Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς προδόσεως προφητεία.

Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα· καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με.

Tῶν τοίνυν μαθητῶν ἁπάντων παρεσκευασμένων γενομένης ὀψίας, “ ἔρχεται μετὰ τῶν δώδεκα” καὶ τὰ ἑξῆς. ἅμα μὲν ἐδήλωσε τῷ προδότῃ, ὅτι οὐκ αὐτὸς ἴσχυεν, εἰπὼν ὅτι τὸ πάθος, καθὼς γέγραπται περὶ αὐτοῦ· ἅμα δὲ καὶ τὴν τιμωρίαν ἐδήλωσε, ἵνα μὴ καὶ ἀπολογίαν ἔχῃ. καὶ τὸ ὑπάγειν1 δὲ δύναμιν ἔχει δηλωτικὴν ἀποδημίας μίας μᾶλλον ἣ θανάτου. ὥσπερ καὶ πρὸς Ἰουδαίους ἔλεγεν, “ ὑπά- “ γω πρὸς τὸν πέμψαντά με,” καὶ τὸ ἑκούσιον ἡ λέξις ἑρμηνεύει· [*](h Sic P.L. ἦν Poss. i ὧσπερ Cod. L. qui solus ӕc ӕbet. k παραλαμπάνοντα Cod. 1 Cod. ὑπάyην.)

422
τὸ δὲ καλὸν εἶναι μὴ γεγενῆσθαι πρὸς τὴν κόλασιν λέγεται· κακῆς γὰρ ὑπάρξεως ἀνυπαρξία αἱρετώτερον. Οἱ δὲ ἤρξαντο λυπεῖσθαι ὡς εἰκός· ἐν μέσῳ γὰρ ἀπορριφέντος τοῦ λόγου, ἕκαστος αὐτῶν ἐδεδίει μή ποτε περὶ αὐτοῦ ταύτην ἐδέξατο τὴν ὑπόνοιαν. καὶ ἔλεγον αὐτῷ, μήτι ἐγώ ;

Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐλογήσας ἔκλασε, καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς· καὶ ἔπιον ἐξ αὐτοῦ πάντες· καὶ εἶπεν αὐτοῖς, τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον.

Ὁ μέν φησιν ὅτι μυστηρίων μετασχὼν ἔμεινεν ὁ αὐτὸς ὁ προδότης, καὶ τῆς φρικωδεστάτης ἀπολαύσας τραπέζης, οὐ μετεβάλετο· ὡς καὶ ὁ Λουκᾶς δηλοῖ λέγων, ὅτι μετὰ τοῦτο εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτὸν, οὐ τοῦ σώματος καταφρονῶν, ἀλλὰ τῆς 1 ἀναισχυντίας λοιπὸν τοῦ προδότου καταγελῶν m. ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν αὐτὸν, καὶ τοι πάντα εἰδὼς, ἵνα μάθῃς ὅτι οὐδὲν παραλιμπάνει τῶν εἰς διόρθωσιν ἡκόντων. ἄλλος n δέ φασιν ὅτι προεξῆλθεν ὁ Ἰούδας, ὡς Ἰωάννης ἐδήλωσεν· οὐ γὰρ ἃν ἐδέξατο τῆς σωτηρίας κοινωνίας τὸν τύπον ὁ τῆς χριστοκτονίας ὑπηρέτης· καίτοι τἄλλα πάντα ἤνεγκεν ὁ Κύριος· ἀλλὰ τοῦτο οὐκέτι συνεχωρεῖτο. ὅτι δὲ διὰ τούτων παρέδωκε τοῖς μαθηταῖς, ὅπως ἐπιτελεῖν αὐτοὺς προσῆκε τῆς καινῆς διαθήκης τὸ μυστήριον, οἶμαι μηδένα ἃν ἑτέρως εἰπεῖν. διὰ γὰρ τοῦτο καὶ εὐλόγησε ο καὶ εἶπε διδοὺς αὐτοῖς μεταλαβεῖν ἃ προσῆκον ἦν, ἵνα ἐκεῖνοι διὰ μὲν τῆς εὐλογίας καὶ εὐχαριστίας μάθωσιν ὡς μεγάλα ἀληθῶς καὶ πάσης εὐχαριστίας ἄξια τὰ διὰ τοῦ πάθους οἰκονομηθέντα τοῦ Χριστοῦ. ὧν δὴ σύμβολα ταῦτα ἐπιτελεῖσθαι παρέδωκεν αὐτοῖς. ἐν δὲ τῷ P εἰπεῖν· τοῦτο ἐστι τὸ σῶμά μου, καὶ τοῦτο μου τὸ αἷμα ὅτι τὸ μὲν ἄρτον προτιθέντα q μετὰ τὴν εὐχαριστίαν προσῆκεν αὐτοὺς σώματος νομίζειν μεταλαμβάνειν, τὸ δὲ ποτήριον ἐν τάξει r τοῦ [*](m Sic L. καταγγέλλων τ. πρ. Poss. n ἄλλοι Poss. ο ηὐλόγησεν L. V Διὰ δὲ τοῦ L. q προτιθεντας Ρ. προτιθέντος L. r τάξει L. τάξη Poss.)

423
αἵματος ἡγεῖσθαι, περὶ ἃ τὸ πάθος ἐγένετο ἐπὶ κοινῇ τῇ πάντων σωτηρίᾳ τε καὶ ἀφέσει τῶ, ἡμαρτημένων αὐτοῖς. ἡ γὰρ ἐπὶ τούτοις γινομένη πίστις ὁμοῦ τε τῶν πληρωθέντων ὁμολογίαν ἔχει, καὶ τὴν μετουσίαν τῆς ἀφέσεως χαρίζεται τοῖς πιστεύουσιν.

Ἄλλως φησὶν, διδάσκει ἡμᾶς μὴ πρὸς τὴν φύσιν ἀφορᾶν τῶν προκειμένων, ἀλλὰ διὰ τῆς γινομένης ἐπ’ αὐτοῖς εὐχαριστίας, ταῦτα ἐκεῖνα εἶναι πιστεύειν. ὁ γὰρ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἑνώσας ἑαυτὸν τῇ ἰδίᾳ σαρκὶ, καθ’ ὃν οῃε τρόπον αὐτὸς, ζωοποιὸν ἀπέφηνεν αὐτήν· ἔφη γὰρ αὐτός· “ ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων “ εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· καὶ ἐάν “ τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσῃ εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος “ δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. “ ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου “ καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. οὐκοῦν τοῦτο ποιοῦντες ζωὴν ἔχομεν ἐν ἑαυτοῖς, ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμενοι, καὶ ἐν αὐτῷ μένοντες· ἔχοντες δὲ καὶ ἐν αὐτοῖς αὐτόν. ἔδει γὰρ αὐτὸν διὰ μὲν τοῦ Ἁγίου Πνεύματος ἐν ἡμῖν γενέσθαι θεοπρεπῶς, συνανακίρνασθαι δὲ ὥσπερ τοῖς ἡμετέροις σώμασι διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ τοῦ τιμίου αἵματος· ὃ δὴ καὶ ἐσχήκάμεν ὡς εὐλογίαν ζωοποιὸν, ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ· ἵνα μὴ ἀποναρκήσωμεν σάρκα τε καὶ αἷμα προκείμενον βλέποντες ἐν ἁγίαις τραπέζαις τῶν ἐκκλησιῶν, συγκαθιστάμενος ὡς Θεὸς ταῖς ἡμετέραιςιἀσθενείαις ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς, καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ σαρκὸς, ἵνα εἰς μέθεξιν ζωοποιὸν ἔχωμεν αὐτὰ, καὶ οἷον σπέρμα ζωοποιὸν ἐν ἡμῖν εὑρεθῇ τὸ σῶμα τῆς ζωῆς· καὶ μὴ ἀμφιβάλῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτοῦ λέγοντος· δέχου δὲ μᾶλλον ἐν πίστει τοῦ Σωτῆρος τὸν λόγον, ἀλήθεια γὰρ ὣν οὐ ψεύδεται.

Περὶ πολλῶν δὲ ἐκχύνεσθαι τὸ αἷμα λέγων, τὸ περὶ λέγει, πολλοὶ γὰρ οἱ πάντες, ὥσπερ καὶ ὁ Παῦλος διὰ τοῦ ἑνὸς ἔλεγεν δεικνὺς κατασταθήσεσθαι τοὺς πολλούς· τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει τοῦτο. ἐπάγει,

Ἀμὴν λέγω ὑμῖν, Ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος

424
τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω καινὸν ἐν τῆ βασιλείᾳ τοῦ Θεοῦ.

“ Οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου·” καὶ τὰ ἑξῆς. Ἢ κατὰ Ματθαῖον, “ τοῦ πατρὸς,” τουτέστι καινῶς μετὰ τὴν ἀνάστασιν. ἤμελλε γὰρ ἀνίστασθαι, καὶ ἀνιστάμενος ἐσθίειν τε καὶ πίνειν μετὰ τῶν μαθητῶν· ὥστε δὴ μείζονα καὶ ἀληθεστέραν αὐτοῖς τῆς ἀναστάσεως ἐγγενέσθαι τὴν πίστιν. βασιλείαν δὲ τοῦ Θεοῦ καὶ πατρὸς ὠνόμασε τὴν ἀνάστασιν, ἀφ’ ἧς αὐτῷ ἡ βασιλεία προσεγίγνετο, καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων ἡ ταύτης κοινωνία. τὸ οὖν, οὐ μὴ πίω αὐτὸ τοῦ λοιποῦ ἕως τότε, δεικνύντος ἦν οὐ τὴν ἀνάστασιν μόνον, ἀλλὰ καὶ τοῦ πάθους τὴν ἐγγύτητα. εἴπερ s δὴ οὐκέτι t καιρὸν ἕξει τροφῆς αὐτοῖς κοινωνῆσαι καὶ πότου. τί δήποτε δὲ κατὰ τὸν καιρὸν τοῦ Πάσχα τὸ μυστήριον ἐπετέλει τοῦτο ; ἵνα μάθῃς πάντοθεν καὶ τῆς παλαιᾶς ὄντα νομοθέτην, καὶ τὰ ἐν ἐκείνῃ ὄντα διὰ ταῦτα προσκιαγραφηθέντα. διά τοι τοῦτο ἔνθα ὁ τύπος τὴν ἀλήθειαν ἐπετίθει. ἡ δὲ ἑσπέρα τοῦ πληρώματος τῶν καιρῶν τεκμήριον ἢν, καὶ τοῦ πρὸς αὐτὸν ἥκειν λοιπὸν τὸ τέλος τὰ πράγματα. εὐχαριστεῖ δὲ ὑπὲρ τοῦ πάθους, δεικνὺς τὸ ἑκούσιον· καὶ παιδεύων ἡμᾶς ὅπερ ἃν πάσχωμεν, εὐχαρίστως φέρειν. “ ἕως ἃν αὐτὸ πίω καινὸν μεθ’ ὑμῶν,” ὑμῶν μαρτυρούντων· ὑμεῖς γὰρ ὄψεσθέ με ἀναστάντα. Τί δέ ἐστι καινόν ; τουτέστι ξένον οὐ σῶμα μαθητὸν ἔχων, ἀλλ’ ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον, καὶ x μὴ δεόμενον τροφῆς.

Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

Ηὐχαρίστησαν πρὸ τοῦ λαβεῖν, ἵνα καὶ ἡμεῖς εὐχαριστήσωμεν· ηὐχαρίστησαν μετὰ τὸ λαβεῖν καὶ ὕμνησαν, ἴνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. τί δήποτε δὲ εἰς τὸ ὄρος ἐξῆλθεν ; δῆλον ἑαυτὸν ποιῶν πρὸ τοῦ y συλληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτεσθαι. ἔσπευδε γὰρ ἐπὶ τὸν τόπον ἐλθεῖν, ἔνθα εἰώθει, καὶ προδότης ἠπίστατο.

Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῆ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, [*](s ἐπειδὴ Ρ. t οὐκέτι om. L. u ξένως L. x ἤτοι L. 7 πρὸς τὸ P.)

425
Πατάξω τὸν ποιμένα, καὶ δίας διασικορπισθήσεται τὰ πρόβατα. ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.

Ἵνα μὴ δόξῃ κατηγορία τις χαλεπὴ εἶναι, λέγει καὶ προφητείαν. ὁμοῦ μὲν πείθων αὐτοὺς προσέχειν τοῖς γεγραμμένοις· ὁμοῦ δὲ καὶ δηλῶν ὅτι z καὶ πρὸ τούτου αὐτὸς αὐτοὺς συνεῖχεν· οὐ μὴν ἀφῆκεν αὐτοὺς πάλιν μέχρι τῶν σκυθρωπῶν εἶναι· ἀλλὰ “ προάξω “ φησὶν ὑμᾶς, εἰς τὴν Γαλιλαίαν,” ἵνα τοῦ φόβου τῶν Ἰουδαίων ἀπαλλαγέντες πιστεύσωσι τῷ λεγομένῳ.

