλπίσας εἰς Θεὸν, οὐκ αἰσχυνθήσεται. εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις, γίνεται ὁδηγὸς ἐπὶ τὴν ἐλπίδα καθισταμένη· ἀσφαλῆ δὲ τὴν ἐλπίδα δείκνυσιν οὖσαν ἐπὶ τὸν ἠγαπηκότα ἡμᾶς Θεὸν γινομένην. τῆς δὲ ἀγάπης τεκμήριον τὴν τοῦ Πνεύματος δωρεάν· ἐξέχεε γὰρ ἐφ’ ἡμᾶς τὴν ἀγάπην ὁ τὸ αἷμα ἐκχέας. ἐξέχεε δὲ προηγουμένως τὸ Πνεῦμα q ἐνῴκισεν· ὡς καὶ αὐτὸς ὁ Σωτῆρ’ λέγει· “ ὅτι παρ’ ὑμῖν μένει· καὶ σὺν ἡμῖν ἔσται.”
[*](q Aliquid deesse videtur,)r Χρυσοστόμου. Τί ἐστιν “ εἰρήνην ἔχωμεν;” τινές φασιν, ὅτι μὴ δὴ στασιάζωμεν εἰσαγαγεῖν. ἐμοὶ δὲ δοκεῖ περὶ πολιτείας ἡμῖν λοιπὸν διαλέγεσθαι. ἐπειδὴ γὰρ πολλὰ περὶ πίστεως διαλεχθεὶς καὶ τῆς διὰ τῶν ἔργων δικαιοσύνης αὐτὴν προὔθηκεν, ἵνα μήτις νομίσῃ ῥαθυμίας ὑπόθεσις εἰναι τὰ λεγόμενα φησὶν “ εἰ- “ρήνην ἔχωμεν” τουτέστιν, μηκέτι ἁμαρτάνωμεν, μὴ δὲ πρὸς τὰ πρότερα ἐπανερχώμεθα τοῦτο γάρ ἐστι πόλεμον ἔχειν πρὸς τὸν Θεόν. καὶ πῶς δυνατόν φησι, τὸ μηκέτι ἁμαρτάνειν; πῶς τὸ πρότερον ἐγένετο δυνατόν; εἰ γὰρ τοσούτων ὄντες ὑπεύθυνοι, πάντων ἀπηλλάγημεν διὰ τοῦ Χριστοῦ, πολλῷ μᾶλλον ἐν οἱ; ἐσμὲν, μεῖναι δι’ αὐτοῦ δυνησόμεθα· οὐ γάρ ἐστιν ἰσον μὴ οὖσαν εἰρήνην λαβεῖν, καὶ δοθεῖσαν κατασχεῖν. ἐπειδήπερ ἡ κτῆσις τῆς φυλακῆς χαλεπώτερον. ἀλλ’ ὅμως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη· οὐκοῦν ἔσται καὶ τὸ εὐκολώτερον ἡμῖν εὐκατόρθωτον, ἃν ἐχώμεθα καὶ ἐκεῖνα ἡμῖν ἠνυκότες. ἐνταῦθα δὲ οὐ τὸ εὔκολον αἰνίττεσθαί μοι δοκεῖ μόνον, ἀλλὰ καὶ τὸ εὔλογον. εἰ γὰρ αὐτὸς ἡμᾶς κατήλλαξε πολεμωμένους, εὔλογον μένειν ἐπὶ τοῖς καταλλαγεῖσι, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαχέναι τῷ s Πατρί
Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν.
Ἀπολιναρίου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ γὰρ ὑπὲρ ἀνδρὸς ἐναρέτου οὐκ ἄν τις ἕλοιτο ταχέως ἀποθανεῖν, ἐννόησον τοῦ δεσπότου τὴν ἀγάπην, ὅταν μὴ ὑπὲρ ἐναρέτων αὐτὸς, ἀλλ’ ὑπὲρ ἁμαρτωλῶν καὶ ὠρῶν φαίνεται σταυρωθείς.
Ὠριγένουσ. Ὅπου μὲν ἀσθενεῖς ἣ ἁμαρτωλοὺς ὀνομάζει, καὶ ἑαυτὸν τοῖς τοιούτοις ἐμπεριλαμβάνει. ὅπου δὲ λέγει ἀσεβεῖς, οὐκέτι· καὶ τάχα εἰκότως ὁ ὑπὸ τὸν νόμον ὣν, ὃς ἠσθένει διὰ τῆς σαρκὸς, ἀσθενὴς μέν ἐστι καὶ ἁμαρτωλὸς, οὐ μὴν καὶ κατὰ τὴν συνήθειαν τῆς διαστολῆς τῶν γραφῶν, καὶ ἀσεβεῖς λεγόντων τῶν ὑπὸ νόμον ἁμαρτανόντων τῷ Θεῷ· καὶ γὰρ “ ἐὰν ἁμαρτάνωμεν, σοὶ “ ἐσμὲν, εἰδότες σου τὸ κράτος·” ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι [*](r Desunt plura ut opinor. s In marg. οὕτως Θεοφύλακτος.)
Τοῦ Αὐτοῦ. Οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον, ὡς προσοικειωθέντες τῷ Θεῷ σεμνυνόμεθα τὰ κατὰ τὸν δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἤμων γενόμενος, τὴν εἰρήνην ἐπραγματεύσατο·
Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ.
Ἀνώνυνον. Τὸ “ οὐ μόνον,” περὶ τὴν τῶν προειρημένων εἴρηται ἀπόδειξιν. θαρσεῖν γὰρ πάρεστι, φησὶ, καὶ ταύτῃ περὶ τῶν εἰρημένων, ἣ καυχώμεθα ἐν τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. εἰσὶ δὲ δυνάμεις καὶ χαρίσματα τῶν ἰαμάτων, ἃς ἐπιτελοῦντες οἱ Ἀπόστολοι, πίστιν τῷ κηρύγματι παρείχοντο μεγάλην· καλῶς δὲ τὸ καύχημα εἶπεν ἔχειν ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οἱ μὲν γὰρ ἐξ ἔργων νόμου τι κτώμενοι, ἐφ’ ἑαυτοῦ ἔχειν εἴρηται τὸ καύχημα· οἱ δὲ ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δικαιούμενοι, ἐν τῷ Θεῷ τὸ καύχημα ἔχουσι· τῷ δωρουμένῳ διὰ Ιησοῦ Χριστοῦ τὰ πλούσια χαρίσματα τῶν ἰαμάτων, ἀρραβὼν τυγχάνοντα τῆς μελλούσης χαρᾶς. πιστοποιεῖται ἡμᾶς καὶ τῆς ὀργῆς ῥυθησομένους διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ σωθησομένους ἐν τῇ ζωῇ αὐτοῦ. αὐτὸ δὲ τοῦτο καὶ τῆς πρὸς τὸν Θεὸν καταλλαγῆς σημεῖον εἶναί τι ὑπὲρ ἁμαρτωλῶν ἀποτεθνηκέναι, οὐ πάντων, φησὶν, ἀνθρώπων ἀσεβῶν τυγχανόντων. οὐ γὰρ Αβραὰμ, ἣ οἱ προφῆται ἢ πάντες οἱ κατὰ νόμον πολιτευσάμενοι ἀσεβεῖς. ἀλλὰ τῶν μὲν ὡς ἁμαρτωλῶν, τῶν δὲ καὶ ὡς ἀσεβῶν· ἵνα πᾶς μὲν ἀσεβὴς καὶ ἁμαρτωλὸς ᾖ, οὐ μὴν τοὐναντίον· ἐπὶ πλεῖον μὲν ἡ ἁμαρτία· ἡ δὲ ἀσέβεια ἐπ’ ἔλαττον· καὶ διὰ τοῦτο καὶ ὁ
Ἄλλ εἰ καὶ τοῦτό τις παραδέξαιτό, φησι, πιθανῶς εἰρημένον, πῶς οὐκ ἃν ἐπιζητήσειεν, τίνα τρόπον ἁμαρτωλὸς ἃν λέγοιτο ὀρθῶς ὁ Αβὲλ, ὁ καὶ ὑπ’ αὐτοῦ τοῦ Κυρίου δίκαιος κεκλημένος ; ἣ αὖ ὁ μετατεθεὶς τοῦ μὴ ἰδεῖν θάνατον Ἑνώχ; ἣ οἱ λοιποὶ πάν. τες, οἱ ὑπὸ τῆς θείας γραφῆς χρηματίσαντες “ὧν οὐκ ἦν ἄξιος ὁ ’* κόσμος ; ’ φαμὲν οὖν, τῶν ἁμαρτημάτων, τὰ μὲν κατὰ διάνοιαν ε7ναι μόνον· τὰ δὲ καὶ εἰς ἐνέργειαν ἔρχεται· τὸ γὰρ μηδὲ μέχρις ἐνθυμήσεως λογίσασθαι τὸ πονηρὸν, τὴν ἡμετέραν ἴσως ἐκπέ- φευγε δύναμιν· τὰ μὲν οὖν εἰς ἐνέργειαν ἥκοντα, τὴν νομίζομεν ἐπισεσημειῶσθαι γραφήν· τὰ δὲ μέχρις ἐνθυμήσεως, ἣ καὶ τὴν ἡμετέραν ἐκφεύγοντα διάνοιαν, ἃ δὴ κρύφια ὠνόμασεν ὁ Δαβὶδ, οὐκ ἠξιῶσθαι ὑπονοοῦμεν ἐν αἰτίας μέρει τεθεῖσθαι, καὶ ὅλως ἀναγεγράφθαι. καὶ ἴσως οὐ τὰ ἐνθυμήματα ἔκρινεν ὁ νόμος, ἀλλὰ τὰ ἀποτελέσματα, ἃ καὶ ἠλέγχοντο ὁμολογεῖν ἄνθρωποι κἂν γὰρ ὁ νόμος *’ οὐκ ἐπιθυμήσεις λέγει, οὐ τὴν ἐπιθυμίαν, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα κρίνει. καὶ ἴσως ταύτῃ πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὡς μὴ μόνον τοῦ τὰ ἄτοπα μὴ πράσσειν δύναμιν κεκτῆσθαι, ἀλλὰ καὶ τοῦ μὴ ἐνθυμεῖσθαι τὰ φαῦλα. οὐ γὰρ ἃν ἐπέτασσεν ὁ Ἰησοῦς, α ἐρρέθη,” λέγων, ** τοῖς ἀρχαίοις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέπων ** γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ *’ καρδίᾳ αὐτοῦ.” καὶ περὶ φόνου καὶ πληγῶν ὡσαύτως καὶ τῶν παραπλησίων.
Τῶν οὖν μοχθηρῶν ἐνθυμήσεων καθαρεύειν βουλόμενος τοὺς ἑαυ- τοῦ μαθητὰς, δύναμιν αὐτοῖς ἐνέθηκεν ἀναστὰς ἐκ νεκρῶν τὴν τοῦ Ἀγίου Πνεύματος χάριν, τοῦ μὴ ἀναβαίνειν ἐπὶ τὰς καρδίας αὐτῶν ἐνθυμήσεων φαντάσματα· καὶ ταύτῃ καὶ ὑπὲρ τῶν ιἡιαρ-
Περὶ εἰσαγωγῆς τοῦ πρὸς σωτηρίαν ἡμῶν ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἀντὶ τοῦ πεσόντος ἐξ ἀρχῆς γηγενοῦς Ἀδάμ.
Κυρίλλου. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἀξιάγαστον ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπησιν, ἣν εἰς ἡμᾶς ἐπεδείξατο, καθιστὰς ἐναργῆ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ πέρας καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος παρεκόμιζεν εἰς ἀπόδειξιν, ὧδέ πη λέγων· “ οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ “ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλλη- “ τᾶι, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” ἔδωκε γὰρ ὁ Θεὸς ἀληθῶς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν. ἐκλελυτρώμεθα δὲ ἡμεῖς, ἀπηλλάγμεθα θανάτου καὶ ἁμαρτίας· οὐ γὰρ ἑκατέρου τινος χάριν γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ἵνα τὸν τῆς σαρκὸς θάνατον ἀνατλὰς, θριαμβεύσῃ μὲν ἀρχὰς καὶ ἐξουσίας· καταργήσῃ δὲ καὶ αὐτὸν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Σατανᾶν, καὶ ἀνέλῃ μὲν τὴν φθορὰν, ἀποστήσῃ δὲ σὺν αὐτῇ καὶ τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν, ἄπρακτόν τε οὕτως ἀποφήνῃ λοιπὸν τὴν ἀρχαίαν ἐκείνην ἀρὰν, ἣν ἡ τοῦ ἀνθρώπου φύσις ὑπέμεινεν ἐν Ἀδὰμ, ὡς ἐν ἀπαρχῇ τοῦ γένους, καὶ ὡς ἐν ῥίζῃ τῇ πρώτῃ.
Παραβὰς γὰρ τὴν ἐντολὴν ὁ Ἀδὰμ, προσκέκρουκε τῷ δημιουργῷ. ταύτῃ τοι γέγονε καἰ ἐπάρατος καὶ θανάτῳ κάτοχος. ὀλοτρόπως δὲ ἀπολωλότας κατελέησε πάλιν ὁ τῶν ὅλων δεσπότης. καθήκετο γὰρ ἐξ οὐρανῶν ὁ Υἱὸς ἀνιεὶς ἐγκλήματα, δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ, μεταχαλκεύων ὡς Θεὸς τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσία,., καὶ ἀνακομίζων εἰς τὸ ἀπαρχῆς· “ καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή. γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ αὐτοῦ γεγονόσι· πρόξενος δὲ μᾶλλον καὶ δοτῆρ’ τῆς πρὸς ἓν οἰκειότητος δι’ ἁγιασμοῦ τε καὶ ἀφθαρσίας, καὶ τῆς ἐν πίστει δικαιοσύνης. ταῦτα ἡμῖν ὁ σοφὸς ἐξηγεῖται Παῦλος διὰ τῆς προκειμένης ῥήσεως. οὐκοῦν “ ὡς δι’ ἑνὸς ἀνθρώ- “ που,” φησιν, “ ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς “ ἁμαρτίας ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον.” εἰσέδυ μὲν γὰρ, ὡς ἔφην, διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐν τῷ πρωτοπλάστῳ καὶ ἐν τῇ τοῦ γένους ἀρχῇ· εἶτα ὅλον ἐφεξῆς κατενεμήθη τὸ γένος. ἀλλὰ καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς δράκων ἰσχύσας ἐν Ἀδὰμ τοῖς τῆς φαυλότητος τρόποις βατὴν s ἤργασται τὴν ἀνθρώπου διάνοιαν· πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. ἐκ προσώπου δὴ οὖν γεγονότες τοῦ Παναγίου Θεοῦ, διάτοι τὸ ἐπιμελῶς ἐγκεῖσθαι τὴν ἀνθρώπου διάνοιαν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, ἀλογώτερον διεζῶμεν βίον. καὶ κατέπιεν μὲν ὁ θάνατος ἰσχύσας, ὡς ὁ προφήτης φησίν· “ ἐπλάτυνε δὲ καὶ ὁ Ἅιδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ “ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.” ἐπειδὴ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως γεγόναμεν μιμηταὶ, καθὸ πάντες ἥμαρτον, ταῖς ἴσαις ἐκείνῳ δίκαις ὑπενενήγμεθα· ἀλλ’ οὐ μεμένηκεν ἀνεπικούρητος ἡ ὑπουρανόν· καθήρηται γὰρ ἡ ἁμαρτία· πέπτωκεν ὁ Σατανᾶς· κατήργηται δὲ καὶ ὁ θάνατος.
Ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ.
Κυρίλλου. Ὁ νόμος διὰ Μωϋσέως, ἔλεγχος ἦν, ὡς ἔφην, τῆς τῶν πταιόντων ἀσθενείας, οὐ λυτικὸς ἁμαρτίας, κατεργάζετο δὲ μᾶλλον ὀργήν. ἦν γὰρ ἀνάγκη τοὺς παραβαίνοντας ταῖς ἐν νόμῳ διωρισμέναις ὑποφέρεσθαι δίκαις. οὗ δὲ δὴ ὅλως παραβάσεως τρό- [*](s Sic.)
Τοῦ αὐτοῦ. Ἀλλ’ εἰ τοῦτο τίνα τρόπον φαίη τις ἃν, κατεκράτησε τῶν ἐπὶ τῆς γῆς καὶ πρὸ νόμου θάνατος.
Τοῦ αὐτοῦ. Εἰ γὰρ καὶ τινες οὐ γεγόνασι ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχοι, διάτοι τὸ μήπω τεθεῖσθαι τὸν νόμον, ἀλλ’ ὑπέδυσαν καὶ αὐτοὶ τὴν φθορὰν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅμοιον ὡς εἰ λέγοι τυχὸν, ἐπιτρέχοντος τοῦ θανάτου καθ’ ὁμοιότητα τὴν Ἀδάμ τὸ ἐξ αὐτοῦ πᾶν γένος, ὥσπερ φυτοῦ παθόντος βλάβος εἰς ῥίζαν, πᾶσά πὼς ἀνάγκη τοὺς ἐξ αὐτοῦ γεγονότας μαραίνεσθαι κλῶνας· τύπον γέ μὴν αὐτὸν τοῦ μέλλοντος εἶναί φησι, τουτέστι Χριστοῦ· καίτοι παραγεγονότος ἤδη καὶ τῆς μετὰ σαρκὸς οἰκονομίαν διαπεράναντος τὸ μυστήριον· πῶς οὐν μέλλοντα καλεῖ; φαίη τίς ἃν ἴσως· παραθεὶς γὰρ ἡμῖν τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν τῆς παραβάσεως διαμνημονεύσας καιρῶν, ὡς μετ’ αὐτοὺς παρεσόμενόν τε καὶ ἔσχατον Ἀδὰμ ὠνόμασε τὸν Χριστόν· προώριστο μὲν γὰρ ὡς ἐν θελήσει τε καὶ προμηθείᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, σωτήρ τε καὶ λυτρωτής. ἐπέφανε δὲ καιροῖς ἰδίοις καθ’ οὓς ἠθέλησεν ὁ δυνάστης οὗτοι δὲ εἰσὶν οἱ ἐν ἐσχάτοις καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ παρόντος αἰῶνος. οὐκοῦν τεθεικὼς εἰς τύπον τοῦ πρώτου τὸ δεύτερον, μονονουχὶ καὶ διαπυνθάνεται τὸν ἀκροώμενον, ὡς ἐν ὑποστιγμῇ τε καὶ ἐρωτήσει λέγων τὰ ἑξῆς.
Γενναδίου. Ταύτης ἡμῖν φησὶ τῆς ἐν τούτῳ τῷ κόσμῳ ζωῆς τῆς ἁμαρτεῖν τε καὶ ἀποθανεῖν ἐπιδεχομένης, καὶ διὰ τοῦτο καὶ νομοῦ δεομένης εἰκότως τοῦ τὴν ἁμαρτίαν ὑποδεικνύντος τε καὶ ἀπαγορεύοντος, ἦρξε πρῶτος ὁ Ἀδὰμ, ἅτε πρῶτος καὶ γενόμενος καὶ παρανόμησας. τῶν οὖν ἐξ αὐτοῦ κατὰ διαδοχὰς τικτομένων, [*](t Sic fors. leg. ἀναφύντα.)
Ὁ μακάριος Παῦλος ἀπὸ τῶν κατὰ Χριστὸν πολλάκις ἡμῖν διαλέγεται· ὡς μετὰ τὴν φανέρωσιν τοῦ Σωτῆρος, οὐκέτι τῆς παλαῖας κρατούσης ἀλλὰ τῆς καινῆς καταστάσεως. ἐν μὲν οὐν τῇ παλαίᾳ σαρκικοῖς οὖσιν ἡμῖν καὶ ὑποκειμένοις μαθήμασιν, ἀναγκαίαν εἶναι τὴν δόσιν τοῦ νόμου συνέβαινε ταῖς τῶν τιμωριῶν ἀπειλαῖς ἀνακόπτοντος ἡμῶν τῆς φύσεως τὰς πρὸς τὴν ἁμαρτίαν ὁρμάς· καινοῖς δὲ γενομένοις ἐν Χριστῷ καὶ δικαίοις, τουτέστι τὴν διὰ τῆς ἁμαρτίας παλαίωσιν ἐπιδεχομένοις οὐκέτι, περιττὸς παντάπασιν ὁ νόμος ἐστί. διὰ τοῦτο λέγει, “ δικαίῳ “ νόμος οὐ κεῖται· καὶ ὑμεῖς οὐκ ἐστὲ ὑπὸ νόμον.’ διὰ τοίνυν τοῦ “ ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ” τοῦτο λέγει, ὅτι ἕως οὑ φύσεως ἦμεν σαρκικῆς τε καὶ παθητικῆς, καὶ διὰ τοῦτο ὑπὸ νόμον εἶναι χρηζούσης, τῇ ἁμαρτίᾳ κατεκρατούμεθα· πολιτευομένης αὐτῆς ἐν τῷ κόσμῳ παντί· ἀναιρεθέντος μέντοι τοῦ νόμου, διὰ τὸ πνευματικοὺς γενομένους πρὸς δικαίωσιν ἡμᾶς ἐν Χριστῷ μετελθεῖν, συνανῄρηται καὶ ἡ ἁμαρτία. οὐ γὰρ ἐλλογεῖται λοιπὸν, μὴ ὄντος νόμου·
Ὁ τοίνυν σύμπας, ὡς ἃν ἐν κεφαλαίῳ τίς εἴποι, τῆς ῥήσεως ταύτης νοῦς οὗτός ἐστι. παρέχει πᾶσιν ἡμῖν ἡ κατὰ Χριστὸν χάρις, τὸ βεβαίως αὐτῇ πεπιστευκότας καυχᾶσθαι. καὶ διὰ τοῦτο ὅτι οὐδὲν ἀπεικὸς, ἀλλὰ καὶ σφόδρα γε εὔλογον ἄρξαι τοῦτον ἡμῖν τῆς ἀθανάτου καὶ δικαίας ζωῆς· ὃν τρόπον ἦρξεν ἡμῶν τὸ πρότερον [*](u Leg. ἐν τοῖς.)
Ἀλλ’ “ ἐβασίλευσέ,” φησιν, “ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι “ Μώσεως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς “ παραβάσεως Ἀδάμ.” ἀντὶ τοῦ, καθ’ ὃν τρόπον παραβεβηκότος Ἀδὰμ, ὁ θάνατος ἐβασίλευσεν, οὕτω καὶ τῶν ἐξ αὐτοῦ μετ’ αὐτὸν γενομένων, ἡμαρτηκότων τε καὶ οὐχ ἡμαρτηκότων ὁμοίως. τὸ δὲ “ μέχρι Μωσέως” ταὐτόν ἐστι τὸ ἄχρι γὰρ νόμου· Μωσέα γὰρ νῦν, οὐκ ἰδικῶς τὸ πρόσωπον τοῦ ἀνδρὸς, ἀλλὰ τὸ πρᾶγμά φησι, τὸν νόμον ἐκ τοῦ νομοθέτου καλῶν· οὕτω καὶ ἐν τῇ πρὸς Κορινθίους “ ἕως ἀναγινώσκηται Μωσῆς,” τουτέστιν ὁ νόμος ὁ διὰ Μώσεως δοθεὶς, ὅς ἐστι τύπος τοῦ μέλλοντος. ἐτυποῦτο δὲ ἄρα, φησιν, ἐν τοῖς περὶ τὸν Ἀδὰμ, καὶ προδιεγράφετο τὰ μετέπειτα γενησόμενα· ταῦτα δὴ τὰ κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἔδει γὰρ ἴσως γενέσθαι τὸν μὲν “ πρῶτον ἄνθρωπον Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, “ τὸν δὲ ἔσχατον Ἀδὰμ, εἰς πνεῦμα ζωοποιοῦν.” ἐπειδὴ γοῦν, “ ὁ μὲν πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ὁ δὲ δεύτερος “ ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ,” ἀνάγκη “ κατὰ μὲν τὸν χοικὸν “ εἶναι τοὺς χοικούς· κατὰ δὲ τὸν ἐπουράνιον τοὺς ἐπουρανίους. “ καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, οὕτω δήπου καὶ τὴν “ εἰκόνα τοῦ ἐπουρανίου φορέσομεν.” ἀκολούθως ἐκ τῶν ὑποδεεστέρων ἀναβιβαζόμενοι πρὸς τὰ ὑπάρχοντα.
Διοδώρου. Προειπὼν ὅτι ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ Ἀδὰμ, ἐπὶ τῇ ἀποφάσει τοῦ θανάνου καὶ οἱ λοιποὶ πάντες ἥμαρτον, πιστοῦται. ὅτι ἥμαρτον, ἐκ τοῦ ἐπάγειν· “ ἄχρι γὰρ νόμου ἁμαρτίᾳ ἦν ἐν κόσμῳ.” [*](t Aliquid excidit hic.)
Θεοδώρου. Οὐδὲ γὰρ ὁ νόμος ἐπεισελθών, φησι, τὴν ἁμαρτίαν ἔλυσεν· ἀλλ’ ἄχρις ἢν τε ὁ νόμος καὶ ἐπολιτεύετο καὶ ἐκράτει παρὰ τοῖς ἀνθρώποις, ἐλάμβανε καὶ τὰ τῆς ἁμαρτίας προσθήκην· οὐδὲν πρὸς τοῦτο τῆς τοῦ νόμου θέσεως συμβαλέσθαι δυνηθείσης αὐτοῖς· καὶ πρὸς ἀπόδειξιν τοῦ προκειμένου ἐπάγει, “ ἁμαρτία δὲ “ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.” τοσοῦτον γὰρ ἀπεῖχεν ὁ νόμος, φησὶ, τοῦ τὴν ἁμαρτίαν ἀνελεῖν, ὥστε οὐδ’ ἃν γένοιτο ἁμαρτία, εἰ μὴ νόμος εἴη. νόμον δὲ νῦν καλεῖ τὴν ἥντινα δήποτε διάκρισιν· εἴτε ἀπὸ φύσεως, εἴτε ἀπὸ θέσεως ἐγγινομένην· μὴ γὰρ οὔσης τῆς διακρίσεως οὐκ ἄν τις λέγοιτο ἁμαρτάνειν ἁμαρτίαν· εἰ δὲ ὁ τὸ φαινόμενον κακὸν καὶ διακεκριμένον ἀπὸ τοῦ καλοῦ μετιὼν, ἀλλὰ τοῦτο μὲν, εἰς αὔξησιν τοῦ ἐφ’ ᾧ πάντες ἥμαρτον, τέθεικεν. ἐχόμενος δὲ τῆς οἰκείας ἀκολουθίας, ἐπήγαγεν, “ ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος “ ἀπὸ Ἀδὰμ μέχρι Μώσεως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν
Τὸ μὲν οὖν “καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι “ τῆς παραβάσεως Ἀδὰμ,” τοῦτο λέγει, ὅτι ὁ θάνατος ἐκράτησεν ἁπάντων τῶν ὁπωσδήποτε ἡμαρτηκότων. οὐ γὰρ ἐπειδὴ οὐχ ὅμοιον ἦν τὸ τῆς ἁμαρτίας εἶδος τό τε τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν ἀνθρώπων, θανάτου γεγόνασιν ἐκτὸς οἱ λοιποί· ἀλλ’ ὑπὲρ ὧν ἡμάρτανον ὁπωσδήποτε, τοῦ θανάτου τὴν ἀπόφασιν ἐδέξαντο πάντες. οὐ γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης ἁμαρτίας· ἔστι δὲ ἐν τῷ πᾶν ἀπὸ τοῦ, “ οὐ μόνον δὲ ἀλλὰ καὶ καυ- “ χώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” οὐ λέγει γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης ἁμαρτίας. λέγει γὰρ ὅτι οὐκ ἐπὶ τούτῳ μόνον καυχώμεθα, ὅτι διὰ τοῦ Χριστοῦ κατήλλαξεν ἡμᾶς ὁ Θεὸς ἑαυτῷ, ἀλλ’ ὅτι καὶ πάντα δὴ τὰ παλαιὰ ἔλυσε κακά. ποῖα ταῦτα; ἡμαρτηκότος γὰρ τοῦ Ἀδὰμ, καὶ μὴν καὶ θνητοῦ διὰ τοῦτο γεγονότος, ἥτε ἁμαρτία πάροδον ἔλαβεν εἰς τοὺς ἑξῆς, καὶ ὁ θάνατος πάντων ἐκράτει τῶν ἀνθρώπων ὡς εἰκός· πάντων γὰρ ἡμαρτηκότων, εἰ καὶ μὴ παραπλησίαν τῷ Ἀδὰμ ἁμαρτίαν, ἀλλ’ οὖν γε ὁπωσδήποτε, τῶν μὲν οὕτω, τῶν δὲ οὕτω· ἀνάγκη καὶ τὸν θάνατον ἦν κρατεῖν ἐφ’ ἁπάντων ὁμοίως· ἀλλ’ οὐδὲ ὁ νόμος ἐπεισελθὼν ἀνελεῖν αὐτὴν ἐπὶ τῶν ἀνθρώπων ἐδυνήθη· τοὐναντίον μὲν οὖν καὶ ἡ τοῦ ἁμαρτάνειν ἀφορμὴ ἐντεῦθεν ἡμῖν ἐπεγίγνετο· τῷ μηδὲ οἷόν τε εἶναι ἁμάρτημα κρίνεσθαι νόμων ἐκτός· ὄντων δὲ τῶν καθ’ ἡμᾶς ἐν τούτοις ὡς μηδεμίαν τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ὑποφαίνεσθαι ἐλπίδα, λύσιν ἁπάντων ὁ Χριστὸς εἰργάσατο τῶν κακῶν. διὸ συντόμως ἐπήγαγε τὸ “ ὅς ἐστι τύπος τοῦ μέλλοντος·” ἵνα εἴπῃ ὅτι ἐγένετο δὲ τὰ κατὰ τὸν Ἀδὰμ τύπος τῶν κατὰ Χριστόν. ἐπειδὴ ὥσπερ δι’ ἐκείνου τῶν χειρόνων ἡ πάροδος ἐγένετο, οὕτω διὰ τούτου τῆς τῶν κρειττόνων ἀπολαύσεως τὴν ἀφορμὴν ἐδεξάμεθα.
Ακακίου. Οὐχ ἁπλῶς εἴρηκε “ καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας·” ἄντικρυς γὰρ ἐναντίον ἢν τῷ ἀλλαχοῦ αὐτῷ εἰρημένῳ· τῷ “ πάν- “ τες γὰρ ἥμαρτον,” ἀλλ’ “ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ “ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ·” τουτέστι καὶ ἐπὶ τοὺς μὴ διὰ τοῦ φαγεῖν ἀπὸ τοῦ ἐν τῷ παραδείσῳ ξύλου ἁμαρτῶντας. ἐκ
Φωτίου. “ Ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μεχρὶ “ Μωϋσέως.” τριά ἐστιν ἐν τούτοις τοῖς παραβολικῶς ἀλλήλοις παρατεθεῖσιν, ὁμοιότης τις, ἐναντιότης, ὑπερβολή. κατὰ τὴν ὁμοιότητα ἐναντιότης μὲν, ἁμαρτία, ἀναμάρτητον· ἔχθρα πρὸς Θεὸν, καταλλαγὴ πρὸς Θεόν· κατάκριμα, δικαίωμα· ἀπώλεια καὶ πτῶμα μὰ καὶ θάνατος, σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις. ἡ μὲν οὖν ἐναντιότης ἐν τούτοις· ἡ δὲ ὁμοιότης, ὥσπερ δι’ ἑνὸς τοῖς πᾶσιν ἐπιγέγονεν· ἡ δὲ ὑπερβολὴ, ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν, τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν, ἐπὶ δὲ τῶν ἀμεινόνων οὐδεὶς συνέπραξεν, ἀλλὰ μόνον τοῦ ἑνὸς Χριστοῦ τὸ χάρισμα γέγονεν. ὥστε οὐχ ὁμοίως καὶ ἐπίσης, ἀλλὰ καθ’ ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιότης· πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων, οὐκ ἀνῃρέθη μόνον ταῦτα, ὅπερ ὡς ἐναντίοις ὅμοιον καὶ ἀνάλογον, ἀλλὰ καὶ ἐπεδόθη παρὰ Χριστοῦ τὰ ἀμείνω· ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησιν.
Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα.
Κυρίλλου. Τέθεικας u εἰς τύπον τοῦ προτέρου τὸν δεύτερον, μονονουχὶ πυνθάνεται τὸν ἀκροώμενον, ὡς ὑποστιγμῇ τε καὶ ἐπερωτήσει λέγων· “ ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χά- “ ρισμα.” ὅμοιον γὰρ ὡς λέγοι· κατακεκρίμεθα τῷ θανάτῳ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὅλης τῆς ἀνθρωπείας φύσεως τοῦτο παθούσης ἐν αὐτῷ· καὶ γὰρ ἦν ἀπάρχη τοῦ γένους· ἀλλ’ ἐν Χριστῷ πάλιν ἀνεθάλλομεν εἰς ζωήν. τύπος δὲ ἦν ὁ Ἀδὰμ τοῦ μέλλοντος, τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν. ἆρα οὖν, φησὶ, τοῦτο λέγων, διημάρτηκα κατ’ ἀληθοῦς; ἔξω φέρομαι τοῦ εἰκότος; “ οὐχ “ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα ; ” ἀλλ’ ἴσχυσε μὲν δι’ ἑνὸς ὁ θάνατος, ἀτονήσει δὲ δι’ ἑνὸς ἡ ζωή; καίτοι πῶς οὐχ [*](u Leg. τεθεικώς.)
Γενναδίου. Μία μὲν γάρ φησιν ἡ ἁμαρτία τῆς κατακρίσεως πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν. ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπταιστον παντελῶς τοῦ λοιποῦ καὶ δικαίαν ἐργασαμένη τὴν φύσιν ἡμῶν.
Διοδώρου. Τοῦτο x δοκεῖ ἐναντίως ἔχειν τῷ προκειμένῳ τὸ “ εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν·” εἰπὼν γὰρ ἀνωτέρω περὶ πάντων, νῦν περὶ πολλῶν λέγει. ἀλλὰ χρὴ εἰδέναι ὅτι διῆλθε μὲν εἰς πάντας ὁ θάνατος, ἐπειδὴ καὶ πάντες ἡμάρτομεν. ἀλλὰ διῆλθε πάντας μὲν διερευνῶν καὶ πειράζων, κατέχων δὲ οὐ τοὺς ἁπλῶς ἁμαρτάνοντας, ἀλλὰ τοὺς ἐμπαραμένοντας ταῖς ἑαυτῶν ἁμαρτίαις. ὅπερ καὶ διὰ τῶν ἑξῆς δηλοῖ λέγων, ὅτι ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί. δι’ ὧν ἐμφαίνει τὸ ἀμετάθετον τῆς κακίας αὐτῶν. ὥστε διῆλθε μὲν εἰς πάντας ὁ θάνατος, διερευνῶν, ὁρῶν αὐτοὺς ἁμαρτάνοντας· ἐθανάτωσε δὲ οὐ πάντας. ἔνιοι μὲν οὖν διαφορὰν θανάτου ᾠήθησαν διὰ τούτων δηλοῦσθαι· καὶ διὰ μὲν τοῦ “ πάντες” σωματικὸν ἐμφαίνεσθαι τὸν θάνατον· διὰ δὲ τοῦ “ πολ- “ λοὶ” ψυχικὸν, ἀλλ’ οὐδὲν τούτων νῦν ἡ ἀκολουθία τοῦ λόγου δείκνυσιν. οὐδὲ γὰρ διαστολή τις ἐν αὐτῷ ἐστιν, ἀλλ’ ὡς περὶ ἑνὸς οἰκουμενικοῦ πράγματος διέξεισι. φιλοτιμεῖται μέντοι δεῖξαι, ὅτι εἰ καὶ τὸ παράπτωμα τοῦ Ἀδὰμ κατεσκεύασεν ὁ πονηρὸς, ἀρχὴν ἑαυτῷ τῆς κατ’ ἄνθρωπον βασιλείας πραγματευόμενος, ἀλλὰ μεῖζον χάρισμα ἐπιδήμησας ὁ Κύριος ἐχαρίσατο.
Θεοδώρου. Καὶ οὐδὲ τοῦ παραπτώματος εἶδός φησι, τοσοῦτον, ὅσον τὸ του χαρίσματος· εἰ γὰρ καὶ ἡ του ἕνος ἁμάρτια τοῖς ἀνθρώποις τὸν θάνατον ἐπήγαγεν· ἀλλ’ οὖν γε ἡ διὰ τοῦ Χριστοῦ [*](x Cod. τοῦ.)
Καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα.
Κυρίλλου. Ἀνατίθησιν ὥσπερ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν τοῦ νοήματος δύναμιν ἐπὶ τὸ ὅτι μάλιστα πρέπον τῷ Θεῷ. εἰ γὰρ δή, φησι, τὸ ἐξ ἑνὸς, ἤτοι δι’ ἑνὸς κατάκριμα τοῦ Ἀδὰμ ἀπεφοίτησεν εἰς πάντας καθ’ ὁμοιότητα τὴν αὐτοῦ· ῥίζα γὰρ ἦν, ὡς ἔφην, τοῦ γένους παθοῦσα τὴν φθορὰν, πῶς οὐκ ἃν γένοιτο καὶ πίστει παραδεκτὸν καὶ ἀγαπητὸν τῷ Θεῷ τὸ δεῖν ἐξ ἑνὸς δικαιώματος ἐκ πολλῶν παραπτωμάτων δικαιοῦσθαι πολλούς; ἣ οὐχ αἱρετὸν τὸ σώζειν μᾶλλον ἣ ἀπολλύναι παρὰ Θεῷ; ὥσπερ τοίνυν καταδεδίκασται μὲν ὁ Ἀδὰμ, κατεκράτησε δὲ Μώσεως ἡ τῆς ἀρᾶς δύναμις ὑποφέρουσα τῇ φθορᾷ τοὺς ἐπὶ τῆς γῆς, οὕτως ἐπειδήπερ δεδικαίωται χριστὸς ὁ δεύτερος Ἀδὰμ ὁδῷ τῇ πρώτῃ, βαδιεῖταί που πάντως καὶ εἰς ἡμᾶς ἡ δικαίωσις. δεδικαιῶσθαι δὲ φαμὲν τὸν Χριστὸν, οὐχ ὡς ἄδικον μὲν γεγονότα ποτὲ, προσήκοντά γε μὴν ἐξ ἐπιδόσεως τῆς εἰς τὰ ἀμείνω εἰς δικαίωσιν· ἀλλ’ ὅτι πρῶτός τε καὶ μόνος ἄνθρωπος αὐτὸς ἐπὶ γῆς οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Γενναδίου. Μιὰ μὲν γάρ, φησιν, ἁμαρτία τῆς κατακρίσεως πάντων αἰτία, καὶ τὴν ἐκείνης δίκην οἱ καθεξῆς πάντες ἐξέτισαν. ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπταιστον παντελῶς καὶ δικαίαν ἐργασάμενος τὴν φύσιν ἡμῶν.
Διοδώρου. Ἀντὶ τοῦ πρὸς ἓν ἁμάρτημα τοῦ Ἀδάμ. μεγάλη γὰρ ἦν καὶ πολλὴ, καὶ τὰ ἁμαρτήματα τῇ φιλανθρωπίᾳ ὐπερβαίνουσα· ὅπερ διδάσκων ἐπάγει· “ τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς “ κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίω- “ μα.” βούλεται γὰρ εἰπεῖν, ὅτι τὸ μὲν τοῦ Ἀδὰμ ἁμάρτημα ἓν ἦν, ἀλλ’ ὅμως ἓν ὃν ἐξ ἑνὸς ἁμαρτήματ’ ὃς κατέκρινε τοὺς πολλοὺς
Θεοδώρου. ίαν ταύτην αἰτίαν λέγει τῆς διαφορᾶς. ἐκεῖ μὲν γάρ φησιν, εἷς ἡμαρτηκὼς, καὶ κατακριθεὶς διὰ τοῦτο, εἰς τοὺς ἑξῆς τὴν τιμωρίαν ἐνεχθῆναι παρεσκεύασε πάντας, κοινωνοὺς τῆς ἀποφάσεως ἐσχηκὼς τοῦ θανάτου. ἡ δὲ χάρις οὐχ ὁμοίως. οὐ γὰρ ἀπ’ ἑνὸς ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ εἰς τοὺς ἑξῆς ἐλήλυθεν. ἀλλὰ πολλῶν ὄντων τῶν ἤδη κατακεκριμένων, σύντομον εἴς τε τοὺς πρό- τερον καὶ εἰς τοὺς ἑξῆς ἀνθρώπους τῆς δωρεᾶς ἐποιήσατο τὴν ἐξά- πλωσιν. ἔστιν οὖν μείζων πολλῷ· εἴπερ ἐκεῖνο μὲν ἔκλαμψε τοὺς ἑξῆς· τοῦτο δὲ οὐ τοὺς ἑξῆς μόνον ὠφέλησεν, ἀλλὰ γὰρ καὶ τοὺς προσειληφότας ἔλυσε τῶν ἐγκλημάτων.
Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι.
Κυρίλλου. Ἄθρει δὴ πάλιν ὡς ἀλκιμωτέραν τῆς κατακρινού- κατακρινούσης ἀρᾶς καταλογίζεται τὴν δικαιοῦσαν χάριν. οὐ γὰρ δή, φησι, φαίη τις ἃν ὡς ἦν εἰκὸς κατισχύσαι μὲν τῶν ἐπὶ τῆς γῆς τὸν δι’ ἑνὸς θάνατον, εὐσθενείας γε μὴν ἀμοιρῆσαι τὴν ζωήν· πολλῷ γὰρ μᾶλλον οἱ χάριν ἔχοντες τὴν διὰ Χριστοῦ καὶ τὴν τῆς δικαιοσύνης δωρεὰν ἐκ φιλοτιμίας τῆς ἄνωθεν, ἀποσείσονται μὲν τοῦ θανάτου τὸ κράτος, συμβασιλεύσουσι δὲ τῷ ζωοποιοῦντι τὰ πάντα Χριστῷ.
Γενναδίου. Ἀποδείξας αὐταρκῶς τὸ περιττὸν τῆς χάριτος κατὰ σύγκρισιν, ἐπισυλλογίζεται λοιπὸν καὶ κατασκευάζει τὸ σπουδαζόμενον, καὶ φησὶν, “εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι “ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς” καὶ τὰ ἑξῆς. τῷ γὰρ συν- συνδέσμῳ, νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο. εἰ τοίνυν φησι καὶ ἑνὸς ἀν- θρώπου παραπτώματι καὶ δι’ ἑνὸς παραπτώματος ὁ θάνατος ἐβα- σίλευσεν, ἄρα οὖν πολλῷ μᾶλλον οἱ τὸ πλέον τῆς εἰς δικαιοσύνην χάριτος ἐν τῷ ἑνὶ Χριστῷ κομιζόμενοι, καθὼς ἀποδέδεικται, βασι- λεύσουσιν ἐν ἀθανάτῳ ζωὴ.
Θεοδώρου. Ἔτι μὴν κακεινο φησὶ, πολλὴν δείκνυσι τὴν δια-
Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος.
Κυρίλλου. Προσεπάγει ταῖς προκειμέναις ἐννοίαις ὁ θεσπέσιος Παῦλος οἱονεὶ τὸ συμπέρασμα, καὶ φησὶν, “ ἄρα οὖν ὡς δι’ “ ἑνὸς παραπτώματος,” καὶ τὰ ἑξῆς. κατακεκρίμεθα γὰρ, ὡς προεῖπον ἐν Ἀδὰμ, καὶ ὡς ἐκ ῥιζ́ης τῆς πρώτης εἰς ἅπαν διέβη τὸ ἐξ αὐτῆς γενόμενος ὁ ἐξ ἀρᾶς θάνατος. δεδικαιώμεθα δὲ καὶ ἀνεβλαστήσαμεν εἰς ζωὴν, δικαιωθέντος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ. ἀφειδήσας μὲν γὰρ τῆς αὐτῷ δοθείσης ἐντολῆς ὁ προπάτωρ, προκέκρουκε τῷ Θεῷ καὶ ὑπομεμένηκε τὰ ἐκ θείας ὀργῆς. κατώλισθε γὰρ εἰς φθορὰν τότε, καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ἡ ἁμαρτία· οὕτω καὶ ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, τουτέστιν οἱ ἀνὰ πᾶσαν τὴν γῆν. ἀλλ’ εἴποι τις ἄν· ναὶ παρώλισθεν ὁ Ἀδὰμ, καὶ τῆς θείας ἀλογίσας ἐντολῆς, φθορᾷ καὶ θανάτῳ κατεδικάζετο. εἶτα πῶς ἁμαρτωλοὶ δι’ αὐτὸν κατεστάθησαν οἱ πολλοὶ; τί πρὸς ἡμᾶς τὰ ἐκείνου πταίσματα; πῶς δὲ ὅλως οἱ μήπω γεγενημένοι καταδεδικάσμεθα σὺν αὐτῷ, καίτοι Θεοῦ λέγοντος, “ οὐκ ἀποθανοῦνται “ πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων. ψυχὴ ἡ ἁμαρ- “ τάνουσα αὕτη ἀποθανεῖται,” τίς οὖν ἃν γένοιτο πρὸς ἡμᾶς τῆς ἀπολογίας ὁ τρόπος; οὐκοῦν ψυχὴ μὲν ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται. ἁμαρτωλοὶ δὲ γεγόναμεν διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ διὰ τοιόνδε τρόπον. πεποίητο μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ καὶ ζωῇ, ἦν δὲ αὐτῷ καὶ ὁ βίος ἁγιοπρεπὴς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς· ὅλον ἦν καὶ διαπαντὸς ἐν θεοπτίαις ὁ νοῦς, ἐν εὐδίᾳ δὲ καὶ γαλήνῃ τὸ σῶμα, κατηρεμούσης ἁπάσης αἰσχρᾶς ἡδονῆς· οὐ γὰρ ἦν ἐκτόπων κινημάτων θόρυβος ἐν αὐτᾷ.
