Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
α'. Περὶ τῶν μάγων.
β'. Περὶ τῶν ἀναιρεθέντων παίδων.
γ'. Πςῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανοῦ a.
δ'. Περὶ διδασκαλίας τοῦ Σωτῆρος.
ε'. Περὶ τῶν μακαρισμῶν.
ς'. Περὶ τοῦ λεπροῦ.
ς'. Περὶ τοῦ ἑκατοντάρχου.
η'. Περὶ τῆς πενθερᾶς Πέτρου.
θ'. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.
ι'. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἑπομένου ἀκολουθεῖν.
ία. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.
ιβ'. Περὶ τῶν δύο δαιμονιζομένων.
ιγ'. Περὶ τοῦ παραλυτικοῦ.
ιδ'. Περὶ τοῦ b Ματθαίου.
ιε'. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου.
ις'. Περὶ τῆς αἱμορροούσης.
ἵζ’. Περὶ τῶν δύο τυφλῶν.
ἴη. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ.
ἴθ’. Περὶ τῆς c τῶν ἁγίων ἀποστόλων διαταγῆς.
k'. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου d.
κα. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα.
κβ'. Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ.
κγ'. Περὶ τῶν αἰτούντων σημεῖον.
κδ'. Περὶ τῶν παραβολῶν.
κε. Περὶ Ἰωάννου καὶ Ἡρώδου.
[*](a οὐρανῶ Cod. οὐρανοῦ Possin. b τοῦ om. Possin. c περὶ τῆς ἀποστολῆς τῶν δώδεκα Possin. d ἰωάννην Cod.)κς'. Περὶ τῶν ε' ἄρτων καὶ β' e ἰχθύων.
κζ'. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου f.
κη. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ.
κθ'. Περὶ τῆς Χαναναίας.
λ'. Περὶ τῶν θεραπευθέντων ὄχλων
λᾶ Περὶ τῶν ἑπτὰ ὤν.
λβ'. Περὶ τῆς ζύμης τῶν Φαρισαίων.
λγ'. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως.
λδ᾿. Περὶ τῆς σεληνιαζομένου. τοῦ Κυρίους g.
λε’. Περὶ τοῦ σεληνιαζομένου.
λς'. Περὶ τῶν αἰτούντων τὰ δίδραγμα.
λζ'. Περὶ τῶν ἐπερωτησάντων, τίς μείζων.
λῆ. Περὶ τῶν ἑκατὸν προβάτων παραβολή
’λθ’. Περὶ τοῦ ὀφείλοντος μυρία τάλαντα.
μ'. Περὶ τῶν ἐπερωτησάντων εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα.
μά. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν.
μβ'. Περὶ τῶν μισθουμένων ἐργατῶν.
μγ'. Περὶ τῶν υἱῶν Ζεβεδαίου.
μδ'. Περὶ τῶν β' τυμῶν.
με'. Περὶ τῆς i ὄνου καὶ τοῦ πώλου.
μς'. Πηῖ τῶν τυγλῶν καὶ χωλῶν.
μζ'. Περὶ τῆς ξηρανθείσης συκῆς k.
μὴ. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰησοῦν 1 ἀρχιερέων καὶ πρεσβυτέρων.
μθ'. Περὶ τῶν δύο υἱῶν παραβολή.
ν'. Περὶ τοῦ ἀμπελῶνος παραβολή m. ’ς
γα. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον.
νβ'. Περὶ τῶν ἐπερωτησάντων n διὰ τὸν κῆνσον.
νγ'. Περὶ τῶν Σαδδουκαίων.
νδ'. Περὶ τοῦ νομικοῦ.
νέ. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως, πῶς υἱὸς Δαβίδ ἐστιν ὁ
Χριστός ο.
νς'. Περὶ τοῦ ταλανισμοῦ τῶν γραμματέων p καὶ Φαρισαίων.
νζ' Περὶ τῆς συντελείας.
νη’. Περὶ τῆς ἡμέρας καὶ ὥρας.
’νθ’ Περὶ τῶν ἱ παρθένων.