Ὁ Πέτρος ἔφη αὐτῷ, Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Αμὴν λέγω σοι, Ὅτι σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἣ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. ὁ δὲ ἐκ περισσοῦ ἔλεγε μᾶλλον, ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι.

Τοῦ προφήτου εἰπόντος, τοῦ Χριστοῦ βεβαιώσαντος τὸν λόγον, ὁ Πέτρος, φησὶν, οὐχὶ διὰ τοῦτο ἀφίησι· παιδεύων ἐντεῦθεν, πάντα πείθεσθαι τῷ Χριστῷ, καὶ τῆς οἰκείας συνειδήσεως πιστοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ. δέον γὰρ δεηθῆναι καὶ εἰπεῖν, βοήθησον ἡμῖν ὥστε μὴ ἀποσχισθῆναι. ἀλλ’ ἑαυτῷ θαρρεῖ. τοῦτο τοίνυν καταστεῖλαι βουλόμενος ὁ Χριστὸς, ἐχώρησε a τὴν ἄρνησιν. ὅσον δὲ ὁ Χριστὸς ἀπηγόρευσε, τοσοῦτον ἐναντιοῦτο ὁ Πέτρος ἐκ περισσοῦ. πόθεν δὲ αὐτῷ τοῦτο συνέβη ; ἀπὸ πολλῆς ἀγάπης. ἐπειδὴ γὰρ ἀπηλλάγη τῆς ἀγωνίας ἐκείνης τῆς κατὰ τὴν προδοσίαν, καὶ δῆλος ἦν b ὁ προδότης, θαρρῶν ἔλεγε ταῦτα. ἠρέμα δέ πὼς καὶ φιλοτιμίας τὸ πρᾶγμα. ὄρα γοῦν μετὰ τὸ πτῶμα πῶς κατεσταλμένος ἐστί. πρὸ μὲν γὰρ αὐτοῦ τὸ πᾶν ἑαυτῷ ἀνατίθησι· μετὰ δὲ ταῦτα τοὐναντίον ἅπαν, “ τί ἡμῖν “ προσέχετε ὡς ἰδίᾳ δυνάμει ἣ εὐσεβείᾳ πεποιηκόσι c τοῦ περι- “ πατεῖν αὐτόν ” ἐντεῦθεν δὲ μανθάνομεν δόγμα μέγα· ὡς οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἃν μὴ τῆς ἄνωθεν ἀπολαύῃ ῥοπῆς. καὶ [*](2 δηλῶν ὅτι Ρ. δηλονότι Poss. a συνεχώρησε Ρ. b γέγονεν L. c πεποιηκότα Ρ.)

426
πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης.

Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. Ὡς ἔλεγεν ὁ Πέτρος μετὰ τοῦτο φιλονεικῶν, ὡς οὐδὲ θανάτου προτεθέντος αὐτῷ ἕλοιτο ἂν αὐτὸν ἀρνησάμενος ἐκκλίναι τοῦ θανάτου τὴν τιμωρίαν, καὶ τοὺς λοιποὺς μαθητὰς τοῖς ἴσοις κεχρῆσθαι λόγοις ἐνήγαγεν.

Καὶ ἔρχονται εἰς χωρίον, οὗ τὸ ὄνομα Γεθσημανῆ· καὶ λέγει τοῖς μαθηταῖς αὑτοῦ, Καθίσατε ὧδε, ἕως προσεύξωμαι. καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ’ ἑαυτοῦ. Καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.

Ἔθος ἦν αὐτῷ χωρὶς αὐτῶν προσεύχεσθαι· τοῦτο δὲ ἐποίει παιδεύων αὐτοὺς καὶ ἡμᾶς, ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευάζειν ἑαυτοῖς. τίνος δὲ ἕνεκε μὴ πάντας παραλαμβάνει, ἀλλὰ τοὺς τῆς δόξης αὐτοῦ θεωροὺς γενομένους ; ἵνα μὴ καταπέσωσιν. ἀλλ’ ὅμως καὶ τούτους ἀφίησι καὶ μικρὸν προσελθὼν καὶ εὐξάμενος.

Οὐδὲ λυπουμένῳ συλλυπηθῆναι ἴσχυσαν, ἀλλ’ ἐκράτησεν ὁ ὕπνος. ὁ δὲ ἐκτενῶς εὔχεται, ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα. οὐδὲ γὰρ ὡς ἀλλότριον ἀποτίθεται τὸ σῶμα, ἀλλ’ ὡς ἴδιον. διὰ τοῦτο καὶ ἡ εὐχή. τὸ γὰρ θανατᾶν οὐ σφόδρα κατὰ ἄνθρωπον. τῷ μὲν οὖν εἰπεῖν, εἰ δυνατὸν παρελθέτω, ἔδειξε τὸ ἀν- θρώπινον. τῷ δὲ εἰπεῖν, “ πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σὺ,” τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον d. ὅτι καὶ τῆς φύσεως ἑλκούσης, ἕπεσθαι δεῖ τῷ Θεῷ. εἰ γὰρ οὐ μόνον ῥημάτων, ἀλλὰ καὶ πραγμάτων ἔδει e, ἵνα πιστευθῇ f ὅτι καὶ ἄνθρωπος γέγονε καὶ ἀπέθανε. λέγει δὲ τῷ Πέτρῳ οὕτως, οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ ; ἅπαντες ἐκαθεύδησαν, καὶ τῷ Πέτρῳ ἐπετίμα, αἰνιττόμενος αὐτὸν g ὑπὲρ ὧν ἐφθέγξατο. καὶ ἐν τοῖς ἑξῆς δὲ τοῦτο αἰνίττεται. “ γρηγορεῖτε” γάρ, φησι, “ καὶ προσεύχεσθε· ἵνα μὴ εἰσέλθητε εἰς “ πειρασμόν·” ὁρᾷς ὅτι καλῶς ἔλεγεν ὅτι διὰ τοῦτο αὐτοῖς ἔλεγον· [*](d φιλόσοφον L. e ἔδει om. Ρ. f πιστεύσῃ Ρ. S Sic P.L. αὐτῶ Poss.)

427
ὅτι σκορπισθήσεσθε, ἵνα εἰς ἱκετηρίαν ἀνέλθωσι καὶ εἰς τὸν ὂν ἀναβλέψωσιν· πανταχοῦ τὸ αὐθάδες αὐτῶν ἐκκόπτων καὶ ἐναγωνίους ποιῶν h. εἶτα ἵνα μὴ σφόδρα δόξῃ ἐπιπλήττειν, φησὶ, “ τὸ “ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.” εἰ γὰρ καὶ βούλει φησὶν, ἀλλ’ οὐ πρότερον εἰ μὴ ὁ Θεὸς ὀρέξει χεῖρα. καθέλκει γὰρ ὴ σὰρξ. οὐτῶ γὰρ τὸ ἀδύνατον ἐν ῷ ἠσθένει διὰ τῆς σαρκὸς, ἐρρωτο. καὶ πάλιν ηὔξατο τὸ αὐτὸ, οὔχι ὃ ἐγὼ θέλω, ἀλλ’ ὃ σὺ, δεικνὺς ἐνταῦθα ὅτι σφόδρα συνᾴδει τῷ θελήματι τοῦ Θεοῦ. τὸ δὲ δεύτερον καὶ τρίτον τὸ αὐτὸ λέγειν ἀληθείας μάλιστά ἐστιν ἐν ταῖς γραφαῖς ἐνδεικτικόν i. ὥσπερ καὶ ὁ Ἰωσὴφ ἔλεγεν “ ὅτι “ ἐκ δευτέρου σοι ἐφάνη τὸ ἐνύπνιον ὑπὲρ 1 ἀληθείας, καὶ τοῦ πι- “ στευθῆναι, ὅτι τοῦτο ἔσται πάντως,” καὶ ὑπὲρ τοῦ πιστώσασθαι τὴν οἰκονομίαν. καὶ τίνος ἕνεκεν ἐκ δευτέρου; ῶστε m ἰδεῖν αὐτοὺς καὶ ἐλέγξαι. οὐ μὴν ἤλεγξεν, ἀλλὰ διέστη μικρὸν, καὶ δείκνυσι τὴν ἄφατον αὐτῶν ἀσθένειαν, ὅτι οὐδὲ ἐπιτιμηθέντες ἠδύναντο 1 καρτερῆσαι. μετὰ γὰρ τοῦ καὶ ἀωρὶ τῶν νυκτῶν εἶναι καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὑπὸ τῆς ἀθυμίας ἦσαν βεβαρημένοι. “ καὶ ἔρχεται “ τὸ τρίτον καὶ λέγει αὐτοῖς, καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε” καὶ τὰ ἑξῆς n. δείκνυσιν ὅτι οὐχὶ τοῦ Ἰούδα ἀλλὰ τῆς οἰκονομίας ἦν. οὐ τοῦτο δὲ μόνον ἀλλὰ καὶ τῷ εἰπεῖν, “ εἰς χεῖρας ἁμαρ- “ τωλῶν,” ἀνίστησιν αὐτῶν τὰ φρονήματα. τῆς γὰρ ἐκείνων πονηρίας ἔργον ἦν, οὐ τὸ αὐτὸν εἶναι ὑπεύθυνον· καὶ τὸ ἑξῆς δὲ ὁμοίως αὐτὸ τοῦτο ἐμφαίνει, ὅτι ἑκὼν ἐπὶ τὸ πρᾶγμα ἔρχεται. Καὶ τὸ “ ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.” καὶ διὰ πάντων αὐτοὺς ἐπαίδευεν ὅτι οὐκ ἀνάγκης τὸ πρᾶγμα ἦν, ἀλλ’ οἰκονομίας τινὸς ἀπορρήτου. καὶ γὰρ προῄδει ἥξοντα· καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ ὁμόσε ἐχώρει o.

Ἄλλος Ρ δέ φησι, πῶς λελύπησαι, δέσποτα, καὶ ἀδημονεῖς ; γέγονας δὲ καὶ περίλυπος ἕως θανάτου ; τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, [*](h Ἀλλ᾿ ἵνα τί κύριε οὕτω λελύπησαι καὶ ἀδημονεῖς; ὅ τὰ μὲν ἐκ τοῦ πάθους ἀγαθὰ τῖ’ κόσμῳ συμβησόμενα ἐπίσταμαι. λυπεῖ δέ με ὁ πρωτότοκος Ἰσραὴλ τι οὐδὲ ἐν δούλοις ἐστίν· ἱκετηρίαν ἐποίησα ἵνα ἔλθωσι καὶ εἰς τὸν Θεὸν ἀναβλέψωσι, πανταχοῦ τὸ αὐθάδες αὐτῶν ἐκκόπτων, καὶ ἐναγωνίους ποιῶν. Hӕc deinceps habet Poss. sed turbato ordine. i Sic L. ἔνδεικτον P. et Poss. k ἔλεγεν om. L. 1 ὑπὸ P. m Hsec om. Poss. qui διατί δὲ πάλιν ἐπανέρχεται. n Cod. L. ἀπέχει κ. τ. ἑξῆς. ο Slc L. χωρεῖ Poss. et Ρ. P ἄλλως Cod. L.)

428
ΕΡΜHΝΕ1Α TOT ΚΑTΑ XIV. καὶ τὸ τῆς νίκης τρόπαιον ἐγερεῖς, κατὰ πάσης ἀντικειμένης δυνάμεως· καὶ ὡς Θεὸς προσκυνηθήσῃ, καὶ τῶν ὅλων δημιουργός. Ἐπί τισιν οὖν ἄρα λελύπησαι ; ναί φησιν, τὰ μὲν ἐκ τοῦ πάθους ἀγαθὰ τῷ κόσμῳ q συμβησόμενα ἐπίσταμαι· λύπει δέ με ὁ προτοτόκος Ἰσραὴλ, ὅτι οὐδὲ ἐν δούλοις ἐστιν.

Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς ὢν τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν Ἀρχιερέων καὶ τῶν Γραμματέων καὶ τῶν Πρεσβυτέρων.

