Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τοῦ νιπτῆρος.
Οὐχ ὡς τότε εἰδότος τοῦ Χριστοῦ ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, τοῦτό φησιν ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ, ἀλλ’ ὅτι τότε ἐποίησεν, ὅπερ ἦν εἰδὼς πάλαι· μεγαλόφωνος δὲ ὁ Εὐαγγελιστὴς μετάβασιν τὸν θάνατον καλεῖ· τὸ δὲ “εἰς τέλος ἠγάπησεν,” τοῦτό ἐστιν, ὅτι οὐδὲν ἐνέλιπεν ὧν τὸ σφόδρα ἀγαπῶντα ποιῆσαι εἰκὸς ἦν· ἰδίους δὲ αὐτοὺς λέγει, κατὰ τὸν τῆς οἰκειώσεως λόγον, ἐπεὶ καὶ ἄλλους ἰδίους λέγει κατὰ τὸν τῆς δημιουργίας, ὡς ὅταν λέγῃ, οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. τοὺς ἐν τῷ κόσμῳ δὲ είπεν,
Ἐκπληττόμενος δὲ ὁ Εὐαγγελιστὴς ὅτι ἤδη τὸν προδοῦναι ἑλόμενον τὸν Χριστὸν ἔνιψεν αὐτὸν, φησὶ, “καὶ δείπνου γενομένου, “τοῦ διαβόλου ἤδη βεβληκότος,” καὶ τὰ ἑξῆς. Δείκνυσι δὲ καὶ τοῦ Ἰούδα τὴν πολλὴν πονηρίαν, ὅτι οὐδὲ τῶν ἄλλων ἡ κοινωνία κατέσχεν· ὃ μάλιστα οἶδε ἐπέχειν πονηρίαν.
Τὸ δὲ, “πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας,” δηλοῖ ἐνταῦθα τὴν τῶν πιστῶν σωτηρίαν, ὥσπερ δὲ ὁ Πατὴρ αὐτῷ παραδίδωσιν, οὕτως καὶ αὐτὸς τῷ Πατρὶ, καθὼς Παῦλος λέγει, “ὅτε “παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί.”
Τί δὲ “ἀπὸ τοῦ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει;“τοῦτο σημαίνει, ὅτι ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ παρὰ Θεοῦ ἐλθὼν, καὶ πρὸς αὐτὸν ἀπιὼν, ὁ πάντων κρατῶν, τοὺς τῶν μαθητῶν νίπτει πόδας, καὶ τοῦτο ποιῆσαι οὐκ ἀπηξίωσε. βουλόμενος δὲ ὁ Εὐαγγελιστὴς γελιστὴς οὐκ ἐκ τοῦ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν δεῖξαι τῆς τοῦ δεσπότου ἡμῶν καὶ Θεοῦ καὶ Σωτῆρος συγκαταβάσεως, φησὶν, “ἐγείρεται ἐκ τοῦ δείπνου·” οὐδὲ γὰρ πρινὴ κατακληθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη· ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος, καὶ λέντιον διαζωννύμενος, καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ αὐτὸς ἐγέμισεν, οὐχ ἑτέρῳ τοῦτο ἐπιτρέψας, διὰ πάντων δεικνὺς, ὅτι οὐχὶ ἀφοσ ἰωμένους δεῖ ποιεῖν τὰ τοιαῦτα ὅταν ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Διὰ τί δὲ οὐκ ἐξ ἀρχῆς τοῦτο ἐποίησεν, ἐπειδὴ τὰ μείζονα ὕστερον ἐργάζεται; ὥστε αὐτῶν ἐπιτεῖναι τὴν οἰκείωσιν, καὶ πολλὴν αὐτοῖς προαπεθέσθαι τὴν παράκλησιν πρὸς τὰ μέλλοντα ἐπιέναι δεινά. Ἐπειδὴ γὰρ ἔμελλον ὀδυνᾶσθαι σφόδρα, ἀντίρροπον αὐτοῖς διὰ τούτων ἐπεισάγει τὴν παραμυθίαν.
Ἐν δὲ τῷ εἰπεῖν, “ὅτι ἔρχεται πρὸς Σίμωνα Πέτρον, ὑπόνοιαν δίδωσιν, ὅτι τοῦ προδότου πρῶτον ἔνιψε τοὺς πόδας. Ἤρξατο γὰρ, φησὶ, νίπτειν, καὶ τότε ἦλθε πρὸς τὸν Πέτρον, καὶ οὐδὲ τοῦτο ᾐδέσθη ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος, ἀλλ’ ἔμεινεν ἔτι ἀναισθητῶν, ἀκαμπῆ καὶ ἀμείλικτον ὡς ὁ διάβολος κεκτημένος τὴν διάνοιαν.