Επειδὴ δὲ πέπτωκεν ὑφ’ ἁμαρτίαν καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι. ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος.
Διοδώρου. Ἐξετάσας καὶ διαγυμνάσας τήν τε διὰ τοῦ Ἀδὰμ προστριβεῖσαν ἀνθρώποις ζημίαν, καὶ τὴν παρὰ τοῦ Κυρίου δωρηθεῖσαν εὐεργεσίαν, ἐπάγει λοιπὸν ἀποφατικώτερον διδάσκων, ὣ; τοῦ μὲν Ἀδὰμ κατέκρινε, καὶ ἐθανάτωσεν ἀνθρώπους τὸ παράπτωμα, τοῦ δὲ Κυρίου ἐζωοποίησε τὸ δικαίωμα. τί δὲ τοῦ Ἀδὰμ τὸ παράπτωμα; ἡ παρακοή· τί τοῦ Κυρίου τὸ δικαίωμα; ἡ ὑπακοὴ, ἣν ὑπήκουσεν τῷ Πατρὶ κατὰ τὸ ἐνανθρωπῆσαι καὶ παθεῖν ὑπὲρ ἀνθρώπων, καθώς ἐν ἑτέροις ὁ Ἀπόστολός φησι, “ σχήματι “ εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος “ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.” ὥστε ἡ ὑπακοὴ καθεῖλε τὴν παρακοὴν, καὶ τῷ βελτίστῳ τὸ χείριστον κατηγωνίσατο.
Θεοδώρου. Ἀρκούντως ἐν τοῖς προκειμένοις τὴν διαφορὰν δείξας τῶν πραγμάτων, συλλογίζεται ἐνταῦθα τὸ πᾶν πρὸς τὸ διὰ “ τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε·” ταῦτα ἀποδιδοὺς καὶ λέγων, ὅτι δέδεικται διὰ τούτων ἡμῖν, ὅπως τοῦ Ἀδὰμ καὶ ἁμαρτήσαντος καὶ θανάτου αἰτίου γεγονότος, ὁ Χριστὸς καὶ τὴν λύσιν τῶν ἁμαρτημάτων ἡμῶν ἐχαρίσατο, καὶ τὴν ἀπαλλαγὴν τοῦ θανάτου τῇ τῆς ἀναστάσεως ἐλπίδι, καθ’ ἣν ἔξω πάσης ἁμαρτίας πολιτευσόμεθα. τοῦτο γὰρ λέγει τὸ ἁμαρτωλοί. οὕτως ὁ Χριστὸς τὴν ἀνάστασιν ἡμῖν ἐδωρήσατο, ὥστε ἐν ἀθανάτῳ τῆ φύσει καταστάντας, πάσης ἁμαρτίας διάγειν ἐλευθέρους, ἐν ἀκριβεῖ τῇ δικαιοσύνῃ πολιτευομένους. ἔδειξε δὲ κανταῦθα ὅτι τὸ οἱ πολλοὶ ἀντὶ τοῦ πάντες λέγει· εἰν γὰρ τὸ “ εἰς “ πάντας ἀνθρώπους, εἰς δικαίωσιν ζωῆς, ἐπήγαγεν “ ἁμαρτωλοὶ “ κατεστάθησαν οἱ πολλοί.” ὥστε δῆλον ὅτι οἱ πολλοὶ ἀντὶ τοῦ οἱ πάντες λέγει, καὶ ἀνωτέροις, κἀνταῦθα.
Ἀκακίου. “Ὥσπερ γάρ,” φησι, “ διὰ τῆς παραβάσεως τοῦ “ ἑνὸς ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ,” οὐ τοῦτο λέγει ὅτι ἑνὸς ἁμαρτῶντος καὶ οἱ πολλοὶ ἁμαρτῶντες, τὴν αὐτὴν δόξαν ἀπηνέγκαντο μετὰ τῶν τιμωριῶν· ἄδικον γὰρ, x ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἀρχὴν ἔσχεν ἡ ἀνθρωπότης, καὶ ὑπάρχειν καὶ ἁμαρτάνειν.
Σευηριανοῦ. Εἶδες πῶς διορίζει κᾳνταῦθα ἐπὶ μὲν τῆς ἁμαρτίας καὶ τῆς δικαιοσύνης, τὸ “ πολλοὶ” τιθείς· οὐ γὰρ πάντες ἥμαρτον οἱ πρὸ νόμου, οὐδὲ ἐδικαιοπράγησαν πάντες ἐν τῇ χάριτι· “πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.” ἐπὶ δὲ τοῦ σωματικοῦ θανάτου καὶ τῆς σωματικῆς ἀναστάσεως πάντες καὶ πάντες.
Ἀνεπιγράφου. Τοῦτο ἐναντιοῦται τῇ ἀποστολικῇ ῥήσει τῇ λεγούσῃ “ εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, καὶ τὰ ἑξῆς. τοὺς πολλοὺς οὖν τοὺς πάντας λέγει. ἡ γὰρ χάρις καὶ ἡ δωρεὰ ἡ διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ οὐκ ἔστι μερική· ὥστε “ οἱ πολλοὶ” ἀντὶ πάντων εἴληπται· εἰ δέ τις βούλοιτο τοὺς πολλοὺς νοεῖν τεθνηκέναι, ὑπεξαιρουμένων τοῦ Ἐνὼχ, καὶ τοῦ εἰς οὓς διῆλθε μὲν ὁ θάνατος, καθὸ γεγόνασι θνητοὶ, οὐ μὴν καὶ κατέσχεν αὐτῶν· ὅτι ὁ μὲν μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, ὁ δὲ ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, πόσῳ μᾶλλον ἡ εἰς τὰ ἄπειρα πλήθη ἀποσταλεῖσα χάρις τοῦ παναγάθου Θεοῦ ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ; εἰ δὲ καὶ τινες ἐν τῇ παρουσίᾳ καταληφθέντες τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μὴ γεύσαιντο θανάτου, καὶ πρὸς τοὺς τοιούτους ἃν εἴη ἀντιδιαστελλόμενον τὸ “ οἱ πολλοὶ ἀπέθανον·” τι γὰρ τὸ ἀναγκαῖον τοὺς περιλειπομένους ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου θανάτου γεύσασθαι, εἶτα αὖθις ἀνίστασθαι· ἀλλὰ μὴ ἐντεῦθεν εἰς ἀθανασίαν χωρεῖν. οὐ γὰρ ὅτι ὁ Χριστὸς ἀπέθανε, ταύτῃ καὶ πάντας ἀποθανεῖν ἀνάγκη. ἀλλ’ ἐκ τοῦ ἐναντίου, εἰ ὑπὲρ πάντων ἀπέθανεν, οὐδεὶς ὤφειλεν ἀποθνήσκειν οὐκέτι. εἰ δὲ διὰ τὴν φύσιν τοῦ πράγματος οὕτω γίνεται, οἱ καταλαμβανόμενοι ἐν τῇ παρουσίᾳ αὐτοῦ οὐ τεθνήξονται.
Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.
Κυρίλλου. Διαλογιεῖται τις, φησὶ, κατὰ τὸ εἰκὸς ἐκεῖνο που, καὶ λέγει· τύπος ἦν τοῦ μέλλοντος ὁ Ἀδάμ· καὶ ὥσπερ ἐν ἐκείνῳ [*](x Leg. ἀλλ’ ὅτι.)
Καὶ τίς ἂν νοοῖτο πάλιν τῆς τοῦ νόμου παρεισδρομῆς ἡ χρεία, σαφῶς ἀκούσει λέγοντος, “ ἵνα πλεονάσῃ τὸ παράπτωμα.’ τί φῆς ᾦ Παῦλε; ἆρα καὶ ἁμαρτίας ὁ νόμος ἦν πρόξενος; καὶ πεπλήθυνται δι’ αὐτοῦ τὰ παραπτώματα; μὴ γένοιτο. χρὴ τοίνυν κατευρύναι τῆς μυσταγωγίας τὸν τρόπον. ἔφη τοιγαροῦν ὁ Δαβὶδ “ ὅτι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἦν ὁ ποιῶν χρη- “ στότητα, οὐκ ἦν ἕως ἑνός.” διεφθάρκασι γὰρ πάντες οἱ ἐπὶ τῆς γῆς τὴν ὁδὸν αὐτῶν, μετὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ταύτῃ τοι καὶ ἐκολάζοντο· κοινὴν μὲν ἅπαντες ὑπομείναντες δίκην τὸν κατακλυσμόν· ἰδικῶς δὲ καὶ κατὰ καιροὺς καὶ κατὰ χώρας τε καὶ πόλεις· εἰ γὰρ καὶ νόμος οὐκ ἦν, ἀλλ’ οὖν καὶ ἐξ ἐμφύτων κινημάτων ἐπαιδαγωγεῖτο παρὰ Θεοῦ πρὸς εἴδησιν τῶν ἀγαθῶν ἡ ἀνθρώπου φύσις.
Πεπραχότας οὖν ἀθλίως τοὺς ἐπὶ γῆς κατηλέει Θεὸς, καὶ τῆς τυραννούσης αὐτοὺς ἁμαρτίας ἀπαλλάττειν ἐν Χριστῷ φιλαγάθως ἐσκέπετο· ἀλλὰ δεῖ x ᾠήθη καὶ μαλὰ ὀρθῶς πολὺ, νοσοῦντας προαναφαίνεσθαι τοὺς ἐπὶ τῆς γῆς· ἵνα χρειωδεστάτην ἔχουσα τὴν εἰς τὸν κόσμον εἰσβολὴν, ἡ ἐν Χριστῷ δικαίωσις ὁρῷτο λοιπόν· δικαιοῦσθαι γὰρ φαμὲν, οὐ τὸν ἤδη δίκαιον, ἀλλ’ εἴ τις ἐστιν ἁμαρτίαις ἔνοχος. πῶς οὖν ἔδει προαναδείκνυσθαι τοὺς ἐπὶ τῆς γῆς τῆς ἐν Χριστῷ χάριτος δεδεημένους; παρεισῆλθε νόμος, ἵνα πλεονάσῃ τὸ παράπτωμα· τουτέστιν, ἴνα ἐν τοῖς ὑπὸ νόμον πολὺ φαίνοιτο το παράπτωμα· μηδενὸς δηλονότι δικαιοῦσθαι δυναμένου διὰ τὸ τῆς φύσεως ἀσθενές· ὑποπιπτόντων δὲ ὥσπερ ἁπάντων ταῖς ἐκ παραβάσεως αἰτίαις. τέθειται τοίνυν ὁ νόμος ἔλεγχος οἷά τις τῆς [*](x Leg. vid. δεῖν.)
Διοδώρου. Εἰπὼν ἵνα πλεονάσῃ, ἔδειξεν ὅτι καὶ πρὸς νόμον ἦν παράπτωμα, καὶ ᾔδεσαν πταίοντες ἄνθρωποι. οὐ μὴν πάντα ἃ ἔπταιον ἐπεγίνωσκον ὡς πταίσματα· ἀλλ’ ὁ νόμος δοθεὶς, ἀπεγύμνωσε καὶ ἔδειξε πλείονα ὄντα ἣ ἃ ἐνόμιζον· ἀκριβῶς δὲ εἶπε τὸ “ παρεισῆλθε,” μεταξὺ γὰρ τῆς τοῦ Ἀδὰμ παρακοῆς, καὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας πάροδον εἰς τὸν βίον ἔλαβεν ὁ νόμος. “ οὗ “ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.” ποῦ οὖν ἐπλεόνασεν ἡ ἁμαρτία; ὅπου ὁ νόμος. εἰ δὲ παρὰ Ἰουδαίοις ὁ νόμος, ἐκεῖ καὶ ὑπερεπερίσσευσεν ἡ χάρις. ἐκεῖθεν γὰρ εὐαγγελισταὶ καὶ Ἀπόστολοι, καὶ τὸ τῆς σωτηρίας κεφάλαιον ὁ Χριστός.
Φωτίου. Εἰπὼν ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ· τύπος δὲ δηλονότι ἐκ τοῦ ἐναντίου· ὡς γὰρ ἐκεῖνος αἴτιος ἀνθρώποις y θανάτου, οὕτως ὁ χριστὸς αἴτιος ἀνθρώποις ἀναστάσεως. εἰπὼν οὖν, ὡς ἔφημεν, ὅτι τύπος ἦν ὁ Ἀδὰμ τοῦ Χριστοῦ· ἐπειδὴ μέλλων αὐτὸ κατασκευάζειν, οὐ μόνον τὴν ὁμοιότητα κατασκευάζει καὶ τύπον, ἄλλα καὶ τὴν ἐν τῳ τύπῳ καὶ ὁμοιότητι ὑπεροχὴν καὶ περισσείαν· τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ λέγειν, ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα· καὶ πάλιν, καὶ οὐχ ὡς ἑνὸς ἁμαρτήσαντος. ἐπεὶ οὖν σύνθετον αὐτῷ πὼς γέγονε τὸ ἐπιχείρημα, ἀνομοιώτητά πὼς ἐν ὁμοιότητι διαπλέκοντι· νῦν ἐπαναλαμβάνεται μὲν τὸ αὐτὸ, καθαρῶς δὲ τὴν ὁμοιότητα δείκνυσι· καὶ οὐκέτι πλέκων ὅσον ἀπὸ τῆς λέξεως τινὰ ἀνομοιώτητος μάχην· εἶτα σαφῶς τοῦτο καὶ καθαρῶς ἐνδειξάμενος, ὅτι ὥσπερ δι’ ἑνὸς ἐβασίλευσεν ὁ θάνατος, πολλῷ μᾶλλον ἐν ζωῇ βασιλεύσει δι’ ἑνὸς Χριστοῦ, ἐπάγει ὥσπερ συμπαραινούμενος, καὶ εἰς τὸ ἔτι σαφέστερον καὶ συνεσταλμένον ἀνάγων τὸν λόγον, καὶ φησιν· “ ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀν- “ θρώπους τὸ κατάκριμα,” καὶ τὰ ἑξῆς· εἶτα καὶ ἐπειδὴ καὶ ἐν τῷ πρώτῳ καὶ συνθέτῳ ἐπιχειρήματι, καὶ ἐν τῷ δευτέρῳ καὶ δια- [*](y Cod. ἄνθρωπος sed marg. γρ ἀνθρώποις)
Οὐ ταυτολογεῖ τοίνυν, ὡς ἄν τις οἰηθείη, ὁ θεῖος Ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν· ἔστι μὲν οὖν τὸ μὲν “ ἀλλ’ “ οὐχ ὡς τὸ παράπτωμα,’ καὶ ἑξῆς, ἕως τοῦ “ ἐκ πολλῶν παραπτω- “ μάτων εἰς δικαίωμα.” ἐπιχείρημα μὲν, ὡς ἔφημεν, δεικτικὸν τοῦ τύπου καὶ τῆς ὁμοιότητος· ἐδεῖτο οὖν σαφηνείας καὶ διακαθάρσεως. τοῦτο ποιεῖ τὸ ἐφεξῆς ἐπιχείρημα, ἐπαναλαμβάνον τὸ προειρημένον καὶ διακαθαῖρον καὶ εἰς τὸ σαφὲς ἀπαγγέλον· ἀλλ’ ἔδει καὶ τοῦτο λαβεῖν ἀξίωμα, καὶ μὴ ἐξ ὑποθέσεως προτείνεσθαι μόνον. οὐδὲ τοῦτο παρορᾷ, ἀλλ’ ὡσπερ συμπεραινόμενος, καὶ τῇ του λόγου θαρρῶν ἀληθείᾳ, μετὰ βεβαιώσεως ἀποφαίνεται· “ ἄρα οὖν ὡς δι’ “ ἑνὸς παραπτώματος,” καὶ τὰ ἑξῆς. εἶτα, ἐπεὶ οὖν ἦν εἰπὼν ἐν τοσούτοις ἐπιχειρήμασιν οὐδαμοῦ πόθεν ἔσχεν ἀρχὴν τὸ δικαίωμα καὶ τὸ κατάκριμα, οὐδὲ τοῦτο παρορᾷ, ἀλλὰ τίθησι λέγων, “ ὥσπερ “ γὰρ διὰ τῆς παρακοῆς,” καὶ ἑξῆς.
Ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ.
Γενναδίου. Ὥστε φησὶν ἀναντίρρητον ὅτι καθάπερ ἡ ἁμαρτία τὴν ἑαυτῆς ἐν τῷ θανάτῳ καὶ διὰ τοῦ θανάτου δυναστείαν ἐκράτυνεν, οὐτῶ καὶ η χάρις τὴν ἐν χριστῷ τοῖς πάσι παρεχομένη δικαίωσιν, ἐν ἀτελευτήτῳ ζωῇ τὴν βασιλείαν ἀδιάδοχον ἥξει.
Θεοδώρου. τῷ βασιλεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν, οὕτως λέγει· μείζονα περὶ τὸ ἁμαρτάνειν ῥοπὴν θνητοὶ γεγονότες ἐσχήκαμεν. πολλὰ μὲν γὰρ ἀπὸ ἡδονῆς, τῆς πέρι τε βρῶσιν καὶ πόσιν, καὶ τὸν ἔξωθεν κόσμον, καὶ μὴν καὶ τὰς τῶν γυναικῶν ἐπιμιξίας ἐγγίνεται ἡμῖν πταίσματα, ἐφ’ ἑκάστου τούτων, οὐκ ἐπὶ τοῦ
Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῆ ἁμαρτίᾳ.
Γενναδίου. Τὰ προλαβόντα εἰρηκὼς ἐπὶ συστάσει τοῦ περὶ τῆς κατὰ Χριστὸν χάριτος λόγου, συνεῖδεν ἐκ τούτων αὐτῷ τικτομένην ἀντίθεσιν· καὶ ταύτην ἀντιθεὶς, ὡς ἀπὸ τοῦ ἐναντίου τὴν λύσιν αὐτῆς ἰσχυροτάτην ἐργάζεται, καὶ φησὶν, “ τι “ οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ; “ μὴ γένοιτο.” ἄρα οὖν φησὶν, ἔκ γε ὧν ἔφην, ὡς ἐπεξαμαρτητέον ἡμῖν, καὶ ταύτῃ τὴν χάριν ποιητέον πλείονα τε καὶ μείζονα. εἴπερ οὑν πρὸς τὸ τῶν ἡμετέρων πλῆθος ἁμαρτημάτων καὶ ἡ ταύτης αὔξεται φύσις. ἔοικε δὲ μάλιστα τοῦτο, τῷ “ φασί τινες ἡμᾶς λέ- “ γειν, ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά.” μὴ γένοιτό φησι· τέως ὡς ἀνόσιον παντὸς λογισμοῦ τὸν λόγον ἀπηύξατο. μετὰ τοῦτο δὲ ἤδη καὶ λογισμοῖς ἀναμφιλέκτοις z τὴν ἀτοπίαν αὐτοῦ διελέγχει, καὶ φησὶν, “ οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι “ ζήσομεν ἐν αὐτῇ ” τοῦτο λέγειν ἄν φησιν ἔχοιεν οἱ σαρκικοί τε καὶ ἄπιστοι. ἡμᾶς μέντοι τῶν παντάπασιν ἀδυνάτων ἐστὶν αὖθις ἀναβιῶναι τῇ ἁμαρτίᾳ τοὺς ἅπαξ ἀποθανόντας αὐτῇ.
Διοδώρου. “ Τί οὖν ἐροῦμεν,” φησὶν, “ ἐπιμενοῦμεν τῇ ἁμαρ- “ τίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; μὴ γένοιτο.” ἀσφαλῶς ἐπήγαγε [*](z Cod. ἀνεμφιλέκτοις,)
Περὶ τῆς ὀφειλομένης ἐπὶ τῇ πίστει πράξεως ἀγαθῆς.
Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Ἰησοῦν.
Κυρίλλου. Βεβαπτίσμεθα μὲν ὁμολογουμένως “ εἰς τὸ ὄνομα “ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος·” εἰ δὲ δὴ λέγοι ὡς εἰς Χριστὸν Ἰησοῦν βεβαπτίσμεθα, οὐκ ἔξω τοῦ εἰκότος ἐμ μάλιστα μὲν γὰρ ὀνόμασι τε καὶ ὑποστάσεσι καὶ προσώπων διαφοραῖς εἰς ἰδικὴν ἑτερότητα διεστήξει πῶς Πατὴρ πρὸς Υἱὸν, καὶ πρὸς ἄμφω τὸ Πνεῦμα. Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ, καὶ οὐχ Υἱός Υἰὸς δ αὖ πάλιν κατὰ φύσιν ὁ ἐξ αὐτοῦ, καὶ οὐ Πατήρ. Πνεῦμα δὲ ἰδικῶς τὸ Πνεῦμα τὸ Ἅγιον. ἐπειδὴ δὲ ἐν Πατρὶ μέν ἐστιν ὁ Υἱὸς, ἐν Υἱῷ δὲ Πατὴρ, ὄντος ἐν ἀμφοῖν τοῦ Ἀγίου Πνεύματος διὰ τὸ τῆς οὐσίας ταὐτὸν, κἂν εἰ ἕν τις ἀνομάσῃ δυνάμει θεωρημάτων τὴν τοῦ παντὸς δήλωσιν ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας, οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἣ τοῦ Πνεύματος.
Ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατον ὁ Ἰησοῦς· κεχώρηκεν ἀναγκαίως ὁ μακάριος Παῦλος ἐπὶ τὸ ὅτι μάλιστα τῇ προκειμένῃ μυσταγωγίᾳ χρειωδέστατον· ἔδει γὰρ ὀνομασταὶ a τὸν πεπονθότα. ταύτῃ τοι φησὶν, “ ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον “ αὐτοῦ ἐβαπτίσθημεν.” προκαταθέμενοι γὰρ ὥσπερ τὸ ἐκ συνειδήσεως ὀρθῆς ἀγαθὸν ἐπερώτημα εἰς Χριστὸν, καὶ πίστει παραδεξάμενοι, ὅτι καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἐτάφη καὶ ἀνεβίω, τὴν [*](a Sic.)
Δεῖ γὰρ ἡμᾶς ὡς συντεθαμμένους καὶ συνανίστασθαι νοητῶς. καὶ εἴπερ ἐστι τεθνάναι τῇ ἁμαρτίᾳ τὸ συνθάπτεσθαι τῷ Χριστῷ, δῆλον ἂν εἴη δήπουθεν ὡς οὐχ ἕτερόν τι τὸ συνανίστασθαι νοοῖτ’ ἃν εἰκότως πλὴν ὅτι τὸ ζῆν ἐν δικαιοσύνῃ. ἐγηγέρθαι μὴν διαβεβαιοῦνται Χριστὸν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὐχ ὡς ἰσχύος ἐπιδεᾶ· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλλ’ ὅτι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τῇ τῆς ἀνωτάτω φύσεως δόξῃ προσάπτειν ἔθος, αὐτῷ τε Χριστῷ καὶ τοῖς αὐτοῦ. οὐκοῦν κἂν εἴτι λέγοιτο κατορθοῦν ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἐξεκενοῦμεν τῆς ἐφ’ ἅπασιν ἐνεργείας αὐτοῦ τὸν Υἱόν. εἰ γὰρ πάντα γέγονεν δι’ αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέν τις ὡς ἐνήργηκε διὰ Υἱοῦ καὶ αὐτοῦ τοῦ ἁγίου σώματος τὴν ἀνάστασιν. καὶ γοῦν ὁ Υἱὸς ἐνεργὸν εἰς τοῦτο δεικνὺς ἑαυτὸν τοῖς Ἰουδαίοις, ἔφασκε “ λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν “ τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” ἄθρει δὴ οὖν ὅπως αὐτὸς ἐγείρειν ἐπαγγέλλεται τὸν ἴδιον ναὸν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀναστῆσαι λεγομένου. ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ ζωοποιὸς δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναόν.
Γενναδίου. Ἴστε τοῦτο πάντως, φησὶν, ὡς τὸ Χριστοῦ βάπτσμα τύπον ἔχειν αὐτοῦ, τοῦτε θανάτου φαμὲν καὶ τῆς ἀναστάσεως. οἱ τοίνυν τοῦτο πίστει δεξάμενοι, πρόδηλον ὡς ἐπὶ ταῖς ἐλπίσιν αὐτὸ ταύταις εἰλήφαμεν· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν εἰς υἱοθεσίαν ἐπίδοξον, τοῦτο γὰρ λέγει “ διὰ τῆς δόξης τοῦ Πατρὸς,” οὕτω καὶ ἡμεῖς τοῦ θανάτου κεκοινωνηκότες αὐτῶ διὰ τοῦ βαπτί- [*](b In marg. γρ. τεθνεῶτι.)
Θεοδώρου. Ἢ οὐκ ἴστε, φησὶν, ἐκεῖνο, ὅτι τὸ βάπτισμα κοινωνοὺς ποιεῖ τοῦ θανάτου τοῦ Χριστοῦ; καὶ γὰρ ὥσπερ συνθάπτεσθαι δοκοῦμεν αὐτῷ βαπτιζόμενοι κατά γε τὸν τύπον· ὥστε προσήκειν ἡμᾶς, καθάπερ Κύριος ἐκ νεκρῶν ἀναστὰς εἰς ἑτέραν καινήν τινα κατέστη ζωὴν, οὕτως καὶ αὐτοὺς ἐν Καινῆ τινὶ ζωὴ καθεστάναι μετὰ τὸ βάπτισμα, λογιζομένους ἄξιον ἐπιδείκνυσθαι τὸν βίον τῆς ζωῆς ἐκείνης, εἰς ἣν διὰ τοῦ βαπτίσματος γεγενῆσθαι πιστεύομεν.
Σευηριανοῦ. Τὸ ἐν καινότητι ζωῆς ἐστι, τὸ καινῆς τινὸς καὶ νέας ἐνάρξασθαι ζωῆς, τὴν παλαιὰν τὴν ἐν ἁμαρτίαις ἀποθεμένους· καὶ γὰρ ἡ ἀναγέννησις καινοῦ τινος βίου καὶ νέου πολιτείαν ἐπαγγέλλεται.
Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανατου αὐτοῦ.
Κυρίλλου. Χρῆναι, φησὶν ὁ θεσπέσιος Παῦλος τοὺς συντεθαμμένους Χριστῷ καὶ συναναστήσεσθαι προσδοκᾷν· καὶ τὸ μὲν “ σύμφυτοι” τὸ οἱονεὶ σύμμορφοι τε καὶ ταὐτοειδεῖς νοητῶς ὑπεμφήνειεν ἄν· πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον. τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Ἐμμανουήλ, καὶ ἀπέθανε κατὰ σάρκα. συντεθάμμεθα δὲ αὐτῷ, τίνα δὴ τρόπον ἡμεῖς οἱ c βεβαπτισμένοι; ἄρα ὡς ἀνατλάντες σὺν αὐτῷ τὸν τῆς σαρκὸς θάνατον; οὔ μενοῦν. πῶς οὖν ἄρα σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ; φέρε δὴ φέρε, λέγωμεν· ἀπέθανε μὲν γὰρ κατὰ σάρκα Χριστὸς, ἵνα λύσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν. ἀποθνήσκομεν δὲ ἡμεῖς οὐ κάταγε τὴν σάρκα ποθὲν, ἀλλὰ τῇ ἁμαρτίᾳ καθὰ γέγραπται· τουτέστιν ἀεργῆ τε καὶ ἄπρακτον ἐν ἑαυτοῖς ἀποφαίνοντες τὴν ἁμαρτίαν, διὰ τοῦ κατανεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν.
Σύμφυτοι δὴ οὖν γεγόναμεν, οὐχὶ δὴ μόνον τῷ κατὰ σάρκα θανάτῳ Χριστοῦ, ἀλλὰ καὶ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. τοῦτο δ’ ἃν εἶναι νοοῖτο τὸ ὑπὲρ τῆς ἁμαρτίας ἀποθανεῖν, καὶ οὐχ [*](c Cod. βεβαπτισμένον.)
Θεοδύρου. Δῆλον δὲ ἄρα κἀκεῖνο φησὶν, ὡς οὐκ ἔνεστι τυπικῶς κοινωνήσαντες τῷ θανάτῳ, μὴ καὶ τῆς ἀναστάσεως ἐπ’ αὐτῶ τυχεῖν τῶν πραγμάτων. καλῶς δὲ εἶπε τὸ “ σύμφυτοι,” περί νεκρώσεως καὶ ζωοποιήσεως διαλεγόμενος· ἐπειδὴ καὶ τῶν φυτῶν ἴδιόν ἐστι τὸ νεκροῦσθαι μὲν ἐν τῇ φυτείᾳ, μεθίστασθαι δὲ ἐπὶ τὸ κρεῖττον καὶ ἐνδοξέτερον πολλῷ. καὶ εἰκότως ἀπὸ τῶν παρόντων τὰ μέλλοντα ἐπιστώσατο· ἐπειδὴ γὰρ δῆλον ἢν ὡς Πνεύματος μετεῖχον ἐν τῷ βαπτίσματι· τοῦτο δὲ ὑπ’ αὐτῶν σαφῶς ἐδείκνυτο τῶν πραγμάτων· καλῶς ἀπὸ τοῦ φαινομένου τότε τὸ μηδέπω δῆλον αὐτοὺς ἐπιστώσατο.
Διοδώρου. Ἀκριβῶς τὸ σύμφυτον τέθεικε· τῶν γὰρ συμπεφυτευμένων πρέμνων εἰς ταὐτὸ ἑνοῦται πολλάκις ἡ φύσις διὰ τῆς κολλήσεως· οὕτως οὖν καὶ οἱ γνησίως βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Χριστοῦ, ἑνοῦνται αὐτῷ διὰ τῆς πίστεως.
Ωριγένουσ. Πλάσας τὸ ὄνομα τέθεικε φυτόν τι, ἐπιστάμενος τὸν Ἰησοῦν θάνατον φέρον καρποὺς ἀναιρετικοὺς τῆς ἁμαρτίας· ᾧ φυτῷ ὁ λόγος γεωργεῖ ἐν τοῖς παραδεξαμένοις τὴν διδασκαλίαν τὴν διὰ Χριστοῦ, ποιῶν αὐτοὺς συμφύτους τῷ ὁμοιώματι τοῦ θανάτου ἐκείνου d, δύναται ἡ ἀνθρωπίνη φύσις ἀναλαβεῖν, τὸν δὲ ἐκείνου θάνατον τοῦ ἁμαρτίαν μὴ ποιήσαντος, μηδὲ γνόντος ἁμαρτίαν, ἀλλ’ ἀποθανόντος ἐπὶ τῇ καθαιρέσει, οὐχὶ τῆς ἐν αὐτῷ ἁμαρτίας, ἀλλὰ τῆς ἐν ἡμῖν, οὐχ οἷόν τε ἐστὶν ἀποθανεῖν τινὰ τῶν ἡμαρτηκότων· “ πάντες δὴ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ “ Θεοῦ, δικαιούμενοι δωρεὰν,” καὶ τὰ ἑξῆς.
[*](d Quae sequuntur non satis cohærent.)Ανώνυμον. Ἐν ἄλλοις δὲ λέγει, “ συνήγειρε καὶ συνεκά- “ θισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· καὶ εἰ συνηγέρθητε τῷ “ Χριστῷ, τὰ ἄνω ζητεῖτε.” πῶς οὖν ἐνταῦθα λέγει, “ καὶ τῆς “ ἀναστάσεως ἐσόμεθα ; ” πρὸς τοῦτο λεκτέον ὅτι διττῶς ὀναμάζει τὴν ἀνάστασιν ὁ Ἀπόστολος· μίαν μὲν τὴν ἤδη, καθ’ ἣν ὁ ἅγιος συνανέστη Χριστῷ, καὶ συνεγερθεὶς αὐτῷ, τὰ ἄνω ζητεῖ· ἑτέραν δὲ τὴν ὅταν ἔλθῃ τὸ τέλειον, περὶ ἧς καὶ Δανιὴλ προφητεύων φησὶ, “ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, “ οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσ- “ χύνην αἰώνιον.” τὴν ἑτέραν μὲν οὖν τῶν ἀναστάσεων οἱ ἅγιοι ἐροῦσι συνεγηγέρθαι τῷ Χριστῷ· κατὰ δὲ τὴν ἑτέραν καὶ ἀναστήσεσθαι.
Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος.
Κυρίλλου. τίς “ ὁ παλαιὸς ἡμῶν ἄνθρωπος,” ποῖον δὲ “ τὸ “ σῶμα τῆς ἁμαρτίας τὸ καταργούμενον,” καὶ τίνα δὴ τρόπον συνεσταυρώθη Χριστῷ, πολυπραγμονεῖν ἀναγκαῖον. ἴσως μὲν οὖν οἰήσονται τινες ἁμαρτίας εἰρῆσθαι σῶμα τὴν ἀπὸ γῆς σάρκα, καθάπερ ἐν τάξει δίκης τῇ τοῦ ἀνθρώπου δοθεῖσαν ψυχῇ, διὰ τὸ καὶ πρὸ σωμάτων ἡμαρτηκέναι. δοκεῖ γὰρ ὧδέ τισι καὶ φρονεῖν καὶ λέγειν. Ἑλλήνων δὲ οὖσαν τὴν δόξαν ὡς οὐκ ἀληθῆ διωσώμεθα. σῶμα τοίνυν ἁμαρτίας καὶ παλαιὸν ἡμῶν ἄνθρωπον τὸ σῶμα λέγει τὸ ἀπὸ γῆς ἔχον ὥσπερ ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸ καταφθείρεσθαι δεῖν· καὶ καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ καὶ πρώτῳ· ἠρρωστηκὸς δὲ πρὸς τούτῳ καὶ τὸ φιλήδονον. ἔχοι γὰρ οὕτω κατὰ φύσιν ἡ σὰρξ ἐξ ἐμφύτων κινημάτων.
Πῶς οὖν ἄρα συνεσταύρωται ἀπὸ γῆς τῷ Χριστῷ; γέγονεν ἄνθρωπος ὁ μονογενὴς, καὶ σάρκα τὴν ἀπὸ γῆς ἠμπέσχετο καταρρωστοῦσαν, ὡς ἔφην, ὡς ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸν θάνατον· ὠδίνουσαν δὲ ὥσπερ ἐν ἑαυτῇ, καὶ τὸ ἐξ ἐμφύτων κινημάτων ἀκονᾶσθαι πρὸς ἁμαρτίαν· κατηρεμεῖ μὲν τῆς ἁμαρτίας ὁ νόμος ἐν τῇ ἁγίᾳ καὶ πανάγνῳ σαρκὶ τοῦ Χριστοῦ, καὶ οὔτι που κεκινῆσθαι φαμὲν ἐν αὐτῷ τὰ τῶν ἀνθρωπίνων παθῶν ἐκτοπώτερα· πλὴν ὅσα τὴν κίνησιν ἀδιάβλητον ἔχει· τὸ πεινῆν δὲ λέγω καὶ τὸ διψῆν καὶ τὸ κοπιᾶν καὶ ὅσα καὶ παρ’ ἡμῖν ὁ τῆς φύσεως νόμος ἔξω
Συνεσταυρώθη τοίνυν ὁ παλαιὸς ἄνθρωπος· λέλυται γὰρ διὰ τῆς ἀναστάσεως τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἡ δύναμις· κατήργηται δὲ καὶ τὸ σῶμα τῆς ἁμαρτίας, καὶ οὐχὶ δὴ πάντως ἡ σὰρξ, ἀλλὰ τῶν ἐν αὐτῇ κινημάτων ἡ ἔμφυτος ἀγριότης, κατασείσουσα μὲν ἀεὶ πρὸς τὰ αἰσχίω τὸν νοῦν· ἐνιεῖσα δὲ ὥσπερ πηλῷ καὶ τέλμασι ταῖς γεωδεστέραις ἡδοναῖς. ὅτι γὰρ ἐν Χριστῷ καὶ τοῦτο κατώρωται τῇ ἀνθρωπείᾳ φύσει· πῶς ἃν ἐνδοιάσειέ τις Παύλου λέγοντος ἐναργῶς, “ τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς “ σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς “ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ὁρᾶς οὖν ὅπως τὸ τῆς ἁμαρτίας κατήργηται σῶμα. κατακέκριται γὰρ ἐν τῇ σαρκὶ τῆς ἁμαρτίας τὸ κέντρον, καὶ νενέκρωται μὲν ἐν πρώτῳ Χριστῷ· διαβέβηκε δὲ παρ’ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς ἡμᾶς ἡ χάρις.
Γενναδίου. Παλαιὸν ἄνθρωπον, τὸν φθαρτὸν λέγει καὶ πάθητον· ὡς τῆς παλαιότητος φθειρούσης τὸν ὥσπερ ἃν ἐπιγίνοιτο· ἁμαρτίας δὲ σῶμα φησὶ, τὸ μηκέτι μένον τὸ ἀναμάρτητον, ἀλλ’ ἐπιδεχόμενον ἁμαρτίαν. τοῦτο τοίνυν καταργεῖται φησὶ, τουτέστι ἀνενέργητον πρὸς τὴν ἁμαρτίαν καθίσταται. διὸ καὶ οὐχ ἁπλῶς ἔφη καταργεῖσθαι τὸ σῶμα, ἀλλὰ τὸ σῶμα τῆς ἁμαρτίας. τοῦτο γὰρ φθαρτὸν ὃν νῦν, ἐνδύεται ἀφθαρσίαν· καὶ θνητὸν ὃν νῦν, ἐνδύσεται ἀθανασίαν, μετασχηματίζοντος ἡμῶν τὸ σῶμα τῆς ταπεινώσεως τοῦ δεσπότου Χριστοῦ, πρὸς τὸ γενέσθαι αὐτὸ σύμμορφον
Θεοδώρου. Λέγει καὶ τὸ πάθος τοῦ Κυρίου ἐπί τισιν ἐγένετο, εἰς μείζονα πίστιν τῶν εἰρημένων. ἐπειδὴ γὰρ ὑπὸ τὴν ἀπόφασιν γενόμενοι τοῦ θανάτου, πλεῖστον ὅσον ἐπιρρεπέστερον πρὸς τὸ ἁμαρτάνειν ὑπὸ τῆς θνητότητος ἐγινόμεθα, τῷ Χριστῷ φησὶν ἐσταυρωμένῳ, ὥσπερ ἅπασα ἡμῶν ἡ ὑπὸ τὴν θνητότητα κειμένη φύσις συνεσταυρώθη, ἐπειδὴ καὶ πᾶσα αὐτῷ συνανέστη. πάντων ἀνθρώπων αὐτῷ συμμετασχεῖν ἐλπιζόντων τῆς ἀναστάσεως. ὡς ἐντεῦθεν συναφανισθῆναι μὲν τὴν περὶ τὸ ἁμαρτάνειν ἡμῶν εὐκολίαν, διὰ τῆς ἐπὶ τὴν ἀθανασίαν τοῦ σώματος μεταστάσεως· γενηθῆναι δὲ καὶ ἡμᾶς ἔξω καταστῆναι τῆς τοῦ ἁμαρτάνειν ἀνάγκης.
Σευηριανοῦ. Οἱ κατὰ τὸν παλαιὸν ἄνθρωπον ζῶντες, σῶμα ἔχουσιν ἁμαρτίας προκείμενον τῷ διαβόλῳ εἰς ἐπιβουλάς· οἱ δὲ κατὰ τὸν νέον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, σῶμα δικαιοσύνης· ἐπειδὴ καὶ μέλη τοῦ Κυρίου εἰσὶν, οὐκοῦν τοῦ διαβόλου τοὺς ἀνθρώπους ἐξερεθίζοντος ἁμαρτεῖν, ἡττηθέντος διὰ Χριστοῦ, καὶ τῷ σταυρῷ προσηλωθείσης τῆς σαρκὸς τοῦ Λόγου, ὁ πονηρὸς ἐκβέβληται· καὶ ἐλευθεριάζουσι νῦν οἱ βουλόμενοι. ὁ γὰρ ἀποθανὼν κατὰ τὸν τοῦ βαπτίσματος λόγον, τῷ κόσμῳ ἀπέθανε, καὶ δεδικαίωται καὶ ἀπήλλακται τιμωρίας, τῆς ἁμαρτίας ἀπαλλαγείς.
Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ.
Γενναδίου. Οὐκοῦν, φησι, καθάπερ ὁ Χριστὸς, καὶ ἡμεῖς ἀποθνήσκομεν, καθάπερ ὁ Χριστὸς ζησόμεθα καὶ ἡμεῖς. προσήκει οὖν εἰς ἐκεῖνον ὑμῖν ἀφορᾶν· καὶ ἅπερ ἐκεῖνον ἅπαξ ἀποθανόντα τῇ ἁμαρτίᾳ, εἰτα ἀναστάντα τῷ Θεῶ, τῶν ἀδυνάτων ἐστὶν αὖθις ἀποθανεῖν, οὕτω δέοι ἂν καὶ ὑμᾶς λογισμῷ χρωμένους δικαιοτάτῳ
Διοδώρου. Εἰ μὲν ἦν δυνατόν φησι τὸν Χριστὸν καὶ δὶς καὶ τρὶς ἀποθανεῖν ὑπὲρ τῶν ἁμαρτανόντων, ἴσως ἀκίνδυνον ἦν ἐπὶ τὴν παλαιὸν τῶν ἁμαρτημάτων παλινδρομῆσαι συνήθειαν, ὁμοίαν ἔχουσιν ἀεὶ καὶ τῆς φιλανθρωπίας ἐλπίδα. εἰ δὲ ἅπαξ ἀποθανὼν οὐκ ἔτι ἀποθνήσκει, οὕτω καὶ ἡμεῖς συνταφέντες αὐτῷ καὶ συνεγερθέντες, οὐκέτι ταῖς ἁμαρτίαις ἀποθνήσκομεν. οὐ γάρ ἐστι δεύτερον βάπτισμα οὔτε δεύτερος Χριστοῦ θάνατος. διὸ ἀσφαλέστερον δεῖ βιοῦν. “ ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.” τουτέστιν ὑπὲρ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων· “ ὃ δὲ ζῇ, τῶ Θεῷ ζῇ.” τουτέστιν εἰσαεὶ ζῆ, ἅτε δὴ Θεὸς ὤν· οὕτως οὖν καὶ ὑμεῖς ταῖς ἁμαρτίαις νεκρώθητε· τῷ δὲ Θεῷ ζώσατε, δι’ ὃν ζῆτε.
Καὶ οὕτω νοήσεις, ὥσπερ λέγομεν, ἐπὶ τοῦ καθ’ ἡμᾶς ἀνθρώπου, ἀπέθανε τῇ σαρκὶ, ζῆ δὲ τῇ ψυχῇ, κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον, οὕτω μοι νόει “ τῷ Θεῷ ζῇ·” τουτέστι τὸ εἶναι Θεὸς, οὐκ ἐπειδὴ καὶ τὸ εἶναι ψυχῇ οὐκ ἔζη, ἀλλὰ τὸ ἀμαχώτερον ἔθηκε τὸ εἶναι αὐτὸν Θεόν.
Ὠριγένουσ. Ἀποτετολμημένως ἐπιφέρει τὸ “ θάνατος αὐτοῦ “ οὐκέτι κυριεύει·” ὅπερ ἐστι δυσφημοειδές. οἱ γὰρ πλεῖστοι φασιν ἀποθανεῖν αὐτόν· οὕτω e κυριεύεσθαι ἀπὸ τοῦ θανάτου, ἀλλὰ τῷ ἑκόντα τὴν ψυχὴν αὐτοῦ τεθεικέναι ὑπὲρ τῶν προβάτων ἑαυτοῦ, ἣ ὑπὲρ τῶν φίλων ἑαυτοῦ· φησὶν γὰρ καὶ αὐτὸς ὁ Σωτῆρ’, “ οὐδεὶς “ αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ “ ἐμαυτοῦ.” ὁ μὲν οὖν τις πρὸς ταῦτα φησὶν, ὅτι θάνατος λέγεται νῦν ὁ μέσος καὶ ἀδιάφορος, ὃν κατὰ τὸ κοινότερον ἀπέθανεν, ὅτε ὥς φησιν ὁ Παῦλος, “ ἀπέθανε κατὰ τὰς γραφάς.” ἀλλὰ πῶς ταύτῃ δυνήσεται συναγορεῦσαι τῇ διηγήσει τὸ “ ἀπεθάνομεν σὺν Χριστῷ, καὶ τὸ, “ ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ ; ” ἀλλ’ ἴσως ὁ τοιοῦτος ἐρεῖ, ὡς τὰ αὐτὰ ὀνόματα τίθησι διττῶς ἡ γραφή· ποτὲ μὲν ἐπὶ τῶν σωματικῶν, ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ, ὡς καὶ περὶ τῆς Σαμαρείτιδος γεγραμμένον, ἐν ᾦ τὸ ὕδωρ καὶ τὸ πιεῖν κατὰ τὸν αὐτον τόπον, ὅτε μὲν ἔπι του σωματικοῦ· ὅτε ’δε ἔπι του πνευματικοῦ τετάχθαι δοκεῖ· καὶ τὸ περὶ τοῦ θερισμοῦ ὡσαύτως φησί.
