Supplementum Et Varietas Lectionis Ad Catenam In Evangelium Sancti Joannis (e cod. Bodl. B.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

212, 20. αὐτὸς ἑαυτῷ.

21. τὸν δὲ ἐκ τ. γ.

212, 24. τὰ ἑαυτοῦ εὖτ’. κ. τἀπ’. κ. μίκρ’. τ. ἐληίζετο.

Διὰ τοῦ εἰπεῖν ἃ ἤκουσεν καὶ ἑώρακεν ταῦτα μαρτυρεῖ, δείκνυσιν αὐτὸν πάντα ἀληθῆ λέγοντα, καὶ ὅτι οὐδὲν τῶν πη αὐτοῦ ψευδές· καὶ ὅτι κἀγὼ δέομαι ἀκοῦσαι τῶν παρ’ ἐκείνου, ἄνωθεν γὰρ ἔρχεται, τὰ ἐκεῖθεν ἀπαγγέλλων ἃ μόνος αὐτὸς οἶδεν σαφῶς.

Ὅτι δὲ εἶπεν τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· ἀντὶ τοῦ ὀλίγοι φησι, καὶ γὰρ καὶ μαθητὰς εἶχεν καὶ ἄλλοι προσεῖχον τοῖς λεγομένοις· ἅμα δὲ καὶ τῶν ἰδίων καθάπτεται μαθητῶν, ὡς οὐ

436

σφόδρα μελλόντων αὐτῷ πιστεύειν “ ὁ γὰρ λαβὼν αὐτοῦ τὴν “ μαρτυρίαν, “ φησὶν, “ ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν·” ὥστε ὁ μὴ τούτῳ πιστεύων φησὶν οὐκ αὐτῷ μόνον ἀλλὰ καὶ τῷ Πατρὶ ἀπιστεῖ, καὶ ψεῦδος καταγινώσκει τοῦ πέμψαντος αὐτόν. τὸ δὲ “ ἐσφράγισεν” ἐνταῦθα ἔδειξεν ἔστιν· ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, διὰ τοῦτο οὖν ὀφείλει πιστεύεσθαι.