[*](e τῶν δύο ἰχθ. possin. f περιπάτου Possin. περιπατοῦντος Cod. g Ἰησοῦ Possin. h τελούντων Possin. i τοῦ Possin. k συκῆς om. Possin. 1 Κύριον Possin. m παραβ. om. Possin. n ἐπε- ρώτησις δ. τ. κ. Possin. o π. υἱὸς Δ. ἐστ’. ὁ Χ. oni.Cod. P γραμ- ματαίων Cod.)ρ. Περὶ τῶν τὰ τάλαντα λαβόντωνq.
Ν. Περὶ τῆς ἐλεύσεως τοΟ Χριστοῦ.
ξβ. Πφ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
ξγ. Περὶ τοῦ Πάσχα.
ξδ. Πφ τοῦτ’ τύπου τοῦ μυστικοῦ.
ξ5. Περὶ τῆς παραδόσεως τοῦ Ἰησοῦ.
ξς. Περὶ τῆς ἀρνήσεως3 Πέτρου.
ξ ζ. Περὶ τῆς τοῦ Ἰούδα μεταμελείας.
ξῆ. Περὶ τῆς αἰτήσεωςt τοῦ σώματος τοῦ Κυρίου ’IησοΟ.
[*](q Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακρὰν Possin. r τοῦ om. Possin. bis. s ρνησις Possin. t αἰτήσεως Possin. ἀναστάσεως Cod.)ΧΡΗ τὸν ἐντυγχάνοντα τῇδε τῇ βίβλῳ γινώσκειν ὅτι πολλῶν πονημάτων ἁγίων καὶ ὀρθοδόξων πατέρων, οὐ μὴν ἀλλὰ καὶ ἀδοκίμων ἐξηγητῶν, καὶ τῆς τῶν αἱρετικῶν μοίρας τυγχανόντων, αἱ παραγραφαὶ ἔγκεινται, ἐκφυγοῦσαι ὡς ἔνεστι τὰ τῆς ἐκκλησιαστικῆς σιαστικῆς παραδόσεως ἀπᾴδοντα δόγματα τὰ ὑπὸ τῶν αἱρετικῶν εἰρημένων. Καὶ τοῦτο δὲ οὐκ αὐτονόμως πεποίηκα b, ἀλλὰ ἀκολουθήσας τῷ ἁγιωτάτῳ ἡμῶν πατρὶ τῷ τῆς Ἀλεξάνδρου φιλοχρίστου χρίστου μεγαλοπόλεως ἀρχιεπισκόπῳ Κυρίλλῳ, φήσαντι ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ. “ ὅτι c οὐ πάντα ὅσα λέγουσιν οἱ “αἱρετικοὶ, φεύγειν καὶ παραιτεῖσθαι χρή. πολλὰ γὰρ ὁμολο- “ γοῦσιν, ὡν καὶ ἡμεῖς ὁμολογοῦμεν· καὶ τοῦτο προσθῆναι “ ἀναγκαῖον ᾠήθην τῷδε d τῷ προοιμίῳ, πρὸς φανέρωσιν καὶ σαφή- “ νειαν τοῖς ἐντυγχάνουσιν· ἱν· ἴστωσαν e γὰρ, ὡς οὐ μόνον διαφόρως “ ἠνέχθησαν ἐν τοῖς νοήμασι τῆς θεοπνεύστου γραφῆς οἱ ταύτην “ ἡρμηνευκότες ἀλλὰ δὴ καὶ αὐτὰ τὰ ῥητὰ τῆς αὐτῆς θείας “ γραφῆς οὐκ ἴσως διεστείλαντο, καὶ οὕτως τὴν ἑρμηνείαν ἐπι- “ θείκασι g. ὁ μὲν γὰρ πλείους, ὁ δὲ ἥττους ῥήσεις προθέμενος “ τὴν ἐξήγησιν ἐποιήσαντο καὶ ἐκ τούτου δοκοῦσιν οἱ ἀριθμοὶ “ οἱ τοῖς κεφαλαίοις ἐπικείμενοι, ἀναχαιτίζειν i τοὺς τὸ ἔδαφος “ ἀναγινώσκοντας εἰς τὸ πρόσω φαίνειν k. χρὴ οὖν ἓν 1 καὶ δεύ- “ τερῶν καὶ m τρίτον κεφάλαιον τοῦ ἐδάφους τῆς θείας γραφῆς “ ἀναγινώσκειν, καὶ οὕτω τὰς ἐγκειμένας ἑρμηνείας, ἱν εὐσύνοπτα ἔσται τοῖς ἐντυγχάνουσι τὰ νοήματα n..........
