Supplementum et varietas lectionis ad catenam in evangelium sancti Lucae (e cod. Oxon. Bodl. Laud. 33)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

14, 7. κοιλίας σου θήσομαι.

9. πὰν. παρθένου Μ.

14, 23. πηλουσιωτου επιστολῆσ τξφ΄.

26. ἠγαλλίασεν.

ἐποίησεν κράτος.]

Ἄλλοσ. οὐ διὰ Μωϋσέως ὡς πάλαι ἐπὶ τοὺς Αἰγυπτίους, οὐδὲ διὰ Ἰησοῦ τοῦ Ναυῆ, ὡς τότε Ἰεριχούντεα τείχη κατασείων, οὐδὲ

419
δι’ ἀγγέλου, ὡς ἡνίκα τὰς ρπε΄ χιλιάδας κατεστρώννυε τῶν πολεμίων· οὐδὲ δι’ ἀγγέλου τινός ἀλλὰ διὰ τίνος ; δι’ αὐτοῦ τοῦ ᾠκείου βραχίονος ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, καὶ κατετροπώσατο οὐκ Αἰγυπτίους ἣ Ἀσσυρίους, ἣ τόδε ἢ τόδε τὸ πολέμιον, ἀλλὰ πάντα λογισμὸν ὑπερήφανον, τουτέστι τὸν μὴ ὑποκύπτοντα καὶ πειθαρχοῦντα τῇ παρουσίᾳ αὐτοῦ, κἂν Ἕλλην ᾖ, κἂν βάρβαρος, κἂν Ἰουδαῖος κἂν Πέρσης, κἂν Ἀσσύριος, κἂν ὅστις ῇ· ἀπείθης γὰρ διαμένων σκορπισθήσεται καὶ ἐκβληθήσεται· οἱ δὲ αὐτὸν φοβηθέντες φόβον λατρείας καὶ ἀγαπήσεως καὶ ὑποτάξαντες αὐτῶν ταῖς διδασκαλίαις τὰ φρονήματα, πάντες ἐλέους καὶ ἀγαλλιάσεως πλησθήσονται. Cod. L.

“ Διεσκόρπισεν ὑπερηφάνους·” τίνας τούτους ; τὰς τῆς καρδίας αὐτῶν διανοίας· ἣ οὕτως· “ διεσκόρπισεν ὑπερηφάνους δια- “ νοίας·” τίνος ; τῆς καρδίας αὐτῶν, τουτέστιν ἃς οἴκοθεν καὶ ἀπὸ καρδίας ἔσχον ὑπερηφάνους διανοίας, εἰς τὸ μὴ πιστεῦσαι αὐτῷ, καὶ φοβηθῆναι αὐτὸν, ταύτας διεσκόρπισεν, καὶ διεσκέδασεν, καὶ σαθρὰς ἀπήλεγξεν, δείξας παρθένον ἐν γαστρὶ ἔχουσαν, καὶ διὰ τοῦ ἀσπασμοῦ αὐτῆς, Πνεύματος Ἁγίου τοὺς ἀσπασμοὺς πληρουμένους καὶ προφητικοῦ χαρίσματος ἀξιουμένους· καὶ πρόγε τούτων καὶ Ἀγγέλους δείξας ἀνθρώποις ὑπηρετοῦντας, καὶ στείρωσιν λυομένην· ταῦτα γὰρ πάντα καὶ ἄλλα διὰ τὸν τῆς παρθένου τόκον ἐπιδειχθέντα, διεσκόρπισεν ὡς ἀληθῶς καὶ ἐλίκμησεν τὰς ὑπερηφάνους τῶν μὴ πιστευσάντων διανοίας, οὐδὲ σκιὰν αὐτοῖς ὑπολιπὼν ἀπολογίας. ἀπὸ γὰρ οἰκείας καρδίας, καίτοι τοσαῦτα ἔχοντες τὰ δυσωποῦντα αὐτοὺς ἐφυσιώθησαν καὶ ἐματαιώθησαν· μήτε τὴν τῆς ἀπογραφῆς αὐτῶν παράβασιν, εἰς τὸ μὴ πιστεῦσαι αἰτιᾶσθαι ἔχοντες· εἴγε πλήρης αὕτη τῶν περὶ τῆς παρθένου καὶ τῆς συλλήψεως αὐτῆς καὶ τοῦ τεχθησομένου προφητείαν· μηδὲ τὴν τοῦ πονηροῦ ἀπάτην καὶ ἐπιβουλήν· αὕτη γὰρ Χριστοῦ τεχθέντος ἠσθένει, ἀλλ’ οἰκείας πωρώσεως καὶ τῆς ὑπερηφάνου διανοίας τῶν ἰδίων καρδιῶν παραστήσαντες τὸν καρπὸν ὀλέθριον τὴν ἀπιστίαν. Codd. B. et L. quorum prior hæc Photio assignat.