Τὸ, “ εἷς τῶν δώδεκα,” καὶ ἑξῆς r, πρὸς τὴν ἔνδειξιν καὶ διαβολὴν τῆς τοῦ s προδόντος φαυλότητος. ὁ γὰρ ἐν ἴσῳ τοῖς Ἀποστόλοις τετιμημένος, τοῖς φονεῦσι τοῦ t Χριστοῦ γέγονε πρόφασις. δέδωκε γὰρ αὐτοῖς σημεῖον, λέγων, “ ὃν ἂν φιλήσω, αὐτὸς “ ἐστίν·” ἐπέλαθε u δὲ παντελῶς τῆς δόξης Χριστοῦ· ᾠήθη τάχα που διανοηθεὶς, ὡς φίλημα προτείνας εἰς τύπον ἀγάπης, λαθεῖν δυνήσεται. προετίθει δὲ τὸ “ χαῖρε” τῷ παγιδευθέντι πρὸς θάνατον δι’ αὐτοῦ. ὁ δὲ Κύριος φιλοῦτα x μὲν οὐκ ἀπεστράφη· ἔδειξε δὲ αὐτῷ ὅτι οὐ τρόπῳ φιλίας παρεγένετο, ἀλλὰ χάριν ἀσεβείας. προέδωκέ τε ἑαυτὸν ἑκών. καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας καὶ ἐκράτησαν, ταύτην y τὴν νύκτα καθ’ ἣν τὸ Πάσχα ἔφαγον. οὕτως ἔζεον καὶ ἐμαίνοντο. ἀλλ’ ὅμως οὐδὲν ἃν ἴσχυσαν, εἰ μὴ αὐτὸς συνεχώρησεν. οὐ μὴν τοῦτο ἀπαλλάττει τὸν Ἰούδαν τῆς ἀφορήτου κολάσεως, ἀλλὰ καὶ μειζόνως αὐτὸν καταδικάζει, ὅτι καὶ τῆς δυνάμεως αὐτοῦ τοσαύτην λαβὼν ἀπόδειξιν καὶ τῆς ἐπιεικείας καὶ τῆς ἡμερότητος, θηρίου παντὸς χαλεπώτερον γέγονεν. Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον.

Οἱ μακάριοι μαθηταὶ τῷ τῆς φιλοθεΐας νυττόμενοι κέντρῳ, μαχαίρας ἐπανατείνουσιν ἀποσοβοῦντες τὴν ἔφοδον· οὐκ ἐᾷ δὲ τοῦτο γενέσθαι ὁ Χριστός. οὐ γάρ τοι μαχαίρᾳ ἡμᾶς κεχρῆσθαι [*](q Hactenus Cod. L. in cӕteris mancus. Suppl. Schol. e Poss. vid. not. ad pag. pr. l. 2. ӕterum Origenis ӕc videntur, qui in Symbola ad Cat. Poss. p. 324. “ ἀλλ’ ὅτι ὁ Προτοτόκος Υἱὸς, ἤτοι ὁ Ἰσραὴλ “ ἔσχατος ἐγεγόνει διὰ τὴν ” In iis quӕ sequuntur iterum Cod. Par. 178. adhibui. r μέγα P. s διαβολὴν τῆ, τοῦ P. διαβόλου τ. κατὰ τ. Poss. t φονῶσι κατὰ Ρ. a ἐπελάθετο Ρ. x φιλοῦντι Ρ. γ κατ’ αὐτὴν Ρ.)

429
βούλεται, ἐννοίαι δὲ μᾶλλον καὶ συνέσει χρωμένους ἀποσείεσθαι γενικῶς τοὺς ἐναντίους. ἰάσατο a δὲ θεοπρεπῶς τὸν ὑπομείναντα τὴν πληγὴν, ὡς ἕτερός φησιν Εὐαγγελιστὴς, τοῖς ἀφιγμένοις εἰς τὸ συλλαβεῖν αὐτὸν θεοπρεπὲς καὶ τοῦτο διδοὺς σημεῖον· ὅτι δὲ τὴν αὐτοῦ χεῖρα κἂν θέλῃσιν πλεονεκτήσειεν ἃν οὐδεὶς, διαδείκνυσι λέγων, “ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ διδάσκοντα οὐκ ἐκρατήσατε.” ἐταμιευόμην γὰρ μᾶλλον τὸ χρῆναι παθεῖν καιρῷ τῷ καθήκοντι· καὶ οὗτός ἐστιν ὁ παρὼν, ἵνα πληρωθῶσιν αἱ γραφαί. δεικνὺς ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν τὸ κρατῆσαι. διατί γὰρ μὴ ἐν τῷ ἱερῷ αὐτὸν ἐκράτησαν; ὅτι ἐφοβοῦντο τὸν ὄχλον. διὸ καὶ ἔξω ἐξῆλθε, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ καιροῦ διδοὺς αὐτοῖς ἄδειαν. καὶ ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον. οὐ γὰρ ἐνῆν ψεύσασθαι τὴν ἀλήθειαν, ἢ τοὺς προφήτας διαμαρτεῖν.

ΚΕΦ. MZ.

Περὶ ἀρνήσεως Πέτρου

Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι καὶ οἱ Γραμματεῖς. καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ Ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς.

Πολλὴ θερμότης τοῦ Πέτρου· οὐδὲ φεύγοντας ἰδὼν ἔφυγεν· ἀλλ’ ἔστη καὶ εἰσῆλθεν· ἦν δὲ καὶ Ἰωάννης, ἐπειδὴ γνώριμος ἦν. καὶ διατὶ ἀπήγαγον b αὐτὸν ἐκεῖ, ὅπου ἦσαν ἅπαντες συνηγμένοι ; ἵνα μὲν γνώμης πάντα ποιῶσι τῶν ἀρχιερέων. ἐκεῖνος γὰρ ἦν τότε ἀρχιερεύς. συνήχθησαν οὖν ἅπαντες, καὶ συνέδριον ἦν λοιμῶν· καὶ ἐρωτῶσιν οὐχ ἁπλῶς, ἀλλὰ βουλόμενοι σχῆμα περιθεῖναι τῇ ἐπιβουλῇ ταύτῃ δικαστηρίου. οὐδὲ γὰρ ἦσαν ἶσαι αἱ μαρτυρίαι, φησίν. οὕτω πεπλανημένων τὸ δικαστήριον ἦν, καὶ θορύβου πάντα ἔγεμε καὶ ταραχῆς. ἐλθόντες δὲ ψευδομάρτυρες ἔλεγον ὅτι οὗτος [*](z εὐνοίᾳ P. a ἰάσατο Ρ. ἴασε Poss. b ἀπήγαγόν φησι, τὸν Ἰησοῦν πρὸ, Ἄνναν τὸν ἀρχιερέα ὅπου ἦσαν σὺν. Cod. 178.)

430
εἶπεν “ ὅτι ἐγὼ καταλύσω τὸ ναὸν τοῦτον τὸ χειροποίητον, καὶ ἐν “ τρισὶν ἡμέραις ἄλλον ἀχειροποίητον οἰκοδομήσω.” διὰ τῆς προσθήκης τοῦ χειροποιήτου ηὔξησαν τὴν συκοφαντίαν· οὐ γὰρ εἶπε c, λύσω, ἀλλὰ, “ λύσατε τὸν ναὸν τοῦτον·” καὶ οὐδὲ περὶ ἐκείνου, ἀλλὰ περὶ τοῦ σώματος d τοῦ ἰδίου. τί οὖν ὁ ἀρχιερεύς ; βουλόμενος εἰς ἀπολογίαν καταστῆσαι ἵνα ἐξ αὐτῆς αὐτὸν ἕλῃ e, φησὶν, “ οὐκ “ ἀποκρίνῃ οὐδέν; τί οὖν οὗτοί σου καταμαρτυροῦσιν ” ὁ δὲ ἐσιώπα. ἀνόνητα f γὰρ ἦν τὰ τῆς ἀπολογίας, οὐδενὸς ἀκούοντος. καὶ γὰρ σχῆμα τοῦ g δικαστηρίου ἦν μόνον. ὃ καὶ ἔδειξε κατὰ τὴν ἱστορίαν τοῦ Λουκᾶ, εἰπὼν πρὸς τοὺς ἐρωτῶντας “ εἶ σὺ h ὁ Χριστός ; “ εἰπὲ ἡμῖν. ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ “ μὴ ἀποκριθῆτε.” πάλιν δὲ ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν εἰ αὐτὸς εἴη i ὁ Χριστός ; καὶ ἐπειδὴ Χριστοὶ ἐκαλοῦντο οἱ τε ἱερεῖς καὶ προφῆται καὶ βασιλεῖς, προστίθησι κατὰ ἐξαίρετον, “ ὃ υἱὸς τοῦ “ εὐλογητοῦ,” ἵνα εἴπῃ τοῦ Θεοῦ. ἐπ’ ἐλέγχῳ δὲ αὐτοῦ ἡ ἀπόκρισις, ὅτι “ ἐγώ εἰμι.” οὐ γὰρ ὡς δυνάμενος πιστεῦσαι. καὶ γὰρ εἶπε κατὰ Λουκᾶν ὅτι “ οὐ μὴ πιστεύσητε.” ἀλλ’ ἵνα μηδὲ τοῦτο ὑπολείπηται k, ὅτι οὐ σαφῶς ἤκουσαν δηλοῦντος ἑαυτὸν ὄντα Χριστόν. καὶ ὁ μὲν Μάρκος ἄντικρυς λέγει. Τὸ δέ ἐστιν ἐλέγχοντος ὅτι οὐ παντελῶς διαλέληθεν 1 αὐτοὺς τὸ πρᾶγμα, διὰ τὴν ἐκ τῶν σημείων ἐπίγνωσιν. πόθεν γὰρ τὸ λέγειν τοῦτον μόνον Χριστὸν, ὅπερ ἐφ’ ἑτέρων οὐκ εἰρήκασιν ; ἐπιφέρει δὲ τὸ τῆς κρίσεως, ἀπειλῶν ὅτι ὄψονται αὐτὸν ἐν τῇ οὐρανίῳ δόξῃ φαινόμενον. τὸ δὲ “ ἐκ δεξιῶν τῆς “ δυνάμεως” τὴν δόξαν λέγει τὴν ἐξ οὐρανοῦ φανησομένην, οὐ σχῆμα σωματικόν. οὐδὲ γὰρ ὁρᾶται Θεὸς ὁ πάντη ἀόρατος, ἵνα καὶ ἡ ἐκ δεξιῶν καθέδρα σωματικῶς θεωρεῖσθαι λέγηται· ἀλλὰ τὸν ἐν μεγίστῃ δόξῃ τῇ ὁρατῇ θεωρησόμενον, ἐκ δεξιῶν εἶπε θεωρηθήσεσθαι· ὡς τῆς ὁρατῆς ταύτης δόξης τῇ ἀοράτῳ ἐκείνῃ συναπτομένης m ἐγγύτατα καὶ ἐντιμότατα. ἀλλ’ ὅμως ἀκούσαντες οὐκ ἐφυλάξαντο, ἀλλὰ βλασφημίαν εἶπον εἶναι τὸν λόγον, καἰ μηκέτι ζητεῖσθαι μάρτυρας. οὕτως οὐκ εἰς ὠφέλειαν τοῖς ἀνηκόοις αἱ τῶν [*](c οὐκ εἶπε δὲ ὁ Σωτῆρ’ C. 178. d περὶ τοῦ ἰδίου σώματος λέγειν, οὐ περὶ τοῦ ἐκ λίθων ναοῦ C. 178. e κρατήση, αὐτὸν C. 178. f ἀδιανόητα ΡΡ. g τοῦτο Ρ. h εἰ σὺ εἰ Ρ. i Sic PP. ἤτ’ Poss. k Sic PP. ὑπολείπῃ τι Poss. 1 διελαθὲν C. 178. m Sic PP. συναπλομένης Poss.)
431
μυστηρίων ἀποκαλύψεις, ἀλλ’ εἰς κατάκρισιν. εἰπόντος τοίνυν τοῦ Χριστοῦ ὅτι αὐτὸς εἴη, καὶ ὅτι ἐκ δεξιῶν καθιεῖται τοῦ πατρὸς, καὶ ὅτι ἥξει πάλιν κρινῶν τὴν οἰκουμένην, ὃ πολλὴν τὴν πρὸς αὐτὸν συμφωνίαν δηλοῦντος ἦν· διέρρηξεν αὑτοῦ τὰ ἱμάτια ὁ ἀρχιερεὺς, καί φησιν, ἠκούσατε τῶν λεγομένων· τί ὑμῖν δοκεῖ; οὐ φέρει τὴν ψῆφον οἴκοθεν, ἀλλὰ παρ’ ἐκείνων αἰτεῖ o, ὡς ἐπὶ ὡμολογημένων ἁμαρτημάτων καὶ βλασφημίας δήλης, καὶ προλαμβάνει τοὺς ἀκροατὰς λέγων, ὑμεῖς γὰρ ἠκούσατε τῆς βλασφημίας, μονονουχὶ καταναγκάζων p καὶ βεβαιῶν κακῶς, μᾶλλον δὲ βιαζόμενος τὴν ψῆφον ἐξενεγκεῖν κατ’ αὐτοῦ τοὺς παρόντας ὡς βλασφημίαν εἰπόντος καὶ Θεὸν ἑαυτὸν ποιοῦντος· καὶ φησὶν, “ ἠκούσατε τῆς βλασφημίας, τί ὑμῖν δοκεῖ;” τι οὖν ἐκεῖνοι; κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου· αὐτοὶ κατήγοροι καὶ δικασταὶ καὶ πάντα γινόμενοι. πάντας γὰρ ἐπεσπάσατο διὰ τοῦ ῥῆξαι τὸν χιτωνίσκον. ἔθος γὰρ ἦν αὐτοῖς τοῦτο ποιεῖν, ἡνίκα βλασφημίας τινὸς ἤκουσαν q ὡς ἐνόμιζον.

Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ προσώπων αὐτοῦ, καὶ κολαφίζειν αὐτὸν, καὶ λέγειν αὐτῷ, Προφήτευσον· καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔν.

Ὁ γῆς καὶ οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης, ὡς εἷς ἐξ ἡμῶν ἐξ ἡμῶν ἀτιμάζεται, καὶ διακαρτερεῖ τυπτόμενος, καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας ἑαυτὸν παρατιθείς. καὶ τύπτοντες, “ προφήτευσόν” φασιν. ὁ ἐξετάζων καρδίας καὶ νεφροὺς, ὁ προφητείας πάσης δοτὴρ, πῶς ἃν ἠγνόησε, τίς ἐστιν ὁ παίσας αὐτόν ;

Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως.

Ἠσθένησε κατὰ τὴν πρόρρησιν ὁ μακάριος Πέτρος r, καὶ ἠρνήσατο τὸν τῶν ὅλων σωτῆρα Κύριον, καὶ οὐχ ἅπαξ, ἀλλὰ τρὶς, καὶ ἐνώμοτον ἐποιεῖτο τὴν ἄρνησιν διὰ ῥῆμα παιδίσκης, οὐ μνημονεύσὰς [*](o Sic C. 178. om. alii. P κατακράζων C. 178. qui mox om. καὶ βεβ. κακῶς. q ἤκουον ΡΡ. f κατὰ τὴν τοῦ κυρίω πρόρρησιν ἠρνήσατο αὐτὸν ὁ Πέτρος C. 178.)

432
ὑπὸ τῆς παραχρῆμα ταραχῆς τοῦ λόγου τοῦ Κυρίου· “ ὃς “ ἀρνήσεται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν ἔμ- “ πρόσθεν τοῦ Πατρός μου,” b ἰδοὺ γὰρ ἔμπροσθεν πάντων ἤρνηται· καὶ πάλιν εἴτε αὐτῆς τῆς παιδίσκης, ὡς ὁ Μάρκος φησὶν, εἴτε ἄλλης, ὡς ὁ Ματθαῖος φησὶ, καταμηνυούσης ὡς εἴη τῶν μαθητῶν εἱς, οὐ γὰρ ἐξηκρίβωται τοῦτο τῇ μνήμῃ τῶν γραψάντων, ἐπεὶ μηδὲ συνέχον ἦν εἰς τὴν σωτήριον c πίστιν· ὁπότε ὁ Λουκᾶς οὐδὲ παιδίσκην, ἀλλ’ ἄνδρα λέγει τὸν διισχυριζόμενον, ὅτι μετὰ τοῦ Ιησοῦ καὶ οὗτος ἦν. τῶν δὴ τοιούτων οὐ σφόδρα συνεχόντων συμπεφώνηται τὸ προκείμενον d, ὅτι καὶ δεύτερον ὁ Πέτρος ἠρνήσατο μεθ’ ὅρκου μηδὲ εἰδέναι τὸν ἄνθρωπον. καὶ πάλιν ἄλλων τὰ αὐτὰ ἐπιφερόντων σφοδροτέρως ἀπώμνυτο. ὡς δὲ ὀλίγον ὁ φόβος παρῆλθε, καὶ ἀνερρώσθη ὁ λογισμὸς πρὸς τὴν μνήμην ἣν ἀπὸ τῆς ταραχῆς ἀπωλωλέκει, καὶ παραδόξως εὑρίσκει τὸν ἔλεγχον αὐτοῦ γεγενημένον ὃν ὁ Κύριος εἶπεν, καὶ τὸ σημεῖον e δὲ τοῦ ἀλεκτρυόνος αἰσθανόμενος τίνα ἠρνήσατο, ἐξελθὼν ἔξω, φησὶν, ἔκλαυσε δεινῶς f, προσεσχηκότος αὐτῷ τοῦ Χριστοῦ· ἐπιστρέψας οὖν οὐ διημάρτηκε τοῦ σκοποῦ, μεμένηκε γὰρ, ὅπερ ἦν, γνήσιος μαθητής. πεπλούτηκε γὰρ τῆς ἀφέσεως τὴν ἐλπίδα. πλὴν ἐκεῖνό φαμεν ὅτι τῶν g ἁγίων ὀλισθήματα διὰ τῶν γραφῶν μανθάνομεν, ἵνα καὶ τῆς αὐτῶν μετανοίας μιμηταὶ γενώμεθα. φάρμακον γὰρ σωτηρίας ἐπενόησεν ὁ φιλοκτίρμων h Θεὸς τὴν μετάνοιαν, ἣν ἀναιρεῖν πειρῶνται οἱ καθαροὺς ἑαυτοὺς εἶναι λέγοντες· οὐκ ἐννοήσαντες ὅτι παντός ἐστι ῥύπου μεστὸν τὸ τοιαύτην ἔχειν ἐν ἑαυτοῖς τὴν διάληψιν. καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου, καθὼς γέγραπται. κἀκεῖνο δὲ μὴ ἀγνοείτωσαν ὅτι πρὶν συλληφθῆναι Χριστὸν καὶ ἀρνήσασθαι τὸν Πέτρον, μέτοχος ἢν τοῦ σώματος τοῦ Χριστοῦ καὶ τοῦ τιμίου αἵματος, καὶ οὕτως ὠλίσθησε, καὶ τὴν ἐκ τῆς μετανοίας ἄφεσιν ἐκομίζετο. οὐκοῦν μὴ κατηγορείτωσαν τῆς τοῦ Θεοῦ γαληνότητος, μεμνημένοι λέγοντος ἐναργῶς, “ ἀνομία ἀνόμου i οὐ μὴ κακώσει “ αὐτόν. ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ.” φησὶ [*](b Quæ seq. usq. ad οὐ γὰρ ded. e Codd. Par. om. Poss. c σωτήριον om. ΡΡ. d συμπεφ. πᾶσιν ὅτι καὶ δεύτερον ἠρνήσατο ὁ Πέτρος. C. 178. e τὸ σημ. τοῦ ἀλεκ. τίνα ἠρνήσατο προσεσχηκότος αὐτὸν τοῦ Χριστοῦ. C. 178. f πικρῶς C. 178. g καὶ τὰ τῶν Ρ. h φιλοικτίρμων Ρ. φιλοκτείρμων POSS. i νόμου Ρ.)
433
δὲ ὁ Εὐαγγελιστὴς, ὅτι ὅτε ἅπαξ ἠρνήσατο, ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρὶς ἠρνήσατο, τότε δεύτερον, ἀκριβέστερον k ἐξηγούμενος τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει. καὶ ταῦτα παρ’ αὐτοῦ τοῦ διδασκάλου μαθών. καὶ γὰρ φοιτητὴς ἦν Πέτρου1. σύμφωνα m δὲ τὰ παρὰ τοῦ Ματθαίου καὶ Μάρκου· εἰ καὶ δοκεῖ ἐναντία εἶναι. ἐπειδὴ γὰρ καθ’ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον εἴωθε φωνεῖν ὁ ἀλεκτρυὼν, δηλοῖ ὁ Μάρκος n ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἠγάγεο. ὥστε ἀμφότερα p ἀληθῆ· πρὶν γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο· καὶ οὐδὲ ὑπὸ τοῦ Κυρίου τῆς ἁμαρτίας ἀναμνησθεὶς q κλαῦσαι ἐτόλμα φανερῶς. ἄλλος r δέ φησιν ὡς τοῦ Ματθαίου s ἁπλῶς καὶ ἀορίστως πρὶν ἀλέκτορα φωνῆσαι λέγοντος τὸ παρειμένον προσέθηκεν ὁ Μάρκος συνήθως λέγων u τὴν ἐπικρατεστέραν τῶν πάντων ἀλεκτρυόνος x φωνὴν, ὥσπερ καὶ τὴν ἡμέραν τὴν καθαρὰν καὶ τοῖς πᾶσι διαφανῆ. ἡρμήνευσεν y οὖν φησιν ὁ Εὐαγγελιστὴς τὸ πρὶν ἀλέκτορα ἐκφωνῆσαι ποίαν εἶπε τὴν δευτέραν καὶ πᾶσι καταφανῆ, οὐκ ἐναντιούμενος τοῖς ἄλλοις. Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν, καὶ παρέδωκαν τῷ Πιλάτῳ. Προσήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδόθησαν καὶ αὐτοὶ ταῖς τῶν Ῥωμαίων στρατιαῖς, καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ’ αὐτοῖς προαπηγγελμένα. ὁ μὲν γάρ φησιν, “ οὐαὶ τῷ ἀνόμῳ “ πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.” ὁ δὲ, “ καθὼς ἐποίησας, οὕτως ἔσται σοι, τὸ ἀνταπόδομα ἀνταποδοθήσεται [*](k ἀκριβ. δὲ ὁ παρὼν Εὐαγγελιστὴς ἐξηγούμενος τοῦ Πέτρου τὴν ἀσθένειαν C. 178. 1 ἦν γὰρ μαθητὴς Πέτρου C. 178. m σύμφωνα δὲ ταῦτα καὶ τὰ παρὰ τῷ Ματθαίῳ καὶ τοῖς λοιποῖς C. 1 78. n δηλῶν ὁ παρὼν Εὐαγγελιστὴς C. 178. ο τῶν προρρήσεων τοῦ Κυρίου add. C. 178. P ἀμφ’. τῶν Εὐαγγελικῶν C. I 78. q ἀναμν. προσεσχηκότος αὐτῷ C. 178. r ἕτερος C. 178. s τ. M. κω τῶν ἄλλων C. 178. t οὗτος C 178. μ λεγόντων PP. x ἀλεκτρυόνων Ρ. y ἡρμ. τοίνυν ὁ παρὼν Εὐαγγ. τὸ εἰρημένον C. 178.)
434
σοι εἰς κεφαλήν σου. ἐρωτήσαντος δὲ τοῦ Πιλάτου, “ σὺ εἶ ὁ “ βασιλεὺς τῶν Ἰουδαίων ; ” ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, “ σὺ εἶπας.” ἐπειδὴ γὰρ κατὰ τὸν Λουκᾶν ἤρξαντο κατηγορεῖν αὐτοῦ λέγοντες, “ τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν,” καὶ τὰ ἑξῆς· ἐρωτηθεὶς παρὰ Πιλάτου ὁ Ἰησοῦς ἀπεκρίθη, “ σὺ εἶπας,” ἵνα μὴ διὰ τῆς σιωπῆς τὴν συκοφαντίαν αὐτῶν βεβαιώσῃ, μήτε διὰ τῆς ἀρνήσεως δειλίας ἀπενέγκῃ τὴν δόξαν.

z Προσήγαγον Πιλάτῳ τὸν Ἰησοῦν οἱ τῶν Ἰουδαίων ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, ὡς ἀντάρτην καὶ βασιλέα τῶν Ἰουδαίων λέγοντα ἑαυτὸν εἶναι. ἐρωτήσαντος δὲ αὐτὸν τοῦ Πιλάτου εἰ αὐτὸς εἴη ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἵνα μήτε διὰ τῆς σιωπῆς τὴν συκοφαντίαν αὐτῶν βεβαιώσῃ, μήτε διὰ τῆς ἀρνήσεως δειλίας ἀπενέγκῃ δόξαν, ἀποκριθεὶς εἶπεν αὐτῷ, “ σὺ “ εἶπας.” κατηγορηθεὶς δὲ ὑπὸ τῶν ἀρχιερέων πολλὰ ἔλεγον γὰρ κατὰ τὸν Λουκᾶν “ τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ “ κωλύοντα φόρους Καίσαρι διδόναι, καὶ λέγοντα ἑαυτὸν Χριστὸν “ βασιλέα εἶναι.” ἐθαύμασεν ὁ Πιλᾶτος, πῶς ὁ λογιώτατος διδάσκαλος ὡς ἀναίτιος δυνάμενος ἀπολογισάμενος ἀπολυθῆναι, οὐκ ἀπολογεῖται, ἀλλ’ ἑκὼν ὑπομένει παθεῖν, μεγαλοφυῶς ὑπερορῶν τοὺς κατηγόρους. διὸ καὶ ἔλεγε πρὸς αὐτὸν, “ οὐκ ἀποκρίνῃ οὐδέν ; “ ἴδε πόσον καταμαρτυροῦσιν ; ” ἐκκαλούμενος αὐτὸν εἰς ἀπολογίαν, ἵνα ὡς ἀναίτιον ἀπολύσῃ αὐτόν· πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου δυσσεβέστεροι Ἰουδαῖοι. ὁ μὲν γὰρ Πιλᾶτος παντὸς αἰτιάματος ἀπαλλάττων αὐτὸν, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ τρίτον, καὶ τὸ ἐκ συνηθείας ἀνέμνησεν αὐτοὺς ἐξαιτῆσαι αὐτὸν δὶς ἐν τῇ ἑορτῇ ἐξουσίαν ἔχειν αὐτοὺς, τοῦτο ποιεῖν βουλόμενος αὐτούς. οἱ δὲ ἐπίσχυον λέγοντες, “ σταύρωσον αὐτὸν,” συκοφαντιῶν συλλέγοντες ἀφορμὰς, καὶ ἀνέκραγον παμπληθῆ λέγοντες, “ αἶρε “ τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν.” οὕτος ἦν διὰ φόνον καὶ στάσιν βεβλημένος εἰς τὴν φυλακήν· “ καὶ τὸν ἅγιον καὶ “ δίκαιον ἠρνήσαντο, καὶ ἄνδρα φονέα ᾔτησαν χαρισθῆναι ” ἵνα τῆς ἐκείνου μερίδος γένωνται κοινωνοί.