[*](a Eadem leguntur in prologo Corderii Catense in Ev. Jo. unde quæ mutila erant in nostro Codice supplevimus. b ἐποίησα Cord. c ὅτι om. Cord. d τόδε Cod. e ἴτωσαν Cod. f ἑρμηνευκότες Cod. S ἐπέθηκαν Cord. h ἐποιήσατο Cord. i ἀναχετίζειν Cod. ἀναγκάζειν Cord. κ βαίνειν Cord. l ἕνα Cod. m ἢ καὶ Cord. n Folium sequens deest.)Τοὐ ὲν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Τοῦ Χρυσοστόμου ἑρμηνεία. Εὐαγγέλιον ἡ παροῦσα βίβλος λέγεται ὅτι κολάσεως ἀναίρεσιν καὶ ἁμαρτημάτων λύσιν καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν καὶ κληρονομίαν τῶν οὐρανῶν πᾶσιν εὐαγγελίζεται.
Κυρίλλου. Εὐαγγέλιον ἐστὶ λόγος περιέχων ἀγαθῶν ἀγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον καὶ διὰ τὸ ὠφελεῖν εὐφρα. . .ων τὸ πάντα πάντα ἐὰν παραδέξηται τὸ ἀπαγγελλόμενον. ἣ λόγος περιέχων ἀγαθῶν παρουσίαν ἢ. . . . . . . . . τέλλων ἀγαθῶν, τὸ προσδο- κωμενον.
[*](1)βίβλος γενέσεως.
Τοὐ Χρυσοστόμου. βίβλον γενέσεως αὐτὴν καλεῖ καλεῖ . . . . . . . . . πάσης τῆς οἰκονομίας τὸ κεφάλαιον τοῦτό ἐστι καὶ ἀρχὴ καὶ ῥίζα πάντων ἡμῶν . . . . . . . . . . . ὂν. τὸ δὲ Ἰησοῦς a ὄνομα οὐκ ἐστὶν Ἑλληνικὸν, ἀλλὰ τῇ Ἑβραίων φωνῇ τοῦτο λέγεται . . . . . . . . . . . . τὴν Ἑλλάδα γλῶσσαν ἑρμηνευόμενον Σωτῆρ’· σωτὴρ δὲ ἀπὸ τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ εἴ[ρηται . . . . . . υἱὸν δὲ Δαβὶδ πρῶτον εἴρηκε, καὶ τότε υἱοῦ Ἀβραάμ· οὐχ ὥς τινες νομίζουσι κά . . . . . . ἐν ἄνω βουλόμενος ἐλθεῖν, ἀλλ’ ὅτι ἐν τοῖς ἁπάντων στόμασιν ὁ Δαβὶδ ἦν, ἀπό τε τῆς βασιλείας, ἀπό τε τοῦ χρόνου· οὐ γὰρ πάλαι ἦν τετελευτηκὼς, ὥσπερ ὁ Ἀβραάμ· διὰ τοῦτο οὖν ἐκ τοῦ γνωριμωτέρον τὴν ἀρχὴν ποιεῖται, καὶ τότε ἐπὶ τῶν προγόνων τούτου τὸν Ἀβραὰμ ἀνατρέχει.
[*](3)Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Σάρα ἐκ τῆς Θάμαρ.
Τοῦ Χρυσοστόμου. Μέμνηται δὲ καὶ τῆς παρανόμου μίξεως [*](a ἴσ’ . . Cod. Vid. Chrysostom. in Possin. Cat. in Matth. t. i. p. 3.)