[*](d Leg. ῥυθμίζειν, e Leg. οὐ τῷ.)Φησὶ τοίνυν οὐδὲν θαυμαστὸν κατὰ τοῦτον τὸν χαρακτῆρα καὶ τὸν Ἀπόστολον εἰρηκέναι, τὸ μὲν “ ἀπεθάνομεν σὺν Χριστῷ,” τάσσοντα, οὐκ ἐπὶ τοῦ κοινοτέρου θανάτου· τὸ δὲ “ θάνατος αὐτοῦ “ οὐκ ἔτι κυριεύει, ὡς θανάτου νῦν τοῦ μέσου ὀνομαζομένου. ἕτερος δὲ παρὰ τοῦτον ἐρεῖ ὅτι θάνατος ἐνταῦθα λέγεται ὁ κυριεύων Χριστοῦ, οὐκ ἄλλος ἣ ὁ ἐχθρὸς αὐτοῦ, οὗ τόπος d ἦν τὸ κατὰ τὸν Ιωνᾶν κῆτος προφητευόμενον, καὶ ὑπὸ τοῦ Ἰὼβ φάσκοντος, “ ἀλλὰ “ κατεράσαιτο αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι·” πρὸς ὃν θάνατον ὁδεύων, κατὰ τὸν καιρὸν τοῦ μέσου θανάτου ἔλεγεν, γεν, οὐ διὰ τὸν μέσον θάνατον, ἀλλὰ δι’ ἐκεῖνον· “ νῦν ἡ ψυχή μου “ τετάρακται, καὶ περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.” Οἰνεῖ (sic) γὰρ ἀπῄει εἰς τὴν χώραν αὐτοῦ διὰ τοὺς κρατουμένους ὑπ’ αὐτοῦ, ὡς τάχα διὰ τοῦτο ἐρεῖσθαι τὸ “ εἰς χοῦν θανάτου κατή- “ γαγές με.” καὶ ἑαυτὸν πεποίηκεν αὐτῷ “ ὑπήκοος γενόμενος μέχρι “ θανάτου.” διὰ γὰρ τὸ γεγονέναι ἐν αὐτῷ κατακριθεὶς ὑπ’ αὐτοῦ, κατέκρινε τὴν ἁμαρτίαν, οὖσαν ἐν ἐκείνῳ τῷ θανάτῳ. ὡς ἄν τις παραδείγματος ἕνεκεν, ἐλεύθερος ὣν, δοῦλον ἑαυτὸν παραδίδωσι τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ’ αὐτῷ γενόμενος, ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰκονομικῇ δουλίᾳ τοὺς πολίτας ἀπὸ τοῦ ὑπ’ ἐκείνω κινδύνου διὰ τοῦ ἐνέδρᾳ τινι ἀποκτεῖναι τὸν στρατηγὸν, καὶ τοὺς ὑπ’ αὐτῷ πολεμίους. ἐκυριεύθη γὰρ ὁ τοῦτο δράσας, ὡς οὐκ αἰχμάλωτος ἁλοὺς, ἀλλὰ φρονήματι χρησάμενος ἀριστέως· οὕτως οὖν καὶ ὁ Χριστὸς ἑαυτὸν παρέδωκε τῇ δουλείᾳ, ἵνα μηδεὶς θανάτου γένηται τῶν μαθητευομένων αὐτοῦ τῷ λόγῳ δοῦλος· οὕτως γὰρ φησὶν ἡ γραφὴ, “ κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ “ θανάτου, τουτέστι τὸν διαβόλον,” καὶ τὰ ἑξῆς. τάχα δὲ καὶ παρέδωκεν ἑαυτὸν τῷ θανάτῳ κυριευθησόμενον, ῥυόμενος τοὺς ὑπ’ αὐτοῦ κεκρατημένους, καὶ ἀντ’ ἐκείνων ἑαυτὸν παραδιδούς· ἵνα μετὰ τοῦτο καταστρατηγήσῃ καὶ καταργήσῃ τὸν θάνατον. Μῆ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι.
Διοδώρου καὶ Θεοδωρίτου. “ Μὴ παριστάνετέ,” φησι, “ τὰ “ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ,” ἀντὶ τοῦ, μὴ ὑμεῖς καθ’ ἑαυτῶν δίδοτε ὅπλα τῷ πονηρῷ καὶ ἰσχὺν, ἁμαρτάνοντες· “ ἁμαρτία [*](d Leg. τύπος.)
Θεοδύρου. Λέγει μὲν, ὅτι τούτων οὕτως ἐχόντων, δίκαιον ἡμᾶς μὴ ἁμαρτάνειν κατὰ τὸν παρόντα βίον· κἂν ἔτι θνητοὶ τὴν φύσιν ὄντες, πλείονα ἔχητε τὴν ἐπὶ τοῦτο ῥοπήν· ἐπειδὴ δὲ τὸ βασιλεύειν ἐπὶ τῆς ἁμαρτίας τέθεικε, καλῶς εἶπε, τὸ “ μὴ “ παριστάνετε τὰ μέλη ὑμῶν.” παρεστάναι γὰρ τοῖς βασιλεῦσιν ἔθος τοὺς δορυφόρους. μὴ τούνυν φησὶν ὡς βασιλίδι τῇ ἁμαρτίᾳ σπεύδοντες ὑπηρετεῖσθαι, διαπράττεσθε ἃ μὴ δεῖ. σπουδάσατε δὲ μᾶλλον ἑαυτοὺς ἀφορίσαι τῷ Θεῷ, κατὰ τοὺς ἐκ νεκρῶν ἀναβιώσοντας· ὅλοι δι’ ὅλων τὰ διακαιοσύνης ἔργα ποιεῖν ἐσπουδακότες.
Θαυμασιώτατον δὲ αὐτοῦ τὸ ὡσεὶ ἐκ νεκρῶν ζῶντας δεικνύντος ὅτι οὐ τὸ πρᾶγμα παρ’ αὐτῶν ἀπαιτεῖ, ἀλλὰ τὴν κατὰ τὸ δυνατὸν μίμησιν· ζῶντες μὲν γὰρ ἐκ νεκρῶν τότε ἔσονται, νυνὶ δὲ ὡς ἐκ νεκρῶν ζῶντές φησιν, ἀντὶ τοῦ κατὰ τὸ δυνατὸν ἐκεῖνο μιμούμενοι· καὶ καλῶς πείθων αὐτοὺς μὴ δεδοικέναι τὴν περὶ τὸ ἁμαρτάνειν ῥοπὴν καὶ τὰς ἐντεῦθεν κινήσεις, εἰ τὰ τῆς γνώμης ἀκέραια σώζοιτο, ἐπάγει, “ ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει.” ἐπειδὴ γὰρ ἀπὸ τῶν μελλόντων μὴ δεῖν αὐτοὺς ἁμαρτάνειν ἔδειξεν, ἀκολούθως ἐπήγαγεν, ὅτι κρατῆσαι ὑμῶν καθόλου τὴν ἁμαρτίαν τῶν ἀδυνάτων· ἔσται γὰρ καιρὸς ὁ μέλλων, ἐν ᾧ πάσης ἁμαρτίας ἀπηλλαγμένοι πολιτεύσεσθε· ὥστε εἰ νῦν τὰ τῆς γνώμης ὑμῶν ὐγιαίνοι e, ἅπαν εἶδος ἁμαρτίας ἀποστρεφομένων, καὶ σπουδῇ τὰ καλὰ ποιεῖν ἐθελόντων, οὐ δεῖ δεδοικέναι τὴν ἐπὶ τὸ χεῖρον ῥοπήν. λήψεται γὰρ ἴασιν τοῦτο πάντως ἐν καιρῷ τῷ προσήκοντι, καὶ οὐ χρεία τῶν ἡμετέρων πρὸς τοῦτο πόνων. καὶ τὸ μεῖζον, “ οὐ γὰρ ἐστὲ ὑπὸ νόμον, “ ἀλλ’ ὑπὸ χάριν.” τοσοῦτον γὰρ ἀφέξετε τότε καί τι τοιοῦτον διδοικέναι, ὥστε οὐδὲ νόμων ὑμῖν δεήσει τῶν ὑποδεικνύντων ἃ πράττειν [*](e Cod. ὑγιαίνει.)
Γενναδίου. Ἀνατρίψας ἐκ τῶν κατὰ χριστῶν τὴν ἀντίθεσιν, καὶ δείξας οὐκέτι τοῦ ἁμαρτάνειν αὐτοῖς οὐδαμῶς, ὡς οὐκ οὖσιν ἔτι μετὰ τὸ βάπτισμα σαρκικοῖς· ταῦτα δὲ μόνῃ πίστει τέως οὐ πείρᾳ κεκτήμεθα· οὔτε γὰρ ἀπαθεῖς, οὔτε ἀθάνατοι πὼς γεγόναμεν, τοῦ πράγματος αὐτοῦ κατά τινα λόγον ἀπόρρητον τῷ τῆς κοινῆς ἀναστάσεως φυλαττομένου καιρῷ, συμβουλὴν μετρίαν τε αὐτοῖς καὶ τὴν ἐνδεχομένην προσάγει· οὐ γὰρ ἔφη, μὴ οὖν ἁμαρτάνετε. τοῦτο γὰρ φύσεως ἀπαθοῦς τε καὶ ἀθανάτου, ἀλλὰ “ μὴ βασι- “ λευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν,” κράτος ἐχέτω· μὴ δὲ δίκην οἰκετῶν τὸ προσταττόμενον ὑπ’ αὐτῆς ἐν ταῖς τοῦ σώματος ἡμῶν ἐπιθυμίαις ἔτι ποιεῖν καταδέχεσθε f, δορυφόρους ὥσπερ αὐτὴν πρὸς συνεργείαν τῆς ἀδικίας τὰ ἑαυτῶν παρεχόμενοι μέλη. ἀλλ’ ἀποφυγόντες ἐκείνην, καὶ πολεμίαν ὑμῖν εἶναι καὶ ἐχθρὰν ἡγησάμενοι, καταφύγετε πρὸς Θεὸν, καὶ ὡς ἀθανάτους αὐτῷ πρὸς δικαιοσύνης κατὰ δικαιοσύνης κατόρθωσιν ἑαυτοὺς εὐτρεπίσατε· “ ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γὰρ ἐστὲ ὑπὸ νόμον ἀλλ’ “ ὑπὸ χάριν.” ἔγνω τούτου τὸν σαρκικὸν ἑτοίμως ἑξόμενον· καὶ τῇ χάριτι πρὸς ἁμάρτημα ἀποχρησάμενον ἄδειαν τοῦτο τοίνυν προυπειδόνος (sic) ἑαυτῷ, τὸν παρ’ ἐκείνου λόγον ἀνθυποφέρει καὶ φησίν.
Ωριγένουσ. Ἀνωτέρω μὲν εἶπεν, “ ἵνα ὥσπερ ἐβασίλευσεν “ ἡ ἁμαρτία ἐν τῷ θανάτῳ.” νυνὶ δὲ οὐκ εἶπε τοῦτο, ἀλλὰ, “ μὴ “ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ g ὑμῶν σώματι.” διδάσκων ὅτι ὥσπερ θρόνος καὶ βασίλειόν ἐστι τῆς ἁμαρτίας τὸ θνητὸν ἡμῶν σῶμα· τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν, καὶ πάλιν τὸ φρόνημα τῆς σαρκὸς θάνατος. ἀλλὰ καὶ πάντα τὰ ἁμαρτήματα ἔργα σαρκός ἐστιν, ἅπερ ὁ Ἀπόστολος “ φανερὰ” ὠνόμασεν. ἐν αὐτοῖς δὲ τάξας καὶ τὰς αἱρέσεις, ἐδίδαξεν ὅτι καὶ αὗται σαρκὸς εἰσὶν ἔργον ἀπολύον ἡμᾶς περισπασμοῦ· ἵνα μὴ νομίζωμεν τινὰ μὲν εἶναι ἔργα σαρκὸς, τινὰ δὲ ἁμαρτήματα οὐ σαρκὸς, ἤτοι δὲ [*](e Leg. ἀπολαύσετε. f Cod. καταδέχεσθαι. g Cod θανάτῳ sed in marg. γρ. θνήτῳ.)
Τοῦ αύτοῦ. Καὶ ἤδη τοῦτο εἴρηκεν, “ οὕτω καὶ ὑμεῖς λογί- “ ζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ,” οὐ μὴν ἐν Χριστῷ Ἰησοῦ. τινὲς δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν λήψονται λέγεσθαι ἑτέρων, οἱ ἔζησαν μὲν τῷ Θεῷ, οὐ μὲν ἐν Χριστῷ Ἰησοῦ. ἡμεῖς δὲ φαμὲν, μήποτε ἀδύνατόν ἐστι ζῆν μὲν Θεῷ ἐν Χριστῷ Ἰησοῦ * * * * ἐπείπερ “ εἶδε τὴν Χριστοῦ ἡμέραν καὶ ἐχάρη·” εἴτε Μώσης ἔζησε τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ ἔζησεν· “ ὅστις γε καὶ μείζονα πλοῦτον “ ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ·” ἀλλὰ καὶ οἱ ἐπιθυμήσαντες πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ἃ εἶδον οἱ Ἀπόστολοι, καὶ ἀκοῦσαι ὧν ἤκουσαν, οὐκ ἂν ἦλθον εἰς τὴν τῶν τοιούτων ἐπιθυμίαν καὶ ὄρεξιν, ἔξω τυγχάνοντες τοῦ ἐν Χριστῷ Ἰησοῦ ζῆν τῷ Θεῷ.
Ζητήσεις δὲ εἰ χρὴ φάσκειν πάντα τὸν ζῶντα τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ νεκρὸν εἶναι τῇ ἁμαρτίᾳ. πρὸς τοῦτο λέγοιτ’ ἃν, εἰ μὲν ὡς νεκρὸς τῇ ἁμαρτίᾳ ἔζη πότε τῇ ἁμαρτίᾳ, ἐὰν δέ τις ὑπὸ τοῦ πάντα ἐρευνῶντος Πνεύματος καὶ τὰ βάθη τοῦ Θεοῦ, φωτισθεὶς εὕρῃ τινας χωρὶς τοῦ ἐζηκέναι τῇ ἁμαρτίᾳ ποτὲ ζῶντας τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἀποφαίνεται, ὅτι οὐκ εἴ τις ζῇ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, οὗτος ἤδη πάντως νεκρός ἐστι τῇ ἁμαρτίᾳ, καὶ ὕστερον νεκρὸς γενόμενος αὐτῇ ἔζησε τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. ἕτερος δὲ εἴποι ἃν, ὅτι ἐνδέχεται καὶ διδομένου τοῦ ζῆν τινας τῷ Θεῷ ἐν Χριστῷ
Δείκνυσι δὲ ὁ θεῖος Ἀπόστολος καὶ ἑτέρωθεν τῆς νίκης τὴν εὐκολίαν· “ ἁμαρτία γὰρ ἡμῶν,” φησιν, “ οὐκ ἔτι κυριεύσει,” “ οὐ γάρ ἐστε,” φησὶ, “ ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν.” πρόσχες ἐνταῦθα τῇ ἀποστολικῇ ἀκριβείᾳ· τίνα τρόπον τὸ κυριεύειν τάσσων ἐπὶ τοῦ Σωτῆρος καὶ ἐφ’ ἡμῶν. ἐπὶ μὲν τοῦ Σωτῆρος, “ θάνατος,” εἶπεν, “ αὐτοῦ οὐκ ἔτι κυριεύσει.” ἐπὶ δὲ ἡμῶν, “ ἁμαρτία γὰρ “ ὑμῶν οὐ κυριεύσει.” οὔτε γὰρ ἐπὶ τοῦ Σωτῆρος ἔπρεπε λέγεσθαι τὸ ἁμαρτία αὐτοῦ οὐ κυριεύσει, οὔτε ἐφ’ ὑμῶν κυριώτερον ἦν τὸ θάνατος ὑμῶν οὐ κυριεύσει. καὶ ἵνα μὴ ταὐτὸν περὶ τοῦ Σωτῆρος καὶ ἡμῶν λέγεται g ὡς παραπλησίων, μετὰ ταῦτα ὥσπερ αἰτίαν παριστὰς τοῦ ἁμαρτίαν ἡμῶν μὴ κυριεύειν, φησὶ τὸ “ οὐ γὰρ ἐστὲ “ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν.’ κατὰ γὰρ αὐτὸν τὸν Παῦλον, “ ἡ “ δύναμις τῆς ἁμαρτίας ὁ νόμος ἐστί.” καὶ “ νόμος παρεισῆλθεν, ἵνα “ πλεονάσῃ τὸ παράπτωμα. ἀλλ’ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ἐκεῖ “ ὑπερεπερίσσευσεν ἡ χάρις h. διότι οὐκέτι ἐσμεν ὑπὸ νόμον ἀλλ’ “ ὑπὸ χάριν.” δικαίῳ γὰρ νόμος οὐ κεῖται. οὐ γὰρ δέεται τῆς ἀπὸ γράμματος νομικῆς διδασκαλίας εἰς τὸ τηρεῖν τὰς ἐντολὰς τοῦ Θεοῦ, θεοδίδακτος ὣν, ὡς Παῦλος διδάσκει λέγων, “ περὶ δὲ τῆς “ ἀγάπης οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, ὑμεῖς γὰρ θεοδίδακτοι “ ἐστὲ εἰς τὸ ἀγαπᾶν ἀλλήλους.” εἰ τινι οὖν συμπέφυκεν ὁ τοῦ Θεοῦ νόμος, ὡς μὴ ἕτερον μὲν βούλεσθαι τὸν νόμον· ἕτερον δὲ εἰναι τὸ θέλημα τοῦ ἀνθρώπου, ὁ τοιοῦτος οὐκ ἔστιν ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν. οὕτω νοητέον “ ἀλλ’ ἣ ἐν τῷ νόμῳ Κυρίου τὸ θέ- “ λῆμα αὐτοῦ.”
Τί οὖν; ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν;
Γενναδίου. Οὐ γὰρ ὑμᾶς τοῦτο, φησὶ, λέληθεν, ὅτι προσῆκον ὑμῖν ταῖς ὑμῶν αὐτῶν ὁμολογίαις ἐμμένειν· καὶ τοῦτον ὅτι δεσπότην ἑαυτοῦ τοῖς ἔργοις τίς ἐπιδέδεικται τὸν οὗ τοῖς (sic) [*](g Leg. λέγηται. h Cod. ὑπερεπερίσσευσαν χάριν.)
Θεοδώρου. Τοῦτο Ἰουδαίοις μάλιστα λέγειν ἐνῆν, ὅτι νόμου φύσις διορίζει τι μὲν πράττειν προσήκει, τί δὲ μή. εἰ μὲν οὖν ἔξω νόμου τυγχάνομεν, οὐδὲν ἃν κωλύοι τὸ προστυχὸν ἅπαντας πράττειν. εἰ δὲ ἔστι τις πρακτέων καὶ μὴ τοιούτων διάκρισις, ὑπὸ νόμον πάλιν ἐσμέν· καὶ σχῆμα ψιλὸν ἔχει τὰ λεγόμενα παρ’ ὑμῶν. ταύτην τοίνυν ἀντιθεὶς αὐτῷ τὴν ἀντίρρησιν, λέγει μὲν πῶς ἁμαρτίας ἐκτὸς εἰναι προσῆκεν ἡμᾶς, οὐχ ὑπὸ νόμον ὄντας· ὅπως δὲ ἡ τῆς χάριτος ἀπόλαυσις οὐκ ἄδειαν ἡμῖν τοῦ ἁμαρτάνειν παρέχεται· καὶ εὐθὺς μὲν ἐπάγει κατὰ τὸ σύνηθες αὐτῷ, μὴ γένοιτο τοῦ ἁμαρτάνειν· καὶ τὴν προσηγορίαν φευκτὴν εἶναι ἡγούμενος, τὴν δέ γε λύσιν τῆς ἀντιθέσεως οὕτω ποιεῖται· πᾶς ἄνθρωπος ὅτῳ περ ἃν ὑπακούειν ἕληταί, φησι, δοῦλον ἑαυτὸν ἐκείνου κατέστησεν εἰς τὸ πείθεσθαι τε αὐτῶ καὶ τὰ ἐκείνω δοκοῦντα πράττειν ἅπαντα. ἣ τοίνυν τῇ ἁμαρτίᾳ πείθεσθαι ἑλόμενοι, τὰ ἐκείνῃ δοκοῦντα ποιεῖν ἀνάγκην ἔχετε, τὸν ἐπιγινόμενον ἐντεῦθεν θάνατον ἐκδεχόμενοι, ἣ τῇ δικαιοσύνῃ προσνείμαντας ἑαυτοὺς, δεήσει πάντως τὸ ταύτης βούλημα πληροῦν, τὰ ἐκεῖθεν ἀγαθὰ περιμενοντας.
Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας.
Γενναδίου. “ Χάρις,” φησὶ, “ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς “ ἁμαρτίας,” λάχετε, τῆς ἁμαρτίας ἀνθελόμενοι τὴν δικαιοσύνην· καὶ ταύτην ἀντ’ ἐκείνης δεσπότην ἔχειν καταδεξάμενοι. ἧς καὶ τὸν τύπον τῆς διδαχῆς παρειληφότες προσήκασθε, πρὸς ὃν τοῦ λοιποῦ βιωτέον ὑμῖν ἀκριβῶς.
Θεοδώρου. Ἀναγκαιότατον μὲν οὖν καὶ τὸ “ χάρις δὲ τῷ “ Θεῷ·” ἔδει γὰρ ἀπὸ εὐχαριστίας ἄρξασθαι, τόν γε τοσούτων ἀγαθῶν δόσιν παρὰ Θεοῦ ὑπάρξασαν ἡμῖν ἐξηγεῖσθαι μέλλοντα. καιριώτατα δὲ τὸ “ εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.” οἱ γὰρ Ἀπόστολοι διετέλουν ἁπανταχοῦ λέγοντες, ὅτι λέλυται τὰ παλαιὰ, πέπαυται θάνατος, ἔσβεσται ἁμαρτία· ἔργῳ μὲν ὕστερον,
Γενναδίου. Εἰς τοιούτους κατενένεγμαι λόγους, καὶ παραδείγμασιν ἀνθρωπίνων ἐχρησάμην ἐθῶν τοῦ πρὸς ἀρετὴν ἀτόνου τῆς σαρκὸς ὑμῶν με καταναγκάσαντα·
Διοδώρου. Ἡδυνάμην, φησὶ, τελειότερόν τι καὶ μεῖζον εἰπεῖν, καὶ εὐεργεσίας ὑπερβαλλούσης ἄξιον. λέγω δὲ ὑμῖν τοσοῦτον, ὅσον χωρεῖτε, ἀσθενεῖς τε ὄντες τῇ σαρκί.
Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῆ ἀκαθαρσίᾳ.
Γενναδίου. “ Ὥσπερ γὰρ παρεστήσατε,” φησὶ, “ τὰ μέλη “ ὑμῶν,” καὶ τὰ ἑξῆς. τὸν γὰρ κἀνταῦθα σύνδεσμον, ἀντὶ τοῦ τοίνυν παρείληφε. δεῖ τοίνυν ὑμᾶς, φησὶν, ὥσπερ ἐν τῷ πρόσθεν ὅλους ἑαυτοὺς τῇ ἀνομίᾳ πρὸς ἐργασίαν ἀκαθαρσίας ἐκδεδώκειτε πάσης, οὕτω νῦν, ἣ καὶ μᾶλλον ἀποσχομένους ἐκείνων παντάπασι, τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν.
Διοδώρου 1. Δῆλον μὲν οὖν φησιν, ὅτι τοσούτῳ μείζονα περὶ ταῦτα ἔχειν προσῆκε τὴν σπουδὴν, ὅσῳ κακίας κρείττων τρήσας πλείονα περὶ τὸ χεῖρον ἐχούσῃ τὴν ῥοπὴν, μὴ μέγα τι φθέγξομαι μὴ ὑπὲρ ἄνθρωπον. τοσοῦτο γοῦν ὑμᾶς περὶ τὴν ἀρετὴν ἔχειν βούλομαι, ὅσον τῇ ἁμαρτίᾳ προσεσχήκατε.
Γενναδίου. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησὶν, ἐν ᾧ τῆς ἁμαρτίας ἐπιτάγμασιν ὑπετάττεσθε. πῶς ἦν ὑμῖν πρᾶγμα κοινὸν πρὸς τὴν δικαιοσύνην οὐδέν.
Ωριγένουσ. Ἐπειδὴ ὡς πολλαχοῦ φησὶν, ἐτηρήσαμεν τὸ τῆς δικαιοσύνης ὄνομα, ἀντὶ τῆς ἀρετῆς ἔσθ’ ὅτε παραλαμβάνεται, [*](h Leg. εἵλεσθε. i Cod. δεοδώ. k Sic. leg. fors. ἀρέτη.)
Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐν οἷς νῦν ἐπαισχύνεσθε.
Γενναδίου. Καίτοι ἡδέως ἃν ἔγωγε νῦν πυθοίμην ὑμῶν ὑπὲρ ὅτου κατεσπευσμένως οὕτως τῇ ἁμαρτίᾳ τὴν καλὴν ἐκείνην δουλείαν ἐξεπληροῦτε, καὶ τίς τῆς πολλῆς ταύτης εὐνοίας ὑμῶν ὁ καρπός. οὐ φθορὰ καὶ ἀκαθαρσία καὶ θάνατος, καὶ τὰ πάσης αἰσχύνης ἀνάμεστα;
Θεοδώρου. Κατ’ ἐρώτησιν ἀναγνωστέον τὸ, “ τίνα οὖν καρπὸν “ εἴχετε τότε·” εἶτα κατὰ ἀπόκρισιν “ ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε.” εἴδομεν γὰρ τὸ κέρδος, φησὶ, τῆς περὶ ἐκεῖνα σπουδῆς, ἃ καὶ λεγόντων ἑτέρων αἰσχύνεσθε.
Ὠριγένουσ. Ἐξευτελίζων τὸν καρπὸν τῶν δούλων τῆς ἁμαρτίας ὡς οὐδενὸς ἄξιον λόγου φησίν. ἐφ’ οἷς γάρ τις πρότερον ἁμαρτίᾳ καὶ ἀγνοίᾳ πεπραγμένοις ὕστερον εἰς συναίσθησιν ἐλθόντων ἡμαρτημένων αἰσχύνεται, ταῦτα καρπὸς ἃν εἴη ἄχριστος 1 ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτήδειος. καὶ γὰρ τέλος τῶν τοιούτων ἔργων οὐκ ἄλλο ἣ θάνατος ἐστὶν, ὁ ἐχθρὸς Χριστῷ τῷ εἰπόντι, “ ἐγώ εἰμι ἡ ζωή.” κυριευόντων τοιούτους καρποὺς ἐνηνοχότων· ἐν ᾧ θανάτῳ οὐκ ἔστιν ὁ μνημονεύων Θεοῦ. καὶ γὰρ πᾶς ὁ ἐν αὐτῷ τέθνηκε τῷ Θεῷ, καὶ ζῇ τῷ θανάτῳ, ὅπερ ταὐτόν ἐστι, τὸ ζῆν τῇ ἀναμαρτίᾳ m.
Γενναδίου. Ἄρα οὖν, φησὶ, τοιαῦτα καὶ τὰ νῦν, ἢ μικρῷ τῷ καὶ τῷ τυχόντι διεστηκότα, ἀλλ’ οὐχὶ τῷ ὅλῳ καὶ τῷ παντί. ἀλλαξάμενοι γὰρ τῆς ἁμαρτίας Θεὸν, καὶ τὰ δοκοῦντα τούτῳ διαπράττεσθαι γνόντες, καρποῦσθε μὲν τὸν ἁγιασμὸν τὸ ἀναμάρτηον· τουτέστιν, ἐκ δὲ τούτου τὸ ἀθανάτοις ὑμῖν διαμένειν περίεσται.
[*](1 Leg. ἄχρηστος. m Sic.)Ὠριγένουσ. Ἡμέτερος καρπὸς εἰς ἁγιασμόν. οὐχ ἡμέτερος δὲ, οὐδὲ κατὰ τὴν ἡμετέραν φύσιν ὁ φέρων τῷ ἤδη συνησθημένῳ αὐτοῦ αἰσχύνην. ὅτι δὲ ἡμέτερον μὲν τὸ κρεῖττον, οὐ τοιοῦτον δὲ τὸ χεῖρον, δηλοῖ δὲ ὁ Σωτῆρ’ λέγων, “ εἰ τὸ ἀλλότριον ἐπιστεύ- “ θῆτε, καὶ οὐκ ἐγένεσθε ἄξιοι, τὸ ὑμέτερον τίς ὑμῖν δώσει ;” κἂν γὰρ μὴ γενώμεθα ἄξιοι τοῦ κρείττονος, ὡς ἡμέτερον αὐτὸ τῆ φύσει οὐ λαμβάνομεν διὰ τὴν ἁμαρτίαν. ἐρεῖ δέ τις ἐνταῦθα τὸν εἰς ἁγιασμὸν καρπὸν εἶναι τῶν δεδουλωμένων τῷ Θεῷ τὴν παντελῆ ἀπὸ τῶν ἀφροδισίων καθάρευσιν. καί φησιν ὁ τοιοῦτος, τοῖς μὲν ἐν γάμῳ ἁρμόζειν τὸ “ ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, “ ἐδουλώθητε τῇ δικαιοσύνῃ.” τοῖς δὲ ἐν ἁγνείᾳ ὡς μεῖζον, τὸ “ νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας,” καὶ τὰ ἑξῆς. ὥστε τὸν μὲν ἔσχατον καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸ δεδουλῶσθαι τῷ Θεῷ. δεδουλῶσθαι πολὺ πρότερον τῇ δικαιοσύνῃ μὴ πάντως ἔχειν τὸν καρπὸν αὐτοῦ ἔχει εἰς ἁγιασμὸν διὰ τοῦ κατὰ συγγνώμην λόγον n.
Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος.
Διοδύρου. Ὀψωνοῦνται οἱ ἁμαρτάνοντες ὑπὸ τοῦ διαβόλου, τοῦτον τὸν τρόπον πιπράσκοντες σωφροσύνην καὶ ὠνούμενοι ἀκολασίαν, πωλοῦντες χρηστότητα, καὶ ἀντιλαμβάνοντες ὠμότητα. οἱ οὖν τοιοῦτοι ἴδιον κτῆμα ὥσπερ τῆς ἁμαρτίας γενόμενοι, θανάτῳ ἑαυτοὺς ὑπάγουσι. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας, θάνατος. ἣ τάχα τοῦτο λέγει, ὅτι τὰ παρὰ τοῦ ἐχθροῦ ὀψωνούμενα θανάτου παρεκτικά.
Ὠριγένουσ. Καλὴ ἡ διαφορά· ὀψωνίου μὲν ἐπὶ τῆς ἁμαρτίας τεταγμένου· χάρις μάτος δὲ ἐπὶ τοῦ Θεοῦ. οὔτε γὰρ ὀψώνια ὡς ὀφειλόμενα δίδωσιν ὁ Θεὸς, ἀλλὰ χάρισμα· οὐδὲ χάρισμα ἡ ἁμαρτία ἀλλ’ ὀφειλόμενα ὀψώνια. τὸ δὲ χάρισμα τοῦ Θεοῦ οὐκ ἔταξεν ἁπλῶς ζωὴ αἰώνιος· ἀτελὴς γὰρ αὕτη νοεῖται, ὅτε μὴ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ἐστι. δηλοῦται δὲ ὅτι ἡ ἁμαρτία τῷ βασιλευομένῳ ὑπ’ αὐτῆς δίδωσι τὸν θάνατον· καὶ οὐχ ὁ Θεὸς ἐπιφέρει τὸν ἐχθρὸν τοῦ Χριστοῦ θάνατον “ ὁ γὰρ Θεὸς θάνατον “ οὐκ εποίησεν,” καὶ τὰ ἑξῆς. ἐὰν δέ τις πρὸς τοῦτο ἀνθυποίσῃ καὶ [*](n Leg. vid. λόγου. sed plura ut vid. corrupta sunt.)
Ἐπανάληψις περὶ τῆς ἐν χάριτι ζωῆς
Ἢ ἀγνοεῖτε ἀδελφοὶ, γινώσκουσι γὰρ νόμον λαλῶ.
Κυρίλλου. Πανταχοῦ ἐπισφαλὲς ἀποφαίνει τὸ ὑπὸ νόμον κεῖσθαι ζητεῖν. προτρέπει δὲ μᾶλλον ἐφίεσθαι καὶ ὅλῃ διανοίᾳ διψῆν τὴν διὰ πίστεως χάριν, τουτέστιν τὴν ἐν Χριστῷ δικαίωσιν, ᾧ καὶ συντεθάφθαι διισχυρίσατο τοὺς βεβαπτισμένους· ἵνα νεκρωθέντες τῇ ἁμαρτίᾳ, Θεῷ ζήσειαν ἐν δικαιοσύνῃ. τοιγάρτοι καὶ ἔφασκε, “ μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν “ σώματι, εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστά- “ νετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστή- “ σατε ἑαυτοὺς τῷ Θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας· καὶ τὰ μέλη “ ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ· ἁμαρτία γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γὰρ ἐστὲ ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν.” ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴν ἐν Χριστῷ χάριν. πλὴν οὐκ ἠγνόησεν ὁ πνευματοφόρος ὅτι δὴ πάντως ἐροῦσι τινες, ἤγουν διαλογιοῦνται, ὅτι διημαρτήκασιν ἄρα τῆς εὐθείας ὁδοῦ καὶ ζωῆς οἱ πατέρες. ὤνησε δὲ αὐτοὺς ὁ νόμος οὐδὲν, καὶ φροῦδα πῶς ἤδη τῆς ἐκείνων πολιτείας τὰ αὐχήματα. εἰ γάρ ἐστι τῶν ἀτόπων τὸ ὑπὸ νόμῳ κεῖσθαι ζητεῖν, καὶ ἦν οὗτος τοῖς ἀρχαίοις ὁ βίου σκοπὸς, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς τοῦ πρέποντος διημαρτήκασιν; Ἀγωνίζεται τοίνυν ὁ Χριστὸς (sic) ἔχων ἐν ἑαυτῷ, καὶ ὑποπλάττεται μὲν εὐφυῶς τὸ καὶ αὐτοῖς βούλεσθαι συνειπεῖν τοῖς ὑπὸ νόμον βεβιωκόσι. περιτρέπει δὲ ποικίλως εἴς γε τὸ δεῖν οἴεσθαι καιροῦ καλοῦντος εἰς πίστιν, μὴ λίαν ἐθέλειν τοῖς ἀρχαίοις ἔθεσιν ἐμφιλοχωρεῖν. ταυτήτοι o φησὶν, “ ἣ ἀγνοεῖτε ἀδελφοὶ, γινώ- “ σκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ [*](o Cod. ταυτοιτη.)
Καὶ τίς ἄρα ἐστὶν ὁ τοῦ λόγου σκοπὸς ἀναγκαῖον εἰπεῖν. δύο κατ’ αὐτὸν εἰσκομίζει n χρήσιμα. ἡμεῖς μὲν γάρ, φησιν, οἱ συντεθαμμένοι Χριστῷ διὰ τοῦ βαπτίσματος, οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ, ἔξω γεγόναμεν τῆς ἐξουσίας τοῦ νόμου· μετεστοιχειώθημεν γὰρ εἰς ζωὴν ἑτέραν. οἱ δέ γε πρὸ τῆς ἐπιδημίας οὔπω τὸν ἐν Χριστῷ νοούμενον θάνατον ὑπομείναντες, ἔζων ἔτι τῇ ἁμαρτίᾳ· ἐκράτει δὴ οὖν ὡς ζώντων ὁ νόμος, καθάπερ ἀμέλει καὶ γυναικὸς ὁ ἁνήρ. ὥσπερ γὰρ ἡ ὕπανδρος γυνὴ, ζῶντος μὲν ἔτι τοῦ κατὰ νόμον συνῳκήσαντος ο, οὐκ ἀνεύθυνον ποιεῖται τὴν ὑφ’ ἑτέρῳ σύνοδον εἰ δὲ δὴ τεθναίη φησὶν, ἔξω κεῖσθαι δίκης, κἂν εἰ ἕλοιτο δρᾶν εὐνόμως. κατὰ τὸν ἴσον οἶμαι τρόπον, οἱ μήπω τῆς ἁμαρτίας τὴν νέκρωσιν ἔχοντες ἐν Χριστῷ, ζῶντες δὲ ὥσπερ ἐν αὐτῇ, πεπράχασιν εἰκότως καὶ ὑπὸ νόμον. κυριεύει γὰρ τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ· οἱ δέ γε ὑπὸ χάριν ἤδη γεγονότες τὴν ἐν Χριστῷ, δι’ ἧς καὶ τεθνήκασι τῇ ἁμαρτίᾳ, καὶ νενέκρωνται τῇ σαρκὶ, τουτέστι τοῖς πάθεσι τῆς σαρκὸς, εἰ μηκέτι χρηματίζουσιν ὡς ζῶντες ἐν κοσμῶ, ἀκαταίατο p ποιοῖντο ἃν τὴν ἔξω νόμου ζωήν. τεθανάτωνται γὰρ, ὡς ἔφην, διὰ τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ἀπέθανον τῷ νόμῳ, δικαιούμενοι διὰ πίστεως.
Διοδύρου. Ἐκ τούτου κατασκευάζει ὅτι ἰσχύοντος μὲν τοῦ νόμου πρὸ Χριστοῦ οὐκ ἦν ἐξὸν ἑτέρῳ συναφθῆναι, τουτέστιν τῇ χάριτι. παυσαμένου δὲ τοῦ νόμου, καὶ τρόπον τινὰ ἀπαθανόντος, ἔξεστι λοιπὸν συνάπτεσθαι τὴν Ἐκκλησίαν τῷ οὐρανίῳ νυμφίῳ. καὶ γὰρ τὸν νόμον καὶ τὸν Χριστὸν ἐν χώρᾳ ἀνδρὸς τίθησι. τὸν μὲν τῆς Ἐκκλησίας, ἐπειδὴ ὥσπερ ἀρχὴ γυναικὸς ὁ ἀνὴρ, [*](m Leg. που. n Cod. εἰκοσμίζει. o Cod. συνωκησαντος κοτος. p Leg. ἀκαταιτίατον.)
Ὠριγένουσ. Τὸ γινώσκειν τὸν νόμον πάντως οἶδε τὴν διαφορὰν τῆς ἐν αὐτῷ παλαιότητος τοῦ γράμματος καὶ τῆς ἐνυπαρχούσης τοῖς νοήμασιν αὐτοῦ καινότητος τοῦ Πνεύματος. τοῦτο γάρ ἐστι τὸ τελείως γινώσκειν τὸν νόμον. ἐπιφέρει δὲ καὶ παράδειγμα, σφόδρα τῷ προκειμένῳ παράλληλον. ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ. ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. ὁ νόμος ἐστὶν ὁ ἀνήρ. δῆλον δὲ ὅτι ὁ κατὰ τὸ γράμμα. οὗτος γὰρ καὶ τὸ ἀποθνήσκειν ἐπεδέξατο, διὰ τὸ εἶναι παλαιότης γράμματος. τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. λέγεται δὲ καὶ ἀποθνήσκειν, ἐπεὶ μηδὲ παρὰ τοῖς βουλομένοις αὐτὸν φυλάσσειν, καὶ οὕτω προαιρουμένοις· ἵν’ οὕτως εἴπω ζη r * * *
Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ.
Ἀνεπίγραφον. Ἀπόλουθον ἦν εἰπεῖν, ὥστε ἀδελφοὶ μου καὶ ὑμεῖς τοῦ νόμου τελευτήσαντος οὐ κρίνεσθαι s μοιχείας ἀνδρὶ γενόμενοι ἑτέρῳ. ἀλλ’ οὐκ εἶπεν οὕτως. ἀλλὰ πῶς; “ ἐθανατώθητε “ τῷ νόμῳ·” εἰ νεκροὶ γεγόνατε, οὐκ ἐστὲ ὑπὸ νόμον. εἰ γὰρ τελευτήσαντος τοῦ ἀνδρὸς, οὐκ ἔστιν ὑπεύθυνος ἡ γυνὴ, πολλῷ μᾶλλον αὐτὴ τετελευτηκυῖα ἀπήλλακται τούτου. εἶδες Παύλου σοφίαν; πῶς τὸν νόμον ἔδειξε τοῦτο βουλόμενον τὸ ἀποστῆναι αὐτοῦ καὶ γενέσθαι ἀνδρὶ ἑτέρῳ. οὐ γὰρ κωλύει, φησὶ, συνιέναι ἀνδρὶ ἑτέρῳ, τελευτήσαντος τοῦ προτέρου. πῶς γὰρ, ὅπου καὶ ζῶντος ἐπιτρέπει βιβλίον ἀποστασίου λαβοῦσαν; ἀλλὰ τοῦτο οὐ τίθησιν, ὅπερ ἔγκλημα ἦν τῶν γυναικῶν. εἰ γὰρ καὶ συνεχωρῆτο, ἀλλ’ ὅμως οὐκ ἦν αἰτίας ἀπηλλαγμένον. ὅταν γὰρ ἀπὸ τῶν ἀναγκαίων καὶ δοκίμων ἔχῃ τὰ νικητήρια, οὐ ζητεῖ τὰ περιττά. τὸ τοίνυν θαυμαστὸν φησὶ, τοῦτό ἐστιν, ὅτι αὐτὸς ὁ νόμος ἀπαλλάττει τῶν ἐγκλημά- [*](q Cod. οὗτος. r In marg. ζητ. mox vacuum spatium et λει. s Leg. κρίνεσθε.)
Γενναδίου. Φέρε δή, φησιν, συστήσωμεν καὶ ἀπὸ τοῦ νόμου τοῦτο αὐτό. οὐκοῦν ἴστε νομομαθεῖς ὄντες τοῦτό γε ἀκριβῶς, ὅτι τοῦ ἀνθρώπου κύριος ὁ νόμος μέχρις οὗ ζῇ καθέστηκεν. ἡ γοῦν ὕπανδρος γυνὴ ζῶντι μὲν τῷ ἀνδρὶ, προσδέδεται νόμῳ. οὐκοῦν αὐτοῦ περιόντος ἴδοι πρὸς ἕτερον, ἢ κεκρίσεται μοιχαλίς· τελευτήσαντος δὲ ἀφεῖται τοῦ νόμου, καὶ συνοικήσει μὲν, ᾧ βούληται· τὸ δὲ τῆς μοιχείας ἔγκλημα διαφεύξεται. ἄρα οὖν ἀδελφοὶ, τοιοῦτόν τι καὶ τὸ καθ’ ὑμᾶς. γεγόνατε μὲν γὰρ πιστεύσαντες τοῦ σώματος τοῦ Χριστοῦ. τετελευτηκὼς δὲ ἐκεῖνος τῷ νόμῳ πρὸς ἑτέραν ἐκ τῶν νεκρῶν ἀνεβίω ζωήν. οὐκοῦν ἓν ὄντες καὶ ὑμεῖς ἐν αὐτῷ, τῷ μὲν νόμῳ τεθνήκατε· καρπώσετε διὰ τῆς ἀναστάσεως αὐτῷ παραπλησίως καὶ ὑμεῖς.
Θεοδώρου. Δεικνὺς τῶν κατὰ Χριστὸν τὸ ὠφέλιμον r ἐπάγει· “ ἵνα καρποφορήσωμεν τῷ Θεῷ.” οὐκ ἐπ’ αἰτίας δὲ λέγει τὸ εἶναι, ἀλλὰ τὸ ἑπόμενον τῷ πράγματι κατὰ τὸ σύνηθες αὐτῷ· βούλεται γὰρ εἰπεῖν, ὅτι ἐν ταύτῃ γενόμενοι τῇ ζωῇ, διηνεκεῖς οἴσομεν τῆς δικαιοσύνης τῷ Θεῷ τοὺς καρποὺς, τῆς κατὰ νόμον πολιτείας ἀπηλλαγμένοι. θαυμασιώτατον δὲ αὐτοῦ τὸ μὴ εἰπεῖν, ἐθανατώθητε διὰ τοῦ βαπτίσματος, ἀλλὰ διὰ τοῦ σώματος τοῦ Χριστοῦ. ἀρχὴ μὲν γὰρ τῆς παρούσης ζωῆς ὁ Ἀδὰμ πᾶσιν ἀνθρώπους ἐγένετο· τῆς δὲ μελλούσης ὁ Χριστός. ὥσπερ οὖν ἐπὶ τοῦ παρόντος βίου, τὴν πρὸς τὸν Ἀδὰμ κοινότητα τῆς φύσεως ἔχομεν, οὕτως ἐπὶ τοῦ μέλλοντος, τὴν πρὸς τὸν Χριστὸν ὁμοιότητα λαμβάνομεν· ἐκεῖθεν τὰς ἀφορμὰς τῆς ἀναστάσεως ἔχοντες. μέρος οὖν τοῦ σώματος λεγόμεθα τοῦ Κυρίου, ἅτε δὴ τὴν πρὸς αὐτὸν κοινωνίαν δεχόμενοι.
[*](r Cod. ὠφέλημον.)Ὅθεν ἐπειδὴ τυπικῶς ἐν ἐκείνοις s διὰ τοῦ βαπτίσματος γεγενῆσθαι πιστεύομεν, τοῦτο λέγει, ὅτι μέρος γενόμενοι τοῦ σωματος τοῦ Χριστοῦ διὰ τῆς κατὰ τὴν ἀνάστασιν κοινωνίας, τῆς ἐν τῶ βαπτίσματι, πληροῦν τοὺς τύπους ἡγούμεθα. νεκρὸς μὲν εἰ τῷ παρόντι βίῳ λοιπὸν, ἔξω δὲ τῆς ὑπὸ τὸν νόμον πολιτείας καθέστηκας· οὐδεμίαν φέρων ἑαυτῷ διαβολὴν, εἰ μὴ κατὰ ταὐτὸν πολιτεύοιο. ἐπειδὴ φύσις αὐτῷ τὸ κρατεῖν ἐπὶ τῶν τὴν παροῦσαν ζώντων ζωήν.
Ὅτε μὲν γὰρ ἦμεν ἐν τῆ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου.
