Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
42, 29. Ἀπαγορεύσας τοίνυν τὸ πρὸς ἐπίδειξιν ποιεῖν· καὶ τὴν ἐκ τούτου ζημίαν διδάσκει τὸ μάτην καὶ εἰκῆ τοῦτο ποιεῖν, οὐκ ἔχετε γάρ, φησιν, μισθὸν παρὰ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ ἐν τούτῳ δὲ πάλιν διήγειρεν αὐτῶν τὰ φρονήματα· ἀναμνήσας τοῦ Πατρὸς καὶ τοῦ οὐρανοῦ· ἐντρέπων τῇ τοῦ γεννή- σαντος μνήμῃ·
43, 1. κ. ἀλλ’. σαλπ. τὴν ἔπιδ’. λέγει om. Cod. B.
43, 3. ἀπανθρωπίας. Οὐ γὰρ διὰ τὸ πλησίον ἐλεεῖν ἐποιοῦν, ἀλλὰ διὰ τὸ δοξῆς ἀπολαύειν αὐτοὺς, ὅπερ ἐσχάτης ἦν ὠμότητος· ἑτέρου λιμῷ διαφθειρομένου δόξαν ζητεῖν καὶ μὴ λύειν τὴν συμφοράν. οὐκ ἄρα οὖν τὸ δοῦναι ἐλεημοσύνην, ἀλλὰ τὸ ὡς χρὴ δοῦναί ἐστιν τὸ ζητούμενον, καὶ διὰ τοῦτο δοῦναι. Εἰπὼν πῶς δεῖ μὴ ποιεῖν, δείκνυσιν πάλιν πῶς δεῖ ποιεῖν.