Τὸ δὲ, “Κύριε σύ μου νίπτεις τοὺς πόδας;” τοῦτό ἐστι, ταῖς χερσὶ ταύταις, φησὶν, ἐν αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθαρας, καὶ νεκροὺς ἀνέστησας, τοὺς ἐμοὺς νίπτεις πόδας; τὸ γὰρ, “συ” καὶ καθ’ ἑαυτὸν πάντα ἐνδείκνυται. Διὰ τί δὲ αὐτὸν οὐδεὶς τῶν ἄλλων ἐκώλυσεν, ἀλλ’ ὁ Πέτρος μόνος; ἐπειδὴ ὡς ἐμοὶ δοκεῖ, πρῶτον ἔνιψε τὸν προδότην πρὸ τοῦ κορυφαίου διὰ πολλὴν ἰταμότητα κατακλιθέντα, καὶ τότε πρὸς Πέτρον ἦλθε δεύτερον ὄντα τῆ κατακλίσει, ὅθεν οἱ λοιποὶ ὑπὸ τῆς ἀγανακτήσεως τῆς ἐπὶ Πέτρῳ γενομένης παιδευθέντες, λοιπὸν ἀνέσχοντο· τὸ δὲ, “ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι,” τὴν ἐκ τοῦ νίψαι σημαίνει ὠφέλειαν, τοῦτό ἐστιν, εἰς πᾶσαν ἄγει ταπεινοφροσύνην ὑμᾶς· μετὰ δὲ ταῦτα πότε γνώσῃ, ὅταν ἐν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλλῃς, ὅταν ἴδῃς εἰς τὸν οὐρανὸν ἀναλαμβανόμενον.
Κυρίλλου. Οὐκ ἠγνοηκὼς ὅτι πάντων ἔχει τὴν ἐξουσίαν, “καὶ “ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε,” τοῦτό ἐστιν, ἐκ τῆς οὐσίας ἐγεννήθη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πρὸς αὐτὸν ὑπάγει, τοῦτό ἐστιν, πάλιν ἄνεισιν εἰς οὐρανοὺς, συνεδρεύων δηλονότι τῷ ἰδίῳ γεννήτορι, τοσαύτην ὑπέστη τὴν ταπείνωσιν, ὡς λεντίῳ μὲν ἀποζώσασθαι, τῶν δὲ μαθητῶν ἀπονίπτειν τοὺς πόδας.
Ὠριγένουσ. Ἄριστον μὲν ἐστὶν ἡ πρώτη, καὶ ἡ πρὸ τῆς συντελείας τῆς ἐν τῷ βίῳ τούτῳ ἡμέρας πνευματικὴ τοῖς εἰσαγομένοις ἁρμόζουσα τροφή Δεῖπνον δὲ ἡ τελευταῖα, καὶ τοῖς ἤδη ἐπὶ πλέον προκεκωφόσι παρατιθεμένη κατὰ λόγων, καὶ ἄλλως δὲ ἐάν τις εἴποι, ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμάτων· δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια.
Εἰπόντος δὲ τοῦ Πέτρου, ὅτι “οὐ μὴ νίψῃς μου τοὺς πόδας “εἰς τὸν αἰῶνα,” ἀφεὶς τὴν περὶ ταπεινοφροσύνης αἰτίαν ὁ Χριστὸς εἰπεῖν αὐτῷ· ὑπέσχετο γὰρ ἃν μυριάκις ταύτην φυλάττειν ὁ Πέτρος, ὑπὲρ τοῦ μὴ τὸν δεσπότην αὐτὸν νίψαι. Ὅπερ δὲ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τοῦτό φησιν, “ὅτι ἐὰν μὴ νίψω “σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.” Ὥσπερ δὲ ἐν τῇ παραιτήσει σφοδρὸς ἦν, οὕτω καὶ ἐν τῷ συγχωρήσει σφοδρότερος, λέγει, “Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν “κεφαλήν·” ἑκάτερα δὲ ἐξ ἀγάπης εἰργάζετο.