Κυρίλλου. Σάρκα μὲν, τὸ σαρκικὸν ὀνομάζει φρόνημα, ὡς καὶ ἐν ἑτέροις φησὶν, “ οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ “ δύνανται.” καίτοι πῶς οὐκ ἀληθὲς ὡς οὐκ ἔξω γεγονόσι τοῖς παρ’ αὐτοῦ μυσταγωγουμένοις τὰ τοιάδε παρεγγυᾷ; τι δὲ βουλεται δηλοῦν πολυπραγμονεῖν ἀναγκαῖον. ὅτε τοίνυν σαρκικῶς ἐπολιτευόμεθα φησὶ, καὶ τὸ γεῶδες ἐν ἡμῖν ἐκράτει φρόνημα, τότε καὶ ἐνηργεῖτο ἐν ἡμῖν τὰ τῆς σαρκὸς πάθη διὰ τοῦ νόμου, πρὸς τὸ καρποφορῆσαι τῷ θανάτῳ. τί οὖν; φαίη τις ἃν, πάθη τῆς σαρκὸς εἰσεκομίσθη διὰ τοῦ νόμου; εἶτα πῶς αὐτὸν ἐγκλημάτων ἀπαλλάξωμεν; τί οὖν πρὸς τοῦτο φαμέν; οὐ διὰ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κεκίνηται πάθη· τίκτεται δὲ μᾶλλον καὶ ἐξ ἐμφύτου μὲν ἡδονῆς, τὸν δὲ ἀσθενῆ καταληίζεται νοῦν. καὶ τοῦτο ἡμῖν ἐμφανὲς καθίστησι λέγων, “ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ “ πνεῦμα κατὰ τῆς σαρκός.” ταῦτα δὲ ἀλλήλοις ἀντίκειται. νυνὶ δὲ τοῦτο παρεὶς, ἀντεξάγειν τὴν σάρκα τῷ πνεύματί φησιν, διὰ μέσου τιθεὶς οὐδέν. οὐκοῦν οὐ διάγε τοῦ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κινεῖται πάθη· μᾶλλον δὲ φυσικῶς. καὶ τόγε παράδοξον τοῖς τοῦ νόμου θελήμασιν ἀντανίσταται, ὡς αὐτός που φησὶν ὃ Παῦλος, “ ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἐχθρὰ εἰς Θεόν. τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τῆς σαρκὸς, πῶς οὐκ ἀπόπληκτον ἐννοεῖν δι’ αὐτοῦ κινεῖσθαι πρὸς ἐνέργειαν τὰ οὕτως ἀνθεστηοις
[*](s Cod. ἐκείναις.)Τί οὖν; ὁ Παῦλος φησίν· ὡς τεθνεῶσι τῇ ἁμαρτίᾳ διαλέγεται τοῖς διὰ τοῦ βαπτίσματος συντεθαμμένοις Χριστῷ· καὶ ὡς ἤδη τὴν τῶν παθῶν νέκρωσιν πεπλουτηκόσιν, οἷς ἃν πρέποι καὶ τὸ ἔξω δεῖν ἰέναι τοῦ νόμου, διάγε τοῦ ἀπηλλάχθαι παθῶν τῶν διὰ τοῦ νόμου καταδεδικασμένων. οὐκοῦν ἔτι μενόντων ἡμῶν ἐν τῷ φρονήματι τῆς σαρκὸς, πάθη τὰ διὰ τοῦ νόμου κατειρημένα τε καὶ ὠνομασμένα, φησὶν, ἐνηργεῖτο ἐν ἡμῖν. ἦμεν δὲ καὶ ὑπεύθυνοι τὸ τηνικάδε τῷ νόμῳ, ἅτε δὴ καὶ ζώσης ἐν ἡμῖν τῆς ἁμαρτίας· ἔτι νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν ᾧ κατειχόμεθα. ἔνοχοι γὰρ ἦμεν τῷ νόμῳ, ὑποτιθείσης ἡμᾶς τῆς ἁμαρτίας αὑτῷ. εἰ δὲ ἀπεθάνομεν ἐν ᾧ κατειχόμεθα, τουτέστι τῇ ἁμαρτίᾳ, συναπρακτήσει πάντως αὐτῇ καὶ ὁ νόμος· τεθέσπισται γὰρ δι’ αὐτὴν, ἵνα ἐλέγχῃ τοὺς παραβαίνοντας.
Γενναδίου. Τῷ τῆς σαρκὸς ὀνόματι διχῶς ἡ θεία χρῆται γραφή· νῦν μὲν τὴν φύσιν οὕτως αὐτὴν ὀνομάζουσα, ὡς τὸ “ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα,” τῷ Σωτήρι’ πρὸς τοὺς μαθητὰς περὶ αὐτοῦ μετὰ τὴν ἀνάστασιν εἰρημένον· νῦν δὲ οὐκ αὐτὴν, ἀλλὰ τὸ αὐτῆς ἐμπαθὲς, ὡς τοῦτο αὐτὸ τὸ προκείμενον. οὐ γὰρ ὡς ἀσάρκων νῦν ὄντων ἔφησε τὸ “ ὅτε “ ἦμεν ἐν τῇ σαρκὶ,” ἀλλ’ ὡς πρὸς ἀθανασίαν καὶ ἀπάθειαν ἐν Χριστῷ μετεληλυθότων. πολλάκις γὰρ, καθὼς ἤδη προέφην, ἀπὸ τῶν κατὰ Χριστὸν πιστευομένων ἡμῖν ὡς ἐνεστώτων προσδιαλέγεται. λέγει τοίνυν ὅτι τῆς προτέρας ἡμῶν ἔτι τῆς σαρκικῆς ὄντων ζωῆς, τὰ ἐν τοῖς ἡμετέροις παθήματα μέλεσι πρὸς ἁμαρτίαν ἐνηργεῖτο διὰ τοῦ νόμου. τουτέστιν ὑπ’ ἡμῶν ἐνεργούμενα, διὰ τὸν νόμον ἡμῖν εἰς ἁμαρτίαν κατελογίζετο· τιτρωσκόμενοι δὲ ὑπὸ ταύτης, ἀναγκαίως τῷ θανάτῳ παραπεμπόμεθα. πρὸς γὰρ τούτοις δι’ ἀλλήλων κρατυνομένοις ἡ φύσις ἡμῶν ἐδογματίζετο· τῆς μὲν ἁμαρτίας ἰσχυούσης διὰ τοῦ νόμου, τοῦ θανάτου δὲ διὰ τὴν ἁμαρτίαν κρατοῦντος· τοῦ νόμου δὲ τοῖς θνητοῖς τε καὶ διὰ τοῦτο πρὸς ἁμαρτίαν ἐπιρρεπέσιν, ἀναγκαίως ἐπικειμένου. οὐκοῦν τὴν μὲν ἁμαρτίαν ὁ κόσμος t νόμος συνέστη. ἡ δὲ ἁμαρτία τὸν θάνατον [*](t Sic Cod.)
Διοδύρου. “ Ὅτε γάρ,” φησιν, “ ἦμεν ἐν τῇ σαρκὶ,” ἀντὶ τοῦ ἐν τῷ νόμῳ· οἱ γὰρ ἐν νόμῳ ἐχαρίζοντο τῇ σαρκί· ἀκριβῶς δὲ εἶπε “ τὰ διὰ τοῦ νόμου,” οὐ τὰ ἀπὸ τοῦ νόμου. οὐ γὰρ τὸ ἁμαρτάνειν παρέσχεν ὁ νόμος, ὅς γε προσέταξε μὴ ἁμαρτάνειν. εἶπεν οὖν διὰ τοῦ νόμου, ἐπειδὴ συγχωρῶν τρυφᾶν ἐδίδου τοῖς πάθεσι πρόφασιν. ὥστε οὐχ ὃ ἤθελε κατεσκεύαζεν ὁ νόμος, ἀλλ’ ὃ μὴ ἤθελεν.
Θεοδώρου. Ἠ θεία γραφὴ ποτὲ μὲν σάρκα λέγει τὴν φύσιν αὐτὴν, ποτὲ δὲ οὐ τὴν φύσιν ἁπλῶς, ἀλλ’ ἀπὸ τῆς θνητότητος οὕτως αὐτὴν ὀνομάζει, ὡς ἃν οὐκέτι δυναμένην οὕτω καλεῖσθαι, εἰ δὴ ἀπόθοιτο τὸν θάνατον. ὡς ὅταν λέγῃ τὸ “ σὰρξ καὶ αἷμα βασι- “ λείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.” ὡς ἃν οὐκέτι σαρκὸς, οὔτε οὔσης οὔτε ὀνομάζεσθαι δυναμένης τῆς ἐπὶ τοῦ μέλλοντος αἰῶνος γεγονυίας ἀθανάτου. ἔστι δὲ ὅτε καὶ τὸ πάθος αὐτὸ σάρκα οἶδε καλεῖν, ὡς ὅταν λέγῃ, “ ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς “ αὐτοῦ,” ἵνα εἴπῃ ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτε πρὸς αὐτῷ ἔμελλε γενέσθαι τῷ θανάτῳ. καὶ μὴν καὶ τὸ πρόσκαιρον καὶ εὐδιάλυτον ἅπαν οἶδεν οὕτω καλεῖν, ὡς ἐν τῇ πρὸς Κορινθίους εἰπὼν, “ ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καται- “ σχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀσθενῆ, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· “ καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,” ἐπήγαγεν, “ ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ·” καίτοιγε οὐ διαφόρων ζώων μνησθεὶς, ἀλλ’ ἵνα εἴπῃ ὥστε παντᾶ τὰ πρόσκαιρα φανῆναι ἄτονα πρὸς τὴν τῆς εὐσεβείας ἐπίγνωσιν. οὕτω δὲ τοῦ μὲν ἀθανάτου ζῶντος ζωὴν, οὐδέ ποτε ταύτῃ καλουμένου τῆ φωνὴ.
Σαρκὸς δὲ, ποτὲ μὲν τῆς φύσεως λεγομένης, ποτὲ δὲ τῆς προσηγορίας, οὐκ ἐπὶ τῆς φύσεως λαμβανομένης, ἀλλ’ ἐπὶ σημασίᾳ τῆς θνητότητος, ὑφ’ ἣν εἶναι συμβέβηκεν ἡμᾶς. ποτὲ δὲ τοῦ προσκαίρου παντὸς τὴν ὑπὸ τὸν ὄρον τοῦ θανάτου κειμένην καλεῖ, ὡς τὸ “ σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται οὕτως λέγει τὸ, “ ὄτε ἠμεν ἐν τῇ σαρκὶ, ἀντὶ τοῦ ὅτε ἦμεν θνητοὶ, ἐν σαρκὶ λέγων εἰναι τὸ εἰναι θνητούς. τοὺς
Ἐπειδὴ τοίνυν νόμῳ τινι τὰ ἁμαρτήματα κρίνεται, εἴτε κατὰ τὴν φυσικὴν διάκρισιν, εἴτε κατὰ τὰς δεδομένας ἔξωθεν διατάξεις, τοῦτο λέγει, ὅτι πάντα τῶν ἁμαρτιῶν τὰ πάθη ὅσα περὶ νόμῳ τινὶ διακρινόμενα ἐγγίνεσθαι ἡμῖν συμβαίνει, ὅταν τι παρὰ τὸ φαινόμενον ἡμῖν, ἢ διηγορευμένον καλὸν διαπραττώμεθα, ταῦτα δὴ πάντα καὶ ἐπράττετο παρ’ ἡμῶν· ἵνα εἴπῃ ὅτι θνητοὶ τὴν φύσιν ὄντες, καὶ περὶ τὸ ἁμαρτάνειν πολλὴν διὰ τοῦτο τὴν ῥοπὴν ἔχοντες, ἅπαν εἶδος ἐπετελοῦμεν ἁμαρτίας· καίτοιγε διαφόροις τοῖς νόμοις παιδευόμενοι ὧν ἀπέχεσθαι προσῆκον ἦν ἡμᾶς καί τι τὸ ἐντεῦθεν γινόμενον εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ· λέγει δὲ ὅτι ἐντεῦθεν ἡμῖν ἐπεσφίγγετο τοῦ θανάτου ἡ τιμωρία. ὡς γὰρ ὑπὸ τῆς θνητότητος μείζονα τοῦ ἁμαρτάνειν τὴν ἐνόχλησιν ὑπεμένομεν, οὕτως ἡ τιμωρία ὑπὸ τοῦ πταίειν ἡμῖν ἐπεσφίγγετο, καὶ ὁ νόμος οὐδὲν ἡμᾶς ὠφελεῖν ἠδύνατο· τοὐναντίον δὲ καὶ ἁμαρτημάτων ἐγίγνετο πρόξενος, ἐπειδὴ ταῖς διαγορεύσεσι τἀναντία διεπραττόμεθα.
Νυνὶ δὲ κατηγορήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες, ἐν ᾧ κατειχόμεθα.
Κυρίλλου. Ἔνοχοι γὰρ ἦμεν τῷ νόμῳ, φησὶν, ὑποτιθείσης ἡμᾶς τῆς ἁμαρτίας αὐτῷ. εἰ δὲ ἀπεθάνομεν “ ἐν ᾧ κατειχόμεθα,” τουτέστι τῇ ἁμαρτίᾳ, συναποπρακτήσει πάντως αὐτῇ καὶ ὁ νόμος· τεθέσπισται γὰρ δι’ αὐτὴν, ἵνα ἐλέγχῃ τοὺς παραβαίνοντας. ἔξω
Γενναδίου. Νῦν μέντοι, φησὶν, ἀπὸ τοῦ νόμου τοῦ κατέχοντος ἡμᾶς κατηργήθημεν, “ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος “ καὶ οὐ παλαιότητι γράμματος.” δέον οὖν ὡς ἀθανάτους τοῦ λοιποῦ καὶ πνευματικοὺς γεγενημένους ἡμᾶς πολιτεύεσθαι· ἀλλὰ μὴ ὡς φθαρτοὺς ἔτι καὶ παλαιουμένους, καὶ νόμῳ διὰ τοῦτο κατηναγκασμένους δουλεύειν. ἀντιδιέστειλε δὲ τῷ γράμματι μὲν τὸ πνεῦμα· τῇ παλαιότητι δὲ τὴν καινότητα· καὶ αὐτοῖς τοῖς ὀνόμασι μεγίστην δεικνὺς τὴν τῶν πραγμάτων διαφοράν.
Θεοδώρου. Ἀλλὰ πάντα νῦν φησὶ μεταβέβληται· τῷ γὰρ βίῳ τούτῳ νεκροὶ γεγόναμεν· ᾧ δὴ τυγχάνοντες ὥσπερ ὑπό τινος ἀνάγκης κατειχόμεθα εἰς τὸ τῷ νόμῳ πολιτεύεσθαι· ὅθεν οὐδὲ ἔστι τις ἡμῖν κοινωνία βίου πρὸς αὐτὸν τοῦ λοιποῦ· ἀνακαινισθέντες γὰρ τῇ δυνάμει τοῦ Πνεύματος, καὶ ἕτεροι μὲν ἀνθ’ ἑτέρων γεγονότες, μεταστάντες δὲ εἰς ἄφθαρτον ζωὴν ἀπὸ τοῦ παρόντος βίου, οὐδεμίαν ἁμαρτημάτων ἐνόχλησιν ὑπομένομεν. οὐκοῦν οὐδὲ νόμων δεόμεθα καὶ γραμμάτων τῶν διδασκόντων ἡμᾶς τοῦ κακοῦ τὴν ἀποχήν. ταῦτα γὰρ τοῖς ἐν τῆ τοῦ βίου τούτου παλαιότητι καθεστῶσι χρήσιμα εἶναι δύναται, οὐ τοῖς ὑπὸ τοῦ πνεύματος ἀνακαινισθεῖσι καὶ γεγόνασιν t ἀφθάρτοις· οἷς νόμων οὐκέτι χρεία, διὰ τὸ μηδὲ ἁμαρτάνειν ἐπιδέχεσθαι. οὕτω κρείττονα τὰ ἡμέτερα ἐκείνων φησὶ, καὶ πολλῷ μείζονα τὰ κατὰ Χριστὸν ὠφέλειαν ἔχοντα τῶν ὑπὸ τὸν νόμον παιδαγωγουμένων.
Περὶ τῆς ὑπὸ νόμου κατακρίσεως διὸ τὴν ἁμαρτίαν.
Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος.
Ὠριγένουσ. Τὸ Ἅγιον Πνεῦμα ἀεὶ ἐστὶν ἐν καινότητι, οὔτε παλαιούμενον οὔτε γηράσκον, ἀλλὰ μᾶλλον τοῦ ἔσω ἡμῶν ἀνθρώπου ἀνακαινουμένου, ἡμέρα καὶ ἡμέρα· καὶ ἡ παλαιότης δὲ τοῦ [*](t Leg. γεγονόσιν.)
Σευηριανοῦ. Οὐ τὸ πταίειν παρεῖχεν ὁ νόμος ὁ προστάττων μὴ ἁμαρτάνειν· διὰ δὲ τοῦ συγχωρεῖν τὴν τρυφὴν τοῖς παθήμασι. τὸ οὖν παρέχειν τοῖς παθήμασι πρόφασιν, οὐκ ἦν τοῦ σκόπου τοῦ νόμου, τὸ δὲ συμβαῖνον τῆς οἰκονομίας ἦν δοθῆναι τότε· λέγω δὴ τὸ ἐσθίειν καὶ πίνειν ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν. κινεῖται γὰρ καὶ ἐν τοῖς νηστεύουσιν ἐπιθυμία. ἀλλ᾿ οὐκ ἐνεργεῖται εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. οὕτω διακονία θανάτου γέγραπται κατόρθου· ὃ δὲ μὴ ἤθελε, προεξένει.
Ἀπολιναρίου. Μηδεὶς ταῦτα ἀκούων, ἐρεσχελείτω πρὸς τὸν Ἀπόστολον φάσκων, ὡς εἰ τοῦτό ἐστιν ἐν τῷ νόμῳ τὰ θανατοῦντα διαγορεύειν, καὶ γνώριμα ποιεῖν τὰ φαῦλα τῶν πραγμάτων καὶ καλὰ, οὐδὲν ἧττον καὶ ὁ Κύριος, τό τε φαῦλον ἐν τοῖς ἑαυτοῦ λόγοις καὶ τὸ καλὸν διορίζων, δόξειεν ἂν ἴσην ἐξεργάζεσθαι τῇ ἁμαρτίᾳ κατὰ τῶν μὴ πειθομένων ὁδόν. τὸ γὰρ διάφορον μέγα, καὶ πολὺ τὸ μεταξύ· νόμου μὲν ἐν ῥήμασι νόμου κειμένου, καὶ μηδεμίαν εἰς δικαιοσύνην δύναμιν ἐνδιδόντος, ἀλλ᾿ ἐπὶ τῇ πράξει τῶν ἀκουόντων τὸ σύμπαν καταλείποντος. τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ μὲν σύμπαν ἐν τῇ δόσει τοῦ Πνεύματος τὴν τῶν ὑφ᾿ ἑαυτὸν σωτηρίαν ἐργαζομένου, καὶ οἱονεὶ δημιουργοῦντος ἡμᾶς ἐξαρχῆς, καὶ μεταπλάττοντος καὶ ῥυθμίζοντος ἐν τῷ τὴν θείαν ἐπίπνοιαν ὑποδέχεσθαι τοὺς πιστεύοντας, καὶ πρὸς αὐτὴν οἰκειοῦσθαι. λόγοις δὲ εἰς παραίνεσιν κεχρημένου, δι᾿ ὧν ἐπιτηδείους ἡμᾶς κατασκευάζει τῷ μορφοῦντι καὶ διατιθέντι Πνεύματι. Οὐχ ἡμῖν u αὐτοῖς τὰ καθ᾿ ἡμᾶς ἐπιτρέψας. ᾖ γὰρ ἂν κατεκρινόμεθα πάλιν, ἀδυνατοῦντες εἰς τὸ πείθεσθαι· καὶ ἡ τῆς ἁμαρτίας γνῶσις καθ᾿ ἡμῶν μᾶλλον ἢ παρ᾿ ἡμῶν ἐγίνετο· ἀλλὰ τῷ Πνεύματι δοχεῖα χεῖα παρασκευάζων ἡμᾶς· ἀνιέντας μὲν ὡσημέραι (sic) πρὸς τὸν κόσμον συμπάθειαν, καὶ λύοντας τὰ δεσμὰ τὰ σαρκικά· ἐπιτείνοντας δὲ τὴν πρὸς τὸ Πνεῦμα οἰκείωσιν.
Διὸ καὶ νόμος μὲν εἰς τιμωρίαν ὀξύς· Πνεῦμα δὲ ἀνεξίκακον. [*](u Cod. ὑμᾶς.)
Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησὶν ὁ Ἀπόστολος “ Θεὸν εἶναι τὸν “ ἐνεργοῦντα ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδο- “ κίας.” οὐχὶ τὸ αὐτεξούσιον ἡμῶν περικόπτων, ἀλλὰ τὴν παρὰ Θεοῦ δύναμιν εἰς ἀρετὴν ἐξηγούμενος. καὶ ὁ Σωτῆρ’ Πνεῦμα Ἅγιον ἐνεφύσησεν ἀναστάς· διὰ τοῦτο προσοικείων ἡμᾶς· καὶ μηδὲ μεριμνᾶν ὅτι λαλήσομεν ἐκέλευσεν· “ οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λα- “ λοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.” ἤδη δὲ καὶ ὁ προφητικὸς λόγος τὴν νέαν διαθήκην ἐν τῇ δόσει τοῦ Πνεύματος ὁριζόμενος λέγει, θεικὴν ἐξηγούμενος πρὸς τὸν Ἰσραὴλ διάλεξιν. “ καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη εἶπεν, καὶ τὸ “ Πνεῦμα τὸ ἐμὸν ἐστὶν ἐπί σοι, καὶ τὰ ῥήματα ἃ δέδωκα εἰς τὸ “ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ “ σπέρματος σου, εἶπε Κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.” καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαΐου.
Διὰ δὲ τοῦ Ἱερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελλόμενος ὁ Θεὸς, “ αὕτη,” φησὶν, “ ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς ἐν “ ἐκείναις ταῖς ἡμέραις, διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐ- “ τῶν, καὶ ἐπὶ διανοίαν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ οὐ μὴ δι- “ δάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, λέγοντες γνῶθι τὸν Κύριον, “ ὅτι πάντες εἰδήσουσι με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι “ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν.” τὴν τοῦ Πνεύματος ἐν τούτοις ἐνέργειαν εἰς καρδίας ἐπαγγελλόμενος, δι’ ἧς καὶ ἱλασμὸς
Τί οὖν ἐροῦμεν 5 ὁ νόμος ἁμαρτία;
Κυρίλλου. Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους. ἔφη μὲν γὰρ ὅτι “ ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα “ τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, “ εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·” ἀπήλλακτο δ’ ἃν οὐδαμῶς ὑποψίας ὁ λόγος. ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθὺς, βραβευτὴς οὖν ἄρα καὶ εἰσηγητὴς ἁμαρτίας ὁ λόγος. εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐν ἡμῖν ἐνεργεῖται δι’ αὐτοῦ τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἃν νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ὑπαντᾷ, καὶ ἀποφάσκει μὲν ὅτι πατὴρ ἁμαρτίας ὁ νόμος· αἰτιᾶται δὲ μᾶλλον τὴν ἀνθρώπου φύσιν, ὡς ἀσθενῆ καὶ δι’ αὐτοῦ παθοῦσαν τὸ ἐναλῶναι δίκαις. ταύτῃ τοι φησὶ, τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο. ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου.” ἀλλ’ ὅτι μὴ ἔγνω μᾶλλον αὐτήν. οὐκοῦν οὐ πρόφασις ἁμαρτίας ὁ νόμος. παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς τοῖς οὐκ εἰδόσιν αὐτήν. ἐμφανεὶς καθιστὰς, οὐχ ἵνα μαθόντες ἐργάσαιντο, εἴγε καὶ πρὶν εἰδέναι, πάντως που καὶ ἔδρων. οὐ γὰρ ἦν δίκαιος κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἀλλ’ ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς τὰ ἀμείνω μεταχωρήσειαν·
Καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τῆς Μώσεως ἐντολῆς. ὑποκείσθω τῷ λόγῳ πλατεῖά τις οἶμος ἀποκομιζοῦσά ποι. καὶ διερρίφθωμεν x ἐν αὐτῇ πολλὴ διὰ μέσου χάσμος. ὀρωρύχθω (sic) δὲ εἰ δοκεῖ καὶ βόθροι. εἶτα τινὲς ἔστωσαν οἱ ἐν [*](x Leg. διερρίφθω μὲν.)
Θεοδύρου. Τὸ οὖν ᾔδειν καὶ οὐκ ἔγνων, οὐ παντελοῦς ἀγνοίας ἐνταῦθα δηλωτικὰ, ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυσικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου. Γενναδίου. “Τήν τε γὰρ ἐπιθυμίαν,” φησὶν, “οὐκ ᾔδειν, εἰ μὴ ὁ “ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.” οὐ τοῦτό φησιν, ὅτι τῆς ἐπιθυμίας μοι τὴν φύσιν ἐντέθεικεν οὐκ ἔχοντι τὸ παράγγελμα. ἡ γὰρ ἐπιθυμία τῆς φύσεως. ἀλλ’ ὅτι μὴ διδάξαντός με τοῦ νόμου διὰ τῆς ἀπαγορεύσεως, ἐπίψογόν τε καὶ φαύλην ἐπιθυμίαν ὑπάρχειν οὐκ ἠπιστάμην.
Διοδύρου. “ Ἀλλὰ τὴν ἁμαρτίαν,” φησὶν, “ οὐκ ἔγνων εἰ “ μὴ διὰ νόμου.” οὐκ εἶπεν, ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα μὴ διὰ νόμου, ἀλλ’ “ οὐκ ἔγνων.” ὥστε, οὐ τοῦ ποιεῖν, ἀλλὰ τοῦ διαγινώσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος. παιδευτικὸς οὖν ὁ νόμος μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐμπίπτειν φύσιν. ἐκεῖνο μέντοι ζητητέον πῶς ἐνταῦθα εἰπὼν τὴν ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ τοῦ νόμου, ἐν ἑτέροις δείκνυσιν ὅτι ἔχομεν ἐν ἑαυτοῖς τὸ διακριτικὸν, ἐν οἷς φησιν, “ ὅταν γὰρ ἔθνη “ τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ “ ἔχοντες, ἑαυτοῖς εἰσὶ νόμος.” διὰ τούτων παρίστησιν, ὅτι καὶ ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λογιστέον δὲ ὅτι καὶ ἐνῆν, ἀλλ’ οὐ πάντα. οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ’ ἄλλοις ἔθνεσιν ὡς
Θεοδώρου. Αἰσθόμενος ἀπό τε τοῦ “ τὰ παθήματα τῶν ἁμαρτιων καὶ διὰ τοῦ νόμου, καὶ ἀπὸ τοῦ “νόμος δὲ παρεισῆλθεν ἵνα “ πλεονάσῃ τὸ παράπτωμα,” καὶ ἑτέρων πλειόνων ὧν ἐν τοῖς ἀνωτέροις εἰρήκει, διαβολὴν τινὰ ἐπιφυομένην τῷ νόμῳ ὡς ἀναιτίῳ (sic) καὶ ποιητικῷ τῶν ἁμαρτημάτων, τρέπεται μὲν ἐπὶ περὶ τούτων λόγον. ἄρχεται δὲ τῆς ἀντιθέσεως οὕτω λέγων, “ τί οὖν ἐροῦμεν; ὁ “ νόμος ἁμαρτίᾳ ; ” ἀλλ’ ἀρα φησὶ, μὴ τοῦτο; ἀπὸ τῶν ἡμετέρων δείκνυται ῥημάτων, ὅτι δὴ φαῦλος καὶ ποιητικὸς ἁμαρτίας ὁ νόμος; “ μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ “ νόμου.” τοὐναντίον οὐδ’ ἃν ἔγνων τὴν ἁμαρτίαν, δι’ ἧς ἐκκλίνειν προσήκει τὴν πρᾶξιν, εἰ μὴ νόμος ἦν ὁ τῇ διακρίσει τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παιδεύων ἡμᾶς ὥστε ποιεῖν καὶ ὧν ἀπέχεσθαι δεῖ. ὥστε ὁ νόμος ἡμῖν τοῦ μίσους τῆς ἁμαρτίας ἐγένετο αἴτιος· ὃς ὑπέδειξέ τε αὐτὴν, καὶ ἀποφεύγειν προσέταξε· καὶ σαφέστερον ποιῶν τό εἰρημένον ἐπήγαγε, “ τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ “ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.”
Πολλῶν ἐπιθυμεῖν ἡμᾶς κατὰ τὸν παρόντα βίον συμβέβηκεν· οὐ βρωμάτων καὶ πομάτων καὶ γαμικῆς κοινωνίας μόνον, ἀλλὰ καὶ δόξης καὶ χρημάτων. ὧν δὲ τὴν ἐπιθυμίαν ἐνοῦσαν ἔχομεν, τούτων οὐκ ἄν ποτε εἶναί τι φαῦλον ἡγησάμεθα, μὴ νόμου διδάσκοντος ἡμᾶς, ὧν ἐπιθυμοῦντας ἀπέχεσθαι προσήκει. ὥσπερ οὖν καὶ τὸν λόγον ἕκαστον ἀπαραιτήτων τὴν οἰκείαν ἐκπληροῦν ἐπιθυμίαν ἐπείγεται, ἅτε δὴ οὐδενὸς αὐτὰ πρὸς τοὐναντίον ἀνθέλκοντος. ὑφ’ οὗ πρὸς μάχην τῆς οἰκείας ὀρέξεως καταστήσεται. εἶτα ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδὰμ, εἰς μείζονα τοῦ γενομένου σαφήνειαν· νόμος γὰρ ἦν καὶ ἡ πρὸς ἐκεῖνον ἐντολὴ περὶ τοῦ φυτοῦ γενομένη· καὶ συνεβάλλετο τὰ κατ’ ἐκεῖνον εἰς σύστασιν τῶν περὶ τοῦ νόμου λόγων.
Ὠριγένουσ. Νόμον ὧδε νοοῦμεν οὐ μόνον τὸν Μώσεως τὸν κωλύοντα τὴν ἐπιθυμίαν, ἀλλὰ καὶ τὸν φυσικόν. ἐνέσπαρται γὰρ
Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
Γενναδίου. Μῆ διδάξαντός με τοῦ νόμου, φησὶ, διὰ τῆς ἀπαγορεύσεως, ἐπίψογόν τε καὶ φαύλην ἐπιθυμίαν ὑπάρχειν οὐκ ἠπιστάμην. νυνὶ δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα. μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης, ἀλλ’ ὅροις τακτοῖς αὐτὴν περιγραφούσης τε καὶ περιλαμβανούσης, ἡ ἁμαρτία λαβοῦσα δι’ αὐτῆς ἀφορμὴν, τουτεστιν ἰσχύος εὐπορήσασα καὶ ἐπικουρίας, εἶτα με πρὸς αμετρίαν ὑποσκελίσασα, ἐνεργὸν εἰς ἁμαρτίαν μοι πᾶσαν ἐπιθυμίαν ἀπειρημένην κατέστησε· τὸ γὰρ “ κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ ἐπιθυμίαν,” ἐνδεῖτο ἀπηγορευμένην.
Θεοδώρου. Ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδὰμ, ἐπεὶ κἀκεῖνος προκειμένων ἐπὶ τοῦ παραδείσου τῶν φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν ἐδύνατο, εἰ μὴ νόμος αὐτῷ τις περὶ ἀποχῆς ἔτυχε δοθείς. καὶ οὐκ ἦν ἁμάρτημα τὸ μετὰ τῶν λοιπῶν βουληθέντα κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως ὡς εἰκὸς τοῦ καρποῦ. ἐκωλύετο δὲ ὅμως ὑπὸ τῆς ἐντολῆς, ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπηγορευμένων ἡγούμενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχε. τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν· τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν τῆς ἐντολῆς βουληθέντος ἰδεῖν, ἀλλὰ πιστωθέντος μὲν τοῦ ἐπιβούλου τοῖς λόγοις, ὅλου δὲ τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος.
Καὶ οὐ μόνον ἀφορμὴ τῆς ἁμαρτίας ἐντεῦθεν ἐγένετο, ἀλλὰ γὰρ ἔτι κἀκεῖνο ἐμάθομεν, ὡς οὐκ ἀπάτῃ ταῖς ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς. δοκιμάζοντες δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι· οἷς οὐκ ἐμμένοντες, δῆλοι πάντως ἐσμὲν ἁμαρτάνοντες. ὥστε οὐ κατ’ ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχε διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφαμεν· ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις ἕπεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς ἐντεῦθεν μανθάνοντες ἡμαρτάνομεν, τὰ τῆς ἐπιθυμίας παρὰ τὸ δέον πληροῦν ἐπει-
Καὶ γὰρ τὸ “ ἐν ἐμοὶ” ὅτε λέγει, τὸ κοινὸν λέγειν τῶν ἀνθρωπων καὶ τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοίνων. ὅθεν ἐπὶ τοῦ οἰκείου κἀκεῖνο λέγει προσώπου· διὰ πάντων δεῖξαι βουλόμενος ὅτι ἀναγκαίως μὲν κατὰ τὸν παρόντα βίον νόμοις πολιτευόμεθα, ὑφ’ ὧν ἡ ἔμφυτος ἀνακινεῖται διάκρισις· παιδευομένων ὧν τε ἀπέχεσθαι καὶ ἃ ποιεῖν προσήκει· ὥς τε καὶ τὸ λογικὸν ἐν ἡμῖν ἐνεργὸν εἶναι. χρεία δὲ τῆς μελλούσης ἡμῖν καταστάσεως, ἐν ᾗ γεγονότες, τὰ φαινόμενα ἡμῖν καλὰ ταῦτα καὶ ποιῆσαι δυνησόμεθα ῥαδίως. ὅθεν τῆς οἰκείας ἐχόμενος ἀκολουθίας καὶ τοῦ δεικνύναι, ὡς οὐδ’ ἄν τις ἦν ἐν ἡμῖν διάκρισις τοῦτε καλοῦ καὶ τοῦ χείρονος, οὐδὲ ἁμαρτίας ἐπίγνωσις, εἰ μὴ νόμῳ ταῦτα διώριστο παρ’ ἡμῖν, ἀλόγων δὲ δίκην τὸ προστυχὸν ποιεῖν ἅπαν ἐμέλλομεν, ἐπάγει, “ χωρὶς γὰρ νόμου, ἁμαρτία νεκρά.” οὐδ’ ἂν ἐνεργηθείη, φησιν, ἁμάρτημα, μὴ νόμῳ διωρισμένον· διά τι; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς, ἀλλὰ τὸ εἰδότα ὧν ἀπέχεσθαι προσήκει, ποιεῖν τι παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν.
Ὠριγένουσ. Οὐκ ἐν Παύλῳ μόνῳ ἀλλ’ ἐν πάσῃ ψυχῇ, ὅτε ἡ ἁμαρτία ὑπέστη, πᾶσα ἐπιθυμία κατεπολέμει τὸ γένος. ἀμήχανον γὰρ ἀνθρωπίνην ψυχὴν, μὴ ἀποπεσεῖν πάθεσι· κἂν ἐξ ἐπιμελείας ὕστερον οἱονεὶ ἐν ἀπαθείᾳ γένηται. ὧδε δὲ ὁ Παῦλος πᾶσαν ἐπιθυμίαν λέγει παθητικὴν καὶ ἁμαρτωλὸν, ἣν ὁ νόμος ἀπαγορεύει, διδάσκων τὸ “ οὐκ ἐπιθυμήσεις.” ἥτις ἐστὶν ὄρεξις ἄλογος γινομένη κατὰ ὁρμὴν πλεονάζουσαν παράλογον, καθ’ ἣν φιλοζωοῦμεν ὡς ἀγαθοῦ ὀρεγόμενοι, πλούτῳ καὶ δόξῃ καὶ γυναιξὶ καὶ ταῖς λοιπᾶῖς ἐπιθυμίαις, κατὰ τὸ τῆς ἁμαρτίας βούλημα ποιούσης ἡμᾶς ἐκτείνεσθαι ὡς ἐπὶ ἀγαθὸν πᾶν τὸ ὑφ’ ἡμῶν ἐπιθυμούμενον. φαντασία γὰρ ἀγαθοῦ ἡ ἐπιθυμία γίνεται.
Σευηριανοῦ. Οὐ κακός, φησιν, ὁ νόμος, οὐδὲ ἁμαρτία, ἀλλὰ
Απολιναρίου. τοῖς μὲν οὐκ ἀκούσασι νόμου, φυσικῶς ἡ τούτου γνῶσις ἐγγίνεται, καθὰ καὶ πρότερον εἴρηκεν· “ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιοῦντα, γραπτὸν ἐνδείκνυσθαι “τὸ ἔργον τοῦ νόμου ἐν ταῖς ἑαυτῶν καρδίαις.ö τοῖς δὲ ὑπὸ νόμον τὸ τοῦ νόμου γράμμα καὶ τὴν φυσικὴν ἔννοιαν ἀνακινεῖ, κατηχουμένοις ὑπὸ τοῦ διδασκάλου, πρὸς τὸ καὶ συνιέναι τὸ καλὸν καὶ τὸ φαῦλον ἀφ’ ἑαυτῶν δύνασθαι.
Χωρὶς γὰρ νόμου, ἁμαρτία νεκρά.
Κυρίλλου. Εἰ γὰρ μὴ κέοιτο φησὶν ὁ τὸν τῆς φαυλότητος τρόπον καταδικάζων νόμος, ἀδρανὲς ἂν γένοιτο τὸ κακόν. κατερθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν διὰ τοῦ νόμου· καὶ ῥᾳθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῷ μηδενός. μόνον δὲ οὐχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον. οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον διακρίνοντος. ἐζηκέναι δὲ, φησὶν ὁ μυσταγωγὸς, χωρὶς νόμου ποτέ. εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν· τεθνάναι γε μὴν αὐτὸν ἰσχυρίζεται. καὶ σχήματ’ ἵζει μὲν ἐν τούτοις ἐφ’ ἑαυτῷ τὸν λόγον. οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βούλεσθαι δηλοῦν αὐτόν. ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἣ τὸ ἐν εἰδήσει νόμων. εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον, τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωήν· εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ᾐρημένῳ, ἥλω γραφῇ ἁμαρτίας, καὶ πέπτωκεν ὑπὸ δίκην, τότε δὴ τότε, ταῖς ἑαυτοῦ ῥαθυμίαις ἐπιστύγνασας. καὶ τῆς ἀκριβείας τοῦ νόμου μονονουχὶ κατακεκρά-
Καὶ τί τὸ ἐντεῦθεν; πέπρακται τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ’ ἡμῖν. εὕρηται γὰρ ἡ ἐντολή, φησιν, ἡ δοθεῖσα πρὸς ζωὴν, ἀυτὴ εἰς θάνατον. ὡσπερ γὰρ κατασίνεται πὼς τῆς ἡλιακῆς ακτινος τὸ φῶς, τοὺς οἷσπερ ἂν εἶεν τὴν ὄψιν ἠρρωστηκότες· καίτοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον. καὶ ο κατ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν. νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀρρωστίας ἔγκλημα τὸ ἀδικεῖσθαι παρ’ αὐτοῦ· κατὰ τὸν ἰσον οἶμαι τρόπον πρόφασιν δίδοσθαι τῇ ἁμαρτίᾳ, φησὶ, τὴν ἐντολὴν, ἐξηπατῆσθαι τε δι’ αὐτῆς, κατακομισθῆναι δὲ καὶ εἰς θάνατον.
Φαίη δ’ ἄν τις καὶ ἑτέρως, ὅτι δὴ x σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πω; μάχεσθαι τὸ φιλόπονον· καὶ οἱ τῆς φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι γενικώτερον ἀντεξάγουσι· καὶ τονοῦν y ἐσθ’ ὅτε καταληίζονται, καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες· καίτοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν. ταὐτή τοι, φησὶ, σοφὸς ὣν ὁ Παῦλος, ἠπατῆσθαι τε διὰ τῆς ἐντολῆς, καὶ δι’ αὐτῆς ἀποθανεῖν. ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κάταγε τοὺς προειρημένους τρόπους.
Ἰσιφώρου. Ἐπειδή πὼς χωρὶς νόμου ἡ ἁμαρτία νεκρὰ, ἠθέλησας μαθεῖν, φημὶ ὅτι τοῦτο βούλεται εἰπεῖν ὁ Παῦλος, ὅτι οὔπω [*](u Leg. ἀνεβίω μὲν. x Cod. δεῖ. y In marg. ἴσως γρ. καίτοι νοῦν (sic) sed leg. καὶ τὸν νοῦν.)
Γενναδίου. “Χωρὶς γὰρ νόμου” φησὶν, “ἡ ἁμαρτία νεκρά.” τὴν γὰρ πρᾶξιν ἁμαρτωλὸν ὁ νόμος ἀπαγορεύων συνίστησιν, ὡς ἐὰν μὴ τούτου μοι προπαρηγγελκότος αὐτῆς ἀποχὴν ἐπιτετηδευκὼς ὑπῆρχον αὐτὴν, οὐκ ἃν ἦν ἔνοχος πλημμελήματι. “οὗ γὰρ οὐκ “ἐστὶ νόμος, οὐδὲ παράβασις.” οὐ γὰρ ἐλλογεῖται ἁμαρτία, μὴ ὄντος νόμου. “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. τὸ ἐγὼ νῦν ἀντὶ τοῦ ὁ ἄνθρωπος λέγει, λέγει δὲ περὶ τοῦ Ἀδάμ. “ἐλθούσης δὲ τῆς “ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.” ἐμὲ γοῦν τὸν ἄνθρωπον ἔχοντα πρὸ τοῦ νόμου τὸ ζῆν ἡ ἐντολὴ προσελθοῦσα διὰ τῆς πρόσθεν νεκρᾶς ἁμαρτίας, ἀναζησάσης, τοῦτο ἀφείλετο· καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. καὶ πέπονθά τι σχέτλιον, καὶ ὄντως ἐλεεινὸν, τῇ εὐεργεσίᾳ βλαβεὶς, καὶ τῷ πρὸς ζωὴν δοθέντι μοι βοηθήματι, τούτῳ τὸ ζῆν ἀπόλεσας. “ ἡ γὰρ “ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι’ “αὐτῆς ἀπέκτεινεν.” ἔχουσα γὰρ διὰ τῆς ἐντολῆς πρόφασιν ἡ κατάρατος ἁμαρτία, καὶ δυνατωτέρα τῷ ὅπλῳ τῷ ἐμῷ γενομένη, δι’ αὐτοῦ με τούτου παρακρουσαμένη κατέσφαξε. δίεισι μέντοι περὶ τῆς ἁμαρτίας, ὡς ζώσης τε καὶ ὑφεστηκυίας καὶ σοφιζομένης τὸν ἄνθρωπον, κατὰ τὸ τῆς θείας ἔθος γραφῆς. οὕτω γοῦν καὶ τὴν δικαιοσύνην προσωποποιῶν ὁ μακάριος εἰσάγει λέγων, “δικαιοσύνη “ἐνώπιον αὐτοῦ προπορεύσεται” καὶ πάλιν ὁ Σολομὼν τὴν σοφίαν. καὶ ὅλως ἐν τοῖς θείοις λογίοις πολὺ τὸ τοιοῦτον ἰδίωμα.
Διοδώρου. “ Ἐλθούσης δέ,” φησι, “τῆς ἐντολῆς, ἡ ἁμαρτία ‘ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον.” εἰ ἀνέζησε, δῆλον ὅτι ἔζη ποτὲ, καὶ ἀποθανοῦσα ἀνέζησε. πότε οὖν ἔζη; ὅτε εἰληφότα τὸν Ἀδὰμ ἐντολὴν καὶ εἰδότα, τὴν παράβασιν ὀλέθριον ἠπάτησε καὶ κατηγωνίσατο ὁ διάβολος. ὡσαύτως δὲ ὅτε καὶ τὸν Κάϊν. καὶ γὰρ αὐτὸς ἐν γνώσει ἥμαρτε παραγγελθεὶς μὴ φονεύειν τὸν ’ν, διὰ τοῦ “ἥμαρτες, ἡσύχασον.” μὴ οὔσης οὖν μεταξὺ, μήτε ἐντολῆς, μήτε νόμου, ἐνεκροῦντο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων
Θεοδώρου. Πἀλιν ἐπὶ τὸ παράδειγμα χωρεῖ εἰς τὴν τοῦ προ- κειμένου πίστωσιν, καὶ φησὶν, *’ ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτὲ,” περὶ τοῦ Ἀδὰμ λέγων. ὡς ἃν ὅτε εὐθὺς ἐγένετο, ἔξω νόμου τυγχά- νοντοζ́ πρὶν ἢ δέξασθαι παρὰ τοῦ Θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα. δῆλον γὰρ ὡς ἐγένετο πρότερον· εἶτα τὴν ἐντολὴν ἐδέ- ξατο ὕστερον. ὅθεν ἐπάγει· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία “ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον· καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, “αὕτη εἰς θάνατον.” ἐπειδὴ δέ, φησιν, ὁ Θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ μὲν ἁμαρ- τία παρεισδὺς ἱν ἔσχεν· ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ Θεῶ δεδογμένοις, θανάτῳ κατεκρίθην. γέγονέ τε ἡμῖν λοιπὸν θανάτου παρεκτικὸς ὁ παρὰ τοῦ Θεοῦ τεθεὶς νόμος, ἐπὶ τῷ ζῆσαι πεισθέν- πεισθέντας αὐτῷ. ὁ γάρ τοι μακάριος Παῦλος ἐλήλυθε μὲν ἐπὶ τούτοις ἀπὸ τοῦ νόμου τοὺς λόγους· δεῖξαι βουλόμενος ὡς οὐ φαῦλον αὐτὸν ἡγεῖται. κοινῶς δὲ λοιπὸν περὶ τῆς τοῦ νόμου φύσεως δια- λέγεται, τὸ χρειῶδες αὐτοῦ καὶ ὠφέλιμον διδάσκων. ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς. ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώ. ποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα καλῶς ἐπάγει· “ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία” καὶ τὰ ἑξῆς.