Βοὸζ ἐγέννησε τὸν Ὀβὴδ ἐκ τῆς Ῥούθ.
Ἐξ Ἀνεπιγράφου. Ζητητέον τί δήποτε . . . . . . . . . γία Εὐαγελιστὴς τριῶν μόνων γυναικῶν μέμνηται· ἔρου . . . . . . . . . . . . . . . . ἐκ παραδόξου συνηφ. . . . . . . . ἀν]δράσιν εἰς τὴν φυλὴν Ἰσύδα· Θάμαρ μὲν νύμφη οὖσα αὐτοῦ τοῦ Ἰούδα ἐκ τοῦ ἰδίου πενθεροῦ συνέλαβεν· ὅπερ παράνομόν ἐστι· Ραχὰβ δὲ καὶ Ῥοὺθ ἡ Μωα- [*](b ἐπισχυν. Cod. c καθὰ . . . Cod.)
Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
Εξ ἀνεπιγράφου. Ἰεχονίου αἱ Βασιλεῖαι οὐ μέμνηνται· εἴτε οὖν διώνυμος ἦν Ἰεχονίας ὁ καὶ Ἰωακεὶμ, εἴτε ἀδελφὸς τούτου, ἄδηλον· πλὴν διὰ τὸν ἐξ αὐτοῦ τεχθέντα Σαλαθιὴλ ἐν τῇ γενεαλογίᾳ καταριθμεῖ αὐτὸν ὁ Εὐαγγελιστής.
Εὐσεβίου. Ἰεχονίαν δὲ γράφει, οὐκ ἀπὸ τῶν βασιλειῶν, ἀπὸ δὲ τῆς Ἰερεμίου εἰληφὼς τὸ ὄνομα· διὸ φησὶν, “ Ἰωσίας ἐγέννησε “ τὸν Ἰεχονίαν·” βουλόμενος ἐπὶ τὸν προφήτην σε ἀνελθεῖν, ἐπισκέψασθαί τε τὰ περὶ Ἰεχονίου πη αὐτῷ κείμενα. περιέχει δὲ τοῦτον τὸν τρόπον. “ ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος· οὗ οὐκ ἔστιν “ αὐτοῦ χρεία· ὅτι ἐξερίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ· καὶ “ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ἤδει· ἄκουε λόγον Κυρίου· τάδε “ λέλεικτω, γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον· ὅτι “ οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ, καθήμενος ἐπὶ τοῦ “ θρόνου Δαβὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδα·” τούτων εἰρημένων ἐν τῷ προφήτῃ, ἀλλ’ οὐκ ἐν ταῖς βασιλείαις, οὐ περὶ Ἰωακεὶμ, ἀλλὰ περὶ Ἰεχονίου· εἷς δὲ ἦν καὶ ὁ αὐτός· διωνυμίᾳ χρώμενος τὸν γενεαλογούμενον πρὸς ἐμοῦ φημὶ αὐτὸ δὴ Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ, ἐκ σπέρματος Ἰεχονίου τοῦ ἤτ’ ἠτιμωμένου τοῦ γένους σκεύους, τοῦ ἀχρήστου, τοῦ ἀπορριφέντος· οὗ οὐ μὴ αὐξηθήσεσθαι [*](d δεητέους Cod.)
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατεσ́σαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατεσσαρες.