Ἀμμωνίου. Ἐὰν μὴ καταδείξῃ τὸ τῆς ταπεινοφροσύνης μά-
Ὠπιγένουσ. Εὐκόλως δὲ χρησώμεθα τὸ “οὐ μὴ νίψῃς “τοὺς πόδας εἰς αἰῶνα” καὶ τοῖς πρὸς τὸ λεχθεῖσιν ἐπὶ τῶν προπετεστέρων, καὶ ἀκρίτως εἰπόντων τί ποιήσει, ὅπερ αὐτοῖς μὴ λυσιτελῇ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ, κἂν μετὰ ὅρκον διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτον ποτὲ γίγνεται. καὶ φήσομεν ὥσπερ ὁ εἰπὼν Πέτρος, “οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς αἰῶνα,” κωλύεται ἐμμένειν τῇ τοῦ λελουμένου h ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ Χριστοῦ μέρος· οὕτω καὶ σὺ ὁ δεῖνα, ἀκρίτως ἐπαγγειλάμενος, τὸ δὲ βέλτιον ποιήσεις, μεταθέμενος ἐπὶ τὸ ἐν πράξει εὐλογώτερον, ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι. Ἐκ τοῦ καθ’ ἡμᾶς δὲ πράγματος ποιῶν τὸ παράγγελμα, εὐαφόρμως ὁ Χριστὸς ποιεῖται τὸν ἔλεγχον τῷ προδότῃ. Φησὶ γὰρ πρὸς τὸν Πέτρον, “ὁ λελου- “μένος οὐ χρείαν ἔχει, εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον,” καὶ τὰ ἑξῆς· διὰ τούτων μεταβουλεύεσθαι διδάσκων αὐτὸν καὶ τῆς πονηρᾶς γνώμης ἀφίστασθαι, λέγει δὴ τῆς προδοσίας. Πῶς δὲ καθαροὶ ἦσαν οἱ Ἀπόστολοι, οὐδέπω τῶν ἁμαρτημάτων ἀπηλλαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, καὶ τοῦ ἱερείου μηδέπω προσανεχθέντος; ἐκ τοῦ τὸ φῶς ἤδη δέξασθαι αὐτοὺς, καὶ τῆς πλάνης ἀπαναχωρῆσαι τῆς Ἰουδαϊκῆς. Λέγει γὰρ ὁ προφήτης, “λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν “ψυχῶν ὑμῶν,” ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστιν. Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἀπέρριψαν ἀπὸ τῆς ψυχῆς, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι, κατὰ τὸν προφητικὸν λόγον, ἤδη “ὑμεῖς καθαροί ἐστε.” Λαβὼν δὲ τὰ ἱμάτια αὐτοῦ καὶ ἀναπεσὼν, οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ πρὸς ἅπαντας διαλέγεται, καὶ τὴν αἰτίαν ἐκκαλύπτει τοῦ πράγματος, καὶ φησιν, “ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος, καὶ ὁ Κύριος,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν πλείονος, οἱ δὲ ἐλάττονος, ἵνα μὴ κατ’ ἀλλήλων ἐπαίρωνται, πάντων αὐτῶν κατασπᾷ τὰ φρονήματα, ὡσανεὶ λέγων, ὅτι κἂν σφόδρα ᾖς μέγας, ὀφείλεις ἐπὶ τοῦ ἀδελφοῦ μηδὲν μέγα φρονεῖν, [*](h λελογμένου Cod.)
Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὅτι ῥυπαροὶ ἦσαν, ἔνιπτεν αὐτοὺς, ἀλλ’ ἵνα διδάξῃ μετριάζειν. οὐ λουτροῦ τάξιν ἐπέχει ὁ νιπτὴρ, οὐδὲ ἁμαρτήματα κουφίζει, ἀλλ’ εἰς τελείαν ἀρετὴν ὁδήγει.
Απολιναρίου Καὶ Θεοδώτου Ἡρακλείασ. Ἡ τῶν ποδῶν νίψις ἐνταῦθα αἰνίττεται τὸ βαθύτερον τοῦ πράγματος, ὅπερ ἔοικεν εἶναι παρασκευὴ τῶν ἀποστολικῶν ποδῶν εἰς τὸ τῆς ἀποστολῆς ἔργον. κεκαθαρμένους γὰρ αὐτοὺς τοῖς ποσὶν ἀποστέλλει διὰ τῆς πη ἑαυτοῦ διδομένης καθαρότητος, ἵνα δὴ καὶ διαδραμεῖν δυνηθῶσι τὸν κόσμον, ἀπαγγέλλοντες τὰ τῆς σωτηρίας εὐαγγέλια κατὰ τὸ λεγόμενον, “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων “εἰρήνην.” καθαροὺς οὖν ὄντας αὐτοὺς τὸ σῶμα, λοιπὸν δεῖσθαι τῆς τῶν ποδῶν καθάρσεως ἔφη, τουτέστιν, ἵνα μὴ μόνον εἶεν καθαροὶ καθ’ ἑαυτοὺς, ἀλλὰ καὶ περὶ τὸν δρόμον εἶεν καθαροὶ, διακομίζοντες πᾶσιν ἀνθρώποις τὴν καθαρότητα. εἶναι δὲ αὐτοὺς ἅπαντας καθαροὺς, διὰ τὸν δωδέκατον ἐν αὐτοῖς τὴν ἐν αὐτῷ ἅπασαν ἀκαθαρίαν ἔχοντα.