Ὡριγένουσ. τότε γὰρ καὶ γένοιτ’ ἃν περὶ τοῦ τοιούτου, ὅτι οὗτος ζῇ χωρὶς νόμου. ἐπὶ ταύτην γὰρ τὴν κατάστασιν ἀναφέρων ὁ Παῦλος καὶ πᾶς ἄνθρωπος ἐρεῖ, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου “ποτέ. ἐπεὶ ποτὲ ἦν χωρὶς νόμου, ὅπου καθὼς αὐτὸς φησὶ, περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, Ἑβραῖος ἐξ Ἑβραίων. οὐ γὰρ δύναται τὸ ἔτι ἄλογον ἔχον κατάστασιν παιδίον ζῆν ὑπὸ νόμον. πᾶς γὰρ ἄνθρωπος ἔζη χωρὶς νόμου ποτὲ, ὅτε παιδίον ἦν. καὶ παντὶ ἀνθρώπῳ ἦλθε ποτὲ ἡ ἐντολή. ποτὲ δὲ ἣ ὅτε συνεπλή- ρωσε τὸν λόγον, καὶ νενόηκε τὴν ἐντολὴν προτάττουσαν μὲν τὰ τοιάδε, ἀπαγορεύουσαν δὲ τὰ τοιάδε. ἅμα δὲ τοῦ ἐλθεῖν τὴν ἐντο-
Ἀπολιναρίου. Νόει γοῦν μοι, φησι, μὴ τεθέντα πρῶτον νόμον, ὡς νῦν οὐ πάρεστιν ἐπιτίμησις. ἄγνοια γὰρ ἀνεύθυνον κόλασιν οὐχ ὑπόκειται. μετὰ ταῦτα ἐπεισιοῦσαν θεώρει τὴν ἐντολήν. ἐνταῦθα κατεξανίσταται καθ’ ἡμῶν ἡ ἁμαρτία, προσγενομένης τῆς γνώσεως, καὶ μηκέτι τῆς ἀγνοίας τὴν ὀργὴν ἀφιστάσης τὴν ἐπὶ τοῖς γινομένοις. οὕτω δὲ ζῇ μὲν ἡ ἁμαρτία, δύναμιν καὶ ἰσχὺν λαμβάνβουσα. ἀποθνήσκει δὲ ἄνθρωπος, τῇ γνώσει καταδικαζόμενος· καὶ περιίσταται τὸ ζωοποιοῦν ἀγαθὸν ἡ τοῦ νόμου πρόσταξις, εἰς θανάτου πρόφασιν. ἧς γὰρ ἄνευ, τὴν ἁμαρτίαν, οὐχ οἷόν τε ἁμαρτίαν εἶναι, οὐδὲ καταδικάζειν θανάτῳ τὸν ἄνθρωπον, διὰ ταύτης δήπου καὶ τὸ τῆς πονηρίας ἔγκλημα, καὶ τὸ τῆς κολάσεως ἐπιτίμιον συνίσταται.
Φωτίου. Ἠ μὲν ἁμαρτία νεκρά· ἐγὼ δὲ ἐν ζωῇ, ἅτε μὴ ἐνοχλούμενος μηδὲ νυττόμενος, μηδὲ νεκρούμενος ὑπ’ αὐτῆς. πῶς οὖν ἀνέζησεν ἐκείνη διὰ τοῦ νόμου; τίνα τρόπον; ὅτι τοῦ νόμου δοθέντος μᾶλλον ἐκείνη πρὸν ἐπίθεσιν παρωξύνθη, καὶ οἷον ἐπηρεάσαι ὥρμησεν· ἅτε δὴ καὶ στεφανοῦσθαι μέλλοντα τὸν φυλάξαντα τὴν ἐντολὴν ὑπολογιζομένη, καὶ διὰ τοῦτο μᾶλλον διαβασκαίνουσα. καὶ ἐγὼ πάλιν γνοὺς διὰ τῆς ἐντολῆς τὴν ἁμαρτίαν, ὡς ἐν
“Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα.” ἀνωτέρω εἰπὼν “ὅτι “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ἐπιθυμίαν,” ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο, ἀλλὰ καὶ ἐθανάτωσέ με. αὕτη γέγονεν εἰς θάνατον. εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συναίρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι καὶ τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησί πὼς “κατειργάσατο πᾶσαν ἐπιθυμίαν, ”καὶ φησὶν, “ὅτι ἀφορμὴν λα- “βοῦσα ἐξηπάτησέ με.” εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα ὅτι ἐκ τούτου δὲ εἰργάσατο τὴν ἐπιθυμίαν, καὶ τοῦτο ἀφεὶς ἐπισυνάπτει ἅπτει τὸ τέλος, “καὶ ἀπέκτεινεν· ἵν ἦ κατὰ συνέχειαν εἴ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρημένον. “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν·” τὴν δὲ ἐπιθυμίαν κατειργάσατο ἀπατήσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ με. ἔστιν οὖν ἀπάτη αἰτία τῆς ἐπιθυμίας. ἡ δὲ ἐπιθυμία τοῦ θανάτου. τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς, διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστόν ἐργαζομένης.
Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δίκαια καὶ ἀγαθή.
Κυρίλλου. “Ἄγιος ὁ νόμος καὶ ἡ ἐντολὴ ἁγία καὶ δίκαια “καὶ ἀγαθή.” ἀποφαίνει γὰρ ἁγίους τε καὶ δικαίους καὶ ἀγαθοὺς τοὺς οἵπερ ἃν δύναιντο φυλάττειν αὐτόν. ἵνα δὴ γένοιντο ταῖς ἐκ
Γενναδίου. “Ὥστε,” φησὶν, “ὁ μὲν νόμος ἅγιος, καὶ ἡ “ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.” ὁ μὲν σύνδεσμος ἁπλῶς ἐνταῦθα προσέρριπται· νόμον δὲ καὶ ἐντολὴν ταὐτὸν ἀμφοτέρως ὠνόμασεν. ἁγίαν μέντοι τὴν ἐντολὴν εἶπεν, ὡς τῆς ἁμαρτίας ἀπα- γοῦσαν, καὶ διιστῶσάν τε καὶ ἀφορίζουσαν τοῦ κακοῦ. δικαίαν δὲ, ὡς μετὰ τοῦ δικαίου τιμῶσάν τε ὑπακούοντας, καὶ κολάζουσαν παρακούοντας. ἀγαθὴν δὲ ὡς ὁδηγοῦσάν τε πρὸς τὸ ἀγαθὸν καὶ δι’ ἀγαθότητα δοθεῖσαν Θεοῦ. οὐ τοίνυν ὁ νόμος ἁμαρτία φησὶν, ὅσγε γνωρίζει τέ μοι τὸ φαῦλον, καὶ τῆς τούτου πράξεως εἴργει. ἀλλὰ τοὐναντίον, ἅγιός τε καὶ δίκαιος καὶ ἀγαθός.
Θεοδώρου. Τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς. ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων άμφότερα λέγει, “ ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δι- “καία καὶ ἀγαθή.” ἵνα εἴπῃ ὅτι ἀμφότερα τοίνυν ἄγαν ὠφέλιμα. καλῶς δὲ ἐπὶ τῆς ἐντολῆς πλείοσιν ἐχρήσατο τοῖς ἐπαίνοις, ἅτε δὴ καὶ τῆς δόσεως οὐκ ἐπ’ ἀναγκαίοις κατὰ τὸ πρόχειρον δοξάσης δεδόσθαι, καὶ θανάτου παρεκτικῆς ἅπασι γενομένης. ἐκάλεσε δὲ αὐτὴν ἁγίαν μὲν, ὡς τὰς ἀφορμὰς παρέχουσαν τῆς τε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διακρίσεως, καὶ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος ἀφορίζουσαν· δικαίαν δὲ, ὡς ἀναγκαίως μετὰ τὸ δεῖξαι τὸ καλὸν ἐπάγουσαν τῷ παραβάτῃ τὴν τιμωρίαν· ἀλλὰ καὶ ἀγαθὴν, ὡς καλῶν παρεκτικὴν, τό τε παρέχειν τὴν διάγνωσιν, καἰ τὸ μείζονα πειθομένοις ὑπισχνεῖσθαι καλά.
Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος.
Κυρίλλου. “Ἅγιος μὲν ὁ νόμος, ἁγία δὲ καὶ ἡ ἐντολὴ καὶ “ ἀγαθή.” εἶτα πῶς ἔφασκε, “καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν “αὕτη εἰς θάνατον;” ἆρα οὖν, εἶπέ μοι, γέγονε τὸ ἀγαθὸν ὀλέθρου πρόξενον; μὴ γένοιτό, φησιν, ἐπαιτιῶμαι γὰρ ἐν τούτοις, ἥκιστα μὲν τὸν νόμον, ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος. καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν διανοίας κεκράτηκεν, ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι
Γενναδίου. Τὸ οὖν ἀγαθὸν ἐμοὶ, φησὶ, γέγονε θάνατος; μὴ γένοιτο. ἀλλ’ ἡ ἁμαρτία. οὐκ ἄρα, φησὶ, τοῦ κακοῦ μοι τὸ ἀγαθὸν αἰτιάσομαι· τῆς δὲ ἁμαρτίας κρατηγορῶ, καἰ ταύτην μισῶ. καὶ πρὸς ταύτην οὐκ ἃν ἑκὼν εἰναι σπεισαίμην ποτέ. ἵνα φανῇ, φησὶν, ἡ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. αὕτη γὰρ βλάψασά με τῷ ἀγαθῷ, δι’ αὐτοῦ μοι τούτου καὶ τὴν ἑαυτῆς φύ- σιν ἥτις ἐστὶ κατεφάνη· “ἵνα γένηταί,” φησι, “καθ’ ὑπερβολὴν “ἁμαρτωλὸς καὶ ἁμαρτία διὰ τῆς ἐντολῆς.“ἐλέγχεται γὰρ διὰ τοῦ νόμου, φησὶν, ἡλίκον τε καὶ ὅσον ἐστὶν ἡ ἁμαρτία κακόν. τὸν γὰρ παρακελευόμενον αὐτήν μοι φυλάττεσθαι καὶ δεδομένον εἰς συμμαχίαν, ὑποσκελίσασά με, δι’ ἀπάτης αὐτόν μοι τοῦτον ἐπίστησε φονευτήν.
Διοδώρου. Ἔλεγχός, φησι, τῆς τοῦ διαβόλου πονηρίας ὁ νόμος. ἀγαθὸν δὲ τὸν νόμον εἶπε. φαίνεται οὖν ὁ πονηρὸς δεινὸς ὣν πονηρός. ὅταν διὰ τοῦ δοθέντος ἀγαθοῦ θάνατον τοῖς λαβοῦσι τὸν ἀγαθὸν νόμον προὐξένησεν. “ἁμαρτωλός,” φησιν, “ἡ ἁμαρτία.” φανερώτατα νῦν ἔδειξεν ὅτι ἁμαρτίαν τὸν διάβολον ἔλεγε, καὶ
Ωριγένουσ. Εἴ τις πρὸς τὰ εἰρημένα ἀνθυποφέρει λέγων, μήποτε ὁ ἅγιος νόμος γέγονεν εἰς θάνατον τῷ ἀνθρώπῳ; “ἐλθούσης “γὰρ τῆς ἐντολῆς ἀνέζησεν ἡ ἁμαρτία. ὁ δὲ ἄνθρωπος ἀπάθανεν.” ἀκούσετε ὅτι οὐ τὸ ἀγαθὸν γέγονε θάνατος, ἀλλ’ ἔδει τὴν ἁμαρτίαν φανῆναι ἡλίκον ἐστι κακόν. ὅτε γὰρ ἐπιδημεῖ τὸ ἀγαθὸν τῇ ψυχῇ, φανεροῦται τὸ κακόν. καὶ ἐάν τις μετὰ τοῦτο ἁμαρτῇ, εὑρίσκεται τὸν θάνατον ποιοῦσα θανάτου πρόξενος. καὶ ἡ ἁμαρτία οὐχ ἁπλῶς ἁμαρτία, ἀλλὰ καθ’ ὑπερβολὴν ἁμαρτωλὸς αὕτη, διὰ τῆς ἁγίας ἐντολῆς παρεισδύνουσα, καὶ τὸν θάνατον ἡμῖν κατεργα- ζομένη.
Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν.
Κυρίλλου. Πνευματικόν φησι τὸν νόμον, ὡς ἀποτελοῦντα πνευματικοὺς τοὺς ἑπομένους αὐτῷ. νοεῖται δὲ πνευματικὸς, ὁ μὴ κατὰ σάρκα ζῶν, ἀπονενευκὸς δὲ μᾶλλον ἐπὶ τὸ θέλειν ἕπεσθαι τῇ θελήσει τοῦ Πνεύματος. ἔφη δὲ καὶ ὁ μακάριος Δαβὶδ, “ὁ νόμος “Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς. ἡ μαρτυρία Κυρίου πιστὴ, “σοφίζουσα νήπια· ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶ- “νος.” ὥσπερ οὖν ἄμωμόν φησιν εἶναι τὸν νόμον, οἰδε γὰρ ἀμώμους ἀποτελεῖν· πιστὴν δὲ τὴν μαρτυρίαν, ὡς πιστοὺς ἀποφαίνουσαν· καὶ ἁγνὸν τὸν φόβον· ἔστι γὰρ ἁγνοποιός· οὕτως ἐκδέξῃ κἀνθάδε πνευματικὸν εἰρῆσθαι τὸν νόμον, ὡς πνευματικοὺς ἀποφαίνοντα τοὺς ἑπομένους αὐτῷ. εἰ γάρ ἐστιν ἐν σκιαῖς, ἀλλ’ οὑν ἔχει τῆς ἀληθείας τὴν μόρφωσιν. τι οὖν ὁ Παῦλος; ἰσχυρίζεται μὲν ὅτι πνευματικὸς ὁ νόμος. αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς πολὺ νοσοῦσαν τὴν ἁμαρτίαν καὶ πειρᾶται πληροφορεῖν ὡς ἔπειπερ ἐστὶ πνευματικὸς ὁ νόμος, ταύτῃ τοι μάλιστα φορτικός ἐστι τῇ τοῦ ἀνθρώπου φύσει. τι γὰρ εἰπέ μοι φησιν; “εἰ ὁ μὲν νόμος ἐστὶ “πνευματικὸς, ἐγὼ δὲ σαρκικός εἰμι·” τουτέστι τὸ τῆς σαρκὸς φρονήματι τυραννούμενος. ὁρᾷς ὅπως εἰς ὅσην ἡμῖν ἐναντιότητα θελημάτων τίθησι τὰ δηλούμενα. ἕτερον γὰρ τὸ θέλημα τοῦ πνεύματος, καὶ ἕτερον ἃν νοοῖτο τὸ τῆς σαρκός. ἀντίκεινται γὰρ [*](Z Cod. in marg. ἴσως τῷ.)
Γενναδίου. Ἐπὶ πλέον ὑπεραπολογούμενός τε τοῦ νόμου, καὶ τῆς αἰτίας ἀπολύων αὐτὸν, τοῦτό, φησιν, ἐπίσταμαι, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἵνα εἴπῃ τέλειος καὶ ἀνενδεὴς, καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν ἀθανάτοις προσήκουσαν. ἀλλ’ ἐγὼ τί πάθω; θνητὴν καὶ φθαρτὴν καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περικείμενος σάρκα, ἐκδεδομένος ὥσπερ εἰς πταίσματα; τὶ γὰρ πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν; ἀντὶ τοῦ ὡς πεπραμένος λέγει καὶ τοῦτο δὲ ἰδίωμα γραφικὸν τὸ δίχα τοῦ ὁμοιωματικοῦ ἐπιρρήματος λέγειν τι τῶν προκειμένων πολλάκις. οἷόν ἐστι καὶ τὸ “ὁ Θεὸς “ἡμῶν πῦρ καταναλίσκον.” ἔοικε δὲ τὸ “δοῦλοι ἦτε τῆς ἁμαρτίας” ἐν τοῖς “τίνι ὑπόχρεως ὣν πέπρακα ὑμᾶς, ἀλλ’ ἣ ταῖς ἁμαρτίαις “ὑμῶν ἐπράθητε·” καὶ τῷ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἰρημένῳ παρὰ τοῦ Σωτῆρος ἡμῶν. “ὅτι ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι “τῆς ἁμαρτίας,” ὄντως γὰρ ᾦτις ἥττηται, τούτῳ καὶ δεδούλωται.
Διοδώρου. Εἰκότως λέγεται πνευματικὸς ὁ νόμος. φυλαχθέντα γὰρ τὰ ἐν αὐτῷ παραγγέλματα πνευματικὸν ἐποίει τὸν ἄνθρωπον. ἢ καὶ ὅτι φησὶ κατ’ ἐνέργειαν Πνεύματος Ἁγίου ἐπιδεκτικοὺς, κεκαθαρμένους, τῇ τοῦ νόμου παιδαγωγίᾳ. “πεπρμένος a ὑπὸ τὴν “ἁμαρτίαν,” οὐχ ὑπὸ ἑτέρου τινὸς πεπραμένος, ἀλλ’ αὐτὸς ὑφ’ αὐτοῦ κατολιγωρῶν τῶν πεπαρηγγελμένων.
Θεοδώρου. Τὸ “πνευματικὸς ἀντὶ τοῦ ὠφελεῖν καὶ παιδεύειν ἃ δεῖ δυνάμενος τὴν ψυχήν. τὸ δὲ σαρκικὸς ἀντὶ τοῦ θνητὸς, καὶ διὰ τοῦτο πολλὴν περὶ τὸ ἁμαρτάνειν ἔχων ῥοπήν. τοῦτο γὰρ λέγει τὸ “πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.” ἐπειδήπερ ἡ πρᾶσις, δοῦλον πάντως ποιεῖ ’τον πεπραμένον ὑπὸ του τῆς ὑπηρεσίας καθιστάμενον ἀνάγκην, ὡς ἃν οὕτω καὶ ἡμῶν διὰ τῆς θνητότητος εἰς τὴν τοῦ ἁμαρτάνειν ἑτοιμότητα καταστάντων. βούλεται γὰρ εἰπεῖν ὅτι καλὸς μὲν ὁ νόμος, παιδεύει γὰρ τὴν ψυχὴν, τινὰ μὲν ἀγαπᾶν, [*](a Cod. πεπραγμένοι et sic iterum posthac.)
Ωριγένουσ. Ζήτημα ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένης περικοπῆς, πῶς ταῦτα λέγων ὁ Παῦλος, οὐ δοκεῖ ἐναντιοῦσθαι τοῖς ἰδίοις λόγοις, ὁ λέγων “τιμῆς ἠγοράσθητε,” καὶ “Χριστὸς “ἡμᾶς ἐξηγόρασε,” καὶ “ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι- “στός.” εἰ μή που εἴπωμεν ὅτι προσωποποιΐας ἔχει διαφόρους ποιότητας προσώπων, ἔνθα οἱ φαῦλοι ἄλλα πράττουσι παρὰ τὴν προηγουμένην ἑαυτῶν πρόθεσιν. ὁ δὲ παρὼν λόγος ἁρμόζει λέγεσθαι ὑπὸ τῶν μεμαθηκότων τὰ περὶ τοῦ νόμου, ὅτι θεῖός ἐστι, καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα ὅτι εἰσὶ καλά. οὐδὲν δὲ ἧττον ὡς πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν καὶ σαρκικοὶ ὄντες, καὶ γινώσκουσι πώς ἐμπίπτουσιν ὕπο τὴν ἁμαρτίαν.
Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω.
Κυρίλλου. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ᾿ ὅπως ἐκεῖνοι πρεσβεύειν ἐγνώκασι, πλανῶντές τε καὶ πλανώμενοι. εἱμαρμένην γάρ τινα πλαστουργοῦντες, καὶ τύχην κατὰ τὸ σφίσι δοκοῦν· εἶτα τὸ κρατεῖν τῶν καθ’ ἡμᾶς πραγμάτων ταῖς οὐκ οὔσαις ἀνάπτοντες, παραιροῦνται τὸν ἄνθρωπον τοῦ ὅτι μάλιστα πρέποντος αὐτῷ, φημὶ δὲ τοῦ χρῆναι βιοῦν ἐλευθέρως, ἀνειμένην τε καὶ ἐθελούσιον ἔχοντα τὴν ῥοπὴν, τὴν ἐφ’ ὅπερ ἃν ἕλοιτο τῶν πρακτέων. ἀνάγκη δὲ ὥσπερ καὶ τοῖς παρ’ ἐκείνων ὅροις τὲ καὶ ψήφοις ὑπάγοντες, οὐ μετρίως ἀδικοῦσι τοὺς κατὰ τόνδε τὸν βίον. εἰ γάρ τις ἴοι κατ’ αὐτοὺς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις, οὐκ ἐνὸν αὐτῷ, κἂν εἰ βούλοιτο, τυχὸν τῆς εἱμαρμένης τὸ νεῦμα διαφυγεῖν, οὐδ’ ἃν ὅλω, διαμωμήσαιτο τις εὖ φρονῶν, κἂν εἰ ὁρῷτο πλημμελῶν. ὃ γὰρ ἦν ἀνάγκη καὶ οὐχ ἑκόντα δρᾶν, εἰ ἁλίσκοιτο πεπραχὼς, ἔξω που πάντως αἰτίας ἔσται καὶ δίκης.
Επαινέσειε δ᾿ ἄν τις οὐ λίαν ἐμφρόνως τὸν ἐπιεικῆ καὶ κόσμιον.
Τοῖς γε μὴν ἐπηρτημένον ἔχουσι τὸν τῆς ἀνάγκης ζυγὸν, καὶ οἵπερ ἃν τοῖς κρατοῦσι δοκῇ τρεπομένοις ἀεὶ, περιττὸν οἶμαί που τὸ θέσπισμα· καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐδ’ ἃν ἡμῖν ὁ πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει, τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένοις βρόχοις ἐνειλημμένους ἠπίστατο; ἣ γὰρ ἐκεῖνο λεγόντων οἱ δι’ ἐναντίας, ὡς ἠγόη z (sic) καὶ τοῦτο Θεός. ἣ εἴπερ ὀρθὰ [*](z Cod. αὐτὸ. Leg. ἠγνόει.)
Ταύτητοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον, ἐφ’ ὅσον χρόνον ζῇ. οὐκοῦν οὐχ ὡς τῆς ἀνθρώπου διανοίας τοῖς ἑτέρων ὑποκειμένοις νεύμασι τὰ τοιάδε φησί· φιλοσοφεῖ δὲ, καὶ τῆς ἀνθρώπου φύσεως τὰ πάθη περιεργάζεται. μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀρρωστημάτων b, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται τοῦ νοσοῦντος ἔτι τὴν φιλοσαρκίαν, ἑαυτῷ τὸ πρόσωπον εὖ μάλα προτιθείς. εἰ γὰρ καὶ ἐσταύρωται μὲν αὐτὸς τῷ κόσμῳ, καὶ μὴν ὁ κόσμος αὐτῷ, καὶ ἢν ἀξιάγαστος ἀληθῶς, ἀλλ’ ἡγεῖτο σοφὸν, μὴ εἰς τὸ οἰκεῖον χάρισμα βλέπειν, ἀλλὰ τὴν οὔπω γεγονότων κατ’ αὐτὸν ἀσθένειαν ὑπόθεσιν ἀναγκαίαν ποιεῖσθαι τῷ λόγῳ
Ὄταν οὖν ἀκούσῃς λέγοντος, “ὃ γὰρ κατεργάζομαι, οὐ γινώ- “ σκω,” ἐννόει τινὰς τῶν ὑπεράγαν c ἁμαρτωλῶν οἰομένους, ὅτι τὸν πανάριστον ἀληθῶς διαζῶσι βίον· καὶ ὅτι τῆς ἐν τῷδε τῷ κόσμῳ τρυφῆς καὶ ἐξιτηλίας οὐδὲν ἃν γένοιτο τὸ ἰσοστατοῦν. καταμυ- σάττονται μὲν γὰρ τῆς ἐπιεικείας τοὺς τρόπους, ἐναμβρύνονται δὲ καὶ ἐνσπαταλῶσι λίαν ταῖς σφῶν αὐτῶν ἡδοναῖς. καὶ περὶ αὐτῶν οἶμαί που φησὶν ὁ Παῦλος, “οἱ τὰ ἐπίγεια φρονοῦντες, ὧν ὁ θεὸς “ἡ κοιλία· καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.’ οὗτοι φαῖεν ἂν εἰκότως ὥς τι τῶν ἄγαν ἐπαινουμένων πληροῦντες τὸ φαῦλον, “ὃ “ γὰρ κατεργάζομαι οὐ γινώσκω. οὐκοῦν ἀκουέτωσαν, “ἐκνήψατε “οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν.” ὅνπερ γὰρ τρόπον οἱ φιλοπόται καὶ κάτοινοι παρακεκομμένοι τῷ πάθει τῆς διανοίας τὸ ἀκριβὲς, οὐκ ἃν εἰδεῖεν τὰ σφισὶ δρώμενα d, κατὰ τὸν τοῦ μεθύειν καιρὸν, οὕτως οἱ τὴν φρένα κατηρρωστηκότες, ἐκ φιλοσαρκίας καὶ τῶν αἰσχίστων ἡδονῶν, οὐδὲ ὅτι ποτε δρῶσιν εἰδεῖεν ἄν.
Νόσημα οὖν ἡμῖν ἀνθρώπου καρδίας ὁ Παῦλος ἐξηγεῖται λέγων, [*](a Leg. vid. ἄνοιαν. b Cod. ἀρηστημάτων. c Cod. ὕπερ ἄγαν. d Cod. δρόμενα.)
Γενναδίου. Ἐπειδὴ εἶπεν τὸ “πεπραμένος f ὑπὸ τὴν ἁμαρτίαν·” καὶ διὰ τούτου τὴν μὲν ἐν τάξει δεσποίνης ὑπέθετο· ἑαυτὸν δὲ ἐν δούλου, πρὸς τοῦτο ἀκολούθως ἐπάγει, “ὃ γὰρ κατεργάζομαι οὐ “ γινώσκω.” τοῦτο γὰρ ἴδιον οἰκετῶν, τὸ μὴ γνώμης ἰδίας εἶναι κυρίους, ἀλλὰ δεσποτικοῖς ὑπηρετεῖσθαι προστάγμασι. πολλάκις γοῦν τι φησὶ, οὐ προαιρούμενος αὐτὸς διαπράττομαι. τὸ γὰρ “οὐ “γινώσκω οὐχ ὅτι ἀγνοῶν λέγει· πῶς γὰρ, εἰ ὃ πράττει τις τοῦτο αὐτὸν ἀγνοεῖν ἐγχωρεῖ. ἣ ὅλως ἃν αὐτῷ τὸ τοιοῦτον εἰς σφάλμα καταλογίζοιτο ἐν εὐαγγελίοις τοῦ Σωτῆρος, “οὐκ οἶδα ὑμᾶς, ἀπέλ- “θέτε ἀπ’ ἐμοῦ.” ἀντὶ τοῦ κατεργάζομαι τι πολλάκις, οὐκ οἰκειούμενος, οὐδὲ χαίρων, οὐδὲ ἡδόμενος αὐτῷ κατὰ πρόθεσιν· οὐδὲ ἐμαυτοῦ, συντόμως εἰπεῖν, ὑπακούων, ἀλλ’ ἄλλου. καὶ ὅτι τοῦτο οὕτως ἔχει, φησι, δῆλον. “οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ, “τοῦτο ποιῶ.” τουτέστιν, ἃ μὲν αὐτὸς ἐμαυτῷ θέλω, τούτων οὐδὲν διαπράττομαι. ποιῶ δὲ τἀναντία· καὶ ἃ μισῶ, οὐκ ἃν ἐμαυτῷ βουληθείην ποτέ. διὰ μὲν τοιούτων τὸν τοῦ Σωτῆρος ἐκείνου νόμον παραβαίνειν φησὶ τὸν φυσικόν τε καὶ περιεκτικὸν τῶν ἁπάντων· τὸν “ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς “ποιεῖτε. οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.”
[*](e Cod. ἐνηργήμασι. f Cod. πεπραγμένος.)Διοδώρου. Οὐχ ὅτι τὴν ἁμαρτίαν, ὅτι ἁμαρτία ἐστὶν ἀγνοεῖν φησὶν, ἀλλ’ ἀντὶ τοῦ πῶς αὐτὴν ποιῶ, καὶ πῶς ὑποβλέπτομαι οὐκ αἰσθάνομαι. οἷον πολλάκις κρίνας κρατῆσαι θυμοῦ, ἡττήθην ἐμαυτοῦ. χρὴ μέντοι εἰδέναι, ὅτι οὐχ ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων ἐν ἑαυτῷ ὑπογράφει. τὸ φορτικὸν ἐπὶ ἑτέρου τάξαι παραιτούμενος. δείκνυσι γὰρ ὅτι ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ὑττώμεθα μεθα δὲ τῆς ἡδονῆς, ὅσοι ὑπὸ νόμον ἐσμέν. οὐ μὴν ὅσοι ὑπὸ χάριν· οἳ καὶ ἔξω ἁμαρτίας διὰ τὴν χάριν γεγόναμεν.
Ὠριγένουσ. Ἁρμόζει τὰ ῥήματα ταῦτα λέγειν τοῖς παλαίσασι πρὸς τὰς ἐπιθυμίας· διὰ δὲ ἀσθένειαν λογισμοῦ πεσοῦσι· καὶ τοῖς ὑπὸ θυμοῦ ἐσθ’ ὅτε νικωμένοις καὶ ὑπὸ φόβου, καὶ πράττουσιν ἃ μὴ θέλουσι, καὶ ἃ μισοῦσιν· ὅταν δὲ καὶ ἀπὸ λόγου ἐπάρσεως ἡττηθέντες νικηθῶμεν ἐκ τοῦ δοκοῦντος εἶναι ἀγαθοῦ οὐ μὴν ἀληθοῦς, σύμφαμεν τῷ νόμῳ ὅτι καλὸς, ποιοῦμεν δὲ τὸ καθ’ ἡδονήν.
Εἰ δὲ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός.
Γενναδίου. Εἰ τοίνυν φησὶν, “ὃ μὴ αὐτὸς θέλω, τοῦτο ποιῶ,” διὰ τοῦτο τὸν νόμον εἶναι καλὸν καθομολογῶ. ἃς γὰρ ἐκεῖνος κακίζων πράξεις ἀπαγορεύει μοι, τούτων καὶ αὐτὸς ἐγὼ προκατέγνωκα, κἂν μετίω τοῖς ἔργοις αὐτά,
Κυρίλλου. Ἐνίησι πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς, τῇ τοῦ σώματος φύσει, καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀρρωστημάτων τὴν δύναμιν κατασκέπτεται· αἱ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὅτι οὖν ἀποκομίζουσαι τῶν παθῶν, καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκκήματα πηγὴν ἔχουσι τὴν σάρκα· καὶ πρός γε τοῦτο, ἡμᾶς ἐμπεδοῖ λέγων τοῦ Σωτῆρος ὁ μαθητὴς, “πόθεν πόλεμοι ἐν ὑμῖν, καὶ πόθεν “μάχαι; οὐχ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων “ ἐν τοῖς μέλεσιν ὑμῶν;”
Περὶ τῶν ἐν ἀνθρωπίνη φύσει παθῶν, ἀδύνατον ποιούντων τὴν πρὸς νόμον συμφωνίαν.
Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν.
Θεοδώρου. Καὶ τοῦτο μὲν νόμου, φησὶ, τὸ χρήσιμον δείκνυται· ἀφ’ ὧν οὐδενὶ τῶν πραττομένων ἀρέσκομαι. ὁμολογῶ γὰρ ἄτοπα εἶναι, κἂν μυριάκις αὐτὰ διαπράττωμαι, τὸ πεπαιδεῦσθαι τοῦτο ὑπὸ τοῦ νόμου. φαίνεται δὲ ἡ τῆς ἁμαρτίας ἰσχὺς, οὕτω μου διὰ τὴν θνητότητα κρατοῦσα, ὡς καὶ ἄκοντα πολλάκις ἐπὶ τὴν τῶν ἀτόπων καταφέρεσθαι πρᾶξιν· καὶ τὸ αὐτὸ πάλιν· “οἶδα γὰρ ὅτι “οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν· καὶ γὰρ ἐπίσταμαί, φησιν, ὅτι ὅσον ἐπὶ τῇ σαρκὶ, θνητὴν ἐχούσῃ τὴν φύσιν, οὐδὲν τῶν εἰς ἀρετὴν συντελούντων πραχθῆναι δύναται. ἡ μὲν γὰρ θνητότης τῶν παρόντων ἐφίεσθαι μόνον ἡμᾶς παρασκευάζει. ζεῖ. ἐκ δὲ τῆς περὶ ταῦτα σπουδῆς ἀρετὴν εἰς ἄκρον οὐδαμῶς οἷόν τε μὴ τῶν παρόντων ὑπερορῶντα κρείττονι λογισμῷ ἀθανάτων ἀφιέμενοι πραγμάτων.
Τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω.
Κυρίλλου. “Τὸ γὰρ θέλειν,” φησὶ, “παράκειταί μοι, τὸ “δὲ κατεργάζεσθαι τὸ καλὸν οὐ,” καὶ τὰ ἑξῆς· εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδίνουσαν ἐν ἑαυτῇ, τὴν ἁμαρτίαν παραδέχεται σοφῶς· τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθόν· μὴ μὴν ἔτι καὶ τὸ δύνασθαι διαπεραίνειν αὐτό. καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐντροπὴν, καὶ οὐχ ἑκόντα τὸν νοῦν. οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἃν ἔξω καὶ ἁμαρτίας. ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν εἴη ἄν· εἰκότως οὐκ αὐτοῦ δὴ μᾶλλον ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃ τοι φησίν· “εἰ “δὲ ὃ οὐ θέλω, ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, “ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”
Διὰ πάντων τούτων τὸ ἐν τοῖς εὐαγγελίοις λέγει παρὰ τοῦ
Θεοδώρου. Ἐπιμένων τοῖς αὐτοῖς, “οὐ γὰρ ὃ θέλω,” φησὶ, “ποιῶ ἀγαθὸν, ἀλλ’ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ θέλω “τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν “ἐμοὶ ἁμαρτία.” τὸ γὰρ αὐτὸ κἀνταῦθα λέγει· ὅτι τῇ μὲν ψυχῇ αἱροῦμαι τὸ καλὸν, ὑπὸ τοῦ νόμου παιδευόμενος ἃ δεῖ· ποιῶ δὲ οὐχ ἃ βούλομαι πολλάκις, ἀλλὰ ἃ μὴ βούλομαι μᾶλλον. βούλομαι μὲν γὰρ τὰ τοῖς θείοις νόμοις ἀκόλουθα. πράττω δὲ τἀναντία, ὧν ἐπίσταμαί τε καὶ βούλομαι καλῶν. ὡς ἐντεῦθεν τῆς ἁμαρτίας φαίνεσθαι τὴν ἰσχὺν, ἣν κατ’ ἐμοῦ διὰ τῆς θνητότητος ἐπεκτήσατο· εἴπερ δὴ καὶ παρὰ γνώμην ἐπὶ τὴν οἰκείαν με καθέλκειν δύναται πρᾶξιν. τὸ γὰρ “οὐκ ἐγὼ κατεργάζομαι,’ ἀνωτέρω κἀνταῦθα λέγει τὸ παρὰ γνώμην. διὰ πάντων δὲ τούτων ἀπὸ τοῦ “οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστι,” βούλεται εἰπεῖν, ὅτι καλὸς μὲν ὁ νόμος, παιδεύων ἃ δεῖ τὴν ψυχήν· καὶ τούτου γε ἕνεκεν σφόδρα χρήσιμος.
Εγὼ δὲ διὰ τῆς θνητότητος δεξάμενος ἀπηλλάχθαι τοῦ πταίειν διὰ τῆς τοῦ λόγου διδασκαλίας, οὐ δύναμαι. πολλὴν μὲν γὰρ ἔχει τὴν ἰσχὺν ὁ νόμος ἐν τῇ τῆς ψυχῆς διδασκαλίᾳ. καὶ τοῦτο δῆλον, ἐξ ὧν ἀκριβὴς ἔγκειται ἡμῖν ἥτε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διάκρισις· κρίσις· οὐδὲ πώποτε γοῦν ὑπὸ τοῦ πλήθους τῶν ἁμαρτημάτων, τὸ εἰδέναι τοῦτο ἀπεβάλομεν. τοὐναντίον δὲ καὶ μυρία πταίοντες. τοῦ γοῦν εἰδέναι τῆς ἁμαρτίας τὴν φαυλότητα ἐκτὸς οὐ γεγόναμεν. οὐ μὴν ἀφελεῖν ἡμῶν τὸ ἁμαρτάνειν δεδύνηται, τῆς θνητότητος πολλὴν τὴν εὐκολίαν ἡμῖν ἐργασαμένης. ἀλλὰ κἂν σφόδρα
Διοδώρου. Ἀγαθοεργῶν ὁ θεῖος Ἀπόστολος, εἰκὼν ἀκηλίδωτος f ἐγίνετο τῶν μαθητευομένων· ὅτου χάριν καὶ ἐκέκραξε, “μιμηταί “μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.” τοιγαροῦν οὐκ αὐτοῦ ἐστὶ κατὰ κυριότητα ὃ ἔφη· “οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν τῇ σαρκὶ μου “τὸ ἀγαθὸν,” ἀλλ’ οὐδὲ τὸ “ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με “ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου. ἀλλὰ ταῦτα καὶ ὅσα τοιαῦτα, ἐν παρενθέτῳ προσώπῳ ὑποκρινόμενος λέγει· πρὸς ἔλεγχον τῶν φιλαμαρτημόνων. ὥσπερ δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν σφῶν πράξεων, σαρκικοὺς, ψυχικοὺς, πνευματικοὺς, καὶ ἑτέροις μυρίοις ὀνόμασι καλεῖν οἶδεν ἡ θεία γραφὴ, οὕτω δὴ καὶ τὸν διάβολον, οὐ μόνον Σατανᾶν καὶ ἀντικείμενον καὶ διάβολον καὶ ὄφιν, καὶ λέοντα καλεῖν οἶδε, καὶ Βελίαρ, ἀλλὰ γὰρ καὶ σάρκα καὶ νόμον καὶ ἁμαρτίαν καὶ θάνατον· τούτοις γὰρ ἐδουλεύσαμεν διὰ τῆς παρακοῆς, καὶ οὐ τῷ Χριστῷ.
Ὅτου χάριν λέγει, “ὅτε ἧμιν ἐν τῇ σαρκὶ,” δηλῶν ὡς νυνὶ οὐκ ἔτι ὄντων αὐτῶν ἐν σαρκὶ, καίπερ ὄντων ἐν σαρκὶ· ὡς οὐκ ἄρα τὴν σάρκα ἣν περικείμεθα διαβάλλων, ἀλλὰ τὴν ὁμωνύμως αὐτὴν λεγομένην σάρκα. ἧς καὶ ἀπηλλάγημεν διὰ τὸ ἀποθανεῖν ἡμᾶς ἐν Χριστῷ, διὰ τοῦ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτίσματος. ὄντως ταύτης ἠλευθερώθημεν τῆς σαρκός. ἐπιφέρει γὰρ λέγων, “νυνὶ “δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας, ἀποθανόντες ἐν “ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, “καὶ οὐ παλαιότητι γράμματος.” εἶθ᾿ οὕτως ἤρξατο πάλιν τῆς καθ’ ὑπόθεσιν προσωποποιίας, ἀρξάμενος ἀπὸ τοῦ “ τί οὖν ἐροῦ- “μὲν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο,” ἕως τοῦ “ταλαίπωρος ταλαίπωρος ἐγὼ “ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου” ἄσειστον θεμέλιον προθέμενος ἐν προλόγῳ τὴν ἑαυτοῦ ἀπολογίαν οὕτω λέγων· “τί οὖν; ὁ νόμος ἅγιος, καὶ ἐντολὴ ἁγία καὶ δικαία “καὶ ἀγαθή.” ἐνταῦθα νόμον λέγει, οὐ τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός ἡμῶν, ἀλλὰ τὸν παροπαραινετικὸν, τὸν τοὺς ἁμαρτά- [*](f Cod. ἀκηλίδοτος.)
Εἶθ᾿ οὕτως ἤρξατο ἐπιλύειν ἀκολούθως οἷς ἀνωτέρω προεῖπεν, λόγον εὐχάριστον προοιμιασάμενος οὕτως· “εὐχαριστῶ τῷ Θεῷ διὰ "Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.” εἶτα πρὸς κατάκρισιν τῶν τοιάδε ἀφορμαζομένων καὶ κακιζόντων ἃς περικείμεθα σάρκας, λέγει ἐπερωτηματικῶς, “ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοὶ δουλεύων νόμῳ “Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.” ἀρα κἀγὼ Παῦλος μεμέτρισμαι g; πῇ μὲν δουλεύων νόμῳ Θεοῦ, πῇ δὲ νόμῳ ἁμαρτίας; ἆρα τὸν Χριστὸν καὶ τὸν Βελίαρ, ἅμα καὶ κατὰ τὸ αὐτὸ ἔχω ἐν ἐμαυτῷ; ἆρα ἐγὼ ὁ λέγων “ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ “Χριστὸς,” ψευσάμενος τὴν ἁμαρτίαν ζῶσαν ἔχω ἐν ἐμαυτῷ; ἄλλοις προφωνήσας, “ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ “ ἐν ὑμῖν Ἁγίου Πνεύματός εστι;” καὶ “δοξάσατε τὸν Θεὸν ἐν “τοῖς μέλεσιν ὑμῶν,” αὐτὸς ἐγὼ ἐν τῷ σώματι οὐδὲν ἔχων ἀγαθόν; ἀλλ’ οὐκ ἔστι τοιοῦτος, οὐκ ἔστι· μὴ γένοιτο. τέκνον γὰρ ὀργῆς καὶ σκεῦος ὀργῆς πρὶν, μεταβαλὼν τὸν τρόπον οὐ τὴν φύσιν, ἐγένετο τίμιον ἐκλογῆς σκεῦος. ἐπεὶ οὑν τὰ προσωποποιηθέντα θέντα ῥήματα οὔτε τῷ θεσπεσίῳ Παύλῳ ἁρμόζει, οὔτε μὴν παντὶ τῷ συνταφέντι Χριστῷ διὰ τοῦ βαπτίσματος· διότι τῆς ὀνομαζομένης σαρκὸς ἠλευθερώθησαν. οὐ γὰρ ἔτι κατακριθήσονται οἱ τοιοῦτοι διὰ τὴν τοῦ Ἀδὰμ παρακοήν· οὐκέτι βασιλεύει αὐτῶν ἡ ἁμαρτία· οὐχ ὁ θάνατος ὁ διὰ τῆς ἁμαρτίας· συνετάφησαν γὰρ τῇ ζωῇ τοῦ Χριστοῦ, διὰ τῆς ὑπακοῆς τὴν παρακοὴν ἐξαφανίσαντος, καὶ τῶ ἑκουσίῳ ἑαυτοῦ θανάτῳ τὸν ἐξ αὐτῆς ἐπισυμβάντα ἡμῖν θάνατον ἐκκρουσαμένῳ· γέγονε γὰρ ἑκὼν ὑπὸ νόμον τὸν τῆς παρακοῆς, ἵνα ἡμᾶς τοὺς ὑπὸ νόμον τὸν τῆς κατακρίσεως ἐξαγοράσῃ. διὰ τοῦτο ἔφη “πᾶς λελυτρώμενος.”
“ Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. τὸ “γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς “τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατε- “κρῖνε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ὅτι δὲ ταῦθ’ οὕτως καλῶς τεθεώρηται, ώρηται, ἐπιφέρει λέγων ὁ θεῖος Ἀπόστολος· “οὐδὲν ἄρα κατάκριμα [*](g Sic Cod. sed leg. μεμέρισμαι.)
Τὸ ἁμαρτίας ὄνομα, οὐκ οὐσίαν ὑφεστῶσαν δηλοῖ, ἀλλὰ τρόπον καὶ βίον τοῦ διημαρτηκέναι τινὰ τοῦ κατὰ λόγον καὶ ὀρθῶς ἔχοντος πράγματος. ὥσπερ γὰρ γενικώτατόν ἐστιν ὄνομα ἡ ἁμαρτία, κατὰ πολλῶν καὶ διαφόρων πραγμάτων κατηγορουμένη. πᾶν δὲ ἁμάρτημα οὔτε λόγῳ, οὔτε νόμῳ προστακτικῷ γίνεται· εἰ γὰρ κατὰ νόμον καὶ λόγον ἐγίνετο ὀρθὸν, οὐκέτι ἂν ἦν ἁμάρτημα ὡρισμένον καὶ τεταγμένον ἔχον τὸν τῆς γενέσεως λόγον. ἐπειδὴ ὁ θεῖος Ἀπόστολος οὐχ ἁπλῶς ἁμαρτημάτων, ἀλλ’ ἁμαρτίας γενικωτάτης ἐχούσης φρόνημα, ἐχούσης νόμον, δυναμένης σοφίσασθαι, ἀφορμὰς πορίσασθαι πρὸς τὴν τοῦ κακοῦ κατασκευὴν, μνημονεύει, οὐκ ἄλλον τινα γενικωτάτως ἁμαρτίαν ὀνομάζει, ἀλλ’ ἣ αὐτὸν τὸν τῶν ἁμαρτημάτων ἀρχηγέτην καὶ πατέρα διάβολον, ὅτου χάριν καὶ βασιλεύειν τῶν ἁμαρτημάτων αὐτὸν ὁ Ἀπόστολος ἀπεφήνατο. “μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι.” ὡς γὰρ τοὺς ἀνθρώπους ἀφ’ ἧς ἐπιτηδεύουσι τέχνης καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενόμενον τῆς ἁμαρτίας, ἁμαρτίαν καλεῖ.