[*](z Hæc add. e Cod. 178. ut ejus varietas ex coll. cum Cod. P. Poss. magis appareat.)
435

Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο.

Εἷς ἦν τοῖς ἀνοσίοις Ἰουδαίοις ὁ σκοπὸς τὸ καταγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα εἰς ζωήν· πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. ὁ μὲν γὰρ Πιλάτος αἰτιάματος παντὸς ἀπήλλαττε τὸν Ἰησοῦν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ τρίτον. οἱ δὲ ἐπίσχυον λέγοντες, “ σταύρωσον αὐτὸν,” συκοφαντιῶν συλλέγοντες ἀφορμάς. καὶ ταῦτα λέγουσιν ἐπετίμα Πιλάτος λέγων, “ τί γὰρ κακὸν ἐποίησε ” καὶ τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν, θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν ἁπάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον· ἵνα καὶ ἔτι φορτικωτέραν ὑπομείνωσι κόλασιν, ἀνέκραγον παμπληθεὶ λέγοντες, “αἶρε “ τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν,” “ καὶ τὸν ἅγιον καὶ “ δίκαιον ἠρνήσαντο,” καθά φησιν ὁ ἅγιος Πέτρος, “ καὶ ᾐτήσαντο “ ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς,” ἵνα τῆς ἐκείνου μερίδος γένωνται κοινωνοί. ἐπέκρινε τοίνυν ὁ Πιλάτος γενέσθαι τὸ αἴτημα αὐτῶν, καὶ νίκην νενικήκασιν ὀλέθρου μητέρα, καὶ ὁ Σωτῆρ’ δὲ ὅτι διεφθαρμένον ἑώρα τὸ δικαστήριον ἅπαν, πρὸς οὐδὲν ἀποκρίνεται, ἀλλὰ σιγᾷ. διατί δὲ φραγελλώσας αὐτὸν ὁ Πιλάτος παρέδωκεν ἵνα σταυρωθῇ ; ἢ ὡς κατάδικον, ἣ σχῆμα περιθεῖναι τῇ κρίσει βουλόμενος, ἣ ἐκείνοις χαρίσασθαι.

Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενος, κρανίου τόπος. καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε.

Ὥσπερ ἔκ τινος συνθήματος εἰς ἅπαντας τότε ὁ διάβολος ἐχόρευσε. καὶ γὰρ τέρψιν ἐποιοῦντο καὶ οἱ στρατιῶται τὰς εἰς αὐτὸν ὐβρεις a· ἢ D καὶ αὐτοὶ χαριζόμενοι τοῖς Ἰουδαίοις, ἣ καὶ κατ’ οἰκείαν δυστροπίαν ἅπαντα πράττοντες. καὶ αἱ ὕβρεις διάφοροι καὶ ποικίλαι. τὴν θείαν κεφαλὴν ἐκείνην ποτε μὲν κολαφίζοντες, ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκανθῶν ὕβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον· ἔτι δὲ καὶ χλευάζοντες πορφύραν ἐνδύσαντες, τιθέντες τὰ γόνατα προσεκύνουν, ἐμπτύοντες εἰς αὐτὸν ἄνδρες [*](a Ὥσπερ ἔκ τινος συνθήματος καθάπερ τέρψιν ἐποιοῦντο καὶ αὐτοὶ τὰς εἰς αὐτὸν ὕβρεις. Cod. 178. b ἴσως Ρ.)

436
ἐναγεῖς καὶ ἀκάθαρτοι e. τίς οὖν ἡμῖν ἔσται λοιπὸς λόγος ἐπὶ ὕβρεσι κινουμένοις ; καὶ γὰρ ἔσχατος ὅρος ὕβρεως τὸ γινόμενον ἦν. εἰκότως οὐ πάρεισιν οἱ μαθηταὶ, μήποτε τούτοις αὐτοῖς σκανδαλισθῶσι· πάντα γὰρ λόγον ὑπερβαίνει τὰ γεγενημένα. ἐπειδὴ γὰρ ἐνέπαιξαν e, ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι, καὶ Σίμωνί, φησι, Κυρηναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν Εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον. ἀληθὲς δὲ πάντως τοῦτο τε κἀκεῖνο. ἤνεγκε μὲν γὰρ τὸν σταυρὸν ὁ Σωτῆρ’, κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντα τὸν Κυρηναῖον κατεσχήκασι, καὶ μετέθηκαν ἐπ’ αὐτῷ τὸ ξύλον. τούτου γὰρ χάριν καὶ ὁ Ματθαῖός φησιν, “ ἐξερχόμενοι γὰρ εὗρον ἄν- “ θρωπον Κυρηναῖον ὀνόματι Σίμωνα, τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ “ τὸν σταυρὸν αὐτοῦ·” ὡς αὐτοῦ βαστάσαντος ἀπὸ τῆς πόλεως ἐς ὅθι f. καὶ Μάρκος· “ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐ- “ τὸν, καὶ ἀγγαρεύουσί τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ “ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν “ αὐτοῦ.” πρὸς ἐντελεστέραν γὰρ μάθησιν προστίθησι καὶ τίνων πατέρα· τυχὸν ἀμφισβητούντων τινῶν περὶ τοῦ βαστάσαντος· ἣ ὡς ἔτι περιόντος καὶ ἐξηγήσασθαι δυναμένου τὰ γενόμενα περὶ τοῦ σταυροῦ g Ἰησοῦ· τάχα δὲ h τοῦτο προσέθηκε βεβαιῶν τὰ εἰρημένα τοῖς Εὐαγγελισταῖς, οὐκ ἀνατρέπων.

i Ἐπειδὴ ἐμπαίξαντες ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι, ἀγγαρεύουσί τινα Σίμωνα Κυρηναῖον j ἐρχόμενον ἀπ’ ἀγροῦ, ἵνα ἄρῃ τὸν σταυρόν· καὶ γὰρ καὶ αὐτὸ τὸ ξύλον οἰωνίζοντο, καὶ οὐδὲ θιγεῖν ἠνείχοντο· ἕτερος δὲ τῶν Εὐαγγελιστῶν καὶ αὐτόν φησι τὸν Ἰησοῦν βαστᾶσαι τὸ ξύλον. Ἀληθὲς δὲ τοῦτο κἀκεῖνο· ἔφερε μὲν γὰρ πρῶτον ὁ Σωτῆρ’ τὸν σταυρὸν, κατὰ μέσην δὲ ἴσως τὴν ὁδὸν ὑπαντήσαντα τὸν Κυρηναῖον κατεσχήκασι καὶ μετέθηκαν ἐπ’ αὐτῷ τὸ ξύλον, δῆλον ὅτι τοῦ Κυρίου βαστάσαντος ἔσωθεν τῆς πόλεως, διὸ καὶ ὁ Ματθαῖος οὕτω φησί· “ καὶ ἐξερχόμενοι “ εὗρον ἄνθρωπον Κυρηναῖον,” καὶ τὰ ἑξῆς, πρὸς ἐντελεστέραν δὲ [*](c μιαροὶ καὶ ἐναγεῖς Poss. qui prӕced. om. ab ἔτι δὲ κ. χλ. ded. c Cod, 178. d καὶ αὐτοὶ σκαν. Cod. 178. e ἐπειδὴ ἐμπαίξαντες C. 178. f ἔσωθεν Ρ. g περὶ τὸν σταυρὸν Ρ. h ἢ διὰ οἱασδήποτε αἰτίας Ρ. i Sic Cod. 178. j Κυριναῖον Cod.)

437
μάθησιν, καὶ τίνων πατέρα τὸν Σίμωνα φησίν· τυχὸν ἀμφισβητούντων τινῶν περὶ τοῦ βαστάσαντος, ἢ ὡς ἔτι περιόντος καὶ ἐξηγήσασθαι δυναμένου τὰ γενόμενα περὶ τὸν σταυρὸν τοῦ Ἰησοῦ.

Καὶ σταυρώσαντες αὐτὸν, διεμέριζον τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτὰ, τίς τί ἄρῃ.

Άθρει πῶς ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος τὴν τοῦ ἀνθρώπου φύσιν ἐπανορθοῖ πρὸς τὸ ἐν ἀρχαῖς, ἀναφέρων διὰ τοῦτο γενέσθαι καθ’ ἡμᾶς, δι’ ἡμᾶς τὰ ἡμῶν ὑπομείνας πάθη. ἀπηρτημένου k γὰρ τοῦ τιμίου σταυροῦ, συνεκρέμαντο δύο λῃσταί. καὶ ὕβρις μὲν ὁμολογουμένως τόγε ἧκον εἰς τὸν τῶν Ἰουδαίων σκοπόν· πλὴν ἀνάμνησις προφητείας λεγούσης, “ καὶ μετὰ ἀνόμων ἐλογίσθη. ” ἀλλὰ διὰ τῶν αὐτοῦ παθημάτων εἰς ἡμᾶς τρέχει τὰ ἀγαθά. αὐτὸς γὰρ ἐκτέτικεν ὑπὲρ ἡμῶν τὰ ὀφειλήματα· αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. ἰστέον δὲ ὡς οὔτε ὁ εἰπὼν ὄξος μετὰ χολῆς προσενεχθῆναι τῷ Ἰησοῦ, ἐψεύσατο, οὔτε ἐναντιοῦται τῷ λέγοντι ἐσμυρνισμένον οἶνον προσενεχθῆναι, οὔτε τῷ ἁπλῶς εἰπόντι ὄξος. ὁ μὲν γὰρ πρὸ τοῦ σταυροῦ λέγει, ὁ δὲ ἐν τῷ σταυρῷ προσενεχθῆναι, οὐ τὸ αὐτὸ λέγοντες, καὶ τὸ λαβεῖν, καὶ τὸ γευσάμενον ἀποδοῦναι, καὶ μὴ γεύσασθαι τὴν ἀρχήν. τὸν γὰρ οἶνον μετὰ χολῆς ἔφη Ματθαῖος γευσάμενον, μὴ θελῆσαι πιεῖν· ὁ Μάρκος δὲ μὴ γεύσασθαι τὴν ἀρχὴν ἐσμυρνισμένον οἶνον. Ἰωάννης δὲ ὄξος καὶ χολὴν μετὰ ὑσσώπου ἔφη· οὐδενὶ τούτων ἐναντιούμενος τῶν μηδὲ μνησθέντων. πολλῶν γὰρ γινομένων εἰς αὐτὸν, οἷον1 ἐν τοσαύτῃ ἀταξίᾳ πλήθους παροινοῦντος, ὁ μὲν τοῦτο προσέφερεν, ὁ δὲ ἐκεῖνο, ὁ δὲ ἄλλο. πολλὰ δὲ καὶ παρεῖται· πάντα δὲ ἀληθῆ εἴρηται, ὑπὸ μάρτυσι τοῖς ἐπισταμένοις αὐτὸν, γράφοντες οὐκ εἰκῆ, οὐδὲ ὡς ἔτυχεν τὰ παρατυχόντα, καὶ ἐπὶ τῶν τυχόντων, ἀλλ’ ἐπὶ τῶν ἐλέγξαι δυναμένων, εἴτι παρὰ τὰ γινόμενα γράφειν ἐτόλμησαν· ἀλλ’ οὐδὲ ὁ εἰπὼν ὅτι γευσάμενος εἶπε, “ τετέλεσται,” δείκνυσιν ὅτι ἔπιεν. οὐδὲ γὰρ διέστηκε τὸ ἁπλῶς γεύσασθαι τοῦ μὴ πιεῖν· ἀλλ’ ἕν τι καὶ τὸ αὐτὸ δηλοῖ. ἐπειδὴ τοίνυν εἰπόντες τῷ Πιλάτῳ ἀνελεῖν τὴν αἰτίαν αὕτη δὲ ἦν τὸ γεγράφθαι, “ ὁ βασιλεὺς τῶν Ἰουδαίων”) οὐδὲν ἴσχυσαν, ἀλλ’ ἐνεστήκει [*](k ἀπηρτισμένου Ρ. 1 οἷα Ρ.)