Ὠριγένουσ. Σύμβολόν ἐστι τὸ νίψασθαι ὑμῶν τοὺς πόδας
Κυρίλλου. Ἀναγκαίως εἰσφέρει τοῦ οἰκείου προσώπου τὸ ἐν γὰρ τοιούτῳ θεωρήσαι τις ἂν τὸ τῆς ταπεινοφροσύνης ἀσύγκριτον μέγεθος. Ὅτε τοίνυν ὁ μέγας ἐν δόξῃ καὶ τοσοῦτος ἐγὼ πρὸς τὴν οὕτω μικροπρεπῆ καθικνεῖσθαι ταπείνωσιν οὐκ ἀποκνήσας φαίνομαι, ὡς καὶ τοὺς ὑμῶν ἀπονίψαι πόδας, πῶς ἃν ἔτι καὶ ὑμεῖς, φησὶ, παραιτεῖσθε ἀλλήλοις ποιεῖν;
Ἀμμωνίου. Εἰπὼν δὲ τὸ, “εἰμὶ,” ἔδειξεν, ὅτι φύσει Θεός ἐστι καὶ διδάσκαλος.
Θεοδώρου Ἡρακλείασ. Ὅτι γὰρ μὴ οἷόν τε ὑμᾶς δούλους τε ὄντας καὶ ᾿Αποστόλους ἐμοὺς, μείζονας εἶναι τοῦ πέμψαντος δεσπότου, εὔδηλον. ἐπείπερ ὁ τε δοῦλος, μέχρις ἃν δοῦλος ᾖ, ἔλαττον πολὺ τοῦ κυρίου καθέστηκεν, ὁ τε ἀπεσταλμένος μέχρις ἃν τὴν τοῦ ἀπεσταλμένου τάξιν ἐπέχῃ, οὐδαμῶς ὁμότιμος εἶναι τῷ πεπεμφότι δύναται.
Ἀμμωνίου. Οὐδὲ τὸ ἀποβῆναι τοὺς τοῦ Πνεύματος ἠναγκάσθη ὁ Ἰούδας προδοῦναι, ὅπερ ἐστὶ πάσης βλασφημίας ἀνάμεστον, ἀλλ’ ἵνα γνῶμεν, ὅτι περὶ ἐκείνου εἶπεν ἡ γραφὴ, ὃν ὁρῶμεν ποιήσαντα τὸ προλεχθέν· εἰ δὲ ὁ κύριος ἐξελέξατο τὸν Ιούδαν, καὶ παρέβη, οὐδὲν ἐκ τούτου, καλὸν γὰρ ὄντα αὐτὸν ἐξελέξατο, καὶ μετεβλήθη ὡς ὁ Ἀδὰμ καὶ ὁ Σαούλ. τὸ γὰρ αὐτεξούσιον οὐκ ἀναιρεῖ ὁ Θεὸς, ἀλλὰ συγχωρεῖ ἕκαστον καθὼς βούλεται πράττειν, ἵνα καὶ οἱ κακοὶ κολασθῶσι, καὶ οἱ ἐνάρετοι στεφα- νωθῶσι.
Ποῖα δὲ ἀκολουθία πρὸς τὰ ἔμπροσθεν εἰρημένα τὸ εἰπεῖν αὐτὸν, “ὁ λαμβάνων ἐάν τινα ἀποπέμψω, ἐμὲ λαμβάνει,” καὶ τὰ ἑξῆς; μεγίστη μὲν οὖν· ἐπειδὴ γὰρ ἔμελλον ἐξιέναι, καὶ πολλὰ πάσχειν δεινὰ δύσι τρόποις αὐτοῖς παραμυθεῖται, ἑνὶ μὲν τῷ παρ’ ἑαυτῷ, ἑτέρῳ δὲ τῷ παρ’ ἑτέρων· τῷ παρ’ ἑαυτῷ μὲν, ὅτι ἐὰν μετὰ τοῦ φιλοσοφεῖν ἐννοῶσιν ἅπερ ἔπαθεν αὐτὸς, καὶ ἅπερ ἐποίησεν, ἅπαντα οἴσουσι ῥᾳδίως τὰ δεινά· τῷ παρ’ ἑτέρῳ δὲ, ἐκ τοῦ πολλῆς ἀπολαύειν θεραπείας· τὰς γὰρ πάντων αὐτοῖς ἀνέῳξεν οἰκίας.