Επειδὴ τοίνυν διὰ τῆς δοθείσης τῷ Ἀδὰμ ἀφορμὰς πορισάμενος διὰ τῆς ἐντολῆς. ἔστι δὲ αὕτη. “τὶ ὅτι,” φησὶν, “εἶπεν ὁ “Θεὸς, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ, οὐ φάγεσθε h ἀπ’ “αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς Θεοὶ, “γινώσκοντες καλὸν καὶ πονηρόν.” σοφίζεται δὲ αὐτοὺς μείζον’, ἐπαγγελίᾳ κατακρύψαι τὴν ἀπάτην, ὑπισχνεῖται τὸ πλέον, ἵνα τοὺς τῆς ἐντολῆς φύλακας τῶν τῆς ἀρετῆς βάθρων τῷ ὁμοίῳ αὐτοὺς πτώματι καταστρέψῃ. τὸν γὰρ ἄνθρωπον ἐξοιστρήσας, ἴσα Θεῷ ἐθέλει γενέσθαι, τῆς κατὰ ἀπάτην ὁμιλίας τὴν ἀφορμὴν ἐπορίζετο ἐκ τῆς παραχθείσης ἐντολῆς· ὅτου χάριν ὁ Παῦλος ἔφη, “ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπά- [*](h Hæc mutila sunt, Gen. iii. i. et seq.)
Ἐπεὶ οὖν οὐδ’ αὐτὴ ἡ ἁμαρτία, τουτέστιν ὁ διάβολος, φύσει καὶ οὐσίᾳ ἁμαρτία ἐστιν, ἐπιφέρει λέγων, *’ ἵνα γένηται καθ’ ὑπερ- ’* βολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τὸ γὰρ κατ’ οὐ- σίαν τι ὂν, τὸ πλέον καὶ τὸ ἔλαττον οὐκ ἐπιδέξεται. ἔστι γὰρ ὅπερ ἐστιν, ἀεὶ τοῦτο ὂν ὅπερ ἐστιν οὐσιωδῶς. τῷ γὰρ γινομένῳ καὶ ἐπιγινομένῳ τι, εἴτε ὀλίγον, εἴτε καθ’ ὑπερβολὴν, ἕτερός ἐστι κατ’ οὐσίαν τῶν αὐτῷ ἐπιγινομένων· τὸ γὰρ ποσὸν, οὐκ οὐσία, ἀλλὰ περὶ τὴν οὐσίαν, ἐστὶν, οὐκ ὂν οὐσία. ἡ ἄρα τοίνυν καλου- μένη ὑπὸ τοῦ Ἀποστόλου ἁμαρτία, τὸ πλέον ἐπιδεχομένη ἁμαρ- τήσειν, ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, ἄρα καὶ τοῦ ε-ι’ναι ἁμαρτία, ᾗ ἁμαρτία ἐστὶν, ἀρχὴν ἔλαβεν, οὐκ οὖσα καθ’ ὑπερβολὴν ἐν ἀρχῇ κατὰ τὸ ἡμαρτηκέναι ἁμαρτωλὸς ἡ ἁμαρτία· διὸ δὴ καὶ τὴν ἐπίτασιν τοῦ γενέσθαι καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. εἰ δὲ λέγοιεν καὶ πῶς ἃν εἴη ἀγαθὴ καὶ δικαία ; πῶς δὲ ἁγία ἡ ἐντολὴ καὶ ὁ νόμος, ὁπότε διὰ τῆς ἀφορμῆς αὐτῶν ἁμαρτωλὸς καθ’ ὑπερβολὴν ἐγένετο ἁμαμ τωλὸς ἡ ἁμαρτία ; πρὸς ταῦτα ἀκουέτωσαν, ὅτι οὐκέτι κατα- βλάπτεται ἤδη, καὶ ἡ ἀφορμὴ δι’ ἣν βλάπτεται φαύλη ἐστὶ καὶ πονηρά. οὐδὲ γὰρ ὅτι οἱ ἀνόδως καὶ ἀμέτρως ἐνατενίζοντες τῷ ἡλίῳ βλάπτονται τὰς ὄψεις, ἤδη καὶ τὸν ἥλιον φαμὲν πονηρόν. οὐδ’ ὅτι καθ’ ὑπερβολὴν ὁ διάβολος ἁμαρτωλὸς γέγονε τῷ ἐπιχειρηκέναι κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἤδη καὶ τὸν Υἱὸν τοῦ Θεοῦ φαῦλον καὶ πονηρὸν εἶναι λέγομεν.
“Οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, “ἀγαθόν.” νυν εἰς τὸ του Ἀδὰμ πρόσωπον ἐξηγεῖται. καὶ ο ἀγαθὸν. νυν εἰς τὸ του Ἀδὰμ πρόσωπον ἐξηγεῖται. καὶ ὅτι στερηθεὶς τὸν Θεὸν ἔχειν ἐν ἑαυτῷ ἀντὶ τῆς ὄντως ζωῆς θάνατον καταλλαξάμενος. καὶ γὰρ θάνατος οὐχ ὁ κοινὸς μόνος τῶν μελῶν αὐτοῦ ἐκράτησεν, ἀλλὰ καὶ ὁ τῆς παρακοῆς, κατὰ τῆς ψυχῆς αὐτοῦ εἰσβαλών. μάλιστα γὰρ ὁ κρατῶν θάνατος πρὸ τῆς τοῦ Χριστοῦ ἐπιδημίας, ἐβασίλευσε, κατὰ πάντων νόμον καὶ σκῆπτρον τῆς ἑαυ-
Εἰ δὲ τοῦτο ἀληθές ἐστι, κατὰ τοὺς ἀσεβεῖς ἐρῶ· ἄρα οὐκ ἦν, οὐδὲ ἔσται ἐν βίῳ τὸ καλόν. οὔτε τίς ποτε αὐτὸ ἐνήργησεν, εἴγε κατὰ ἀναίρεσιν τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐπὶ παντὸς ἀνθρώπου ἐκλαμβάνωσιν, ὅτι “ὃ θέλω ἀγαθὸν, τοῦτο οὐ ποιῶ, ἀλλ’ ὃ μισῶ, “τοῦτο πράττω.” πόθεν δὲ καὶ ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἀρετῶν ὀνόματα μάτα εὑρέθη· εἰ δὲ εἰσὶν ἐνεργοῦντες τὸ καλὸν, κἂν ὀλίγοι εἶεν οἱ ταῦτα δρῶντες, ἄρ οὐχ οἱ πάντες φήσουσιν, οἴδαμεν δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἡμῖν ἀγαθόν. ὃ γὰρ ἠθέλησαν ἀγαθὸν, τοῦτο οὐ πράττουσιν. εἰ δὲ οἱ τὸ ἀγαθὸν ἐνεργοῦντες, ἐν σαρκὶ ὑπάρχοντες τοῦτο ἐνεργοῦσιν, καὶ οἱ τοῦτο μὴ ποιοῦντες ἀλλὰ τὸ κακὸν, ἐν σαρκί εἰσιν, ἄρα οὐ τῇ σαρκὶ τὸ αἴτιον τοῦ μὴ γίνεσθαι τὸ ἀγαθὸν περιαπτέον, ἀλλὰ τῇ τούτων μαλακοψυχίᾳ. εἰ γὰρ τοῖς ἐθέλουσι τὸ καλὸν ποιῆσαι παροικεῖται τὸ κακὸν, ὁμοίως δὲ καὶ τοῖς ἐθέλουσι κακοοργεῖν, οὐ καλὸν παράκειται. προνοήσαντες δὲ καὶ προθελήσαντες ἐπὶ τοσοῦτον ἐνεργείας ἔρχονται, ἄρα οὐ φύσει καὶ οὐσίᾳ τὰ σώματα ἡμῶν ἐστὶ φαῦλα. τῶν γὰρ πρακτέων ἡμῶν προηγεῖται βουλὴ καὶ θέλησις. ψυχῆς δὲ ταῦτα φρόνημα ἐχούσης αὐτεξούσιον, ῥέψαι δυναμένης πρὸς ἃς βούλεται πράξεις.
“Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν “ἐμοὶ ἁμαρτία.” ἀπελογήσατο διὰ τούτου τοῦ λογίου, ὅτι περ οὐ φαύλη κατὰ φύσιν ἡ σάρξ. οὐ γὰρ ἡ σὰρξ ἣν περικείμεθα οἰκεῖ ἐν ἡμῖν, ἀλλ’ ὁ ἐν τοῖς παρανόμοις οἰκῶν διάβολος. ᾧ γὰρ λέγω, Χριστὸς οἰκεῖ ἐν παντὶ δικαίῳ τὸ ἀγαθὸν ἐργαζομένῳ· τὸν αὐτὸν οἶμαι τρόπον οἰκεῖν τὸν διάβολον ἐν παντὶ κακοποιῷ. οὐκ
Ἡ τοίνυν οἰκοῦσα ἐν τοῖς ἁμαρτάνουσιν ἁμαρτία, τουτέστιν ὁ Σατανᾶς, ὁμολογουμένως ἐν τοῖς λογισμοῖς ἡμῶν προκατεργάζεται τοῦ ἐσομένου κακοῦ τῆς ἰδέας τὴν κατασκευὴν, τῆς ὑποδεξαμένης αὐτὸν ψυχῆς συμπραττούσης αὐτῷ τῆς κακίας· καθάπερ τοῖς σπείρουσιν ἡ τῆς θήλεος μήτρα πρὸς τὸ τελεσφορηθῆναι τὸ σπαρέν. καὶ ἐπειδήπερ ἐκ τῆς καρδίας ἐκπορεύονται λογισμοὶ πονηροὶ ἐκ τῆς γενναμένης τοῦ διαβόλου συλλήψεως, κέκραγε τὸ θεῖον λόγιον, “λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον “κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.ö ὥσπερ τοῖς αὐτοῖς φιλαρέτοις ψυχαῖς τὸ Ἄγ’ ἴον Πνεῦμα συγκοπιᾶν λέγεται, κατὰ τὸ “περισ- “σότερον πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ “ἡ σὺν ἐμοί. ἐπὰν ῥάθυμος ψυχὴ ταῖς τοῦ διαβόλου προτροπαῖς ἐπεσθῇ, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτὸν τὸν διάβολον. αὐτὸς γὰρ καὶ τὸν τύπον τῆς ἐσομένης ἁμαρτίας προκατηργάσατο ἐν αὐτῇ. ὅτου χάριν εἴρηται, “οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ “ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”
Εὐρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.
Ἄθρει δὲ πάλιν ὡς σοφῶς καὶ εὐτέχνως ἀποδέχεται τὸν νόμον. οὐχ ὡς τῆς ἁμαρτίας τὸ κέντρον ἀπαμβλύνειν ἰσχύοντα· οὔτε μὴν κατανεκροῦν οἷόν τε τὴν ἐν ἡμῖν ἁμαρτίαν, ἀλλ’ ὡς ἐνιέντα μόνῳ τῷ νῷ τὴν τοῦ συμφέροντος γνῶσιν. εἰ γὰρ ἐμοὶ, φησὶ, παράκειται τὸ κακὸν, ὡς ἐνοικοῦν τῇ σαρκὶ, κατακιβδηλεύει γε μὴν ὁ νόμος αὐτῷ χαρίζεται g τὴν ἐπικουρίαν· καὶ νοεῖται σύμ- [*](g Leg. vid. χαρίζεσθαι.)
Γενναδίου. Οὐκοῦν φησὶν ἐκ τούτων δείκνυται βουλόμενος καὶ ὁ νόμος συνῳδὰ τῷ περὶ τὸ καλόν μου θελήματι, ἐξ ὧν καὶ τὸ κακὸν, ἀμφοτέροις, κᾀκείῳ, κἀκείνῳ, ταὐτὸν ἀποφαίνεται.
Διοδώρου. τῷ “εὑρίσκω τὸν νόμον” λείπει τὸ δυσκατόρθωτον. φησὶ γὰρ, ὅτι ἐξ ὧν καὶ βουλόμενός τι ποιῆσαι καλὸν, οὐ δύναμαι, ἀλλ’ ἐπὶ τὸ χεῖρον παρατρέπομαι, εὑρίσκω τὸν νόμον δυσκατόρθωτόν μοι θέλοντι ποιεῖν τὸ καλόν. παράκειται γάρ μοι τὰ ἑτοιμότερα τὰ κατὰ πρὸς τὸ ποιεῖν αὐτά. διὰ δὲ τοῦ “παράκειται” δείκνυσιν, ὡς οὐκ ἐργῶδές ἐστι μετιέναι τὴν κακίαν.
Θεοδώρου. Κατὰ διαίρεσιν ἀναγνωστέον. “εὑρίσκω ἄρα τὸν “νόμον ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν.” εἶτα ἑξῆς, “ὅτι ἐμοὶ τὸ “κακὸν παράκειται.” ἕκαστον γὰρ αὐτῶν ἰδία τελείαν καὶ ἀπηρτισμένην ἔχει τὴν ἔννοιαν. τὸ μὲν, τῷ θέλοντι ἐμοὶ κατὰ τὴν ψυχὴν λέγοντος. τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται κατὰ τὴν σάρκα. λέγει γὰρ ὅτι κατὰ μὲν τὴν ψυχὴν, χρήσιμος ὁ νόμος, παιδεύων αὐτὴν ἐφίεσθαι τοῦ καλοῦ, ἀποστρέφεσθαι δὲ τὸ κακόν. τὴν περὶ τὸ ἁμαρτάνειν δὲ ἡμῶν εὐκολίαν, οὐδαμῶς δύναται ἀφελεῖν, ἥτις ἀπὸ τῆς θνητότητος ἐνεγένετο.
Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.
Ευρίλλου. Ὡς ἔφην ἤδη, διψᾷ h μὲν ὁ νοῦς τὸ ἐλεύθερον, καὶ τῶν διαβεβλημένων ἀπαλλακτίᾳ, καὶ ταῖς ἀνωτάτω τιμαῖς στε- [*](h Cod. δίψῇ.)
Γενναίου. “Συνήδομαι γὰρ,” φησὶ, “ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ τὰ ἑξῆς. τῷ γὰρ ἀντὶ τοῦ τοίνυν κἀνταῦθα ἐχρήσατο. πάντων γὰρ ἀπὸ τοῦ “οἴδαμεν ὅτι ὁ “νόμος πνευματικός ἐστι” προειρημένων αὐτῷ, συναγωγὴν ἠβουλήθη ποιήσασθαι· τῷ μὲν νόμῳ τοίνυν συνήδομαι τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, ὀνομάζει τὸν ἐν ἡμῖν νοερὸν, καὶ χαίρω καὶ γέγηθα τούτου τοῖς παραγγέλμασι. βλέπω δὲ νόμον ἕτερον τῶν ἑαυτοῦ μελῶν ἀντιπαραττόμενον i τούτῳ, καὶ πρὸς βίαν ὡς ἑαυτὸν ἀποσπῶντά με, καὶ οἷον αἰχμαλώτῳ τινὶ παρακεχρημένῳ μοι. ἃ γὰρ ἐκεῖνος ἐπιτάττει, καὶ ὧν ἐκεῖνος ἔχεσθαι μοι κελεύει, οὗτος ἀπέχεσθαι τούτων ἐπαναγκάζει. νόμον δὲ ἁμαρτίας ἐν τοῖς μέλεσιν αὐτοῦ, τὸ βούλημα καὶ τὸν σκοπὸν τῆς παθητῆς λέγει σαρκός· ἐπειδὴ καὶ παντὸς ἴδιον νόμου, τὸ τοῖς ὑπ’ αὐτὸν τὰ αὐτῷ δοκοῦντα παρακελεύεσθαι. ἐγὼ τοίνυν οὐχ ᾧ χαίρω νόμῳ, φησὶν, ὑπακούω, ἀλλ’ ᾧ μὴ χαίρω. οὐ πράττω γὰρ ἃ βούλομαι· ἃ δὲ μὴ βούλομαι πράττω· καὶ μᾶλλόν μου τῶν μελῶν ὁ νόμος τοῦ θείου νόμου κατακρατεῖ. καὶ πρὸς αὐτὸν ἀγωνιζόμενος ἀντισχεῖν οὐκ ἀρκῶ. τὸ μὲν γὰρ τὸ καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι, διὰ τοῦ θείου νόμου παιδευόμενος ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν τῆς ἀρετῆς. ἐνεργῆσαι δὲ αὐτὴν κωλυόμενος ὑπὸ τῆς σαρκὸς, παρ’ αὐτοῦ βοηθείας οὐκ ἀξιοῦμαι. ἀλλ’ ὁ τῶν μελῶν μου νόμος ἀμετραίνων οἴχεται μετὰ πολέμου λάφυρον κατακτώμενος.
Διοδώρου. τὸν κοινὸν καὶ ἐν τούτοις ἄνθρωπον διαγράφει. τοῦ γὰρ κοινοῦ ἀνθρώπου τὸ συνορᾶν μὲν τῷ νῷ τὰ δέοντα, μὴ πάντως δὲ κατορθοῦν. τοῦ δὲ εἰς Χριστὸν πεπιστευκότος, τὸ σὺν τῷ νῷ κατορθοῦν διὰ τῆς τοῦ Πνεύματος ἐπικουρίας. διὸ καὶ πνευματικὸς ὁ τοιοῦτος καλεῖται. δείκνυσι δὲ ὅτι ὥσπερ ἀντινομοθετεῖ τῇ [*](i In marg. γρ. ἀντιπαραταττόμενον)
Θεοδώρου. Σφόδρα μὲν γὰρ ἐπὶ τοῖς τοῦ Θεοῦ νόμοις ἥδομαι, φησὶ, τὴν ψυχὴν, ἐπαινῶν τε αὐτοὺς, καὶ περὶ πολλοῦ ποιούμενος, ἀντιπράττουσα δὲ ἡ ἁμαρτία τῷ βουλήματι τῆς ψυχῆς, διὰ πάν. τῶν ὡς εἰπεῖν τῶν μελῶν ἐπὶ τὴν ἑαυτῆς μεθέλκει πρᾶξιν· καὶ καλῶς εἶπεν “ἐν τοῖς μέλεσιν,” ἐπειδὴ πολύτροπος ἡ ἁμαρτία διὰ πάντων ἐπιτηδεύεσθαι φύσιν ἔχουσα τῶν μελῶν. τὰ μὲν γὰρ δι’ ὀφθαλμῶν, τὰ δὲ διὰ γλώττης, τὰ δὲ ἑτέρως ἁμαρτάνομεν. θαυμάσαι δὲ ἄξιον ἐνταῦθα τοὺς διαπορήσαντας, πότερον τρεῖς ἣ τέσσαρας νόμους ὁ Ἀπόστολος βούλεται λέγειν· δήλης οὔσης καὶ ἀπολύτου τῆς διανοίας. ἀντὶ γὰρ τοῦ εἰπεῖν τὴν ἁμαρτίαν, νόμον εἶπεν ἁμαρτίαν, οὐδὲν ἀλλοιότερον λέγων. κατά τι δὲ αὐτὸ οἰκεῖον τεθεικὼς ἰδίωμα. οὕτω καὶ ἐν τοῖς ἀνωτέρω λέγει, “ὁ διὰ νόμου πί- “στεως·” καὶ μετὰ βραχέα δέ· “ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς “ζωῆς,” ἀντὶ τοῦ εἰπεῖν τὸ πνεῦμα τῆς ζωῆς. ἐπειδὴ γὰρ σκοπός ἐστι νόμου παντὸς, ἰδίως ἐφ’ ἑκάστου τὸ τοῦ νόμου προστίθησιν ὄνομα· ἵνα εἴπῃ τὸν σκοπὸν τοῦ πράγματος, περὶ οὗπερ ἃν λέγῃ, αὐτὸ τὸ πρᾶγμα καὶ οὐχ ἕτερον λέγων.
Ὠριγένουσ. Ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα διαγράφει ὁ Παῦλος τὸν παρόντα λόγον. ὥσπερ τοίνυν στρατιώτης κρατήσας πολεμίων αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστιν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν, καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν, καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον ἐν τοῖς σωματικοῖς μέλεσιν.
Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ θανάτου τούτου.
Γενναδίου. Οὐκ εἶπε κακὸς ἄνθρωπος, οὐδὲ πονηρὸς, ἀλλὰ “ταλαίπωρος.” προσδιηγησάμενος γὰρ καὶ δείξας αὐτὸν τῷ νῷ μὲν ὁρῶντα πρὸς τὸ καλὸν, ὑποσυρόμενον δὲ πρὸς τὸ φαῦλον τῷ
Διοδώρου. Ἐπισημαντέον ὡς οὐχ ἁπλῶς ἐκ τοῦ σώματος τούτου, ἀλλ’ ἐκ τοῦ θανάτου τοῦ σώματος. οὐ γὰρ τοῦ σώματος εὔχεται ῥυσθῆναι, ἀλλὰ τοῦ κατέχοντος θανάτου τὸ σῶμα διὰ τῆς ἁμαρτίας.
Σευηριανοῦ καὶ Θεοδώρου. Θεωρήσας τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γινόμενον πόλεμον, καὶ διὰ τοῦ h τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, καταφυγὴν σωτηρίας ζητεῖ, καὶ τὸν ῥυόμενον περιβλέπεται, ἵνα αὐτὸ τὸ σῶμα τοῦ θανάτου εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα ὡς εὑρεθέντος τοῦ ῥυομένου, καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν τῆς σωτηρίας, τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, δι’ οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς, οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου, διὰ τῆς ἁμαρτίας τοῦ θανάτου. θέλει γὰρ τὸ σῶμα αὐτοῦ ζωῆς εἶναι σῶμα, οὐ σῶμα θανάτου, οὐδὲ σῶμα ἁμαρτίας.
Ὠριγένουσ. Ὡς κακίζων τὴν ἀνθρωπίνην ἀσθένειαν τὴν περιέλκουσαν καὶ περισπῶσαν τὸν λογισμὸν, καὶ προσκαλουμένην ἐπὶ τὰ ἐναντία, λέγει τὸ, “ταλαίπωρος ἐγὼ ἄνθρωπος.” καὶ ὡς διὰ [*](h Leg. τούτου.)
Ἄρα γοῦν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῆ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας.
Κυρίλλου. Μακρὸς μὲν αὐτῷ ἐκπεποίηται λόγος, βασανίζοντι λεπτῶς ἕκαστα τῶν ἐν ἡμῖν, καὶ τῆς πλεονεξίας τοὺς τρόπους, οὓς ὑπομένειν ἔθος τὴν ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ. διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ’ ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς, τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος i. ἀλύει δὲ σφόδρα, καὶ ἀσθενῶν αἰσχύνεται. τόγε μὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν, οὐδαμόθεν ἔχει, δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταυτήτοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν, οὐδὲν τὸ παραπαν διάγε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν ὁ θεσπέσιος Παῦλος, εἰ τῷ μὲν νο·ὶ· δουλεύειν τῷ Θεῷ διϊσχυρισαιτο νόμῳ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. καὶ τοῦτο οἶμαι ἐστὶν ὅπερ ἔφη· “τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι “τὸ καλὸν, οὔ.” πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τόγε ἧκον εἰς νοῦν καὶ τὴν ἐν αὐτῶ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δουλεύειν νόμῳ. κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ, τὸ οἰκεῖον ὥσπερ ἀντιστᾶσα θέλημα. ἦν οὖν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυναμένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν. ἀλλ’ ἐν Χριστῷ πέπαυται τὸ κατάκρι- νον, τουτέστιν ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία.
Γενναδίου. Ἀποδοὺς τῷ εὐεργέτῃ τὴν καθήκουσαν εὐφημίαν, ἔχεται τοῦ προκειμένου· ἐγὼ τοίνυν ὁ αὐτὸς Θεοῦ τε δοῦλος, καὶ ἁμαρτίας εἰμὶ, καί με διὰ τοῦ παθητοῦ τῆς σαρκὸς ἡ ἁμαρτία μερίζεται πρὸς Θεόν. ὑποδείξας δὲ τῶν ὑπὸ νόμον τὸ πρὸς δικαίωσιν ἐλλιπὲς, ἐπιφέρει τὸ τῆς χάριτος τέλειον, καὶ φησὶν, “οὐδὲν “ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ,” καὶ τὰ ἑξῆς. ἀλλ’ ἰδοὺ γὰρ νῦν ἡ διὰ Χριστοῦ χάρις, φησὶ, τῆς κατακρίσεως ταύτης ἡμᾶς ἠλευθέρωσε· πρὸς γὰρ ἀπαθῆ καὶ ἀθάνατον ζωὴν διὰ τῆς τοῦ [*](i Cod. τραννούμενος sed in marg. ἴσως γρ. τυραννούμενος.)
Διοδώρου. Παραμένει ἐλέγχων τοῦ παλαίου ἀνθρώπου τὴν πρὸς ἑαυτὸν ἐκπολέμωσιν, οὐκ εἰρηνεύοντος πρὸς τὴν ψυχὴν τοῦ σώματος. ταῦτα δὲ διελέγχει, ἵνα τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐπιδείξῃ τὰ κατορθώματα, καὶ τὴν γενομένην ἕνωσίν τε καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. συνήγαγεν οὖν ὃ ἐβούλετο, καὶ ἦλθεν ἐφ’ ὃ κατεσκεύαζεν, εἰπὼν, “οὐδὲν “ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ.” ἀποδείξας γὰρ ὅτι οἱ ὑπὸ νόμον ὄντες, ἅτε δὴ κατὰ σάρκα ζῶντες, ὑπὸ ἁμαρτίαν εἰσὶ καὶ κατάκριμα, ἐπήγαγεν, ὅτι οἱ ὑπὸ Χριστὸν ὄντες, οὐκ εἰσὶν ὑπὸ κατάκριμα, ἐπειδὴ μὴ κατὰ σάρκα περιπατοῦσιν.
Θεοδώρου. τῇ μὲν γὰρ ψυχῇ, φησὶν, αἱροῦμαι τὰ δοκοῦντα τῷ νόμῳ τοῦ Θεοῦ, ὑπὸ δὲ τῆς θνητότητος ἐπὶ τὴν ἁμαρτίαν καθέλκομαι. ἀλλ’ ἀπηλλάγμεθα τούτων ἁπάντων, καὶ τιμωρίας ἁπάσης κατέστημεν ἐκτὸς, οἱ διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως ἔξω γενόμενοι τῆς θνητότητος καὶ τοῦ κατ’ αὐτὴν ζῆν. τοῖς γὰρ θνητοῖς καὶ τὴν ἐπὶ τὸ χεῖρον ῥοπὴν δεχομένοις, ἀναγκαῖος ὁ νόμος, ἀπείργων τοῦ χείρονος. ἀθανάτοις δὲ καὶ ἀτρέπτοις γεγονόσι, περιττὸς ριττὸς ἐξ ἀνάγκης καθέστηκεν.
Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ.
Κυρίλλου. Ἀναγκαῖον δὲ οἶμαι πρὸς ἀκριβῆ διασάφησιν τῶν ἐν τούτοις ἐννοιῶν, ἐκεῖνο εἰπεῖν. ὥσπερ γὰρ ἁμαρτίας καὶ θανάτου νόμον τὸ σαρκικὸν ὀνομάζει φρόνημα, πρὸς πᾶν εἶδος φαυλότητος τητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμον Πνεύματος ζωῆς τὸ θέλημα τὸ πνευματικόν· τουτέστι τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν. ἀλλ’ “ὁ μὲν σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει “ φθορὰν, ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει “ ζωὴν αἰώνιον.” οὐκοῦν “ὁ μὲν νόμος τοῦ Πνεύματος τῆς ζωῆς,” τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἢν μὲν ἐν ἡμῖν καὶ πάλαι· ἐδουλεύομεν γὰρ τῷ νοῒ, νόμῳ Θεοῦ· ἀλλ’ ἠρρώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν, καὶ ταῖς τῆς
Οὐκοῦν “ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς,” τουτέστιν τὸ θέλημα τοῦ νοῦ τὸ νενευκὸς εἰς ἀγαθουργίαν, καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀρχαίας ἀσθενείας ἀπήλλακται, τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν, καὶ τοῦ τῆς σαρκὸς κατευμεγεθήσας νόμου, ἠλευθέρωσέ με φησί. καὶ οὐκ αὐτός που πάντων τὴν ἐλευθερίαν διδούς· γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας, πᾶσα πῶς ἀνάγκη καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς ἐλευθε- ρωμένους τε διὰ Χριστοῦ, δεῖ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ.
Διοδώρου. Νόμον τοῦ Πνεύματος εἶπεν, ἀντιδιαστέλλων πρὸς τὸν νόμον τοῦ γράμματος, ἀντὶ τοῦ ἡ παρὰ Χριστοῦ χάρις ἡ ζωπ[ποιός.
Θεοδώρου. Τῇ τοῦ Πνεύματος μετουσίᾳ, τὴν ἀνάστασιν γίνεσθαι ὁ Ἀπόστολός φησι. “σπείρεται γάρ,” γάρ,” σῶμα “ ψυχικὸν, ἐγείρεται σῶμα πνευματικὸν,” ὡς ἃν αὐτοῦ τότε κρατοῦντος ἡμᾶς ἐν ἀφθαρσίᾳ τε καὶ ἀτελευτότητι. Πνεῦμα οὖν αὐτὸ ζωῆς καλεῖ, ὡς ἂν τῆς ἀθανάτου ζωῆς παρεκτικὸν, ἧς τότε τευξόμεθα. τὸ τοίνυν Πνεῦμά φησι, τὸ ἐπ’ ἐλπίδι τῆς ἀθανασίας ἡμῖν δεδομένον, οὗ τὴν ἀπόλαυσιν ἡ ἐπὶ τὸν Χριστὸν πίστις παρίσχηκεν ἡμῖν, ἀπήλλαξέ με τοῦ τε θανάτου καὶ τῆς ἁμαρτίας. δῆλον δὲ ὅτι ἀπὸ τῶν μελλόντων ποιεῖται τὴν ἀπόδειξιν τῶν διὰ Χριστοῦ παρεσχεθέντων ἡμῖν, ὅτε ἐπὶ τῶν πραγμάτων τὴν ἔκβασιν λήψεται. ἐπεὶ καὶ ἡ τοῦ θανάτου ἐλευθερία τότε ἡμῖν προσγενήσεται, οὐκ ἀνισταμένοις μόνον, ἀλλὰ [γὰρ] καὶ ἀθανάτου ζωῆς ἀξιουμένοις. τότε δὲ καὶ τῆς ἁμαρτίας ἀπαλλαττόμεθα. τότε [*](k Cod. νοσεῖ.)
Περ ἀποδόσεως τῶν φυσικῶν παθημάτων, διὰ τῆς πρὸς τὸ Πνεῦμα συμ- φωνίας.
Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς.
Κυρίλλου. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίας. ἰδιώτης δὲ εἶναι φησὶ τῷ λόγῳ· ταύτητοι φαμὲν ἐρυθριῶντες οὐδὲν, ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων, λείπει τι βραχὺ πρὸς ἐντελῆ διασάφησιν. ἔδει γὰρ εἰπεῖν, τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκὸς, λέλυται τυχὸν, ἣ πέπαυται. εἶτα προσυπενεγκεῖν τοῦ πράγματος τὴν άπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν, “ ὁ γὰρ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, “καὶ περὶ ἁμαρτίας, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” καὶ τὰ τούτοις ἐφεξῆς δέδωκε τῆς τῶν λέξεων συνθήκης, κάταγε τὸν ἐνόντα σκοπὸν αὐτῷ. φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θερα- πειας ’τον τρόπον.
Πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου ; καὶ ποῖον ἃν ὅλως τὸ ἀδύνατον νοοῖτο τοῦ νόμου ; λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ Πνεύματος, καθ’ ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθόν· εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνασθαι δρᾶν αὐτό. ἔφη γὰρ, ὅτι “τὸ γὰρ θέλειν παράκειται “μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ.” πλεονεκτούσης δῆλον ὅτι τῆς ἁμαρτίας, καὶ του τῆς σαρκὸς νόμου καταστρέφοντος εἰς τὰ οἰκεῖα καὶ οὐκ ἑκόντα τὸν νοῦν. κατὰ τὸν αὐτὸν οἶμαι τουτονὶ τρόπον νοοῖτ᾿ ἃν εἰκότως τὸ ἀδύνατον τοῦ νόμου, τοῦτε ἐν γράμμασι μασι καὶ διὰ Μώσεως, καθάπερ ἔφην ἀρτίως. καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν, καθ’ ὃν “ καὶ τὰ ἔθνη καὶ τοι τὸν γραπτὸν “οὐκ ἔχοντα νόμον, φύσει ποιοῦντα τὸν νόμον φαίνεται, καὶ νόμος
Ὁ μὲν γὰρ ἐν γράμμασι νόμος διδάσκαλος ἦν εὐκοσμίας καὶ τῶν ἀρίστων εἰσηγητής· δεδικαίωκε δὲ παντελῶς οὐδένα. ὅγε μὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ Πνεύματος, ἀπονένευκε μὲν εἰς τὸ ἀγαθὸν, ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον, τουτέστι τὸ ἀσθενοῦν, εἴτε u τοῦ ἐν γραμμὰς ἱν, εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνηρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ’ οὐδένα τρόπον ὁ τοῦ Πνεύματος, ἤτοι τοῦ νόος ἀσθενήσει νόμος· νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι.
Ο γὰρ τοῦ Θεοῦ Λόγος, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν σαρκί. γέγονε γὰρ ἄνθρωπος καθεὶς ἑαυτὸν εἰς κένωσιν. καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἃν λέγοιντο τῆς ἁμαρτίας· διά τε τὸ πεφυκέναι σεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν. τὸ δέ γε σῶμα Χριστοῦ φαίη τίς [γὰρ] οὐχ ἁμαρτίας εἶναι σάρκα; μὴ γένοιτο. ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας· τουτέστι προσεοικὸς μὲν τοῖς ἡμετέροισ σώμασιν, οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν. ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεὼς, καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἃν οὐδεὶς ἐκεῖνο εἰπεῖν, ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἃν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα. ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκησεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις, ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατορθώμενον. μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς· ὅταν γὰρ καὶ ἥμιν εναυλίζεται Χριστὸς, διὰ τοῦ Ἄγ’ ἴου Πνεύματος, καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος.
[*](u Cod. hic et infra εἰς, τε.)Αληθὲς οὖν ὅτι τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, πέπαυται διὰ Χριστοῦ, κατακρίναντός τε καὶ κατηγορηκοτος τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἴνα τὸ δικαίωμα του νόμου πληρωθῇ ἐν ἡμῖν. πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου, τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου· ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετήν· τοῦ ἐν ἡμῶν ὄντος νόμου κατ᾿ οὐδένα τρόπον, ὡς ἔφην, ἀσθενοῦντος ἐστὶ διὰ τοῦ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι· ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς.
Γενναδίου. Ἣν ὁ νόμος, φησὶ, δικαίωσιν ὑπαγορεύων ἠτόνει διὰ τῆς ἡμετέρας σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτης ἐν Χριστῷ παρέσχεν ἡμῖν ὁ Θεός. τὸν γὰρ Υἱὸν πέμψας τὸν ἑαυτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα, παθητήν τε καὶ ἁμαρτεῖν ἐπιδεχομένην· ὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας, τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησίν· ὡς καὶ τὸ “ ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος ἀντὶ τοῦ γενόμενος ἄνθρωπος. ταύτην οὖν ἔχοντα τὴν σάρκα φησὶν, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας περὶ ἁμαρτίας, τουτέστιν ἐφ’ ὅτε τὴν ἁμαρτίαν καταγωνίσασθαι, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, κατεδίκασεν αὐτὴν ἐν αὐτὴ. ἀνέπαφον αὐτὴν καὶ ἀνάλωτον παντελῶς διαφυλάξας αὐτήν. ἣ καὶ ἄλλως. ὅτι περὶ ἁμαρτίας κατέκρινε ἦν ἁμαρτίαν ἐν τῇ σαρκὶ· ἀντὶ του, ἀναμαρτήτου τῆς σαρκὸς οὔσης αὐτῷ, καὶ οὐχ ὑποκειμένης διὰ τοῦτο θανάτῳ· κατέκρινε μὲν περὶ ἁμαρτίας τὴν ἁμαρτίαν ὁ Θεὸς ἐν αὐτῇ, ὡς οὐκ ἐν δίκῃ τῷ θανάτῳ τὴν τοῦ Κυρίου σάρκα περιβαλοῦσαν. διὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐκείνην μετέβαλε πρὸς ἀπάθειαν. καὶ οὕτω λοιπὸν ἡ τοῦ νόμου δικαίωσις ἐν ἡμῖν κατορθοῦται, διὰ πίστεως ἤμων ἑνουμένων αὐτῷ, καὶ πνευματικῶν ἀντὶ σαρκικῶν γινομένων· τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας εἰρημένον αὐτῷ, ὅτι “ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μώσεως δικαιωθηναι, ἐν τούτω καὶ ὁ πιστεύων δικαιοῦται.
Διοδώρου. “ Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς “ σαρκός.” οὐχ ὁ νόμος φησὶν, ἀδύνατα προσέτασσεν, ἀλλ’ ἡ [*](x Leg. credo ἔτι.)
Παρέλκει δὲ τὸ “καὶ” ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ, φησὶν ἐν ἡμῖν. οἷον ἐβούλετο μὲν πληρῶσαι δικαίωμα ὁ νόμος, ἠσθένει δὲ διὰ τὸ συγχωρῆσαι αὐτὸν αὐτοῖς τρυφᾶν. τι οὖν συνεχώρει. ὅτι οὐκ ἂν παρεδέχθη, εἰ μὴ συγκατέβαινεν αὐτῶν τῇ ἀσθενείᾳ. τι οὖν ὠφέλησε συγκαταβὰς, εἰ μὴ ἐδικαίωσεν; ὅτι τὸν νοῦν εἰς ἀναισθησίαν ίαν ἀγνοίας ἐκπεσόντα ἀνεκαλέσατο. “τοῖς “μὴ κατὰ σάρκα περιπατοῦσι,” φησὶν, ἀντὶ τοῦ κατὰ τὸν νόμον. εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς· σαρκικὸν δὲ ἦν καὶ τὸ συγχωρῆσαι τρυφᾶν.
Θεοδώρου. Ὁ μὲν οὖν νόμος, εἰ καὶ τὴν ψυχὴν ὠφελεῖ, φησὶν, ἀλλὰ τῇ κατορθώσει τῆς ἀρετῆς ἀτονῶν ἐφαίνετο· ἀντιπραττούσης αὐτῷ τῆς θνητότητος; καὶ πολλὴν τῆς ἁμαρτίας τὴν ἐνόχλησιν ἡμῖν ἐργαζομένης. ὁ δέ γε Υἱὸς τοῦ Θεοῦ1 ἐν ταύτῃ γεγονὼς τῇ φύσει τῇ θνητῇ, καὶ ἁμαρτίαις ὑποκειμένῃ, οὐχ ἑτέρου ἕνεκεν, ἀλλ’ ἢ ὥστε ἀφελεῖν αὐτῆς τὴν ἁμαρτίαν, ἀνεῖλε τὸ ἐνεῖναι δοκοῦν αὐτῇ κῦρος τῆς ἁμαρτίας. ἀφελὼν μὲν αὐτῆς τὴν θνητό- [*](1 Cod. om. Θεοῦ.)
Ωριγένουσ. Μαλλὸν τὸ ἀδύνατον τοῦ νόμου τοῦ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ὧδε λέγει. ὥσπερ γὰρ ἡ ἀρετὴ ἰδίᾳ φύσει ἰσχυρὰ, οὕτω καὶ ἡ κακία καὶ τὰ ἀπ’ αὐτῆς ἀσθενῆ καὶ ἀδύνατα. κρατεῖ γὰρ οὐ τῶν ἰσχυρῶν, ἀλλὰ τῶν ἐκλύτων· οὐ διὰ τὴν ἰδίαν ἰσχὺν, ἀλλὰ διὰ τὴν ἐκείνων ἀδράνειαν. τοῦ τοιούτου νόμου ἡ φύσις ἀδύνατός ἐστι. διὸ καὶ ἐνήργει ἐν τῇ ἀσθενεῖ σαρκί. ὃν τρόπον κατέκρινεν ὁ Θεὸς, πέμψας τὸν ἑαυτοῦ Υἱὸν, οὐκ ἐν σαρκὶ ἁμαρτίας τοιαύτης, ᾗ ὁ δουλεύων κατὰ νόμον ἁμαρτίας δουλεύει, ἀλλ’ ἐν ὁμοιώματι τοιαύτης σαρκός. διὰ δὲ τοῦτο οὐκ ἦν ἁμαρτία ἡ σὰρξ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλ’ ὁμοίωμα. ἐπείπερ οὐκ ἦν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ὕπνῳ συνελθούσης. οὐκοῦν ὁ Θεὸς κατεδίκασε τὴν ἁμαρτίαν γενομένην καθ’ ὑπερβολὴν ἁμαρτωλόν· καὶ διὰ τῆς σαρκὸς ἐπληρώθη τὸ τοῦ θείου νόμου δικαίωμα ἐν ἡμῖν, ὅτε μὴ κατὰ σάρκα περιπατοῦμεν. ἐν ᾗ σαρκὶ ἐνεργεῖ τὸ ἀδύνατον τοῦ νόμου καὶ ἀσθενὲς, ὁ ἐστιν ἡ κακία. ἀλλ’ ἑπόμενοι Θεῷ κατὰ τὸ Πνεῦμα αὐτοῦ, πράττομεν πάντα, εἰς ἑαυτοὺς παραδεχόμενοι τὸν Υἱὸν τοῦ Θεοῦ.
Οἱ δὲ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν.
Κυρίλλου. Θάνατον μὲν εἶναι φησὶ τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς. τὸ δέ γε τοῦ Πνεύματος ζωὴν καὶ εἰρήνην. θανάτου μὲν γὰρ ἀληθῶς ἡ φιλοσαρκία πρόξενος· ζωῆς δὲ τῆς εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν τὸ διαβιοῦν ἑλέσθαι πνευμα τικως.
Γενναδίου. Ὥσπερ, φησὶ, τοὺς ὄντας φθαρτοὺς, καὶ τὸ φρόνημα φθαρτὸν ἔχειν ἀνάγκη, οὕτω καὶ τοὺς ὄντας ἀφθάρτους [*](m Cod. μία.)
Θεοφώρου. Ἀπεντεῦθεν λοιπὸν διὰ πλειόνων λέγει, ὅτι τοῖς μὲν θνητοῖς τὸ ἁμαρτάνειν ἕπεται πάντως. ἀθάνατοι δὲ γεγονότες, ἀπηλλάγμεθα τούτου. ὥστε κατὰ παράθεσιν φανῆναι τὰ κατὰ Χριστὸν πλεῖστον ὑπερέχοντα τοῦ νόμου, εἴπερ ἐκεῖνος μὲν ἀφελεῖν τὸν θάνατον οὐκ ἠδύνατο, καὶ ἀνάγκη πᾶσα ἦν κρατεῖν ἐν ἡμῖν τὴν ἁμαρτίαν· καὶ μυριάκις ἐπαιδεύετο ἡ ψυχὴ τὸ δέον. ὁ δέ γε Χριστὸς τόν τε θάνατον ἀφεῖλε, καὶ τὴν ἐνοῦσαν ἡμῖν τῆς ἁμαρτίας ἐνόχλησιν συνανεῖλε τῷ θανάτῳ. ἤρξατο μὲν οὖν ἀπὸ τοῦ “δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν “διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,” τῶν διὰ τοῦ Χριστοῦ παρασχεθέντων ἡμῖν ἐξηγεῖσθαι τὸ μέγεθος σὺν πολλοῖς ἑτέροις, παραθέσει τῆς πρὸς τὸν νόμον δεῖξας αὐτῶν τὴν ὑπεροχήν.
Ἐπειδὴ δὲ εἰς τὴν τῶν ἀνακυπτόντων ζητημάτων ἐτράπη λύσιν, ἀπολογησάμενος ὑπὲρ αὐτῶν ὡς τοῖς προκειμένοις δέδεικται ἡμῖν σαφέστερον, καὶ δὴ καὶ ὑπὲρ τοῦ ἁμαρτίας ποιητικὸν λέγειν τὸν νόμον· ἔδειξε μὲν αὐτοῦ τὸ χρήσιμον ἀναγκαίως. καὶ τοῦτο δὲ ἐν τοῖς ἀρτίως ἑρμηνευθεῖσι σαφέστερον δεδηλώκαμεν. πάλιν δὲ κατὰ παράθεσιν τοῦ νόμου λέγων τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος, ἐπὶ τὸν τῶν πρώτων ζητημάτων ἀνατρέχει λόγον· καὶ τὸ δεικνύναι ὡς μεγίστων ἡμῖν ἀγαθῶν ὁ Χριστὸς ἐγένετο πρόξενος. οὗπερ ἕνεκεν κἀνταῦθα βούλεται διὰ πολλῶν δεικνύναι, ὅτι τῆ μὲν θνητότητι τὸ ἁμαρτάνειν ἕπεται. ἀθάνατοι δὲ γεγονότες, ἀπηλλάγμεθα τούτου. διό φησιν, “οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς “ φρονοῦσι” καὶ τὰ ἑξῆς. τοῦτο λέγει, ὅτι οἱ μὲν θνητοὶ τὴν φύσιν, ἀναγκαίως πλείστην τοῦ ἁμαρτάνειν τὴν ἐνόχλησιν ὐπομένουσι. τί γὰρ ἃν καὶ βουλεύσαιτο ἀθάνατον φύσις θνητή; εἰ δὲ καί τις ἐστὶν ἐν ἡμῖν ἀρετὴ, οὐ τῆς σαρκός ἐστιν αὕτη, ἁλλὰ τοῦ φρονήματος τῆς ψυχῆς, ἐπειδὰν ἀνωτέρα γένηται τῶν παρόντων. οἱ μέντοι τοῦ Πνεύματος ἤδη μετεσχηκότες, κρείττονα τούτων
Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.