Ἐξ Ἀνεπιγράφου. Ἰστεον ὅτι γενεὰν τὸ πρόσωπον ὀνομάζει· οὕτως γὰρ ἀριθμῶν εὕροις τεσσαρακονταδύο γενεάς· α'. ἀπὸ τοῦ Κυρίου. β'. ἀπὸ Ἀβραάμ. εἰ γὰρ καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ δεκατρία πρόσωπα τέθεικεν ὁ Εὐαγγελιστὴς, χρὴ νοεῖν ὅτι τὴν μητέρα ὡς ἀπὸ τοῦ Λευιτικοῦ οὖσαν ἄρρενος προσώπου τίθησιν ἐν τάξει τεσσαρεσκαιδεκάτου προσώπου· ἵνα δειχθῇ ὁ δεσπότης ἀπό τε τοῦ βασιλικοῦ καὶ ἱερατικοῦ γένους τὸ κατὰ σάρκα ἀνατείλας. δείκνυσι γὰρ τοῦτο ὁ Ἄγγελος πρὸς αὐτὴν, ἐν τῷ εὐαγγελίζεσθαι λέγων· “ καὶ ἰδοὺ Ἐλισάβετ “ἡ συγγενής σου·“ αὕτη δὲ Ζαχαρίου τοῦ ἱερέως γυνὴ, ὡς μέμνηται Λουκᾶς ὁ Εὐαγγελιστής. δῆλον οὖν ἐξ ἱερατικοῦ γένους ἐκείνη· οὐ γὰρ ἐνεδέχετο ἐξ ἑτέρας φυλῆς τὸν ἱερέα γαμεῖν· ἐπειδὴ τοῦτο ὁ νόμος ἐκώλυεν.
Ἰωάννου Τοῦ Χρυσοστόμου. Διατί εἰς τρεῖς διεῖλε μερίδας τὰς γενεὰς πάσας; βουλόμενος δεῖξαι, ὅτι οὔτε τῶν πολιτειῶν μεταβληθεισῶν ἐγένοντο βελτίους Ἰουδαῖοι· ἀλλὰ καὶ ἀριστοκρατούμενοι, καὶ βασιλευόμενοι, καὶ ὀλιγαρχούμενοι, ἐν τοῖς αὐτοῖς ἦσαν κακοῖς· καὶ οὔτε δημαγωγῶν, οὔτε ἱερέων, οὔτε βασιλέων αὐτοὺς διεπόντων, ἔσχον τι πλέον εἰς ἀρετῆς λόγον. τίνος δὲ χάριν ἐν μὲν τῇ μεσιμερίδι e τρεῖς παρέδραμεν βασιλεῖς. ἐν δὲ τῇ ἐσχάτῃ δώδεκα θεὶς γενεὰς, δεκατέσσαρας ἔφησεν αὐτάς; τοὺς τρεῖς μὲν παρέδραμεν βασιλεῖς, διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν ἀσέβειαν· καὶ γὰρ Ὁχοζίας, γαμβρὸς ὑπάρχων τοῦ Ἀχὰβ βασιλέως Ἰσραὴλ, ζηλωτὴς γέγονε τῆς ἀσεβείας αὐτοῦ, ὥς φασιν αἱ κατὰ πλάτος βασιλεῖαι· καὶ ὁ Ἰωᾶς μετὰ τὸ εὐαρεστῆσαι [*](c sic.)
Tοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μάριας τῷ Ἰωσὴφ, πρὶν ἣ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα, ἐκ ΠνεύἉγίου.
Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείασ. Μετὰ τὴν μνηστείαν συνέλαβεν, ἵνα δείξη ἐξ αὐτοῦ κεκυηκέναι· καὶ ἵνα ἐξ αὐτοῦ γενεαλογηθῇ, καὶ σχῇ καὶ κηδεμόνα ἐν ταῖς ἐπιβουλαῖς.
Τοῦ Χρυσοστόμου. Ἡ σύλληψις παράδοξος· ἡ δὲ ἀπότεξις φυσική. συνῴκει δὲ τῷ μνηστῆρι ἡ Μαριὰμ, διὰ τὸ συνεσκιασμένως γενέσθαι τὴν γέννησιν.
Εὐσεβίου. τίνι δὲ εὑρέθη ἀλλ’ ἢ τῷ Ἰωσήφ; πῶς δὲ καὶ τίνι τρόπῳ ηὕρηται τούτῳ τῷ Ἰωσὴφ ὁ λόγος διδάξει· φησὶν g “ ἐκ Πνεύματος Ἁγίου· ὡς γὰρ τῇ Ἐλισάβετ ἐκ Πνεύματος Ἁγίου γνωστὸν γέγονε, οὕτω καὶ τῷ Ἰωσήφ. δίκαιος γὰρ ἦν· δίκαιος δὲ τυγχάνων, οὐ θαυμαστὸν εἰ καὶ θείου Πνεύματος ἠξίωτο· πρὸς τὸ συνεῖναι μὲν τῆς μελλούσης γαμετῆς, ἐπισχεῖν δὲ τὴν κατὰ ἄνδρα κοινωνίαν.