Διὰ τί ταῦτα εἰπὼν ἐταράχθη τῷ πνεύματι; ἐννοῶν ὅτι ὁ
Τί δή ποτε πάντων ἀγωνιούντων καὶ αὐτοῦ τοῦ κορυφαίου τρέμοντος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται εἰς τὸν κόλπον τοῦ Ἰησοῦ; καὶ οὐχ ὅτι ἀνάκειται μόνον, ἄξιον ζητῆσαι, ἀλλ’ ὅτι καὶ περὶ ἑαυτοῦ λέγει, “ὃν ἠγάπα ὁ Ἰησοῦς;” Τί οὖν ἐστιν εἰπεῖν; ἀνέκειτο μὲν, ἀλλότριον αὐτὸν τοῦ ἐγκλήματος δεῖξαι βουλόμενος, διὰ τοῦ παρρησιάζεσθαι καὶ θαρρεῖν. Ἀπέκρυψε δὲ τὸ οἰκεῖον ὄνομα διὰ ταπεινοφροσύνης ὑπερβολήν. Ἔτι δὲ καὶ διὰ τοῦτο εἶπεν ἀνακεῖσθαι ἐν τῷ κόλπῳ, τὸν ἀκροατὴν προτρεπόμενος· προσέθηκε δὲ “ὃν ἠγάπα ὁ Ἰησοῦς,” ἵν ὅταν ἀκούσωμεν ὅτι τούτῳ ἔνευσεν ὁ Πέτρος μαθεῖν, μὴ ἀπορήσωμεν ζητοῦντες τὴν αἰτίαν, καὶ νομίζωμεν ὅτι ὡς μείζονι ἔνευσεν, ἀλλὰ διὰ τὴν πολλὴν ἀγάπην. Διὰ τί δὲ οὐχ ὁ Πέτρος ἠρώτησε τὸν Κύριον, ἀλλὰ τῶ Ἰωάννη νεύει τοῦτο ποιῆσαι; ἐπειδὴ ἀπὸ πολλοῦ πόθου εὑρίσκεται πολλαχοῦ μὲν ὁρμῶν, ἐγκαλούμενος δὲ, τούτου χάριν δεδοικὼς, διὰ μέσου τοῦ Ἰωάννου βούλεται μαθεῖν. Τίνος δὲ ἕνεκεν συγχωρεῖ τῶ Ἰωάννῃ ὁ Κύριος ἀναπεσεῖν εἰς τὸ στῆθος αὐτοῦ; τὴν ἀθυμίαν ἴσως καταπραύνων αὐτοῦ· καὶ γὰρ εἰκὸς ὑπῆρχον τῇ ὄψει τότε κατηφεῖς, καὶ οὐδὲ τότε ὀνομαστὶ ἐλέγχει τὸν προδότην, ἀλλὰ ψωμίον ἐπιδιδοὺς, ὃ καὶ μᾶλλον ἐντρέψαι αὐτὸν ἠδύνατο, καὶ ἕως μὲν ᾖ τοῦ Χριστοῦ, οὐκ ἐτόλμα ὁ Σατανᾶς ἐπιπηδῆσαι, ἀλλ’ ἔξωθεν προσέβαλλεν· ἐπειδὰν δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν, ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας.
Ὅπερ δὲ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, “ὅ τι ποιεῖς, ποίησον τάχιον, οὐχὶ προστάττοντος ἦν, ἀλλ’ ὀνειδίζοντος καὶ δεικνύντος, ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι· ἐπειδὴ δὲ ἀδιόρθωτον ἔσχεν, ἀφίησιν αὐτόν. Τὸ δὲ εἰπεῖν τὸν Εὐαγγελιστὴν, ὅτι “τοῦτο οὐδεὶς ἔγνω
Πῶς αὐτὸς κελεύων μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον ἐπιφέρεσθαι, γλωσσόκομον ἐπεφέρετο; Καὶ γὰρ, φησὶν ὁ Εὐαγγελιστὴς, “τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ “Ἰούδας,” καὶ τὰ ἑξῆς. Διὰ τί οὖν ἐπεφέρετο γλωσσόκομον ὁ Χριστός; ἵνα μάθωμεν ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον πολλὴν διακονίαν τῶν πενήτων ποιεῖσθαι δεῖ, καὶ πολλὴν τοῦ μέρους τούτου ποιεῖσθαι τὴν πρόνοιαν· ὅθεν διὰ τοῦτο ὑπώπτευσαν οἱ μαθηταὶ, πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν ὁ Χριστὸς τὴν ἐπιμέλειαν. Διὰ τι γὰρ τὸν καιρὸν ὁ Εὐαγγελιστὴς λέγει, ὅτι δὲ “ἦν νὺξ, ὅτε ἐξῆλθεν ὁ Ἰούδας;” ἵνα μάθωμεν αὐτοῦ τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς.