438
λέγων, “ ὃ γέγραφα, γέγραφα,” ὡς ἕτερός φησι τῶν Εὐαγγελιστῶν, ἐπειρῶντο λοιπὸν δι’ ὧν ἐχλεύαζον δεῖξαι ὅτι οὐκ ἔστι βασιλεύς. οὗτος μέν φησιν ὅτι τρίτῃ ὥρᾳ ἐσταυρώθη ὁ Ἰησοῦς, Ματθαῖος δὲ ὅτι ἕκτῃ ὥρᾳ σκότος ἐγένετο· καὶ εἰκὸς μὲν ἐσταυρῶσθαι ἀπὸ τρίτης ὥρας, ἀπὸ δὲ ἕκτης τὸ σκότος γεγενῆσθαι καὶ τὰ λοιπὰ σημεῖα, ἅπερ ἱκανὰ ἢν αὐτοὺς ἐπιστρέψαι, οὐ τῷ μεγέθει τοῦ θαύματος μόνον, ἀλλὰ καὶ τῷ εὐκαίρως συμβῆναι· μετὰ γὰρ πάντα τῆς παροινίας ταῦτα γίνεται, ὅτε τὸν θυμὸν εἴασαν, καὶ πάντα ἐπαύσαντο λέγοντες καὶ ποιοῦντες. τινὲς δέ φασιν, ὅτι τὴν μὲν τοῦ λαοῦ ἀπόφασιν οὗτος ἐπιμνησθεὶς εἶπε, ταύτην ὤραν ἐσταυρῶσθαι τὸν Ἰησοῦν ὑπὸ τοῦ λαοῦ τρίτη γὰρ ὥρα ἦν ὅτε ὁ λαὸς αὐτὸν κατέκρινε σταυρωθῆναι τῶν 1ουδαίων· οἱ δὲ λοιποὶ τῆς ἕκτης ἐμνήσθησαν, ἐν ᾗ τὴν ὑπὸ Πιλάτου ἀπόφασιν λαβὼν σταυροῦται ὑπὸ τῶν στρατιωτῶν, ᾧ καὶ συμφώνως οἱ λοιποὶ τῶν Εὐαγγελιστῶν ἔφασαν.

Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐαὶ, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν.

Καὶ ἐπὶ τοῦ σταυροῦ βλέποντες ἀνεσκολοπισμένον ὀνειδίζουσι καὶ αὐτοὶ οἱ παραπορευόμενοι· καὶ, ὃ πάντων χαλεπώτερον ἦν, καὶ ἐπ’ αἰτίᾳ ἀπατεῶνος καὶ πλάνου τὰ αὐτὰ παθεῖν. διὸ καὶ ἔλεγον, “ ὁ Χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ κατάβηθι ἀπὸ τοῦ σταυροῦ·” καὶ πάλιν, “ ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.” καίτοι φαίη τις ἃν πρὸς αὐτοὺς, εἰ ἄλλους ἔσωσεν, καὶ οτͅσθα τοῦτο κα ἀλήθειαν γεγονὸς, πῶς οὐκ ἂν ἴσχυσεν ἑαυτὸν τῶν σῶν ἐξελέσθαι χειρῶν ; ἀλλ’ ἐντεῦθεν καὶ τὰ πρότερα σημεῖα ἐπεχείρουν διαβάλλειν. οὐκοῦν οὐδὲ οἱ προφῆται ἦσαν, οὐδὲ οἱ δίκαιοι δίκαιοι. ἐπειδὴ αὐτοὺς οὐκ ἐξήρπαζεν τῶν κινδύνων ὁ Θεός. ἀκριβέστερον δὲ ὁ Λουκᾶς περὶ τῶν λῃστῶν ἐκτίθεται. ὁ μὲν γὰρ Ματθαῖος καὶ Μάρκος παρατρέχοντες εἶπον· ὅτι καὶ οἱ συσταυρωθέντες ὠνείδιζον αὐτόν. ὁ δὲ Λουκᾶς ἕνα μὲν τὸν βλασφημήσαντα, τὸν δὲ ἕτερον ἐπιτιμᾷν αὐτῷ, ᾧ καὶ δικαίως ἐπηγγέλθη μεγάλη τιμή. ἠδύναντο δὲ καὶ οἱ δύο πρότερον βλασφημεῖν, οὐκ εἰδότες ἐφ’ ᾧ κατεκρίθη· μαθόντες δὲ, τὸν μὲν ἕτερον παραιτήσασθαι βλασφημεῖν,

439
τὸν δὲ ἕτερον καὶ μαθόντα μὴ ἀποσχέσθαι, ἀμετάθετον ἔχοντα τὴν πονηρίαν.

Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν, ἕως ὥρας ἐννάτης· καὶ τῇ ὥρᾳ τῆ ἐννάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἐλωῒ, Ἐλωῒ, λαμμᾶ σαβαχθανί ; ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες ;

Ἕκτης ὥρας λοιπὸν γενομένης, γέγονεν ὅπερ ᾔτουν τὸν Ἰησοῦν ἐξ οὐρανοῦ σημεῖον. ὅπερ καὶ ὑπέσχετο δώσειν λέγων, “ γενεὰ “ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθή- “ σεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ,” καὶ “ ὅταν ὑψώσητε τὸν υἱὸν “ τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.” καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλωμένου ταῦτα γενέσθαι, ἢ βαδίζοντος ἐπὶ τῆς γῆς. καὶ ὅπερ οὐδέποτε πρότερον συνέβη, ἀλλ’ ἢ ἐν Αἰγύπτῳ μόνον ὅτε τὸ Πάσχα ἐτελεῖτο· καὶ γὰρ ἐκεῖνα τούτων τύπος ἦν. καὶ ἵνα μὴ εἴπωσιν, ἔκλειψιν εἶναι τὸ γεγενημένον. διὰ τοῦτο καὶ τέσσαρες καὶ δέκατον γίνεται, ὅτε ἔκλειψιν συμβῆναι ἀμήχανον. ἐν μέσῃ δὲ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν. καὶ μετὰ τοῦτο δὲ φθέγγεται, ἵνα μάθωσιν ὅτι ἔτι ζῇ, καὶ αὐτὸς τοῦτο ἐποίησε, καὶ γένωνται καὶ ἐντεῦθεν ἐπιεικέστεροι. καὶ λέγει, “ Ἐλωῒ, Ἐλωῒ, λαμμᾶ σαβαχθανὶ,” ἵνα μάθωσιν ὅτι μέχρις ἐσχάτης ἀναπνοῆς τιμᾷ τὸν πατέρα καὶ οὐκ ἔστιν ἀντίθεος. διὸ καὶ προφητικὴν ἀφῆκε φωνὴν, ὥστε αὐτὸν γενέσθαι κατάδηλον, διὰ πάντων δεικνὺς αὑτοῦ τὴν ὁμόνοιαν τὴν πρὸς του γεγενηκοτα.

Καί τινες τῶν παρεστηκότων ἀκούσαντες, ἔλεγον, Ἰδοὺ, Ἠλίαν φωνεῖ. δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτὸν, λέγων, Αφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.

Ἀλλ᾿ ὅρα καὶ ἐντεῦθεν τὴν διάνοιαν k αὐτῶν. ἐνόμιζον γάρ, φησιν, Ηλίαν εἶναι τὸν καλούμενον· στρατιωτῶν ὡς οἶμαι ἄγνοια τοῦτό γε. καὶ ἡ τοῦ ὄξους πάλιν προσαγωγὴ διὰ τοῦ σπόγγου, τῆς [*](k ἄνοιαν P.)

440
ἀναισθήτου καὶ ἀπαιδεύτου παιδιᾶς ἔργον ἦν. ὡς καὶ Ἰουδαϊκὴν καὶ Ἑλληνικὴν χλεύην ὑπέμεινεν ὁ Κύριος. τὸ δὲ, “ ἵνα τί;” δείκνυσιν ὅτι οὐδεμία παρ’ αὐτῷ αἰτία· καὶ ὅτι οὐκ ἐγκαταλέλειπτο, προεῖπεν “ ὅτι οὐκ εἰμὶ μόνος. ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.” ἐν ἑαυτῷ δὲ τυποῖ τὸ ἡμέτερον. ἡμεῖς γὰρ οἶμαι οἱ καταλελειμμένοι καὶ παρεωραμένοι, εἶτα προσκεκλημένοι k καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν.

Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσε.

Ἵνα δειχθῇ ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται· τι γάρ φησιν ὁ παρὼν Εὐαγγελιστής ; “ ἐθαύμασεν ὁ Πιλάτος εἰ ἤδη “ τέθνηκε 1,” καὶ ὅτι ὁ κεντυρίων διὰ τοῦτο μάλιστα ὅτι μετ’ ἐξουσίας ἀπέθανεν. ἡ δὲ φωνὴ, ὥς φησι Λουκᾶς, ἦν, “ Πάτερ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.” καὶ τοῦτο γὰρ κατώρθωται ταῖς ἡμετέραις ψυχαῖς διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ εἰς χεῖρας Θεοῦ ζῶντος ἀπαλλαττομένας τοῦ σώματος πέμπεσθαι. καὶ τοῦτο εἰδὼς ὁ Πέτρος γράφει, “ ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ κτιστῇ “ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς.”

m Ἵνα δειχθῇ ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται ὄντως ἐφώνησεν n. Ὡς γὰρ ὁ παρὼν Εὐαγγελιστής φησι, καὶ ἐθαύμασεν ὁ Πιλᾶτος, εἰ ἤδη τέθνηκε· διὰ τοῦτο καὶ μάλιστα καὶ ὁ κεντυρίων ἐπίστευσεν, ὅτι μετ’ ἐξουσίας ἀπέθανε, μεγάλην γὰρ φωνὴν ἀφῆκε, τουτέστι λαμπρὰν καὶ μηδὲν θανάτου φέρουσαν σημεῖον. ἡ δὲ φωνὴ, ὡς ὁ Λουκᾶς φησι, τοιαύτη, “ Πάτερ, “ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου·” αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε καὶ τὰ μνημεῖα ἀνέῳξε, καὶ τὸν οἶκον ἐποίησεν ἔρημον· οὐκ ἐνυβρίζων εἰς τὸν ναὸν, ἀλλ’ ἀναξίους αὐτοὺς ἀποφήνας τῆς ἐκεῖ διατριβῆς, καὶ προφητεία τῆς μελλούσης ἐρημώσεως ἦν· καὶ ὡς ἤδη συντελεῖσθαι δεῖ τὴν τοῦ νόμου σκιὰν, παραχθῆναι δὲ τὰ ἅγια τῶν ἁγίων τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς, εἰς τὴν ἐσωτέραν λοιπὸν τρέχωμεν σκηνὴν οἱ πιστεύοντες εἰς Χριστόν. Ὁ μὲν οὖν κατὰ Ματθαῖον κεντυρίων καὶ οἱ στρατιῶται, ὡς ἂν ἰδόντες [*](k προσειλημμένοι Ρ. 1 τεθνήκει Ρ. m Sic C. 178. n ἐποίησεν Cod. sed cuni var. ἐφώνησεν.)

441
τὸν σεισμὸν καὶ τὰ γεγονότα, οἶον τὸ καταπέτασμα καὶ τὰς πέτρας σχισθέντα, ἐφοβήθησαν σφόδρα, λέγοντες, “ ἀληθῶς Θεοῦ “ Υἱὸς ἦν οὗτος·” οὗτοι δὲ καὶ ὁ κατὰ τὸν Λουκᾶν κεντυρίων ἄνθρωπον λέγουσι τὸν Ἰησοῦν υἱὸν Θεοῦ δίκαιον, ἴσως μὲν ἐκεῖνο οὐκ εἰδότες, μόνον δὲ ἀκούσαντες αὐτοῦ τὴν μεγάλην φωνὴν, καὶ ἐπὶ ταύτῃ ταχέως ἀποπνεύσαντα ἰδόντες, οὐδ’ ὑποτμηθέντων αὐτοῦ τῶν ἀγκυλῶν κατὰ τὸ ἔθος.

Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. ἰδὼν δὲ ὁ Κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν, ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ.

Αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἠνέῳξε, καὶ τὸν οἶκον ἐποίησεν ἔρημον. ἐποίησε δὲ τοῦτο, οὐκ ἐνυβρίζων εἰς τὸν ναὸν, ἀλλ’ ἀναξίους αὐτοὺς ἀποφήνας τῆς ἐκεῖ διατριβῆς· ἀλλὰ καὶ προφητεία τῆς μελλούσης ἐρημώσεως ἦν, καὶ ὡς ἔδει συντελέσθαι τὴν τοῦ νόμου σκίαν· παραδειχθῆναι δὲ τὰ ἅγια τῶν ἁγίων διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένης n, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς εἰς τὴν ἐσωτέραν λοιπὸν τρέχωμεν σκηνὴν, οἱ κατ’ ἴχνος ἰόντες Χριστοῦ. καὶ πῶς οὐκ ἀληθινὸς ὁ τοῦ Θεοῦ υἱὸς ὁ τὰς πέτρας διαρρήξας, τὴν οἰκουμένην σκοτώσας, καὶ ἀνοίξας τὰ μνήματα, καὶ νεκροὺς ἀναβιῶναι παρασκευάσας, οὐχ ἁψαμένους τοῦ σώματος ἀνακειμένου o ἐπὶ τοῦ σταυροῦ, θελήματι μόνον ἀναστήσας αὐτούς ; καὶ διὰ τοῦτο οὐχ ἁπλῶς ἐγείρονται, ἀλλὰ καὶ πέτραι ῥήγνυνται, καὶ γῆ σείεται· ἵνα μάθωσιν ὡς ὁ ταῦτα ποιῶν, πολλῷ μᾶλλον αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ ῥῆξαι.

Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῇ μήτηρ, καὶ Σαλώμη, αἳ καὶ ὅτε ἦν ἐν τῆ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῶ· καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῶ εἰς ροσόλυμα.

Ἔλαττον ἦν φοβερὸν ταῖς γυναιξὶν, ἤπερ τοῖς Ἀποστόλοις τὸ [*](n τοῖς ε. χ. δεδικαιωμένοις Ρ. ο ἄνω κειμένου Ρ.)

442
πρᾶγμα· καὶ παραμένουσιν Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ μήτηρ τοῦ Κυρίου, καὶ τοῦ Ἰωσῆ μήτηρ. διὸ καὶ Ἰωάννης ἔφη παρεῖναι τῷ σταυρῷ τὴν μητέρα. ἡ δὲ διακονία τῶν γυναικῶν τῶν ἑπομένων τὰ ἀπὸ τῶν χρημάτων ἀναλώματα. ἀναγκαία δὲ καὶ κατὰ θεὰν ἡ παραμονὴ τῶν γυναικῶν εἰς τὸ γνῶναι ποῦ τίθεται, ἵνα αὐτῷ ἅπαν. τήσωσι, καὶ τῆς ἀναστάσεως τὴν ἐπαγγελίαν p τοῖς μαθηταῖς κομίσωσι. τὸ γὰρ γένος τὸ κατακριθὲν, τοῦτο πρὸς τὸ ἀπολαύειν q τῆς τῶν ἀγαθῶν θεωρίας προτιμότερον. τὴν δὲ μητέρα τοῦ Κυρίου ὑπονοητέον λέγειν Ματθαῖόν τε καὶ Μάρκον μητέρα Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ, ὥς φησιν ὁ μακάριος Ἰωάννης. Ἀπολινάριος δὲ μηδὲ μνήμην αὐτῆς πεποιηκέναι φησὶ Ματθαῖον καὶ Μάρκον· τὴν δὲ Σαλώμην ἴσως ὑπονοητέον λέγειν τὸν Μάρκον τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου, ἧσπερ καὶ ὁ Ματθαῖος ἐμνημόνευσεν ἀνωνύμως. τούτων γὰρ ὡς ἐπὶ σεμνοτέρων δι’ ἀρετὴν μνημονεῦσαι καλῶς ἐδοκίμασαν.

r Ἀναγκαία καὶ κατὰ Θεὸν ἡ παραμονὴ τῶν γυναικῶν εἰς τὸ γνῶναι ποῦ τίθεται, ἵνα ἀπαντήσωσι, καὶ τῆς ἀναστάσεως τὴν ἐπαγγελίαν κομίσωσι τοῖς μαθηταῖς· τὸ γὰρ γένος τὸ μάλιστα κατακριθὲν τοῦτο πρῶτον ἀπολαύει τῆς τῶν ἀγαθῶν θεωρίας· οὐχ οὕτω γὰρ φοβερὸν ἦν τὸ παραμεῖναι καὶ ταῦτα θεωρῆσαι ταῖς γυναιξὶν, ἤπερ τοῖς μαθηταῖς. Παραμένουσι δὲ Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ μήτηρ τοῦ Κυρίου, καὶ ἡ μήτηρ τῶν υἱῶν s Ζεβεδαίου. φησὶ γὰρ ὁ Ἰωάννης παρεῖναι τῷ σταυρῷ τὴν τοῦ Κυρίου μητέρα, ἥν τινα Ματθαῖός τε καὶ Μάρκος μητέρα Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ λέγουσι, τινὲς δὲ τῶν ἐξηγητῶν μηδὲ μνήμην αὐτῆς πεποιηκέναι φασὶ Ματθαῖόν τε καὶ Μάρκον, τήν τε Σαλώμην ὑπονοητέον λέγειν τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου, ἧσπερ καὶ ὁ Ματθαῖος ἐμνημόνευσεν ἀνωνύμως· τούτων γὰρ ὡς ἐπισημοτέρων δι’ ἀρετὴν ἐμνημόνευσεν. ἡ δὲ διακονία τῶν ἑπομένων γυναικῶν τὰ ἀπὸ τῶν χρημάτων ἀναλώματα ἦν. πολλῶν δὲ οὐσῶν καὶ ἄλλων γυναικῶν, κατ’ ἐξοχὴν αὗται ὠνομάσθησαν, αἱ μᾶλλον θεωροῦσαι καὶ διακονοῦσαι καὶ κρείττων (sic) ἀκολουθοῦσαι· ἡ ἀπὸ τοῦ μεγαλυσμοῦ Μαρία, Μάγδαλα γὰρ μεγαλυσμὸς, καὶ ἡ τῶν [*](Ρ ἀπαγγελίαν Ρ. q πρῶτον ἀπολαύει Ρ r Hæc Cod. 178. s Cod.)

443
ἐπωνύμων τῶν πατριαρχῶν μήτηρ τοῦ πτερνίσαντος τὸν ἀδελφὸν, καὶ ἐφ’ ᾧ γεννηθέντι λέγει ἡ μήτηρ, “ προσθέτω μοι ὁ Θεὸς υἱὸν “ἕτερον·” καὶ ἡ τῶν υἱῶν τῆς βροντῆς μήτηρ ὀνομαζομένη Σαλώμη ἐστιν εἰρημένη.

ΚΕΦ. MH.

Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου.

Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευὴ, ὅ ἐστι προσάββατον, ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτὴς, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τολμήσας εἰσῆλθε πρὸς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.

Οὐδὲ τοῦτο ἁπλῶς γενέσθαι φαμέν· τουτέστι τὸ ὑποστῆναι τὸν θάνατον τῇ ἕκτῃ ἡμέρᾳ τὸν Κύριον. ἔδει γὰρ τὸν ἐν ἕκτῃ ἡμέρᾳ τὸν ἄνθρωπον ποιήσαντα, τῇ ἕκτῃ ἡμέρᾳ ὡσαύτως ὑποστῆναι τὸν ὑπὲρ αὐτοῦ θάνατον, ἵνα ἐξέληται αὐτὸν τῆς τοῦ θανάτου φθορᾶς, καὶ οὐδὲ τοῦτο ἁπλῶς ᾠκονόμητο, οὐ μόνον τὸ λαβεῖν αὐτὸν τὸν ἀπ’ Ἀριμαθείας Ἰωσὴφ, οὐδὲ τὸ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ κατὰ τὸν Ματθαῖον, ἵνα μὴ δῷ ὑποψίαν τινὰ, ὅτι οὐχ οὗτος ἀλλ’ ἕτερος ἀνέστη.

Εἰ καὶ μὴ ἀκόλουθος, ἀλλὰ μαθητὴς ὁ Ἰωσὴφ, ὁ πάλαι μὲν κρυπτόμενος, νῦν δὲ μέγα τολμήσας μετὰ τὸν θάνατον τοῦ Χριστοῦ. οὐδὲ γὰρ ἄσημος ἦν, οὐδὲ τῶν λανθανόντων, ἀλλὰ τῆς βουλῆς εἷς καὶ σφόδρα ἐπίσημος· ὅθεν μάλιστα τὴν ἀνδρείαν αὐτοῦ κατιδεῖν ἔνι. σχεδὸν γὰρ τὴν ψυχὴν αὑτοῦ τέθεικε, τὴν πρὸς πάντας ἀναδεξάμενος ἀπέχθειαν, καὶ τὴν περὶ τὸν Ἰησοῦν σπουδὴν, οὐ τῷ λαβεῖν μόνον οὐδὲ τῷ θάψαι πολυτελῶς, ἀλλὰ καὶ τῷ u ἐν τῷ μνήματι τῷ καινῷ, ἐνδειξάμενος· καὶ τοῦτο δὲ οὐχ ἁπλῶς ᾠκονόμητο, ἀλλ’ ὥστε μηδὲ ὑποψίαν τινὰ ψιλὴν γενέσθαι ὅτι ἕτερος ἀνθ’ ἑτέρου ἀνέστη. αἱ δὲ προειρημέναι γυναῖκες προσεδρεύουσιν, οὐδὲν οὐδέπω γενναῖον περὶ αὐτοῦ εἰδυῖαι. διὸ καὶ δῶρα ἐκόμισαν, ὥστε εἰ λωφήσειεν ἡ μανία τῶν Ἰουδαίων, καὶ ἀπελθεῖν καὶ περιχυθῆναι, [*](t Sic Ρ. ὅτε Poss. u τὸ Ρ.)

444
ἀνδρίαν τε καὶ φιλοστοργίαν καὶ μεγαλοψυχίαν πολλὴν ἐνδεικνύμεναι τὴν ἐν χρήμασι τὴν μέχρι θανάτου.

Καὶ διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία Ἰακώβου, καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσι τὸν Ἰησοῦν.

Μετὰ τὴν ἀνάστασιν ἦλθεν ὁ Ἄγγελος, καὶ τὸν λίθον ᾖρεν διὰ τὰς γυναῖκας. αὗται γὰρ αὐτὸν εἶδον ἐν τῷ τάφῳ τότε. ἵνα οὐν πιστεύσωσιν ὅτι ἠγέρθη, ὁρῶσαι τὸν τάφον κενὸν τοῦ σώματος, ἀνείλκυσε τὸν λίθον. παραγεγενῆσθαι δὲ αὐτὰς ἐπὶ τοῦ τάφου t ὁ μὲν Ματθαῖος ὀψὲ σαββάτων φησὶν, ὁ δὲ Λουκᾶς ὄρθρου βαθέος, καὶ Ἰωάννης μιᾷ τῶν σαββάτων φησὶ πρω·ὶ· σκοτίας ἔτι οὔσης, ὡς φαίνεσθαι προκεκοφυῖαν u τὴν νύκτα πολὺ, καὶ πρὸς ἡμέραν εἶναι. τὸν γὰρ τοιοῦτον καιρὸν δυνατὸν καὶ ὀψὲ σαββάτων καλεῖσθαι καὶ βαθὺν ὄρθρον τῆς μιᾶς τῶν σαββάτων. λίαν δὲ πρω·ὶ· καὶ ὁ Μάρκος εἰπὼν, τὸ νυκτερινὸν ἔτι τῆς ὥρας ἐδήλωσε. δῆλον γὰρ ὅτι οἱ μὲν μίαν σαββάτου εἰπόντες, τὴν ἀναστάσιμον ἡμέραν ἠβουλήθησαν ἐπιδεῖξαι. ὁ δὲ Ματθαῖος τὸ ὀψὲ τοῦ σαββάτου λέγων, τὴν ἀρχὴν τῆς ἀναστάσεως δηλοῖ. ἄρχεται γὰρ ὁ σαββατισμὸς Ἰουδαίων καὶ πᾶσα ἑορτὴ νόμιμος ἀπὸ ἑσπέρας. ἐπειδὴ δὲ ἔν τισι τῶν ἀντιγράφων πρόσκειται τοῦ κατὰ Μάρκον Εὐαγγέλιου x, “ἀναστὰς “ δὲ τῇ μιᾷ τοῦ σαββάτου πρωὶ, ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ, “ καὶ τὰ ἑξῆς.’ δοκεῖ δὲ τοῦτο διαφωνεῖν τῷ ὑπὸ Ματθαίου εἰρημένῳ, ἐροῦμεν ὡς δυνατὸν ἦν εἰπεῖν ὅτι νενόθευται ἐν τῷ παρὰ Μάρκῳ τελευταῖον ἔν τισι φερόμενον. πάλιν πλὴν y ἵνα μὴ δόξωμεν ἐπὶ τὸ ἕτοιμον πεφυγέναι z, οὕτως ἀναγνωσόμεθα· “ ἀναστὰς δὲ,” καὶ ὑποστίξαντες ἐπάγομεν, “ πρωῒ τῇ μιᾷ τοῦ σαββάτου ἐφάνη Μαρίᾳ, “ τῇ Μαγδαληνῇ,” ἵνα τὸ μὲν, ἀναστὰς, ἀναπέμψωμεν a ἐπὶ τὴν παρὰ τῷ Ματθαίῳ “ ὀψὲ σαββάτων” τότε γὰρ ἐγηγέρθαι αὐτὸν πιστεύομεν) τὸ δὲ ἑξῆς ἑτέρας ὂν διανοίας παραστατικὸν, συνάψωμεν τοῖς ἐπιλεγομένοις. τὸν γὰρ ὀψὲ σαββάτων κατὰ Ματθαῖον ἐγηγερμένον ἱστορεῖ πρωὶ ἑωρακέναι Μαρίαν τὴν Μαυδαληνήν· [*](t τὸν τάφον P, u Sic C. 178. προσκεκυφυῖαν Poss. et P. x τὸ Κ. Μ. εὐαγγέλιον Ρ. γ Sic C. 178. πάλιν Ρ. ἀλλ’ Poss. z πεφευγέναι Ρ. καταφεύγειν C. 178. a παραπέμψωμεν C. 178.)