Τοῦ Χρυσοστόμου. Οὐκ εἶπεν δὲ μνηστευθείσης τῆς παρθένου, ἀλλὰ ἁπλῶς μνηστευθείσης τῆς μητρὸς αὐτοῦ· ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ προσδοκῶντά τινα τῶν συνήθων ἀκούεσθαι, τὸν ἀκροατὴν καταπλήξει τῇ τοῦ παραδόξου πράγματος ἐπεισαγωγῇ h, λέγων· ὅτι “ πρινὴ συνελθεῖν αὐτοὺς, “ εὑρέθη ἐν γαστρὶ ἔχουσα· καὶ γὰρ ἔνδον ἢν, διότι ἔθος ἢν ὡς τὰ πολλὰ τοῖς παλαιοῖς, ἐν οἰκίᾳ τὰς μεμνηστευμένας ἔχειν παρ’ ἑαυτοῖς· ἀκούσας δὲ “ ἐκ νεύματος Ἁγίου, μηδὲν ἕτερον περιερ- γάζου· οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστίν; πῶς ὁ πάντα συνέχων κυοφορεῖται ὑπὸ γυναικός; πῶς τίκτει ἡ παρθένος, καὶ μένει παρθένος; πῶς ἔπλασεν τὸ νεῦμα τὸ Ἅγιον, τὸν ναὸν ἐκεῖνον; καὶ ἕτερα τοιαῦτα πολλά.
[*](g φασὶν Cod. h ἐπισαγωγῆ Cod.)i Τούτου χάριν οὐ πρὸ τῆς μνηστείας συνέλαβεν καὶ ἐκύησεν, ἵνα συσκιάσῃ τὸ γινόμενον τέως· καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ παρθένος ὑπόνοιαν.
[*](19)Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι ἀυτὴν.
k Δίκαιον δὲ τὸν Ἰωσὴφ λέγει, ὡς οὐκ ἐν μερικῇ ἀρετῇ ὄντα, οἷον ὡς τὸ μὴ πλεονεκτοῦντα, ἀλλ’ ὡς ἐνάρετον ἐν ἅπασιν, καὶ ἐν τῇ καθ’ ὅλου ἀρετῇ ὄντα· διὰ τοῦτο οὐ μόνον οὐ κολάσαι, ἀλλ’ οὐδὲ παραδειγματίσαι ἐβούλετο· καίπερ ἐξ ἑτέρου ἀνδρὸς ἔγκυον γενέσθαι αὐτὴν ὑπονοῶν· καὶ γὰρ ὁ νόμος τὰς τοιαύτας ἐκέλευε κολάζειν· μόνον δὲ ἐκβάλλειν αὐτὴν ἐπεχείρησεν, ἕως οὗ ὁ Ἄγγελος παραγενόμενος καὶ τοῦτο ποιῆσαι αὐτὸν διεκώλυσεν· τοσοῦτον δὲ ἦν θαυμαστὸς ὁ Ἰωσὴφ, ὅτι οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλ’ οὐδὲ εἶπεν τινὶ, οὐδὲ αὐτὴ τῇ ὑποπτευομένῃ· ἀλλὰ καθ’ ἑαυτὸν ἐλογίζετο. οὐχὶ ἐκβαλεῖν, ἀλλὰ “ ἀπολῦσαι· τοσοῦτον ἦν ἥμερος καὶ φιλόσοφος ὁ ἀνήρ. Διὰ τί δὲ μὴ φανερῶς αὐτῷ φαίνεται ὁ Ἄγγελος, καθάπερ τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ; ὅτι σφόδρα πιστὸς ἦν, καὶ οὐ δεόμενος τοιαύτης ὄψεως. ἕνεκεν δέ τινος εἶπεν αὐτῷ ὁ Ἄγγελος “Ἰωσὴφ υἱὸς Δαβίδ;” ἀναμνῆσαι