Ἀμμωνίου. Διὰ τοῦ ψωμίου ἐπλήρωσεν ὁ Κύριος τὴν προφητείαν τὴν λέγουσαν, “ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ “πτερνισμόν.”
Κυρίλλου. Μηδεὶς οἰέσθω τοῦ δέχεσθαι τοῦ ψωμίου Σαταυᾶν τῷ προδότῃ γενέσθαι παραίτιον. Οὐ γὰρ εἰς τοσοῦτον εἰσόδου πρόφασιν δίδοσθαι τῷ πονηρῷ τὴν εὐλογίαν ὑπονοῆσαι, ἐκεῖνο δὲ μᾶλλον ἐροῦμεν. Ἐπειδὴ γὰρ ἁπάσης ἀγάπης εἰς αὐτὸν τετελεσμένης, τῶν αὐτῶν ἠνείχετο σπουδασμάτων, χειρόνως διψήσας τῆς δυσσεβείας τὸ πέρας, εἰσῆλθε λοιπὸν ὁ Σατανᾶς, καθάπερ τινὰ πύλην τῆς τοῦ φυλάττοντος ἐρήμην νήψεως, ἀναπετασθεῖσαν αὐτοῦ τὴν καρδίαν εὑρὼν, καὶ ἀθύρωτον ὄντα θεωρήσας τὸν νοῦν.
Ἀμμωνίου. Τῇ τετράδι ἐνέβαλεν ὁ Σατανᾶς τὸν Ἰούδαν, προδῷ τὸν Κύριον, καὶ ἐλάλησε τοῦτο τοῖς Ἰουδαίοις τῇ πέμπτῃ ἑσπέρᾳ. ἐπειδὴ εἶδε τὸν Ἰούδαν θέλοντα ἔργῳ παραδοῦναι τὸν Κύριον, καὶ σπεύδοντα εἰς τοῦτο, τότε εἰσῆλθεν εἰς αὐτόν. ἄλλο οὖν ἐστι
Ὠριγένουσ. Οὐ μόνον δὲ τὸ κατὰ ἁπλούστερον ἐξῆλθεν τοῦ τόπου, ἐν ὧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ πλέον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τὸ ἐξῆλθεν ἀφ’ ἡμῶν. Εἰ δὲ χρὴ ὡς μὴ εἰκῆ παρερριμμένον ὑπὸ τοῦ Εὐαγγελίου ἐξετάσαι καὶ τὸ, “ἦν δὲ “νὺξ,” λεκτέον, ὅτι συμβολικῶς τότε, εἰ ἡ αἰσθητὴ νὺξ ἦν εἰκὼν τυγχάνουσα τῆς γενομένης ἐν τῇ ψυχῇ ᾿Ιούδα νυκτὸς, ἧς νυκτὸς, φησὶν ὁ Παῦλος, “οὐκ ἐσμὲν νυκτὸς τέκνα, οὐδὲ σκότους,” καὶ τὸ “ἡμεῖς δὲ ἡμέρα ὄντες νήφωμεν.” Ἐπειδὴ δὲ κατέπεσον τῶν μαθητῶν οἱ λογισμοὶ, ἀνίστησιν αὐτοὺς λέγων, “νῦν ἐδοξάσθη “ὁ υἱὸς τοῦ ἀνθρώπου,” πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν· δόξαν τὸ πρᾶγμα καλῶν. Τί δέ ἐστιν “ἐν αὐτῷ;” τοῦτό ἐστι, δι’ ἑαυτοῦ δοξάσει αὐτὸν, οὐ δι’ ἑτέρου τὸ δὲ “εύθὺς” ἅμα τῷ σταυρῷ, ὅτε ὁ ἥλιος ἀπεστράφη, καὶ αἱ πέτραι ἀπερράγησαν, καὶ τὸ καταπέτασμα ἐσχίσθη, καὶ τὰ ἄλλα πάντα ἐγένοντο τεράστια. Ἔτι δὲ οὐδὲ μακρὸν μετὰ τὴν ἀνάστασιν γέγονε χρόνος τοῦ ἐπὶ πλεῖον δοξασθῆναι αὐτόν. τεσσαράκοντα γὰρ ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος τοῦ Ἁγίου ἦλθε χορηγία, καὶ πάντες αὐτὴν ἀνεκήρυττον. Ἐπειδὴ δὲ ἔμελλον μικρὸν ὕστερον τὰ λυπηρὰ ἐπιστήσεσθαι, ἄρχεται λοιπὸν ταῦτα λέγειν αὐτοῖς, ὥστε ἔχειν αὐτὰ ἐν μνήμῃ. Φησὶ γὰρ, “τεκνία, ἔτι μικρὸν “χρόνον μεθ’ ὑμῶν εἰμι, ζητήσετέ με·” συνετέλει δὲ τοῦτο πρὸς τὴν τοῦ Χριστοῦ δόξαν τὰ μέγιστα, τὸ σαφῶς εἰδέναι ταῦτα, ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἦσαν ἀκηκοότες ὑπ’ αὐτοῦ. “τὸ δὲ καθὼς εἶπον τοῖς ᾿Ιουδαίοις, ὅπου ἐγὼ ὑπάγω,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα λέγω, ἀλλὰ ἄνωθεν αὐτὰ προεῖπον.