445
τοῦτο γοῦν ἐδήλωσε καὶ Ἰωάννης, πρωὶ· καὶ αὑτὸς τῇ μιᾷ τῶν σαββάτων ὦφθαι αὐτὸν τῇ Μαγδαληνῇ μαρτυρήσας· ὡς παρίστασθαι ἐν τούτοις καιροὺς δύο, τὸν μὲν τῆς ἀναστάσεως, τὸν ὀψὲ τοῦ σαββάτου, τὸν δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας τὸ “πρωΐ b.” ἀλλ’ οὐδὲ τὸ ἀναβλέψαι καὶ θεωρῆσαι ὅτι ἀποκεκύλισται ὁ λίθος, ἐναντίον ἐστὶ τῷ ὑπὸ τοῦ Ματθαίου εἰρημένῳ, μετὰ τὸ ἐλθεῖν τὰς γυναῖκας ἐπὶ τὸ μνῆμα “ σεισμὸς ἐγένετο μέγας, καὶ ἄγγελος Κυρίου κατα- “ βὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον. ἐν ὅσῳ γὰρ κατὰ τὸν Μάρκον διελογίζοντο πρὸς ἑαυτὰς αἱ γυναῖκες φάσκουσαι, τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ; μήπω κυλισθέντος, καταβὰς ὁ Ἄγγελος ἀπεκύλισε· καὶ οὕτως ἀναβλέψασαι εἶδον ὅτι ἀπεκυλίσθη ὁ λίθος· τὸ γὰρ κυλισθῆναι αὐτὸν ὑπὸ τοῦ Ἀγγέλου παρεσιώπησεν ὁ Μάρκος, ὡς τοῦ Ματθαίου αὐτὸ εἰρηκότος. εἰ δὲ ὁ μὲν Ματθαῖός φησιν ἐπάνω τοῦ λίθου κεκαθηκέναι τὸν Ἄγγελον, ὁ Μάρκος δὲ μετὰ τὸ εἰσελθεῖν εἰς τὸ μνημεῖον ἰδεῖν αὐτὰς νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκὴν, οὐδ’ οὕτω διαφωνία τίς ἐστιν. ἐνεδέχετο c γὰρ ὃν κατὰ Ματθαῖον ἐθεάσαντο καθήμενον ἐπὶ τὸν λίθον, ἔχοντα τὴν ἰδέαν ὡς ἀστραπὴν καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ μετὰ τὸ εἰσελθεῖν εἰς τὸ μνημεῖον τὸν αὐτὸν θεωρῆσαι προάγοντα αὐτὰς καὶ ἐν τοῖς δεξιοῖς καθεζόμενον, ὃν καὶ ἐν εἴ ’δει νεανίσκου τεθεωρῆσθαι ὁ Μάρκος φησί. ποίῳ γὰρ εἴδει αὐτὸν ἐθεάσαντο οὐκ ἔφησεν ὁ Ματθαῖος. τὸ οὖν ἐκείνῳ παραλελειμμένον, ὁ Μάρκος προανεπλήρωσεν. οὐκ ἀγνοῶ d δὲ ὡς διαφόρους ὀπτασίας γεγενῆσθαί φασιν οἱ τὴν δοκοῦσαν διαφωνίαν διαλύσαι σπουδάζοντες, καὶ ἄλλας εἶναι τὰς παρὰ τῷ Ματθαίῳ γυναῖκας, ἑτέρας δὲ τὰς παρὰ τῷ Μάρκῳ, τῆς Μαγδαληνῆς Μάριας διὰ πλείστην ὅσην σπουδὴν πάσαις ἐξακολουθούσης καὶ τὰς διαφόρους ὀπτασίας θεωμένης· καὶ τὸν καιρὸν δὲ τῆς ἐπὶ τὸ μνημεῖον ἀφίξεως διάφορον εἶναι τῶν Εὐαγγελιστῶν, ἄλλας e καὶ ἄλλας λεγόντων γυναῖκας, καὶ τοὺς καιροὺς καὶ τὰς ὀπτασίας διαφόρους· μετὰ τοῦ μηδὲ ἀνατραπεῖν τὰ παρὰ τοῖς ἄλλοις λεχθέντα.

[*](b Sic C. 178. τοῦ πρ. Poss. τὸν πρωϊὸν Ρ. c ἐνεδέχετο P. ἐνδέχετο Poss. d ἀγνοητέον C. 178. e bic Ρ. ἄλλους Poss. ἀλλὰ C. 178.)
446

Ἀναστὰς δὲ ὁ Ἰησοῦς πρώι πρώτη σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.

Λέγει αὐταῖς ὁ νεανίσκος, “ μὴ ἐκθαμβεῖσθε.” πρότερον γὰρ αὐτὰς ἀπαλλάξαι τοῦ δέους ἔδει, καὶ τότε διαλεχθῆναι περὶ τῆς ἀναστάσεως. ἀπαλλάττει τοίνυν αὐτὰς τοῦ φόβου. καὶ γὰρ σχῆμα φαιδρὸν ἦν, ἀναστάσεως σύμβολον, καὶ τοῖς ῥήμασί φησιν, “ Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· οὐκ αἰσχύνεται ἐσταυρωμένον καλῶν. τοῦτο γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν· “ ἴδε f ὁ “ τόπος ὅπου ἔθηκαν αὐτόν.” διὰ τοῦτο καὶ τὸν λίθον ἐπῇρεν, ἵνα ὑποδείξῃ τὸν τόπον. “ ἀλλὰ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς ὅτι “ ὄψεσθε αὐτὸν εἰς τὴν Γαλιλαίαν·” καὶ ἑτέρους εὐαγγελίσασθαι παρασκευάζει, ὃ μάλιστα αὐτὰ ἐποίει πιστεῦσαι· καὶ καλῶς “ εἰς “ τὴν Γαλιλαίαν,” ἀπαλλάττων πραγμάτων καὶ κινδύνων, ὥστε μὴ τὸν φόβον διενοχλεῖν τῇ πίστει. τὸ δὲ κατ’ ἐξαίρετον, καὶ τῷ Πέτρῳ εἰπεῖν, σημαίνει αὐταῖς ὡς οὐχ ἡ ἄρνησις ἀπώσατο, ἀλλ’ ἡ μετάνοια πάλιν αὐτὸν προσελάβετο, καὶ τοῖς Ἀποστόλοις ἐποίησεν ἐναρίθμιον g. τὸ δὲ, “ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου,” Εὐσέβιός φησιν ὁ Καισαρείας, ὡς Μαρία μὲν ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἡτοίμασαν ἀρώματα· οὐκ αὐταὶ δέ εἰσιν αἱ καὶ πρώην ἐλθοῦσαι ἀνατείλαντος τοῦ ἡλίου, ἀλλὰ ἄλλαι ἀνώνυμοι. πολλαὶ γὰρ ἦσαν αἱ συναναβάσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας. αὗται δὲ αἱ κατὰ Μάρκον, ἐλθοῦσαι ἀνατείλαντος τοῦ ἡλίου, καὶ ἀτελέστερόν πὼς διέκειντο· ὅθεν οὐδὲ νύκτωρ παραγίνονται, ἀλλὰ πρωί· καὶ ἀκούσασαι δὲ ἀπαγγεῖλαι τοῖς μαθηταῖς καὶ τῷ Πέτρῳ, ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ. μόναι γὰρ ἀπελθοῦσαι, καὶ ἀληθεῖ ὄψει πεισθεῖσαι h ὡς μετὰ ἀνατολὴν ἡλίου ἐπιστῆναι, οὐ τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται, ἢ τὸν Ἄγγελον τὸν ἐξαστράπτοντα, οὔτε τοὺς δύο τοὺς ἔσω τοῦ μνημείου, οὔτε τοὺς δύο τοὺς παρὰ τῷ Λουκᾷ ἄνδρας. ψιλὸν δέ τινα νεανίσκον εἶδον περιβεβλημένον στολὴν λευκὴν, ἀναλόγως τῇ τῆς διανοίας αὐτῶν σμικρότητι τὴν ὀπτασίαν ἰδοῦσαι. ταῦτα οὖν, [*](f ἠγέρθη, πόθεν δῆλον, οὐκ ἔστιν ὧδε, ἴδε Ρ. g ἐν ἀριθμῶ Ρ. h ἀληθεῖ ὄψει πεισθεῖσαι P. ἀληθῆ ὀψείας πειθεῖσαι Poss.)

447
φησι, περὶ ἑτέρων ὁ Μάρκος ἱστορεῖ γυναίκων ἀνωνύμως. οὐδὲ γὰρ οἷόν τε ἢν i τὴν Μαγδαληνὴν μετὰ τοσαύτας θέας ἡλίου ἀνατείλαντος ἀπορεῖν καὶ ἀγνοεῖν, τίς ἀποκυλίσειε τὸν λίθον. ἄλλος δέ φησιν ὅτι οὐ παρῆσαν τοῖς ἐν τῇ ἀναστάσει γενομένοις οἱ Εὐαγγελισταί. δῆλον ἐντεῦθεν, ὡς ἃν ἕκαστος ἐν τοσαύτῳ θορύβῳ πραγμάτων, οὕτω παρὰ πᾶσαν ἐλπίδα συμβάντων, ὑπήκουσεν τῶν γεγονότων, ἁπλουστικώτερον τὴν ἔκθεσιν ἐποιήσατο· τῆς θείας τοῦτο χάριτος συγχωρούσης, ὥστε φανῆναι τὸ ἀπερίεργον αὐτῶν τοῦ τῆς ἀναστάσεως θαύματος, καὶ τῶν λοιπῶν δὲ δογμάτων συμφώνως ὑπὸ πάντων κηρυττομένων.

Εἰ δὲ καὶ τὸ, ἀναστὰς δὲ πρωὶ μετὰ τὰ ἐπιφερόμενα παρὰ πλείστοις ἀντιγράφοις οὐ κεῖνται ἐν τῷ παρόντι Εὐαγγελίῳ, ὡς νόθα νομίσαντες αὐτὰ εἶναι, ἀλλ’ ἡμεῖς ἐξ ἀκριβῶν ἀντιγράφων ἐν πλείστοις εὑρόντες αὐτὰ, καὶ κατὰ τὸ Παλαιστιναῖον Εὐαγγέλιον, ὡς ἔχει ἡ ἀλήθεια Μάρκου, συντεθείκαμεν, καὶ τὴν ἐν αὐτῷ ἐπιφερομένην δεσποτικὴν ἀνάστασιν, μετὰ τὸ “ ἐφοβοῦντο γάρ’ τουτέστιν ἀπὸ τοῦ “ ἀναστὰς δὲ πρωὶ· πρώτῃ σαββάτου” καὶ καθ’ ἑξῆς, μέχρι τοῦ “ διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν k,”

[*](i ἦν Ρ. καὶ Poss. k Hoc Sch. dedi e Cod. 178. τέλος τοῦ κατὰ Μάρκον Εὐαγγελίου.)