Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ μογιλάλου.
Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων τῆς Δεκαπόλεως. καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν, ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
Ο Κύριος οὐχ ὅτι πρὸς τὴν ἀξίαν ὁρᾷ τὴν αὐτοῦ ὡς πρὸς σωτηρίαν τὴν ἡμετέραν, οὐδὲ ὅπως τὸ μέγα φθέγξηται, ἀλλ’ ὅπως δυνάμενον ἐπισπάσασθαι ἡμᾶς. διὰ τοῦτο τοῖς ὑψηλοῖς καὶ εὐτελῆ πολλὰ καὶ ταπεινὰ περιρρεῖ. ταύτῃ τοι κατ’ ἰδίαν ἀπολαβὼν τὸν προσενεχθέντα αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ ὅσον διαστῆσαι τοῦ ὄχλου, ἵνα μὴ δόξῃ ἐπιδεικτικῶς ἐπιτελεῖν τὰς θεοσημίας, καὶ παιδεύων ἡμᾶς τὸ ἄτυφον ἐπιτηδεύειν καὶ ἀκόμπαστον. οὐδενὶ e γὰρ οὕτω ποιεῖ σημεῖα ὡς ταπεινοφροσύνῃ κοσμούμενος, καὶ τὸ μέτριον μεταδιώκων τοῦ ἤθους.
Εβαλε τοὺς δακτύλους αὑτοῦ εἰς τὰ ὦτα αὐτοῦ. Δυνάμενος καὶ λόγῳ ἐπιτελέσαι τὸ θαῦμα. δεικνὺς ὡς πλουτεῖ [*](c τοιαύτη Ρ. d μετέχοντες Ρ. e Sic ΡΡ. οὐδεὶς Poss.)
Καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ.
Οπερ καὶ ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ ἱστορεῖ αὐτὸν ὁ Ἰωάννης πεποιηκέναι. ἐπειδὴ μετὰ γὰρ τὴν ἐν Ἀδὰμ παράβασιν πολλὰ τῇ φύσει τῆς ἀνθρωπότητος ἐπισυνέβη πάθη, καὶ μελῶν ἐσθ’ ὅτε πήρωσις, δηλοῦσα εἰς ποῖαν ἀρρωστίαν διὰ τῆς ἁμαρτίας ἡ τοῦ ἀνθρώπου κατενήνεκται φύσις, εἰσελθὼν ὁ Χριστὸς καὶ τελείαν ταύτην ἐν ἑαυτῷ ἀποδείξας, καὶ οἷαν ἐξ ἀρχῆς αὐτὸς αὐτὴν κατεσκεύασε, σκεύασε, διὰ ταύτης τὰ τῶν ὁμοουσίων αὐτῇ νοσήματα ἐθεράπευσε· ταύτῃ τοῖς δακτύλοις μὲν τὰ ὦτα διανέῳξε f, πτύσματι δὲ ἀπεδίδου τῇ γλώττῃ τὸ φθέγγεσθαι. τοῦτο καὶ ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ πεποίηκεν.
Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐστέναξε.
Ἀναβλέψας εἰς οὐρανὸν ἐστέναξεν, ἅμα τε τῷ πατρὶ τῶν γινομένων ὑπ’ αὐτοῦ τὰς αἰτίας ἀνατιθεὶς, καὶ τὴν τοῦ ἀνθρώπου φύσιν ἐλεῶν, εἰς ποίαν g ταπείνωσιν ἤγαγεν ταύτην ὁ τε μισόκαλος διάβολος, καὶ ἡ τῶν πρωτοπλάστων ἀπροσεξία.
Καὶ λέγει αὐτῷ, ἐφφαθὰ, ὅ ἐστι, διανοίχθητι. Καὶ ἅμα τῷ λόγῳ εἰς ἔργον ἐχώρει τὸ θαῦμα· ἤκουέ τε καὶ ἐλάλει ὀρθῶς.
Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν.
Πάλιν δὲ παιδεύων ἡμᾶς κἀνταῦθα τὸ μέτριον, παρεγγύησε τοῖς εὐεργετηθεῖσιν ἀποκρύπτειν τὸ θαῦμα, καὶ ἵνα μὴ πρὸ καιροῦ δόξῃ ὑποκαίειν καὶ διεγείρειν καθ’ ἑαυτοῦ τὴν Ἰουδαίων μιαιφονίαν. εἰ καὶ τὰ μάλιστα ᾔδει αὐτοὺς μὴ σιωπῶντας, ἀλλὰ κηρύττοντας τὸ παράδοξον.
[*](f διοίνυγε ΡΡ. g ὁρῶν εἰς π. τἀπ’. C. 178.)