Διὰ δὲ τοῦ εἰπεῖν, “ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,” δείκνυσιν ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά· καὶ τοῖς μὲν Ἰουδαίοις τὸν φόβον, τοῖς δὲ μαθηταῖς τὸν πόθον ἐξάπτων, ταῦτα ἔλεγε. Διὸ καὶ τὸ “τεκνία” προσέθηκεν, ἵνα μὴ νομίσωσι καὶ πρὸς αὐτοὺς ὥσπερ πρὸς τοὺς ᾿Ιουδαίους ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον.
Καὶ ἐπειδὴ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν, ἐν τούτοις ὡς ἐρήμους μέλλοντας ἔσεσθαι παραμυθεῖται αὐτοὺς, τὴν πάντων ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς τὴν ἀγάπην, λέγων, “ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους,” ὡσανεὶ ἔλεγεν, ἀλγεῖτε ἀπιόντος, ἀλλ’ ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυροί. Τὸ δὲ, “καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς “ἀγαπᾶτε ἀλλήλους,” δηλοῖ, ὅτι ὥσπερ ἐγὼ, φησὶν, οὐ προυπηργμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἐπέδωκα τὸν θάνατον, ἀλλ’ αὐτὸς κατῆρξα, οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους χρὴ, καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς τὰ θαύματα ἃ ἔμελλον ποιεῖν, ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει λέγων, “ἐν “τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε “ἀλλήλους.” Τοῦτο γάρ ἐστι μάλιστα τὸ δεικνύον ἀνθρώπους ἁγίους· πολλοὶ γὰρ θαύματα ποιήσαντες μέλλουσιν ἀκούειν παρὰ τοῦ Χριστοῦ, “οὐκ οἶδα ὑμᾶς.”
Τίνος ἕνεκεν εἶπεν αὐτῷ ὁ Πέτρος, “Κύριε, Κύριε, ποῦ ὑπάγεις;” οὐ τοσοῦτον μαθεῖν βουλόμενος ὡς ἀκολουθῆσαι ἐπιθυμῶν. Διὸ καὶ ἀκούσας ὅτι “ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι” καἰ τὰ ἑξῆς. Οὕτως ἐπείγεται ὡς εἰπεῖν, ἄρτι τὴν ψυχήν μου ὑπέρ σου θήσω· τοῦτο δὲ εἶπε τῶν ἄκρων ἐφικνεῖσθαι βουλόμενος· ἤκουσε γὰρ τοῦ Κυρίου λέγοντος, “ὅτι μείζονα ταύτης “ἀγάπην οὐδεὶς ἔχει, ἵνα τὴν ψυχὴν αὐτοῦ θῇ τις ὑπὲρ τῶν φίλων αὐτοῦ.” Ὁ δὲ Χριστὸς δεικνὺς αὐτῷ ὅτι αὐτοῦ μόνου ἐστὶ, καὶ οὐκ ἀνθρώπου τινὸς, τὰ τοιαῦτα μετὰ αὐθεντείας ἀπαγγέλλεσθαι, φησὶ πρὸς αὐτὸν, “πρὶν ἀλέκτωρ φωνήσει, τρὶς ἀπαρνήσει με,” τοῦτ’ ἔστι νῦν, οὐ γὰρ ἦν πολὺ τὸ διάστημα, ἀωρὶ γὰρ τῶν νυκτῶν διελέγετο, καὶ πρώτη καὶ δευτέρα ἦν φυλακὴ διελθοῦσα· τὴν μὲν γὰρ ἀγάπην ἀπεδέξατο τοῦ Πέτρου, τὴν δὲ ἐξ αὐτῆς τικτομένην ἀντιλογίαν περικόπτει, γυμνῶν αὐτὸν τῆς ἄνωθεν βοηθείας. Εἰ γὰρ ἀγαπᾷς, φησὶν, ὀφείλεις τῷ ἠγαπημένῳ πείθεσθαι· εἶπόν σοι, οὐ δύνασαι, ἔδει σε ἐκ τούτου πεισθῆναι. Ἐπειδὴ δὲ οὐ θέλεις, ἀλλὰ φιλονεικεῖς, διὰ τῆς ἀρνήσεως εἴσῃ σαφῶς, ὅτι οὐχ οἷόν τε μὴ γενέσθαι ὃ λέγω.