Γενναδίου. Ἀμήχανον γάρ, φησι, τοῖς τοῦ Θεοῦ θελήμασ ι, τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν, τὸ θέλημα τῆς σαρκός ποτὲ συνελθεῖν καὶ φιλίαν ἀσπάσασθαι. ὁ μὲν γὰρ ἀπάθειαν ἐπαγγέλλεται, ἡ δὲ ἐστὶ παθητή. οὐ τοίνυν οὐδὲ τοὺς ἀνεχομένους τῷ φρονήματι τῆς σαρκὸς, καὶ μετέχοντας τῆς φύσεως ταύτης, οἷόν τε ἀρέσαι Θεόν. ἐπὶ τοσοῦτον γὰρ αὐτοῦ διεστήκασιν, ἐφ’ ὅσον εἰσι ταύτης ἐγγὺς· καὶ εἰσιν ἀρέτης πόρρω τοσοῦτον, ὅσον θνητότητος ο ἀθανασίας.
Ὠρίγενουσ. Ἀφ’ ὧν διδάσκει ὁ Παῦλος, μανθάνομεν τίνες εἰσὶ κατὰ σάρκα· οἱ τὰ τῆς σαρκὸς φρονοῦντες. καὶ τίνες οἱ κατὰ Πνεῦμα· οἱ τὰ τοῦ Πνεύματος φρονοῦντες. τὰ δὲ φρονή- φρονήματα τῆς σαρκός εἰσι, πορνεία, ἀσέλγεια, εδωλολατρεία καὶ τὰ ὅμοια· ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι. τὰ δὲ τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα· ἅπερ ἐστὶ ζωή. καὶ ἤδη ἐν τῇ ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται. ἀκόλουθον οὖν τοὺς μὲν εἰς τὴν σάρκα σπείροντας, θερίζειν φθοράν. τοὺς δὲ Πνεύματι ζῶνταb σπείρειν εἰς τὸ Πνεῦμα, ἀφ’ οὗ ἐστι θερίσαι ζωὴν αἰώνιον. πρὸς δὲ τούτοις καὶ ἐχθροί εἰσι τοῦ Θεοῦ οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σηκὸς καὶ ὅσοι βούλονται πλουτεῖν, ἣ ἐπιθυμοῦσι δόξης· καὶ οἱ κατὰ τὸ γράμμα ζῶντες 1ουδαῖοι· καὶ τὴν ἐν φανερῷ περιτομὴν ἐν σαρκὶ ἀσκοῦντες οὗτοι τὰ τῆς σαρκὸς του νόμου φρονοῦσιν. οἱ δὲ κατὰ Πνεῦμα, οἱ ἐν κρυπτῷ Ἰουδαῖοι, οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, ἤτοι φρονοῦσι τὰ τοῦ Πνεύματος.
Καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου, θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν εἰς Θεόν. ἐν δὲ τῷ φρονήματι τοῦ νόμου [*](u Cod. τὴν. ο Leg. vid θνητότης.)
Ὑμεῖς δ’ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. εἴπερ νεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.
Γενναδίου τοῦτο καὶ Θεοδωρήτου. Ἀλλ᾿ ὑμεῖς γάρ, φησιν, ἐκ θνητότητος εἰς ἀθανασίαν μεταβεβήκατε· ἀντὶ σαρκικῶν γεγενημένοι πνευματικοί. καὶ ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων. εἴπερ Πνεῦμα Θεοῦ, φησιν, οἰκεῖ ἐν ὑμῖν. τότε γὰρ πρὸς τῷ τῆς υἱοθεσίας χαρίσματι καὶ ἑτέρων ἐπὶ θαυματουργίᾳ χαρισμάτων ἀπέλαβον, τοῦ Πνεύματος αὐτοὺς διὰ τούτων καὶ περὶ τῶν τέως ἀφανῶν πιστουμένου. ὅτι τοίνυν, φησι, πρὸς πνευματικὴν μετέστησε ζωὴν ἐκ τῆς σαρκικῆς, ἡ τοῦ Πνεύματος κατοικοῦσα χάρις ὑμᾶς ἀποχρώντως δηλοῖ.
Διοδώρου. “Ὑμεῖς δέ,” φησιν,” οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν “ Πνεύματι·” ἀντὶ τοῦ οὐκ ἐστὲ ἐν σαρκικαῖς ἐπιθυμίαις, ἀλλ’ ἐν πνεύματι ζῆτε, “εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν.” διεγείρων αὐτοὺς εἰς τὸ ἐγρηγορέναι τὸν νοῦν, καὶ μὴ ὑπτιοῦσθαι ὡς κατωρθωκότας, κατὰ δισταγμὸν ἐξήνεγκε τὸν λόγον εἰπὼν, “εἴπερ νεῦμα “Θεοῦ οἰκεῖ ἐν ὑμῖν.” τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι, ὡς ἤδη ἔχοντας Πνεῦμα Θεοῦ, ἐπιβλαβὲς o ἦν, καὶ τὴν σπουδὴν διακόψαι ἱκανόν.
Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἴν αὐτοῦ.
Γενναδίου. “Εἰ δέ τις,” φησι, “Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὕτος οὐκ ἔστιν αὐτοῦ. ὥσπερ οἱ ἐξ Ἄδὰμ τοῦ Αδὰμ είναι λεγόμεθα, τῆς φύσεως αὐτῷ κοινωνήσαντες, ἑνώσεως εἶναι λέγοντες τοῦ Χριστοῦ, διὰ τῆς τοῦ ἑνὸς πνεύματος κοινωνίας μετουσίας εἰ [*](o Cod. ἐπιβλαβής.)
Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν.
Γενναδίου. Ἀλλὰ μὴν οὐδὲ δεῖ περὶ τούτου, φησὶ, διαμφισβητεῖν, ὅτι τοὺς ἠξιωμένους λαοὺς γενέσθαι τοῦ Πνεύματος, καὶ ταύτῃ κεκοινωνηκότας Χριστῷ, ἐχόμενόν ἐστι κοινωνῆσαι αὐτῷ δι’ αὐτὸ τοῦτο καὶ τῆς ἐκ νεκρῶν εἰς ἀθάνατον ζωὴν ἀνα- στάσεως.
Θεοδώρου. Προειπὼν “Πνεῦμα Χριστοῦ,” πάλιν φησὶ, “τὸ “Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν οἰκεῖ ἐν ὑμῖν.” ἐπαναγαγὼν ἀπὸ τοῦ Χριστοῦ ἐπὶ τὸν Πατέρα· οὐδὲν ἕτερον ἣ σαφῶς διδάσκων ὅτι ἐκ τοῦ Υἱοῦ καὶ τὸ Πνεῦμα οὐκ ἀλλότριον τῆς πατρικῆς θεότητός ἐστι· καὶ οἷς μία ἡ ἐνέργεια, τούτοις πάντως καὶ ἡ οὐσία τῷ Πατρὶ συναΐδιος. ἀκολούθως μέντοι ἐνοικήσαντος Πνεύματος Ἁγίου καὶ τῆς ἁμαρτίας νεκρωθείσης, ἕπεσθαι τοῖς ἀγωνιζομένοις τὰ ἔπαθλα φησίν· ὧν πρῶτον καὶ μέγιστον ἦν ἡ ἐκ νεκρῶν ἀνά- στασις.
Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ, κατὰ σάρκα ζῆν.
Γενναδίου. Ἀγωνισάμενος διὰ πάντων, καὶ δείξας οὐκ ἔτι προσήκειν αὐτοὺς τῷ Ἀδὰμ, τουτέστι τῇ παθητῇ καὶ ὑπὸ νόμον ζωῇ, ἀλλ’ εἶναι Χριστοῦ, τουτέστι πνευματικούς τε καὶ ἀκηράτους, συγκεφαλαιούμενος τὰ διὰ πλειόνων ἐν τοῖς ἔμπροσθεν εἰρημένα, νουθεσίαν σαφῆ τε καὶ σύντομον ἐπιφέρει λέγων, μὴ χρῆναι τοῦ λοιποῦ τοῖς τῆς σαρκὸς ἑαυτοὺς πάθεσιν ἐκδιδόναι. διατὶ; εἰ γὰρ κατὰ σάρκα ζῆτε, φησὶ, μέλλετε ἀποθνήσκειν. τῆς γὰρ τοιαύτης ζωῆς, φησὶ, φθορὰ τὸ τέλος ἐστίν. εἰ δὲ πνεύματι
Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσὶν υἱοὶ Θεοῦ.
Γενναδίου. Οἱ γὰρ Πνεύματι Θεοῦ κυβερνώμενοι, τουτέστιν οἱ πνευματικοὶ καὶ οὐ ψυχικοὶ, ἑαυτοῖς ὡς ἀληθῶς τὸ εἶναι υἱοὶ Θεοῦ βεβαιοῦσιν. ἔφη δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν ὑπὸ τὸν νόμον χρηματισάντων υἱῶν Θεοῦ, καὶ αὐτῶν διὰ τὴν ὡς πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἐξαίρετον τοῦ Θεοῦ κηδεμονίαν περὶ αὐτούς. “ἐλάλησας γὰρ ἐν ὁράσει τοῖς υἱοῖς σου,” φησι· καὶ “ἐγὼ εἶπα “Θεοὶ ἐστὲ, καὶ υἱοὶ ὑψίστου πάντες.” ὡς πρὸς τούτους οὖν ἀντιδιαιρῶν τοὺς κατὰ Χριστὸν, ἔφη, “ οὗτοι εἰσὶν υἱοὶ Θεοῦ.”
Θεοφώρου. Δῆλον οὖν ὅτι οἱ τοιοῦτοι τὴν μακαρίαν ζωὴν παρὰ τῷ ἑαυτῶν πατρὶ ζήσονται.
Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας.
Διοώρου. Τὸν νόμον “πνεῦμα δουλείας” εἶπε, καὶ δούλους τοὺς ὑπὸ τὸν νόμον. τὸ γὰρ ἐπιτάττεσθαι ὑπὸ τοῦ νόμου, καὶ τῆς ἐπιταγῆς ἀμελήσαντας, τιμωρίαν ἀπειληθεῖσαν φοβεῖσθαι, δουλείας p σημεῖόν ἐστι. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν Θεὸν ἀποκαλεῖν, διὰ τὴν τοῦ βίου καθαρότητα, υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται. εἴτε δὲ δουλείας ἐδόθη πνεῦμα, ἐπ’ ἀμφοτέρων ἐστὶ κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργεῖσαν κατὰ τὴν ἀμφοτέρων ἀξίαν.
Θεοφώρου. Τὸ “πάλιν,” ὡς πρὸς τὸ “δουλείας” ἀπέδωκεν. ἀναγνωστέον οὖν οὕτως· “οὐ γὰρ ἐλάβετε πνεῦμα·” εἶτα διαστήσαντα ἐπαγαγεῖν χρὴ, “δουλείας πάλιν εἰς φόβον.” περὶ γὰρ τῶν ἐν νόμῳ λέγει· καὶ ἐν τῇ πρὸς Γαλάτας, ὅτι μία μὲν ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα δούλους τοὺς ἐν νόμῳ, παραθέσει τῶν τοῦ μέλλοντος αἰῶνος καλῶν. ἐπειδὴ οὗτοι μὲν ὑπὸ προστάγματα [*](P Cod. δουλείαν.)
Δῆλον γὰρ ὅτι κατὰ τὴν τοῦ Κυρίου παράδοσιν τὴν “Πάτερ “ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς,” ἐκάλουν Πατέρα τὸν Θεὸν, οἱ τοῦ βαπτίσματος ἠξιωμένοι. καλῶς δὲ τὸ “ἀββᾶ ὁ πατὴρ,” ἐπειδὴ τῶν νηπίων ἴδιόν ἐστι τὸ ἀββᾶ καλεῖν τοὺς πατέρας. νήπιοι δὲ ἔτι κατὰ τὸν παρόντα βίον ἦσαν, οἱ διὰ τοῦ βαπτίσματος ἠξιωμένοι τῆς υἱότητος, τὴν τελείαν καὶ ἀληθῆ ἐπὶ τοῦ μέλλοντος προσδοκῶντες αἰῶνος. τὸ οὖν ἀββᾶ ὁ πατὴρ τέθεικε, τὸ μὲν, εἰς μήνυσιν τῆς προσδοκωμένης τελειότητος· τὸ δὲ, σύμβολον τῆς παρούσης καταστάσεως, ἐν ᾗ νηπίων δίκην, οὐχ ὁλοτελῶς τῆς μετουσίας τῶν ἀγαθῶν κομισάμενοι τὴν ἀπόλαυσιν, περιέμενον τὸ ποτὲ αὐτοῖς προσέσεσθαι κἀκεῖνα ταῖς νῦν ἐπαγγελίαις ἀκολούθως.
Σευηριανοῦ. Ἔνιοι δὲ “πνεῦμα δουλείας” τοῦ πονηροῦ φασὶν, ἀλλ’ οὐκ ἔστι. τὸν γὰρ νόμον ὧδε πνεῦμα δουλείας λέγει, καὶ δούλους τοὺς ὑπὸ νόμον. διὸ ὡς τιμωρούμενοι εἰ ἔπταισαν ἐφοβοῦντο. ὅπερ δουλείας ἐστὶ σημεῖον. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν Θεὸν καλεῖν διὰ τὸ τοῦ βίου καθαρὸν, υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται. τὸ δὲ αὐτὸ πνεῦμα ἐστὶν ἐπ’ ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέραν ἀξίαν.
[*](q Cod. δουλείας. r Leg. ἀλλ’ ἐλάβετε sed plura desunt. s Cod. καλεῖ. t Cod. κομησάμενοι.)Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.
Διοφώρου. Ἔδειξε διὰ τούτου, ὅτι καὶ τὴν ψυχὴν πνεῦμα λέγει, ὅταν ᾖ πνευματική. καὶ τὸ χάρισμα τοῦ Πνεύματος Πνεῦμα. τοῦτο οὖν ἐστὶν ὁ φησιν ἀλλαχοῦ. “τὸ γὰρ τί προσ- “εὐξόμεθα οὐκ οἴ δάμεν· αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν “στεναγμοῖς ἀλαλήτοις·” καὶ τοῦτο δὲ δεῖται ἑρμηνείας. ἔστι δὲ τοιοῦτον χάρισμα προσευχῆς ἡ ἐπὶ τῶν ποστόν. ἐπειδὴ πολλάκις κατὰ τὰ μὴ συμφέροντα αἰτοῦμεν. διὰ τοῦτο ἀνιστάμενός τις ἐπὶ τῶν Ἀποστόλων, ὁ τὸ χάρισμα τῆς προσευχῆς ἔχων ἐπὶ τοῦ λαοῦ τὰ συμφέροντα τὸν Θεὸν ᾔτει, στεναγμοῖς ἀλαλήτοις χρώμενος, ἵνα πρὸς εὐλάβειαν καὶ φόβον πάντας ἑλκύσῃ. καὶ τοῦτό ἐστιν ὁ φησιν ἀλλαχοῦ, “ἕκαστος ὑμῶν ψαλμὸν ἔχει· “προσευχὴν ἔχει.” οὐκοῦν καὶ τοῦ ψάλλειν χάρισμα ἦν, καὶ τοῦ προσεύχεσθαι χάρισμα ἦν. συμμαρτυρεῖ δὲ τῷ πνεύματι ἡμῶν, ἐπειδὴ ὑπὲρ ὅλου τοῦ λαοῦ πνεύματι προσηύχετο ὁ ἔχων τὸ χάρισμα. προσευχόμενος δὲ τὸ “Πατέρ’ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς” ἔλεγε. διὰ τοῦτο φησὶ, συμμαρτυρεῖ τὸ Πνεῦμα τῆς προσευχῆς τῷ πνεύματι ἡμῶν, ὃ ἔχομεν διὰ τοῦ βαπτίσματος, “ὅτι ἐσμὲν “τέκνα Θεοῦ.” κράζει γὰρ τὸ πνεῦμα, τουτέστι τὸ χάρισμα τὸ τῆς προσευχῆς, “ἀββᾶ ὁ πατὴρ.”
Θεοφώρου. Αὐτὸ τὸ νεῦμα τὸ Ἄγ’ ἴον συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι πνευματικῶς διάγομεν· διὸ καὶ ἐσμὲν τέκνα Θεοῦ. ἐὰν οὖν συμπάσχωμεν τῷ Χριστῷ, τουτέστιν ἐὰν τὰ αὐτὰ πάσχειν αἱρησώμεθα, ἅπερ ὁ Χριστὸς τὴν ἀλήθειαν πρεσβεύων ἔπαθεν ἑκών· ἐὰν διωκόμενοι καρτερῶμεν, καὶ ὅσα ὅμοια πάσχωμεν ὑπὲρ εὐσεβείας, συνδοξασθησόμεθα αὐτῷ, ἐν τῷ γενέσθαι τέκνα Θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. τίς δὲ ἡ κληρονομία προείρηται ὀπίσω, ἔνθα ὁ λόγος ἦν περὶ τοῦ, “εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται η πίστις.
Ἐπανάληψις περὶ τῆς ἀποκειμένης τοῖς ἁγίοις δόξης.
Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
Κυρίλλου. κατορθοῦται μὲν οὐ * * * * τὸ ἀγαθόν. πλὴν ἐπὶ μεγάλοις ἐλπίσι τοῖς ἁγίοις ὁ πόνος καὶ τῶν ὑπὲρ νοῦν καὶ λόγον ἡ μέθεξις. οἱ γὰρ τῶν ἐπὶ γῆς ὑπερορῶντες, ἄξιοι καὶ τῶν ἀνωτάτω γερῶν· καὶ οἱ προπονηκοτες ἐν ἀνδρεία καὶ υπομονῇ μέλλουσι στεφάνων ἀπολαύειν ἐν ἀσυγκρίτοις ὑπεροχαῖς. μειονεκτεῖται γὰρ ὁ εἰς ἀρετὴν πόνος τῶν μετὰ ταῦτα τιμῶν. δόξαν δὲ λέγει τῶν ἁγίων, ἐπείπερ ἐκλάμψουσιν οἱ δίκαιοι κατὰ καιροὺς ὡς ὁ ἥλιος, ἐν τιμῇ καὶ δόξῃ καὶ ἀφθαρσίᾳ γεγονότες, ἐν τῶ μεταβληθῆναι αὐτῶν τὸ σῶμα, καθὼς μετεμορφώθη ὁ Χριστὸς ἐν τῷ ὄρει.
Γενναδίου. Ἐν τοῖς πρὸ ὀλίγου τῆς ἀντεξετάσεως ἁψάμενος τῆς πρὸς τὰ παλαιὰ, καὶ διὰ τῆς παράλληλα θέσεως αὐτῶν, τὸ ὑπερέχον γνωρίσας τῆς χάριτος είτα ἴνα μὴ διὰ τὸ μέγεθος τοι; μαθηταῖς ἀμφιβάλοιτο, πιστωσάμενος αὐτὸ τῇ τοῦ Ἀγίου Πνεύματος μετουσίᾳ, μέτεισιν ἐπὶ παράκλησιν ἀκολούθως, καὶ προ- τρέπει μηδὲν ἀκίνδυνον ὑπὲρ τῶν τοιούτων ἀποδιδράσκειν. σφόδρα χρησίμης καὶ ἀναγκαίας αὐτῷ τῆς περὶ τούτων οὔσης διδασκαλίας· ἄλλως τε καὶ πολλῶν πολέμων ἐν ταῖς ἀρχαῖς τοῦ κη- ρύγματος ἐπιφερομένων τοῖς μαθηταῖς. χρὴ τοίνυν, φησὶ, τῆς διὰ Χριστοῦ δόξης ὀρεγομένους, ὁμοίως αὐτῷ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἐνίστασθαι πειρασμούς. ἡ γὰρ τῶν παθημάτων κοινωνία, καὶ τῆς ἀντιδόσεως κοινωνίαν ἐργάσεται. ἐγὼ γοῦν φησὶν, ἐνθυμούμενος, καὶ πάσας ἀντιπαρατιθεὶς τὰς ἐπὶ τοῦ παρόντος θλίψεις αἰῶνος, τοῖς ἐπηγγελμένοις ἡμῖν ἀγαθοῖς ἐν Χριστῷ, μικρὰς καὶ τὸ μηδὲν οὔσας εὑρίσκω.
Θεοωτου. Τὸ “λογίζομαι” ἀντὶ τοῦ λογισμῷ τῷ προσήκοντι πέπεισ ’μαι τοῦτο οὕτως ἔχειν, ὡς τὸ “λογιζόμεθα οὑν πίστει δι- “καιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου.
Κυρίλλου. Ἀποκαραδοκία μέν ἐστιν, ἡ ἐλπὶς καὶ ἡ τῆς τῶν πραγμάτων ἐκβάσεως προσδοκία τε καὶ ἐπιτήρησις. ἐκδέχεται γέ μὴν ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ Θεοῦ, οὐκ αὐτή που πάντως εἰδυῖα τὸ ἐσόμενον τοῦ Θεοῦ. πῶς γὰρ, ἢ πόθεν; ἀλλ’ ὅτι ταῖς ἀπορρήτοις οἰκονομίαις τοῦ πάντα μεταρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, πρὸς τοῦτο ἥξει τὸ τέλος. μεταπλαττομένων γὰρ ὥσπερ εἰς δόξαν ἐξ ἀτιμίας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν τῶν τοῦ Θεοῦ τέκνων, τουτέστι τῶν τὴν εὐδόκιμον κατορθωκότων ζωήν· καὶ αὐτοί που πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον. καὶ πρόσγε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ, εἰπὼν, ὅτι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν· καὶ τᾶι ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.
Γενναδίου. τοσοῦτον ἐστὶ, φησὶ, τῆς εἰς ἡμᾶς ἀποκαλυφθησομένης δόξης τὸ περιὸν, ὡς καὶ τὴν ἀποκαραδοκίαν τῆς κτίσεως, τουτέστι τὴν ἄπωθεν αὐτῆς προσδοκίαν δήλην ὑπάρχειν, ὅτι τὴν ἀποκάλυψιν ἐκδέχεται τῶν υἱῶν τοῦ Θεοῦ, διὰ τὸ τέως τὴν ζωὴν ἡμῶν κεκρύφθαι σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. τὸ μέντοι σύμπαν νόημα, τοιοῦτον ἐστίν. εἰώθαμεν πολλάκις οἱ ἄνθρωποι μετὰ τὰς τῶν πραγμάτων ἐκβάσεις, ὡς σαφῆ ταῖς μνήμαις ἀναλαμβάνειν τὰ πρόσθεν ἡμῖν ἀσαφῆ. οἷόν τι λέγω· πεφώραταί τις ἀγαθόν τι πεποιηκὼς, ἣ πάλιν κακόν. εὐθὺς παριόντες φαμὲν, ἀλλὰ καὶ πόρρωθεν οὗτος τοιοῦτος ὣν κατεφαίνετο, καὶ ἐδείκνυ τῷ σχήματι. καὶ ἐγὼ μὲν αὐτὸν ἐκ τῆσδέ τῆς ῥήσεως ὅστις ἦν, αὐτίκα μάλα κατέμαθον. καὶ ὅλως τοιαῦτά τινα πρὸς τὴν παροῦσαν πρᾶξιν τῶν παλαιῶν λαμβάνοντες σύμβολα, βεβαιοῦμεν ἑαυτοῖς ἐκ τῶν προτέρων τὰ δεύτερα. τοιοῦτόν τι φησὶ καὶ ὁ Εὐαγγελιστὴς περὶ τῶν μαθητῶν τοῦ Κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δὲ ἀνέστη ἐκ τῶν νεκρῶν, τότε ἔγνωσαν ὅτι ταύτα ἢν ἐπ’ αὐτῷ γεγραμμένα· καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ὧ εἶπεν ὁ Ἰησοῦς. κἀνταῦθα τοίνυν ὁ μακάριος Παῦλος πνευματικῇ χάριτι τῆς οἰκονομίας τῆς ἐν Χριστῷ τὴν γνώμην παρειληφὼς, καὶ γνοὺς ὅτι ἄνωθεν δέδοκτο [*](t Leg. κατὰ τὰ.)
Διοδώρου. Ἐν τοσαύτῃ φησὶν ἔσεσθαι ἡμᾶς τῶν ἀγαθῶν δωρεᾷ τοῦ Θεοῦ, ὥστε ἡ ἐλπὶς καὶ ἡ προσδοκία τῆς κτίσεως ἐκδέ- χεται τῶν υἱῶν τοῦ Θεοῦ τὴν ἀποκάλυψιν· οἷον τὴν κεκρυμμένην αὐτῶν μακαριότητα, μικρὸν ὕστερον ἀποκαλυφθησομένην. ὑπόνοιαν δὲ τοῖς πολλοῖς δ̀οίδωσι τὰ γεγραμμένα ὡς ἔμψυχός ἐστιν ἡ ὁρω- μένη κτίσις, καὶ λογικήν τινα ἔχειν αἴσθησιν ὁ κόσμος. εἰ γὰρ συστενάζει καὶ συνωδίνει, καὶ τὴν ἀποκάλυψιν ἀπεκδέχεται, δῆλον ὅτι, φησὶ, καὶ συναισθάνεται, καὶ λογισμῷ κινεῖται. οὐχ οὕτω δὲ ἔχει· ἀλλὰ τὰς ἐφεστηκυίας αὐταῖς δυνάμεις, τὰς ταγείσας παρὰ Θεοῦ διέπειν τὴν κτίσιν κατὰ τὴν τοῦ δημιουργοῦ βούλησιν κατὰ τὸ γεγραμμένον, “ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς ἔσπειρεν “υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.” οὕτω δὲ καὶ ἐπὶ τοῦ, *’ εὐλογεῖτε ψῦχος καὶ καῦμα·” καὶ πάλιν “χάλαζα καὶ χιὼν” καὶ τὰ ὅμοια, ταῖς ἐφεστηκυίαις ἐπὶ τούτων δυνάμεσι λέγεσθαι νοητέον. οὐ γὰρ ἀναισθήτοις ὕλαις παρακε- λεύεται αἰνεῖν τὸν Θεόν. ὥσπερ γὰρ, “πᾶσα ἡ γῆ προσκυνησάτω “σοι, καὶ ψαλάτωσάν σοι” καὶ ὥσπερ “ὁ Κύριος ἐβασίλευσεν· “ἀγαλλιάσθω ἡ γῆ· τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους λέγει· καὶ “πενθήσει οτͅνος, καὶ πενθήσει ἄμπελος,” τοὺς ἐφεστηκότας λέγει γεωργούς· οὕτω καὶ νῦν τὴν κτίσιν λέγει τὰς δυνάμεις τὰ, ἐφε- στηκυίας ταῖς ἀψύχοις ὕλαις, καὶ αὐτὰς κτιστὰς οὔσας. ὥσπερ στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ πέρι αὐτοῦ.
Θεοδώρου. Καραδοκεῖν λέγεται τὸ ἐλπίζειν· ἀποκαραδοκεῖν τὸ ἀπελπίζειν. ὃ τοίνυν λέγει τοιοῦτόν ἐστιν. ἓν σῶμα τὴν σύμ- σύμπασαν κτίσιν ἐποίησεν ὁ Θεός. ὅθεν καὶ κόσμος λέγεται πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα· ὡς ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ φησὶν, “ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καὶ ἀν-
Εντεῦθεν τοίνυν ἀόρατοι φύσεις εἰς οἰκεῖα τίθενται τὰ καθ’ ἡμᾶς εὐφραινόμεναι. εἰ δὴ πρὸς τὸ κρεῖττον ῥέπειν ἡμᾶς συμβαίνει. βαίνει. καὶ τοῦτο ἡμᾶς ὁ Κύριος διδάσκει λέγων, “ἐπὶ ἑνὶ ἁμαρ- “τωλῷ μετανοοῦντι καὶ ἀγγέλους χαίρειν ἐν οὐρανοῖς.” δῆλον δὲ ὅτι καὶ λύπην αὐτοῖς προξενεῖ τὰ καθ’ ἡμᾶς ἐπὶ τὸ χεῖρον διακείμενα. οὐδὲ γὰρ ἃν εὐφραίνοιντο ἡμῶν ἀφισταμένων τῆς τῶν ἀτόπων πράξεως, εἰ μὴ καὶ λύπην αὐταῖς ἐκίνει τὸ μένειν ἡμᾶς ἐπ’ ἐκείνων. οὕτω δὴ γνώμης ἔχουσαι περὶ ἡμᾶς, ὡς ἄτε δὴ οἰκεῖον ζῶον καὶ συγγενὲς αὐταῖς, ἡνίκα γεγονὼς ὁ Ἀδὰμ, ἐδέξατο τοῦ Θεοῦ τὸ ἐπίταγμα, ὁμοῦ κἀκεῖνο ἀκούσας, ὡς παραβὰς ἀποθανεῖται, ἐσκόπουν ἥντινα ἄρα τὰ κατ’ αὐτὸν τὴν ἔκβασιν λήψεται· καὶ ἐπειδὴ παραβὰς θνητὸς ἐγένετο διὰ τῆς ἀποφάσεως, ἐχωρίζετό τε ὡς εἰκὸς ἡ ψυχὴ τοῦ σώματος, καὶ ὁ μηχανηθεὶς διὰ τοῦ ἀνθρώπου σύνδεσμος τῆς κτίσεως διέλυτο.
Τούτῳ τῷ τρόπῳ ἐσκυθρώπαζον αἱ νοηταὶ φύσεις ἐπὶ τοῖς γιγνομένοις, περὶ ἡμᾶς τε οὐκ εἶχον οἰκείως, ὡς ἂν τοιούτων γεγονότων αἰτίους κακῶν. ὡς δὲ τοῦ χρόνου προἰόντος, οἱ καθεξῆς
Τί οὖν ἐπὶ τούτοις ἐγένετο; ἔφησεν αὐτοῖς ὁ Κύριος, ὡς ποιήσει σει τὴν καθ’ ἡμᾶς διόρθωσιν, ἀναστήσας τε ἡμᾶς καὶ ἀθανάτους ἐργασάμενος, ὡς μηκέτι δεδοικέναι μηδεμίαν πάλιν μεταβολὴν καὶ διάλυσιν τοῦ κοινοῦ συνδέσμου τῆς κτίσεως. ταύτην δεξάμενοι τὴν ὑπόσχεσιν ηὐθύμουν μαθόντες ὡς ἡ θεία χάρις τῶν ἡμῶν ἐπταισμένων ποιήσεται τὴν διόρθωσιν, καὶ φιλοτιμίᾳ πάντα ἡμῖν ἀποδώσει, ὧν ἡμεῖς ἑαυτοὺς διὰ μοχθηρίαν ἀπεστερήσαμεν τρόπου. καὶ μενεῖ μὲν ὁ καθόλου σύνδεσμος διάλυσιν οὐδεμίαν ἐπιδεχόμενος τοῦ λοιποῦ. μενεῖ δὲ ἄρρηκτος καὶ τῇ κτίσει πρὸς ἑαυτὴν ἡ φιλία. ἐντεῦθεν καὶ πράττει ἅπαντα ὑπὲρ ἡμῶν οὐκ ὤκνουν. καίτοιγε ἐν τοῖς χείροσιν ἐξεταζομένων τῇ τῶν μελλόντων ἐλπίδι, διὰ τὴν τοῦ Θεοῦ ἐπαγγελίαν κρατούμενοι. τοῦτο οὖν λέγει, ὅτι ἡ κτίσις τόγε ἐφ’ ἡμῖν πολλάκις τὰ κἄ ἡμᾶς ἀπελπίσασα, ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδοκίαν τῶν μελλόντων, ὅτι ἀναστησόμεθα πάντες εἰς τὸ εἶναι ἀθάνατοι. τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, λέγει τὴν ἀνάστασιν· καθόλου τὴν υἱοθεσίαν τὴν ἀθανασίαν καλῶν. ἐπειδὴ υἱῶν εἶναι νομίζει Θεοῦ τὸ ἀθανάτους εἶναι. ὅθεν καὶ ὁ Δαβὶδ λέγει, “ἐγὼ εἶπα “θεοὶ ἐστὲ, καὶ υἱοὶ ὑψίστου πάντες·” ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε. ὡς ἃν οὐκ ἔχοντος λόγου τὸ ἀποθνήσκειν τοὺς υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας.
Σευήρου u Ἀντιοκείασ. Προσωποποιεῖται τὴν κτίσιν ὁ κήρυξ τῆς ἀληθείας, παραστῆσαι βουλόμενος τὸ τοῦ πράγματος μέγεθος, καὶ φησὶν ἀποκαραδοκεῖν αὐτὴν, τουτέστι σφοδρῶς προσδοκᾶν τὴν τῆς ἀναστάσεως ἡμέραν, ἥτις ἐστὶν ἡ ἀποκάλυψις τῶν υἱῶν τοῦ Θεοῦ, καὶ ἡ τῶν δικαίων φανέρωσις. καραδοκία γὰρ ἡ ἐπιτεταμένη [*](t Cod. δεδοκέναι. u Cod. Σευηριανοῦ.)
Ἀπολιναρίου. Πᾶσα, φησὶν, ἡμᾶς ἡ κτίσις ἀναμένει, καὶ τὸν καιρὸν ὁπότε ἐπὶ τῆς προσηκούσης ἡμῖν δόξης ὀφθησόμεθα ποθεῖ. ὡς μηδὲν εἶναι λαμπρότερον τῆς πρὸς ἡμᾶς ἐσομένης εὐδοξίας. ἀκόλουθον δὲ υἱοῖς Θεοῦ τὴν κτίσιν ἕπεσθαι κτῆμα οὖσαν Θεοῦ. ἐλευθέρῳ γὰρ τὸ δοῦλον ἀκολουθεῖ, καὶ υἱῷ τὸ κτῆμα διὰ τὴν εὐγένειαν ὑποτέτακται. καὶ η πρὸς ’τον πατέρα οἰκείωσις τοῖς υἱοῖς ὑποτάττει τὸ δοῦλον. δῆλον δὲ ὅτι κατὰ χάριν ἔχοντες τὸ υἱοὶ εἶναι Θεοῦ, διὰ τὴν τοῦ Πνεύματος, ὡς προείρηκε, μετουσίαν, κατὰ χάριν ἔχομεν τὸ ἡγεμονικὸν ἐν τῇ κτίσει τῇ δόξῃ τοῦ ἀληθοῦς Υἱοῦ δεξάμενοι. ὥστε μὴ εἶναι παρὰ δόξαν τὸ τὴν τοσαύτην καὶ τοιαύτην κτίσιν ἀνθρώποις ὑποτετάχθαι, μικροῖς ἐν τῇ κτίσει φαινομένοις.
Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη.
Κυρίλλου. Ματαιότητα ἐνθάδε φησὶ τοὺς ζῶντας ἐν ματαιότητι, τουτέστιν ἐν φρονήματι σαρκικῷ· περὶ ὧν ἃν λέγοιτο καὶ μάλα εἰκότως, “ἄνθρωπος ματαιότητι ὡμοιώθη,” καὶ μὴν καὶ ὅτι παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις λαὶ ὡμοιώθη αὑτοῖς. ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που πάντως ἑκοῦσα ποτέ. πῶς δὲ δὴ ἄρα καὶ τοῦτο φαμέν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ’ ἡμᾶς ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις. οὐ γάρ ἐστι λογική. ἀλλ’ εἰ καί τις δοίη τὸ δύνασθαι τι νοεῖν αὐτὴν, οὐκ ἃν ἠνέσχετο, φησὶ, τῆς οὕτως αἰσχρᾶς δουλείας, οὐδ’ ἃν ἠθέλησεν ὑποτετάχθαι τε καὶ ὑπηρετεῖν τοῖς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις. ἀλλ’ ἐπ’ ἐλπίδι, φησὶ, τῶν σωθησομένων καὶ τῶν κατὰ καιροὺς ἁγίων τε καὶ ἐκλεκτῶν ὑποτέτακται τε, ὡς ὑποζευγνύντος αὐτὴν τοῦ Θεοῦ, καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν ὑπόγε τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτόν. ἵνα δὴ μόνοις ὑπηρετεῖ x τοῖς αὐτοῦ τέκνοις καὶ ταῖς τῶν ἐξειλεγμένων παραβαίσετο y χρείαις· ἀλύει μὲν γὰρ μονονουχὶ καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ ἦν αὐτῇ τὸ καὶ εἰδέναι τι [*](x Leg. credo ὑπηρετεῖν. γ Leg. vid. παραβιάσαιτο.)
Γενναδίου. Ματαιότητα λέγει τὸν ῥευστὸν τοῦτον καὶ φθαρτὸν βίον ἡμῶν. ἐπεὶ τίνος χάριν, φησὶν, οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν ἅπασα συνετείνετο· μὴ ἐπ’ ἐλπίδι καὶ προσδοκίαις τοιαύταις ποιεῖν αὐτῇ, τοῦ Θεοῦ τοῦτο νομοθετήσαντος; τὸ δὲ “οὐχ ἑκοῦσα” προσωποποιήσας ἔφη. πολὺ δὲ τοῦτο παρὰ τῇ θεοπνεύστῳ γραφῇ τὸ ἰδίωμα· λέγω τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις περιτιθέναι. ὥσπερ ἀμέλει κἀν τῇ τετάρτῃ τῶν Βασιλειῶν, “ ἀπέστειλε γὰρ,” φησὶν, “Ἰωνᾶς βασιλεὺς Ἰσραὴλ πρὸς “Ἀμεσίαν βασιλέα Ἰούδα, λέγων, ὁ ἀκὰν ὁ ἐν τῷ Λιβάνῳ ἀπέ- “στειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων, δὸς τὴν θυγα- “τέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα.” ἀλλὰ καὶ ἐν τοῖς Κριταῖς, Ιωθὰμ ὁ Γεδεῶνος τοῦ καὶ Ἱεροβοὰμ υἱὸς, εἶπε, φησὶ, πρὸς ἄνδρας Σικίμων, “ἐξεπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφ’ ἑαυτὰ βασιλέα· “καὶ εἶπον τῆ ἐλαίᾳ, βασίλευσον ἐφ’ ἡμᾶς.” καὶ ὅλως ἀνάπλεως ὡς ἔφην τῶν τοιούτων ἡ θεῖα γραφή. τὸ οὖν “οὐχ ἑκοῦσα” κατὰ τοῦτο καὶ ὁ Απόστολος ἔφησε τὸ ἰδίωμα. ἣ καὶ διὰ τοὺς Αγγέλους τυχὸν, ἵνα ἀπὸ τοῦ κρείττονος ὡς περὶ πάσης αὐτῆς ᾖ τὸ λεγόμενον.
Θεοδώρου. Ἀμέλει, φησὶν, οὐδὲν ἔτι ποιεῖν ὑπὲρ ἡμῶν οἱ Ἄγγελοι ἀνεχόμενοι, διὰ τὴν ἐπαγγελίαν ταύτην εἵλαντο πάντα ποιεῖν. καίτοιγε περὶ τὰ μάταια ἡμῶν ἀσχολουμένων, τοῦτο κατὰ τὴν τοῦ Θεοῦ ἐπαγγελίαν ἀπεκδεχόμενοι, τὸ πάντα ἀπαλλαγῆναι φθορᾶς, καὶ μεταβολῶν καὶ τροπῆς. ἐπειδὰν καὶ ἡμεῖς ἀξιωθέντες τῆς ἀναστάσεως, ἀθάνατοι τῇ τοῦ Θεοῦ δυνάμει γινόμεθα. Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.
Γενναδίου. Ἀνέχεται μέντοιγε νῦν φησὶν, ὡς καὶ αὐτὴ τῆς ἡμετέρας ἐλευθερίας συναπολαύουσα. παύσεται γὰρ τηνικαῦτα λοιπὸν δουλεύουσα τῇ φθορᾷ. τουτέστιν οὔτε ἡμῖν ἔτι φθαρτοῖς οὖσιν ἐξυπηρετήσεται. ἴσμεν γὰρ ὅση νῦν ἡ τῶν στοιχείων κτίσις ἀλλοίωσιν ὑφίσταται καὶ φθοράν. καὶ μὴν καὶ τοὺς Ἀγγέλους
Διοφώρου. τῆς ὑλώδους φύσεως δεδουλωμένης τῷ πονηρῷ, καὶ ἐπιβουλευομένης ὑπ’ αὐτοῦ πολλάκις κατὰ συγχώρησιν Θεοῦ, ὥστε καὶ λιμοὺς καὶ λοιμοὺς καὶ νόσους καὶ πολέμους καὶ ἄλλας φθορὰς ὑπ’ αὐτοῦ κατασκευάζεσθαι. καὶ γὰρ οἰκὸς τῶν ἐνοικούντων ἀσεβῶς διαγόντων, ἔχειν χώραν τὸν πονηρὸν, ὡς ἰδίων κατεπιβαίνειν· καὶ ἔπι τῆ ἀυτῶν κακώσει τὰ πέρι αὐτοὺς στοιχεῖα κακοῦν· ὧν γενομένων, αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις στενάζουσι καὶ ὠδίνουσι, καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου διαμένουσιν. ᾧ καὶ ἡ κτίσις συνελευθερωθεῖσα, τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον, τοῦτο τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ, ὡς καὶ νῦν φαμὲν, ἡ οἰκία θορυβεῖται, ἡ πόλις ἀγανακτεῖ, ἡ χώρα ὀργίζεται· ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων, τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες.
Καὶ καθ’ ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ὑπὸ τῶν συνδούλων αὐτῆς. ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὥστε τῆς δεσποτικῆς κῆς ἀκουσίως ἀπολαύουσα τιμῆς, βάρεως φέρει τὸ γινόμενον, καὶ ὠδίνει καὶ ἄχθεται πρὸς τὴν τῶν ἀνθρώπων ματαίαν προσκύνησιν, καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς. φησὶ δὲ ὅτι οὐδὲ ἐξ ἀρχῆς ἑκοῦσα οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ. ἀλλ’ ὑπετάγη συγχωρήσαντος τοῦ Θεοῦ· καὶ ὑπετάγη ἐπ’ ἐλπίδι μελλούσῃ. ποιᾷ; ταύτῃ, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται. πότε δὲ ἐλευθερωθήσεται; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων· διὸ εἰκότως “ἡ καραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν “τῶν τέκνων τοῦ Θεοῦ ἀπεκδέχεται.”
Θεοδώρου. Ἀπαλλάττονται γὰρ, φησὶ, τότε καὶ αὐτοὶ τοῦ ὑπηρετεῖσθαι φθοριμαίοις πράγμασιν, ἐπειδὰν ἡμεῖς ἀθάνατοι
Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.
Γενναδίου. Γνώριμός ἐστιν ἅπασί, φησιν, ἡ φύσις τῆς κτίσεως συνταλαιπωρουμένη τέως ἡμῖν, καὶ οἷον ἡ x κατεπείγουσα καὶ προευτρεπιζομένη πρὸς τὴν κοινὴν ἀναγέννησιν.
Θεοδύρου. Καλῶς οὐκ εἶπε στενάζει καὶ ὠδίνει, ἀλλὰ “συστενάζει καὶ συνωδίνει.” ἐπειδὴ καὶ τὸ “πᾶσα ἡ κτίσις” ἐνταῦθα προσέθηκεν. ἄνω “ἡ κτίσις” εἰρηκὼς μόνον. βούλεται δὲ εἰπεῖν ὅτι συμφώνως ἐπιδείκνυται τοῦτο πᾶσα ἡ κτίσις· ἵνα καὶ τὸ παρὰ πάσης τὸ αὐτὸ γίνεσθαι ὁμοίως, παιδεύσῃ τούτους τὴν πρὸς ἅπαντας κοινωνίαν αἱρεῖσθαι τῇ τῶν λυπηρῶν καρτερίᾳ. πῶς δὲ πᾶσαν ἔφη τοῦτο ὑπομένειν τὴν κτίσιν; τὰς μὲν ἀοράτους ὡς εἰκὸς, ἅτε δὴ λογικὰς καὶ τῶν γινομένων ἐχούσας τὴν αἴσθησιν· τὰς δὲ ὁρατὰς, τῇ κοινωνίᾳ τοῦ πράγματος.
Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τὴν πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν.
Κυρίλλου. Δέδεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων τὸ ἐν ἡμῖν γίνεσθαι πεφυκός. αὐτοὶ γὰρ ἡμεῖς, φησὶν, οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, στενάζομεν βαρούμενοι, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἀληθὲς γὰρ ὅτι φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες ὁκήνος y νοῦν πολυφρόντιδα. γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία ἰξοτοῦς z μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος a ἀεὶ καταφεύγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτητοι στενάζομεν τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν. ἔσεσθαι δὲ προσδοκῶ) τὸ σῶμα πνευματικὸν, τουτέστιν ἀποβεβληκὸς εἰς ἅπαν φρόνημα τὸ σαρκικὸν καὶ c γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ [*](x Leg. οἱονεὶ. y Leg. σκῆνος. z Fors. καὶ τοῖς. a Leg. νόσος b Leg. προσδοκῶμεν. c Cod. νὺξ.)
Γενναδίου. Τί περὶ τῆς κτίσεως ταῦτα λέγω; φησίν· ἀλλ’ ἡμεῖς αὐτοὶ τὸ κεφάλαιον τῆς δημιουργίας· καὶ δι’ οὓς καὶ μεθ’ ὧν τὰ πάντα ἀνακαινίζεται, δεδεγμένοι τὴν τοῦ Πνεύματος ἀπαρχὴν, τοσοῦτον τῶν μελλόντων εἰλήφαμεν πόθον, ὥστε ἀσχάλλομεν πρὸς τὴν μέλλησιν, καὶ ῥαδίως οὐχ ὑποφέρομεν τὴν ἀναβολήν· ἀλλὰ κομίσασθαι τὸ πᾶν ἤδη γλιχόμεθα. καὶ τὴν υἱοθεσίαν δηλῶν, τὴν ἀπολύτρωσίν, φησι, τοῦ σώματος ἡμῶν ἐπιθυμοῦμεν, τουτέστιν ἀπολυθῆναι τὸ ἡμέτερον σῶμα φθορᾶς καὶ ἁμαρτίας καὶ θανάτου ποτέ. ἐπειδήπερ ἐν τοῖς ἀνωτέροις μὲν ὡς ἤδη τῆς θνητότητος τὴν εὐχαριστίαν ἀνέκραγεν, ἐνταῦθα πάλιν ὡς οὔπω τούτου τετυχηκὼς, ἀλλ’ ἔτι τυχεῖν ἐφιέμενος προστίθησι· “τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ”ἐν ἐλπίσιν ἔτι, φησὶ, τὰ τῆς σωτηρίας ἡμῶν.