Ἀμμωνίου πρεσβυτέρου. Μηδεὶς λεγέτω ὅτι ὁ Πέτρος διὰ τοῦτο ἠρνήσατο, ὅτι εἶπεν ὁ Χριστός· οὐ γὰρ ἀνάγκην ἐπέθηκεν
Ἀπιστήσας πῶς τοῖς εἰρημένοις ὁ Πέτρος διαπυνθάνεται, οὕτω καὶ ὑπεραποθανεῖν αὐτοῦ ὑπισχνεῖται. Εἶπε δὲ αὐτοῖς, “μὴ “ταρασσέσθω ὑμῶν ἡ καρδία,” τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος, ὅτι ἃ κατὰ ψυχὴν εἶχον, ταῦτα ἐγίγνωσκεν, ἅμα δὲ καὶ παραμυθούμενος αὐτοῖς. Καὶ γὰρ εἰκὸς ἢν αὐτοὺς ἀκούσαντας περὶ Πέτρου ταράσσεσθαι. Εἰ γὰρ ὁ κορυφαῖος καὶ οὕτω διάπυρος πρὸ ἀλέκτορος τρὶς ἔμελλεν ἀπαρνήσεσθαι, μὴ μεγάλην τινὰ προσδοκᾷν αὐτοὺς περίστασιν ὑποστήσεσθαι εἰκὸς ἦν. Τί ἐστι “πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε;” πάντα φησὶ παρελθεῖν δεῖται τὰ δεινά. Ἡ γὰρ εἰς τὸν γεγεννηκότα καὶ εἰς ἐμὲ πίστις δυνατωτέρα τυγχάνει τῶν ἐπιόντων, καὶ οὐδὲν ἐάσει κρατῆσαι τῶν δυσχερῶν. Ἵνα δὲ μὴ νομίσωσι τῷ Πέτρῳ μόνῳ τὴν ἐπαγγελίαν δεδόσθαι, τὸ ἀκολουθήσεις ὕστερον ὑποφαίνει καὶ τοῦτο τοῖς ταύτην τὴν ἐλπίδα λέγειν “ἐν τῇ οἰκίᾳ τοῦ Πατρός “μου μοναὶ πολλαί εἰσι” καὶ τὰ ἑξῆς, τουτέστι καὶ ὑμᾶς ὁ χῶρος ὁ αὐτὸς ὑποδέξεται ὁ καὶ τὸν Πέτρον· ἀφθονίαν γὰρ ἐστὶ καταγωγίων ἐκεῖ, ὥστε χρὴ θαρρεῖν ὑπὸ τούτου· τοσαύτη γὰρ, φησὶν, ὑπὲρ τοῦ πράγματος τούτου πεποίημαι τὴν σπουδὴν, ὅτι ἤδη ἃν τούτου ἐγενόμην, εἰ μὴ πάλαι ὑμῖν παρεσκεύαστο. Καὶ ἐπειδὴ συνεῖδεν αὐτῶν ζητοῦσαν τὴν ψυχὴν μαθεῖν τοῦτο ὅπερ εἶπεν, “ἵνα ὅπου εἰμὶ, καὶ ὑμεῖς ἦτε,” δίδωσιν αὐτοῖς τοῦ ἐρωτῆσαι πρόφασιν, λέγων, “καὶ ὅπου ἐγὼ ὑπάγω, οἴδατε, καὶ τὴν “ὁδὸν οἴδατε.” Διὸ καὶ ὁ Θωμᾶς λέγει αὐτῷ ”Κύριε, οὐκ “οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;” καὶ ὁ μὲν Πέτρος ἀπὸ φιλοστοργίας τὸ ποῦ ὑπάγεις εἰπε, Θωμᾶς δὲ ἀπὸ δειλίας. Τί οὖν ὁ Χριστός; “ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ “ἀλήθεια καὶ ἡ ζωή·” ὁδὸς μὲν, ὅτι δι’ ἐμοῦ ἔρχεσθε πρὸς τὸν Πατέρα, καὶ οὐ δεηθήσεσθε χειραγωγοῦντος ἑτέρου· ἀλήθεια δὲ, ὅτι οὐδὲν πη ἐμοῦ ψεῦδος, ζωὴ δὲ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν· κἂν γὰρ ἀποθάνητε, τεύξεσθε τῶν εἰρημένων·