Διοδώρου. Οὐ μόνον, φησὶν, ἡ κτίσις στενάζει καὶ ὠδίνει τὴν ἐλευθερίαν διὰ τοῦ Πνεύματος ἀπεκδεχομένην, ἀλλὰ καὶ ἡμεῖς, καίτοι ἤδη τὰς ἀπαρχὰς τοῦ Πνεύματος εἰληφότες, καὶ πειρασθέντες αὐτοῦ τῆς εὐεργεσίας. εἰ καὶ μηδέπω τὸ τέλειον τῆς ὑποσχέσεως εἰλήφαμεν. ὁ ἐστιν ἡ υἱοθεσία διὰ τῆς τοῦ σώματος ἀπολυτρώσεως.
Διοδώρου. Οὐδέπω γάρ, φησι, τῆς ἀναστάσεως τετυχήκαμεν· ἀλλὰ δεξάμενοι τὴν ὑπόσχεσιν ταῖς ἐλπίσι ψυχαγωγούμεθα.
Γενναδίου. “Ἐν ἐλπίδι,” φησὶν, “ἐστὶ τὰ τῆς σωτηρίας ἤμων·
Θεοδώρου. Σωτήριαν καλεῖ τὴν παντελῆ τῶν κακῶν ἀπαλλαγήν· ἥτις αὐτοῖς ἐπὶ τοῦ μέλλοντος αἰῶνος προσγίνεσθαι ἔμελλε. ταῦτα τοίνυν, φησὶ, βεβαίως ἐλπίζειν ὅτι πρόσεσται ἡμῖν, ἐπὶ τοῦ παρόντος εἰλήφαμεν βίου.
[*](z Cod. ὁ ἐρῶδες in marg. ἴσως γρ. ἀερῶδες.)Ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς.
Θεοδώρου. Εἰ μὲν γὰρ ἀπελαύομεν ἤδη τῶν προσδοκωμένων, φησὶν, ὑπ’ ὄψιν ἔκειτο πάντως τὴν ἡμετέραν. περὶ δὲ τῶν φαινομένων ἐλπίζειν οὐδαμῶς ἐδεόμεθα. ἐπειδὴ δὲ ἐλπίζομεν περὶ αὐτῶν ὡς οὐ φαινομένων, εἰκότως, ἀνάγκη ἅπασαν τὴν ἔκβασιν αὐτῶν περιμένοντας, ὑπομένειν ἅπαν ὅτι ἃν καὶ παθεῖν ὑπὲρ ἐκείνων δέοι.
Ωριγένουσ. Ἀνθ’ οὗ ἐν ἄλλοις εὕρομεν· ἀντὶ τοῦ “ὃ γὰρ βλέ- “πει” μέγα δὲ ποιεῖ ὁ ἐλπίζων εἰς μὴ βλεπόμενον· καὶ δι’ ἐκεῖνο τὸ τετάσθαι τὸν νοῦν αὐτοῦ πρὸς αὐτὸ, πᾶν ὁτιποτοῦν ὑπομένων.
Ὡσαύτως καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται.
Κυρίλλου. “Στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνει ὑπὲρ ἡμῶν,” τὸ ἡμῶν δηλονότι πνεῦμα· στενάζομεν γὰρ ἐσθ’ ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ποιεῖσθαι σπουδάζοντες· οὐκοῦν ἐν Ἁγίῳ Πνεύματι καὶ τοῦτο μανθάνομεν. σοφὸν γάρ ἐστι καθάπερ καὶ ὁ εἷς. ἐπειδὴ δὲ φησὶ, τὸ “τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν,” ἐκεῖνο ζητήσωμεν. καίτοι τὸ τίνα δεῖ a τρόπον προσεύξεσθαι δεῖ, προπεπαιδεύμεθα παρὰ Χριστοῦ λέγοντος ἐναργῶς· “οὕτως οὖν ὑμεῖς “προσεύχεσθε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ “ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, “ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς,” καὶ ὅσα τούτοις ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν ἐγνώκαμεν κἄ ὃν ἃν πρέποι τρόπον ποιεῖσθαι τὰς ἱκετείας, τίς ἃν γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων, ἣ ὅποιπερ ἃν βλέποιτο διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν ὅτι προσευξόμεθα μὲν τὴν τῶν ἀγαθῶν ζητοῦντες αἴτησιν, καὶ πρόγε τῶν ἄλλων τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι’ ὧν ἃν γένοιτο βιῶναι τε ὀρθῶς, καὶ τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι ζωήν. “τὴν δὲ ἀπαρ- “χὴν τοῦ Πνεύματος ἔχοντες καὶ αὐτοὶ στενάζομεν ἐν ἑαυτοῖς, “υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος.” καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει τὸ “τί προσευξόμεθα, καθ’ ὃ δεῖ οὐκ οἴδαμεν. εἰ γὰρ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὑς οὐκ ἤκουσε, καὶ “ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα- “πῶσι αὐτὸν,” τι προσιόντες αἰτήσομεν; ἣ πῶς ἃν ἐδειημα b καὶ [*](a Leg. δὴ. b Sic Cod. fors. εἰδείημεν ἃ καὶ οὐ τεθ.)
Ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς, καθ’ ὃ δεῖ προσεύχεσθαι μὴ εἰδότας, αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. οὐκοῦν πρέπει ἃν καὶ μάλα εἰκότως τοῖς ὧδε διακειμένοις εἰπεῖν τὸ “τί προσευξό- “μεθα καθ’ ὃ δεῖ οὐκ οἴδαμεν.” ἀλαλήτοις δὴ οὖν στεναγμοῖς αἰτοῦμεν ἐν πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται πεπιστεύκαμεν· τινα δὲ τρόπον, ἀγνοοῦμεν παντελῶς. ἡ μὲν φύσις ἡμῶν, φησιν, ἐστὶν ἀσθενὴς, καὶ τὸ καθ’ αὐτὴν ἀρνουμένη τὸ αὖθις ἀναμώσεσθαι· τὰ δὲ ἐπηγγελμένα μεγάλα τε καὶ θεῖα καὶ οἷον μηδενὶ b χωρηθῆναι δυνάμενα, μηδ’ ὅλως ἐπὶ ἀνθρώπου καρδίαν ἀνέβη ποτέ. ἀλλ’ ὅμως πρὸς πίστιν τούτων τῶν τηλικούτων οὐ μικρὰν ἐπικουρίαν ἀπὸ τοῦ Πνεύματος ἔχομεν. ταῦτα γὰρ καὶ αἰτήσεως κρείττονα, καὶ περὶ ὧν οὐκ ἴσμεν οὐδὲ ὅπως εὔξασθαι χρή. ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ ὑπὲρ εὐχὴν ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ Πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται· καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἐπὶ τῶν γάμων ἀρραβῶνες, οἷς ἀλλήλοις οἱ γαμοῦντες δίδωσιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα, καὶ προφερόμενοι τὰς ἐφ’ οἷς δέδονται συνθήκας ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν· οὕτως οἶμαι καὶ ἡ ἀπαρχὴ τοῦ Πνεύματος, τουτέστι τὸ μερικὸν τοῦ Πνεύματος χάρισμα, ὁ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησομένην καθόλου χάριν ἡμῖν βεβαιοῖ. δέον οὖν ἄρα, τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύγειν. γειν. τὸ δὲ ἐντυγχάνειν μεταφορικῶς εἶπεν ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χεῖρας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι.
Θεοδώρου. Σχηματισμός ἐστι κατὰ τὸ σύνηθες τῇ θείᾳ γραφῇ τὸ εἰρημένον, ὡς ἑτέρου φαίνεσθαι τῷ προχείρῳ, μᾶλλον ἣ ὃ βούλεται λέγειν. λέγει μὲν γὰρ ὅτι ἡμεῖς οὐδὲ προσδοκᾶν ἐκεῖνα κάταγε τὴν τῆς φύσεως ἀκολουθίαν δυνάμεθα, ἀλλ’ ἡ τοῦ Πνεύ- [*](b Cod. ὦ μηδενὃς.)
Τοῦ Αὐτοῦ. Τοῦτο οὖν ὁ Διάκονος πληροῖ, ταῦτα λιτανεύων.
Ωριγένουσ. Τουτέστιν ἃν πληροῖ τὰ τῆς ἡμετέρας ἀσθενείας ἀντιλαμβανόμενον αὐτῆς. ἅμα δὲ μανθάνομεν ὅτι πᾶσιν ἀνθρωπίνη φύσις διὰ τούτων δεδήλωται.
Τοῦ Αὺτοῦ. Ἐν δεισεξαριθμήτους (??)d τὸ Πνεῦμα ἀντιλαμβάνεται [*](c Œcumenii ut vid est notula. d Fort. leg. ἐν δεήσεσι δυσεξαριθμήτοις.)
Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ Ἁγίων.
Γενναδίου. Οὐκ ἄγνοιαν ἀλλὰ τὴν ἀκριβῆ τοῦ Θεοῦ γνῶσιν τῶν καθ’ ἡμᾶς διὰ τῆς “ἐρευνῶν” ἐσήμανε λέξεως. ἐπειδὴ καὶ ἡμεῖς ἐρευνῆς ταῦτα καὶ πλείονος ἀξιοῦμεν ζητήσεως, ἅπερ ἃν ἀκριβῶς μαθεῖν βουληθείημεν. τούτῳ προσέοικε κἀκεῖνο “τὸ “Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ·” καὶ τὸ παρὰ τῷ προφήτῃ Σοφονίᾳ, “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει ᾗ ἐξερευνήσω “τὴν Ἰερουσαλὴμ μετὰ λύχνου. ’ Θεὸς οὖν φησὶν, ὁ σαφῶς τὰ πάντα τῶν ἀνθρώπων εἰδὼς, οὐ δὲ τὸν σκοπὸν τοῦ πνεύματος ἡμῶν ἀγνοεῖ, ἀλλ’ οὐδὲν ὅτι κατὰ τοῦ αὐτοῦ βούλημα ἐφ’ ᾧ δέδωκεν αὐτό· τοῦτο γάρ ἐστι τὸ “κατὰ Θεὸν, πρὸς αὐτὸν ποιεῖται τὴν ἔντευξιν. ὥστε τυχεῖν τοὺς οἷς πρὸς σὲ τὴν ὁλόκληρον τῆς ἁγιό- τητος. τουτέστιν ὅτε αὐτοῖς διὰ τῆς ἀναστάσεως εἰς ἀθάνατον καὶ ἀπαθῆ καὶ παντελῶς ἀνόλεθρον μεταστῆναι ζωήν. εἰδὼς δὲ τοῦτο, μὴ πληρώσῃ τὴν δωρεάν.
Θεοδώρου. Ἐνταῦθα βούλεται εἰπεῖν, ὅτι ταῦτα ἡμῖν παρα- σχεθήσεται ὑπὸ τοῦ Πνεύματος, γνώμῃ Θεοῦ· ὃς ἐπειδὴ ἠβουλήθη τὴν ἀπαρχὴν ἡμᾶς τοῦ Πνεύματος ἐπὶ τοῦ παρόντος κομίσασθαι βίου, ἀναγκαίως παρέξει κἀκεῖνα, ὧν ἐπ’ ἐλπίδι ταύτην ἐκομι- σάμεθα. ἐπεὶ δὲ ἐσχημάτισεν ὡς ἐπὶ εὐχῆς τὸ διὰ τῆς ἐνταῦθα ἀπαρχῆς τοῦ Πνεύματος, ἀναγκαίως ἡμᾶς προσδοκᾶν καὶ τὰ μέλλοντα, ἀναγκαίως ἐπήγαγεν, ὅτι καὶ ὁ Θεὸς εἰδὼς τὸ βούλημα τοῦ Πνεύματος, καὶ ὅτι κατὰ γνώμην αὐτοῦ τὰς αἰτήσεις ποιεῖ
Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
Κυρίλλου. “Συνεργεῖ μὲν ἅπαντα πρὸς τὸ ἀγαθὸν τοῖς ἀγα- “πῶσι Θεὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι.” “κατὰ πρόθεσιν” δὲ ἄρα τὴν τινῶν; τί δ’ ἃν νοοῖτο τὸ “κατὰ πρόθεσιν;” οὐκοῦν τὸ “κατὰ πρόθεσιν” εἴη ἃν τὸ κατὰ βούλησιν; κέκληνται δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος, κατὰ βούλησίν τινων, πότερον δὴ τοῦ κεκληκότος, ἢ καὶ αὐτῶν τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτ’ ἃν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός; ἔφη γάρ που, ὁ Χριστὸς, “οὐδεὶς δύναται “ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.” πλὴν ἔν γε τούτοις οὐκ ἄν τις ἁμάρτοι τοῦ πρέποντος λέγω 1, ὡς κλητοὶ γεγόνασί τινες κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν.
Γενναδίου. Ἀλλὰ μὴν καὶ τοῦτο ἡμῖν φησί που, πάντως ἀνομολόγηται ὅτι Θεὸς οὐκ ἔγνω καταλείπειν τοὺς ἀγαπῶντας αὐτὸν, ἀλλὰ πάντα αὐτοῖς τὰ περὶ αὐτοῖς συμβαίνοντα γίνεται g [*](e Quae seq. pessime depravata sunt, f Leg. λέγων. B Leg. γίνεσθαι.)
Θεοδώρου. Οὐ δεῖ θαυμάζειν, φησὶν, εἰ τοιαῦτα μὲν τότε προσδοκῶμεν ἡμῖν ἀγαθὰ περιέσεσθαι, ἐν ἀνηκέστοις δὲ ἄγαν κακοῖς κατὰ τὸ παρὸν εὑρισκόμεθα. πανυγε εἰδότας ὡς δία πάντων εὐεργετεῖν g ἔθος τῷ Θεῷ τοὺς ἀγαπῶντας αὐτόν. ἄφθονον αὐτοῖς τῶν ἀγαθῶν τὴν χορηγίαν παρεχόμενος. ὥστε καὶ ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν, μείζονας αὐτοῖς τοὺς αἰωνίους προξενεῖσθαι μισθούς. καλῶς δὲ τοῦτο οἴδαμεν, ἐπειδὴ σφόδρα ὡμολογημένον ἔφη πρᾶγμα, παντὸς οὔτινος οὖν πάνυγε συνθησομένου, ὅτι τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθῶν πρόξενος γίνεται Θεός· ὅπουγε καὶ πλημμελούντων ἀνέχεται, ἡλίουτε ἀνατολὴν καὶ ὑετῶν χορηγίαν αὐτοῖς χαριζόμενος. εἶτα καὶ ἀποδείξεων ὅπερ ἔφην πιστούμενος, “τοῖς “κατὰ πρόθεσιν κλητοῖς οὖσι·” τούτων γὰρ ᾔδη καὶ πάλαι ὁ Θεὸς τὴν περὶ αὐτῶν πρόθεσιν, οἷά τις ἔσται. ὅθεν αὐτοὺς καὶ ἐκάλεσεν ἐπὶ τῷ τῆς οἰκείας ἀξίως τιμῆσαι προαιρέσεως.
Φωτίου. “Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι·” τουτέστι τοῖς κατὰ γνώμην, κατὰ πρόθεσιν ἀξιωθεῖσι τῆς κλήσεως.
Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.
Γενναδίου. Προώρισε δὲ τοῦτο, φησὶ, καὶ μετέδωκε τῆς υἱοθεσίας καὶ ἄλλοις. οὐ τὸν Υἱὸν ταυτήτοι ζημιώσας· ἔχει γὰρ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ πλεονεκτεῖ τοῖς πρωτοτόκοις τῶν ἀδελφῶν.
Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε. καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.
Κυρίλλου. Εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαι τινὰς τὸ ἀπεικὸς οὐδὲν, ἐξ ἀμαθίας συνηρπασμένους, καὶ λέγοντας, εἰ οὓς [*](f Cod. προσκεκλημένος g Cod. εὐεργετεῖ.)
Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Γενναδίου. Θεοῦ τοίνυν, φησὶν, ὄντος ὑπὲρ ἡμῶν, ἡμεῖς ἄλλον τινὰ τῶν πάντων φοβηθησόμεθα; καὶ τὸν ἴδιον Υἱὸν οὕτως ὑπὲρ ἡμῶν διδοὺς ἀφειδῶς, οὗτος εἰς ἡμᾶς περὶ τῶν ὑπολοίπων σμικρολογήσεται; οὐκ ἔστι πάντα δεύτερα Θεῷ τῆς ἀγάπης αὐτοῦ τῆς περὶ ἡμᾶς; εὔκαιρον τούτῳ νῦν ἐπισχεῖν· ὅτι ἐνταῦθα τοῦ Υἱοῦ παρὰ τοῦ Πνεύματος ὑπὲρ ἡμῶν παραδεδόσθαι n λέγων ὁ Παῦλος, ἐν τῇ πρὸς Ἐφεσίους, αὐτὸν παρ’ ἑαυτοῦ λέγει τὸν Υἱὸν τοῦτο πεποιηκέναι. “ὁ Χριστὸς, γάρ’ φησὶν, “ἠγάπησεν ἡμᾶς, “καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.” τί διδάσκων ἡμᾶς ἕτερον ἣ ἓν εἶναι Πνεύματι καὶ Υἱῷ τῆς ἀνθρώπου σωτηρίας τὸ βού- λημα;
Διοδώρου. Δείξας διὰ τῶν πράξεων ὅτι συνεργεῖ πάντα ἡμῖν εἰς ἀγαθὸν διὰ τὴν τοῦ Θεοῦ περὶ ἡμᾶς ἀγάπην, οὓς εὗρε κατὰ πρόθεσιν κλητοὺς, τὸ μέγα τεκμήριον τῆς ἀγάπης τοῦ Θεοῦ, ἐπάγει, ὃ ἐπεδείξατο ἐν τῷ τοῦ μονογενοῦς μὴ φείσασθαι· εἰ καὶ μὴ θάνατος κατεκυρίευσε τοῦ Σωτῆρος, ἐπεὶ καὶ ἐπ’ αὐτῷ Κυρίῳ τῷ θεῖναι ο τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν αὐτὴν, ἀλλ’ ὅμως σκοπητέον ὅτι Χριστὸς ἑαυτὸν τοῖς ἀνθρωπίνοις ὑπέβαλε πάθεσι· τήν τε ἰδίαν τοῦ Πατρὸς ἐκπληρῶν βούλησιν. πάντα οὖν ὑπὲρ ἡμῶν Θεοῦ οἰκονομοῦντος, τίς ἐμποδίσει; τίς οὗτος ἰσχυρὸς, ὥστε τὰς εἰς ἡμᾶς τοῦ Θεοῦ δωρεὰς διακωλύσαι. εἰκότως γὰρ ὁ τοῦ Υἱοῦ δι’ ἡμᾶς μὴ φεισάμενος, καὶ τὰ ἄλλα πάντα ὑπὲρ ἡμῶν οἰκονομήσει, καὶ τῶν ἄλλων προθήσει τὴν χάριν.
Κυρίλλου. τοῖς ἀγαθοεργεῖν ᾑρημένους, πάντα συνεργεῖ, Θεοῦ ὑπερασπίζοντος. ὁ γὰρ τοῦ κατὰ φύσιν ἠφειδηκὼς Υἱοῦ, ἵνα σώσῃ κινδυνεύοντας, καὶ ἀπαλλάξῃ κινδύνων, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; [*](n Cod. παραδέδωσθαι. ο Cod. θῆναι.)
Γενναδίου. Ἐγκαλούντων τοιγαροῦν οἱ βουλόμενοι καὶ κατηγορούντων ἡμᾶς· οὐ γὰρ ἰσχύουσιν ἡμῖν ἀμύνεσθαι τὸ παράπαν τῆς Θεοῦ ψήφου, μεθ’ ἡμῶν τε καὶ ὑπὲρ ἡμῶν τεταγμένης· βούλεται εἰπεῖν ὅτι μηδενὶ δυνατὸν ταῦτα ἡμῶν ἀφελέσθαι, ἃ προλαβὼν ἡμῖν ὁ Θεὸς ἐχαρίσατο. οὔτε οὖν ἐκλεξαμένου ἡμᾶς τοῦ Θεοῦ ἐπὶ τῇ τῶν μελλόντων ἀπολαύσει ἀνατραπῆναι ὑπό τινος τὴν ἐκλογὴν ἡμῶν δυνατόν. οὔτε παρέχοντος ἡμῖν τὰ προσδοκώμενα· καὶ πρόγε πάντων τὴν ἀληθινὴν ἐκείνην δικαίωσιν ἐν ἧ καταστησόμεθα, ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι, τότε ἔσται τις ὁ μεταβολὴν τῶν καθ’ ἡμᾶς ποιῆσαι δννάμενος; ὥστε οὐ προσῆκε δεδιέναι τοὺς διώκοντας. ἀφελέσθαι γὰρ τὰ ἀγαθὰ παρ’ ἡμῶν δύνανται οὐδαμῶς, ἅπερ ἐπὶ τοῦ μέλλοντος ἡμῖν αἰῶνος προσέσεσθαι ἐλπίζομεν. διὸ εἶπε “τὴν ἐκλογὴν καὶ τὴν δικαίωσιν.” διὰ μὲν τῆς ἐκλογῆς τὸ πρὸς τοῦτο ἐντεῦθεν ἤδη ἀφωρίσθαι. σημαίνων δὲ διὰ τῆς δικαιώσεως τὸ εἶναι αὐτῶν ἐν ἀπολαύσει. τό τε δικαίωσιν τὸ ἁμαρτίαν μὴ ἐπιδέχεσθαι καλῶν. αὕτη γὰρ ἀληθὴς δικαίωσις. ἀπὸ δὲ τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων. οἱ p γὰρ ἁμαρτάνοντες ἐν τοῖς διδομένοις μενοῦμεν ἀεί. ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν εἶναι ἔφη.
Ὠριγένουσ. Δοκεῖ μοι τοῦτο ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον, ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν οἷς ἐγκαλέσει. οὐδεὶς γάρ ἐστιν, οὗ ἐκεῖνος μὴ κατηγορήσῃ, καὶ ᾧ οὐκ ἐγκαλέσῃ, εἰ μὴ μόνον Ἰησοῦ, “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν· οὐδὲ εὑρέθη δόλος ἐν τῷ “στόματι αὐτοῦ·” καὶ διὰ τοῦτο λέγων, “νῦν ἔρχεται ὁ ἀρχῶν τοῦ “κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.” διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται, ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν Θεοῦ. τοῦ γὰρ Θεοῦ δικαιοῦντος, τίς κατακρίναι δύναται; κἂν ὁ κατήγορος φέρῃ εἰς μέσον τὰ ἀπηλιμμένα ἐφ’ οἷς κατεκρίθησαν, εἰ μὴ ἀπείλιπτο. ἐδικαίωσε δὲ αὐτοὺς, ὡς νεφέλην ἀπαλείψας τὰς ἀνομίας αὐτῶν, καὶ λευκάνας τοὺς πρότερον ἡμαρτηκότας ὡς χιόνα.
Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθείς.
Γενναδίου. Πρὸς τὴν ἀπόδειξιν αὖθις τῶν προειρημένων χω- [*](P Leg. vid. οὐ.)
Ἀπολιναρίου. Λέλυκε, φησὶν, ἡ ἐκλογὴ τὰ ἐγκλήματα, καὶ τὴν κατάκρισιν προανῄρηκεν ἡ δικαίωσις. ὥστε οὔτε νόμος καταδικάζων, οὔτε ἄρχοντες τοῦ αἰῶνος τούτου κατέχοντες ὑφ’ ἁμαρτίαν τὸν ἄνθρωπον, καὶ διὰ τῆς ἁμαρτίας ἐπὶ δουλείαν θανάτου καθέλκοντες, ἰσχυροὶ καθ’ ἡμῶν ἔτι γενήσονται· ἀλλὰ παύσεται μὲν τὸ τοῦ νόμου φοβερὸν, χάριτι Χριστοῦ νικώμενον. ἐξασθενεῖ δὲ ἡ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου πονηρία, τῇ ἀγαθότητι τοῦ δι’ ἡμᾶς σφαγιασθέντος, καὶ ἑκουσίως ἑαυτὸν ἐκδεδωκότος εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ ἐπῆλθεν ἀνάστασις τὸν θάνατον
Σευηριανοῦ. Διὰ τούτων τὴν ἄμετρον τοῦ Χριστοῦ δείκνυσιν ἀγάπην, ἣν ἔχει περὶ ἡμᾶς. οὐκ ἠρκέσθη γὰρ τῷ ἀποθανεῖν ὑπὲρ ἡμῶν. καὶ δῆλον ὅτι ταύτα ἐντυγχάνει, ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα· ᾔτει γὰρ τὸν Πατέρα λέγων, “ἵνα ὅπου ἐγώ εἰμι, “καὶ αὐτοὶ ὦσιν.” περὶ τούτου ἐντυγχάνει ὁ Σωτῆρ’, οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν Πατέρα τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων, οὔτε ὡς μὴ βουλόμενον· ἃ γὰρ βούλεται ὁ Πατὴρ, βούλεται καὶ ὁ υἱός. τὸ οὖν βούλεται ἡ πρεσβεία καὶ ἡ ἐντυχία, τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος· διδάσκων, ὡς εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ οὐσία, ἀλλ’ οὐχὶ μία ὑπόστασις. διὰ γὰρ τῆς ἐντεύξεως ἕτερος ὁ αἰτῶν, καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται. οὐκ ἄτοπον γὰρ τὸν μὲν Υἱὸν αἰτεῖν, τὸν δὲ Πατέρα χαρίζεσθαι. ὅπως ἃν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἣ οὐκ ἄτοπον ἦν εἰδότα τοῦ Πατρὸς τὴν γνώμην φθάνειν τὸν Υἱὸν τοῦ Πατρὸς τὴν δωρεὰν, καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν. οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ Υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ τοῦ Πατρὸς, ἵνα διόλου τὸ ἀκόλουθον καὶ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ἡμᾶς ὁ λόγος τὴν περὶ τοῦ Πατρὸς καὶ Υἱοῦ ἀσύγχυτον τάξιν. ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον φανεῖται ὁ λόγος εὐσυνοπτότερος,
Περὶ τῆς ὀφειλομένης ἀγάπης Χριστῷ.
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.
Γενναδίου. Αὐξήσας τὸ περὶ ἡμᾶς φίλτρον τοῦ Θεοῦ, καὶ τὴν ἡμετέραν λοιπὸν εὐγνωμοσύνην, ἣν περὶ τὸν τοσοῦτον ἡμᾶς εὐεργέτην ἔχειν χρεὼν, διεξέρχεται λέγων, ὡς οὐδὲν τῶν ἐν ἀν-
Τοῦ Αὐτοῦ. Ταῦτα προείρηται τῷ προφήτῃ Δαβὶδ περὶ τῆς ὑπὲρ τοῦ νόμου τῶν Μακκαβαίων ἐνστάσεως. τί γὰρ τὸ θαυμαστὸν, φησὶν, ἐργασόμεθα, τὴν ἴσην τοῖς πρεσβυτέροις εὔνοιαν ἐπιδεικνύμενοι περὶ τὸν Θεόν; οἷς οὐκ ἴσην ἀλλὰ καὶ πολλῷ μείζοσα κεκοσμήμεθα χάριν· καὶ ἐπειδὴ τῆς οἰκείας γνώμης ἐξεῖπε τὴν πρόθεσιν, ἵνα μὴ δόξῃ κατ’ ἀλαζονείας ἕψεσθαι, ταχέως ἐπήγαγε τὸ ἑξῆς.
Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
Γενναδίου. Ἔχομεν μέντοι, φησὶ, τὸ τούτων κατὰ περιουσίαν κρατεῖν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
Θεοδώρου. Δεικνὺς ὅτι μηδὲ τὴν βαρύτητα δεδιέναι προσήκει τῶν ἐπαγομένων κακῶν, εἰκότως ἐπήγαγεν, “ἀλλ’ ἐν τούτοις πᾶ- “σιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” παρ’ αὐτοῦ γὰρ ἡμῖν καὶ τὸ δοκοῦν εἶναι βαρὺ τῶν θλίψεων ἐπικουφίζεται. ἀνεπαίσθητον τῇ παρ’ αὐτοῦ συνεργείᾳ τῶν λυπηρῶν ἐργαζομένου τὴν πείραν·
Ὠριγένουσ. Νίκᾳ μὲν ὁ μετὰ ἀμφηρίστου ἀγῶνος τοὺς ἐν τοῖς ἀγωνιζομένοις περὶ νίκης περιγινόμενος τοῦ ἀνταγωνιστοῦ. ὑπερνικᾷ δὲ ὁ μηδὲ τὴν ἀρχὴν ἐπιτρέψας στῆναι πρὸς αὐτὸν τῷ ἐναντιουμένῳ. τοιοῦτος ὁ Παῦλος καὶ οἱ τὴν ὁμοίαν αὐτῷ παρασκευὴν πρὸς τοὺς πειρασμοὺς ἀνειληφότες, τὸ θλῖβον καταπατοῦντες καὶ ἐντρυφῶντες τῷ στενοχωροῦντι, καὶ τὸ διῶκον τῇ ὑπομονῇ διώκοντες· καὶ τὸν λιμὸν διὰ τὴν οὐράνιον τροφὴν γελῶντες· καὶ τὴν γυμνότητα ἐν οὐδενὶ τιθέμενοι, δι’ ἣν ἐνδέδυνται Χριστὸν, καὶ τὸν κίνδυνον ὡς οὐ κινδυνεύοντες καταπατοῦντες, καὶ τὴν μάχαιραν, διὰ τὸν ζῶντα τοῦ Θεοῦ λόγον, οὐδὲν χαλεπὸν ἐργάσασθαι αὐτοὺς πειθόμενοι.
Σευηριανοῦ. Λαμπρῶς δείξας τὴν τοῦ Θεοῦ περὶ ἡμᾶς διάθεσιν, καὶ τὴν τοῦ Υἱοῦ αὐτοῦ ἀγάπην, ἀκολούθως διδάσκει, οἵους λοιπὸν εἶναι δεῖ περὶ τὸν εὐεργέτην τοὺς εὐγνώμονας. ὥστε μηδὲ τῶν πάνυ φοβερῶν δύνασθαι διαστῆσαι ἡμᾶς τοῦ Χριστοῦ.
Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωή.
Γενναδίου. Θάνατον μὲν οὖν πάντα λέγει τὰ χαλεπά· ἐπειδὴ τῶν τοιούτων πάντων τέλος ὁ θάνατος. ζωὴν δὲ πάντα τὰ τρυφηλά τε καὶ ἀγαθά· ἐπειδὴ τῶν τοιούτων πάντων τέλος πάλιν ἐστιν ἡ ζωή. Ἀγγέλους δὲ καὶ ἀρχὰς καὶ δυνάμεις, τὰς ἀοράτους οὐσίας αἳ τοῖς διαφόροις τούτοις ὀνόμασι καταλλήλως αἷς ὑπηρετοῦνται χρείαις προσαγορεύονται. Ἄγγελοι μὲν παρὰ τὸ ἐξαγγέλλειν τοῖς ἀνθρώποις τὰ ἐκ Θεοῦ. ἀρχαὶ δὲ, παρὰ τὸ ἄρχειν, ἣ πόλεων, ἢ ἐθνῶν ὅλως οἷς ἐφεστᾶσι. δυνάμεις δὲ, παρὰ τὸ δυνατὰς δεδημιουργεῖσθαι πρὸς ὑπηρεσίαν Θεοῦ. “εὐλογεῖτε,” γὰρ φησὶ, “τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύι, “ποιοῦντες τὸν λόγον αὐτοῦ.” ἐνεστῶτα δὲ, σύμπαντα περιληπτικῶς τὰ παρόντα· μέλλοντα δὲ, ὁμοίως πάντα τὸν προσδοκώμενα· ὕψωμά τε καὶ βάθος, ὑπερουράνιά τε καὶ ὑποχθόνια· προσέθηκε δὲ καὶ τοῦτο, οὔτε τις κτίσις ἑτέρα, δεικνὺς τῆς περὶ Θεὸν ἀγάπης αὐτοῦ τὴν ὑπερβολήν· καὶ ὅτι ταύτης χάριν ἕτοιμός ἐστιν τοῖς τε οὖσι καὶ τοῖς οὐκ οὖσι διαμάχεσθαι. διὰ μέντοι τοῦ “οὔτε μέλλοντα,” δῆλον πεποίηκεν ἀκριβῶς, ὅτι οὐ διά τι φιλεῖ τὸν Θεὸν, οὐδὲ ἀμοιβῶν ἐλπίδι τινῶν, ἀλλ’ αὐτὸ τοῦτο στέργων τὸ φιλεῖν τὸν Θεὸν, καὶ καθ’ αὐτὸ κρίνων αὐτὸ περισπούδαστον. οὐδὲν οὖν τῶν προαπηριθμημένων, φησὶν, ἀποστήσει τῆς εἰς Θεὸν ἀγάπης ἡμᾶς, ἕνεκε τῆς ἀφάτου περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
Ὡριγένουσ. Ὅρα εἰ μὴ εὐλόγως τὸ μὲν “πέπεισμαι,” ὅτι οὐ δύναται ἡμᾶς χωρίσαι. τὰ δέ τινα ἔταξεν ἐπὶ τῶν μειζόνων ἣ κατὰ ἄνθρωπον πειρασμῶν. τὸ δὲ “τίς ἡμᾶς χωρίσει” ἐξευτελίζων τοὺς ἀνθρωπίνους ἐπὶ τῶν ἐλαττόνων γυμνασίων τῆς ἀνθρωπίνης ψυχῆς· καὶ ἐὰν ὑπερνικῶμεν δὲ τὰ πρότερα καὶ ἀνθρώπινα, οὐ χωρὶς συμπνοίας καὶ ἐνεργείας κρείττονος αὐτὸν περιεσόμεθα. διὸ καλῶς ὁ Παῦλος προσέθηκε τὸ “διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” πρόσχες δὲ εἰ θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται, τὸ “ἔνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν,” ἀλλ’ ὁ ἐχθρὸς Χριστοῦ καὶ ἔσχατος καταργηθησόμενος. βουλή-
Αλλος δ᾿ ἃν λέγοι τὰ ἐνεστῶτα ἀναφέρεσθαι ἐπὶ τὰ βλεπόμενα καὶ πρόσκαιρα. μετὰ τοῦτο εἰδῶμεν τίνα “τὰ μέλλοντα” καὶ εἴτι πρὸς τὸν μέλλοντα χρόνον παλαίσοντα τῷ Ἀποστόλῳ τῆς ἐν τῷ βίῳ τούτω παρεπιδημίας ὡς πρὸς ταῖς ἐνεστηκυίαις αὐτῷ τῆς γραφῆς τῆς Ἐπιστολῆς ἡμέραις, ἣ τὰ μετὰ τὸν ἐνεστηκότα αἰῶνα καὶ μετὰ τὴν ἔξοδον εὐθέως ἀπαιτησόμενα, ὅτε ὁ ἄρχων τοῦ κόσμου τούτου, καί τινες ὑπ᾿ αὐτῷ δυνάμεις βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ ἐπὶ τῶν προανειληφότων τὴν ἀγάπην τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ἑξῆς δὲ αὐτῷ ἐστὶ τὸ οὔτε δυνάμεις, ὅπερ ἔοικεν εἶναι εἴδους τινος τῶν ἔξω θνητοῦ σώματος λογικῶν. μήποτε δὲ ἡ τοῦ ἀνθρώπου ψυχὴ ἐπιβουλεύεται, ὑπὸ μὲν ὑψώματος, κατὰ “ἐν τοῖς ἐπουρανίοις πνευματικὰ τῆς “πονηρίας.” ὑπὸ δὲ βάθους, κατὰ τὰ καταχθόνια, ὧν οὐδέτερον τὸν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ὁπλισάμενον χωρισθῆναι αὐτῆς ἐάσει.
Εἰ δὲ καὶ παρὰ τὴν βλεπομένην ὅλην ταύτην κτίσιν ἐστὶν
Περὶ ἐκπτώσεως Ἰσραὴλ τοῦ ἀποβληθέντος, καὶ κλήσεως τοῦ ἀληθοῦς τοῦ εἰσαχθέντος μετὰ ἐθνῶν.
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι· συμμαρτυρούσης μοι τῆς συνειδήσεως μου.
Κυρίλλου. Ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν Ισραήλ· καὶ δὴ καὶ πρωτότοκον αὐτὸν ἀπεκάλει. ἀλλὰ γεγόνασιν ’ς καὶ ὑβρισταὶ, καὶ τὸ ἔτι τούτων ἐπέκεινα κυριοκτόνοι· ταύτητοι διωλώλασι. γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξερριμμένοι, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος εἰς ἅπαν ὠλισθηκότες, τέθεινται κατόπιν ἐθνῶν· πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος, τῶν θείων εὐαγγελίων τέθειται λειτουργὸς, καὶ διεκήρυττε τοῖς ἔθνεσι τὸν Ἰησοῦν, ἄνωτε καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων· καὶ τοὺς ἐν σκότῳ ποτὲ καὶ τῶν δαιμονίων θεραπευτὰς κλητοὺς γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται q τῶν ἀμαθεστέρων μονονουχὶ κειμένοις καὶ ἐνάλλεσθαι τοῖς ἐκ γένους αὐτὸν καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν, καὶ φησὶν, “ἀλήθειαν λέγω ἐν Χριστῷ, “οὐ ψεύδομαι,” καὶ τὰ ἑξῆς· ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος τρόπον ἐκπεφοιτηκόσιν ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληράς τε τὰς ἐπὶ τοῦτο λοιπὸν ἀνατλῆναι δίκας, ἐπιστυγνάσειεν ἄν τις, καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον, εἴη ἃν οὐ πέρα λόγου, μᾶλλον δὲ τῆς ἀγάπης τὴν πλήρωσιν ἔχει. τό γε δὴ καὶ ὑπὲρ αὐτῶν ἀνάθεμα θέλειν εἶναι Χριστοῦ, μέτρων ἐπέκεινα τῶν ἀγάπης λοιπόν. οὐ γὰρ ἃν ἕλοιτό τις, εἴπερ ἐστὶν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ· καὶ ποιεῖσθαι μὲν παρουδὲν τὴν ἑαυτοῦ ζωήν· ἑτέροις γε μὴν τὸ χρῆμα [*](q Cod. οἴονται.)
Γενναδίου. τονώσας οὕτω διὰ πάντων αὐτοὺς εἰς τὸ πιστεύοντας τῷ Εὐαγγελίῳ βεβαίως, πάντας ἀόκνως τοὺς ὑπὲρ τούτου πειρασμοὺς καταδέχεσθαι, βούλεται πρὸς ἔνστασιν ἀνθυποφερομένην αὐτῷ καὶ μάλα νεανικὴν ἀποκρίνεσθαι. ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσι τὸν νόμον ἐκβαλὼν, τὴν χάριν πολυτρόπως καὶ μάλιστά γε ἀπ’ αὐτοῦ τοῦ νόμου συνέστησε· καὶ ἀληθῶς υἱοὺς Θεοῦ τοὺς ταύτης ἔφησεν εἶναι, οὓς καὶ πάλαι προειδότα κεκληκέναι νῦν τὸν Θεόν· ἔγνω τὸν Ἰουδαῖον εὐθὺς τοῦτον ἀντιστησόμενον, καὶ τὴν πολυθρύλλητον αὐτοῖς ἐκείνην ἀντίθεσιν αὐτῷ προκαλούμενον. ἔφασκον γὰρ Ἰουδαίων οἱ τοῖς Ἀποστόλοις καὶ τῷ κηρύγματι πολεμοῦντες, δυοῖν ἐξ ἀνάγκης ὑπάρχειν τὸ ἕτερον· ἣ ψευδὲς τὸ εὐαγγέλιον, ἣ τὸν Θεὸν ψεύστην. εἰ μὲν γὰρ ἃ κηρύττετε, φησὶν, εἰσὶν ἀληθῆ, ψευδὴς ὁ Θεὸς, τὰς οἰκείας πρὸς τοὺς πατέρας ἡμῶν περὶ ἡμῶν ὑποσχέσεις τοῖς ἔργοις ἐξαρνησάμενος. ἐπηγγείλατο μὲν γὰρ τῷ Ἁβραὰμ, εἰς τὸ σπέρμα τὸ αὐτοῦ παραπέμψειν τὰς εὐλογίας. νυνὶ δὲ ἀνθ’ ἡμῶν, ἀκαθάρτους καὶ ἀλλοφύλους ἀνθρώπους τὰ ἔθνη προσδέδεκται. εἰ τοίνυν ἡ τῶν ἐπαγγελιῶν ἐκείνων ἔκβασίς ἐστιν ὡς φατὲ τὸ ὑμέτερον κήρυγμα, πρόδηλον ὡς ἔψευσται τοὺς πατέρας ἡμῶν ὁ Θεός. εἰ δὲ οὐχ ὅσιον περὶ Θεοῦ τοῦτο εἰπεῖν, ὑμεῖς ἄρα καὶ ὁ παρ’ ὑμῶν λόγος ψευδής. τοῦτον πρὸς τοὺς Ἄποστόλους τὸν λόγον συνεχῶς παραβαλλόμενοι, πραγμάτων οὐ μικρῶν αὐτοῖς αἴτιοι καὶ θορύβων καθίσταντο. διὰ γὰρ τῆς τοιαύτης πιθανολογίας αὐτῶν ἐξαπατῶντες τὰς καρδίας τῶν ἀκάκων, τούτους τε ἀφῃροῦντο τῆς σωτηρίας, καὶ διωγμοὺς τοῖς Ἀποστόλοις ἀφορήτους ἐπήγειρον.
Ταύτην τοίνυν αὐτῶν καὶ νῦν ὁ ἅγιος Παῦλος τὴν ἀντίρρησιν βούλεται διαλύσαι, καὶ δεῖξαι τόν τε τοῦ Εὐαγγελίου λόγον ἀληθῆ, καὶ τὸν Θεὸν οὐ ψευσάμενον. μέλλων δὲ τοῦτο κατασκευάζειν, εἰς αὐτοὺς ἐκείνους προτρέψαι βούλεται τὴν κατηγορίαν, καὶ τὴν ἀποβολὴν αὐτῶν, οὔτε τὸν Θεὸν ψεύστην, οὔτε τὸ Εὐαγγέλιον διελέγχειν, ἀλλὰ τὴν ἐκείνων αὐτῶν πονηρίαν τε καὶ πρὸς τὸν Θεὸν
Πρότερον μὲν οὖν, οὕτω διεκείμην· νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθεὶς, καὶ γνοὺς ἀληθῶς εἶναι τοῦτο ἐκεῖνο τὸ παρὰ Θεοῦ πρὸς τοὺς πατέρας ἐπάγγελμα, κατέγνωκα μὲν ἐπὶ τοῖς [*](t Cod. φονεικίᾳ sed in marg. γρ. φιλονεικίᾳ.)
Διοδώρου. Ἀναγκαίως τῷ παρέποντι u ὅρκῳ πιστοῦται τὸν λόγον. προειπὼν γὰρ ὅτι οὐκ ἔστι τι ὃ δυνήσεται αὐτὸν χωρίσαι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐπάγει ὅτι μόνος τῆς συγγενείας αὐτοῦ ἡττᾶται. φησὶν οὖν ὅτι ὑπὲρ τῶν Ἰουδαίων ἡδέως ἃν καὶ σῶμα καὶ ψύχην προήκατο. ἴνα ὢν ἐκπεπτώκασι, τὰ ἀυτὰ πάλιν ανακαλέσωνται πιστεύσαντες εἰς Χριστόν. τί γὰρ τῶν καλῶν οὐκ Ἰουδαίων ἦν, ἐφ’ οἷς νῦν τὰ ἔθνη σεμνύνεται; ἡ υἱοθεσία, ἡ δόξα, αἱ διαθῆκαι, αἱ ἐπαγγελίαι, ἡ λατρεία, οἱ θεοφιλεῖς πατέρες· καὶ τὸ μέγιστον, ἐξ ὧν ὁ Χριστὸς, τὸ κατὰ σάρκα. ἐξ αὐτῶν, φησὶν, ὁ Χριστός. Θεὸς δὲ οὐ μόνων αὐτῶν, ἀλλὰ κοινῇ ἐπὶ πάντων ἐστὶ Θεός. τούτων οὖν πάντων ἐκπεπτώκασιν Ἰουδαῖοι· ἀλλ’ ἵνα ταῦτα ἀνακτήσωνται, φησὶν, ἡδέως ἃν ἀνάθεμα ὑπὲρ αὐτῶν ἐγενόμην ἀπὸ τοῦ Χριστοῦ. τὸ δὲ ἀνάθεμα τὸν ἀλλότριον δηλοῖ. ἐπεὶ τὸ ἀνατεθὲν τοῦ ἀνατεθέντος ἀλλότριον. ἀναγκαίως δὲ ὅσην ἔχει περὶ αὐτοὺς διάθεσιν δείκνυσιν. ἵνα μήτις τοὺς κατ’ αὐτῶν ἐλέγχους πρὸς ἀπέχθειαν λέγεσθαι ὑποβάλλοι x.
λείπει
[*](u Leg. πρέποντι X Hic desinit Codex Bodl.)