αὐτὸν βουλόμενος τοῦ Δαβὶδ, ὅθεν ὁ Χριστὸς ἔμελλεν τίκτεσθαι· τὸ δὲ “ μὴ φοβηθῇς προσέθηκεν, δεικνὺς αὐτὸν δεδοικότα, μὴ προσκούσῃ τῷ Θεῷ, ὡς μοιχαλίδα ἔχων· “ τὴν γυναῖκά σου” δὲ εἶπεν, ὡς μὴ ἐφθαρμένης· καλεῖ δὲ γυναῖκα αὐτοῦ, ἀπὸ τῆς μνηστείας· ὥσπερ καὶ ἡμεῖς εἰώθαμεν γαμβροὺς λέγειν, καὶ πρὸ τοῦ γάμου, τοὺς μνηστῆρας. τί δέ ἐστι παραλαβεῖν; ἔνδον κατέχειν, καὶ μὴ ὡς ἐνεθυμήθη, ἀπολῦσαι αὐτήν· οὐ μόνον γάρ φησι, παρανόμου ἀπήλλακται μίξεως, ἀλλὰ καὶ ὑπὲρ φύσιν συνέλαβεν· τοῦτο γὰρ δηλοῖ ὅπερ ἐπήγαγε λέγων· “τὸ γὰρ ἐν “ αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου·” οὐκ εἶπε δὲ τέξεταί σοι υἱὸν, ἀλλὰ “ τέξεται, ἵνα μὴ πάλιν τίς αὐτὸν ἐκ τούτου πατέρα ὑποπτεύσῃ· εἰπὼν δὲ “ τὸν λαὸν αὐτοῦ,” οὐ περὶ τῶν Ἰουδαίων εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐθνῶν. λαὸς γὰρ αὐτοῦ, [*](i T literam omisit miniator, et nomen auctoris. k ίκαιον Cod.)
Εὐσεβίου. Ὠριγένουσ. Εὖ γοῦν μοι καὶ τὸ μὴ θέλειν αὐτὴν δειγματίσαι εἰρῆσθαι δοκεῖ ὑπὸ τοῦ Εὐαγγελιστοῦ· οὐ γὰρ ἔφησεν μὴ θέλειν αὐτὴν δειγματίσαι, ἀλλὰ “ μὴ παραδειγμα- “τίσαι θέλων·” πολλῆς οὔσης ἐν τούτοις διαφορᾶς· ὡς γὰρ οὐ ταὐτὸν σημαίνει τὸ γράψαι καὶ τὸ παραγράψαι, καὶ τὸ λογίσασθαι καὶ τὸ παραλογίσασθαι, καὶ ψηφίσαι καὶ παραψηφίσαι, οὕτως οὔτε τὸ δειγματίσαι καὶ παραδειγματίσαι· τὸ μὲν γὰρ παραδειγματίσαι τὴν ἐπὶ κακῷ πράξαντι πάντας φανέρωσίν τε καὶ διαβολὴν ὑποβάλλει νοεῖν· ὁ τοίνυν “ Ἰωσὴφ δίκαιος ὣν, καὶ “ μὴ θέλων αὐτὴν παραδειγματίσαι, τουτέστιν εἰς φανερὸν τοῖς πᾶσιν ἀγαγεῖν, “ ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.
[*](25)Καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.
Βασιλείου. Τοῦ Χρυσοστόμου. τοῦτο ἀκούοντες μὴ ὑποπτεύσωμεν διὰ τὸ “ ἕως, ὅτι μετὰ ταῦτα αὐτὴν ἔγνω. τὸ γὰρ “ἕως” ἔθος ἐστὶ τῇ γραφῇ πολλάκις τιθέναι δὲ εἰς τὸ διηνεκές. οἷον, “ οὐχ ὑπέστρεψεν ὁ κόραξ, εἰς τὴν κιβωτὸν, ἕως οὗ ἐξηράνθη “ ἡ γῆ· καίτοιγε οὐδὲ μετὰ ταῦτα ὑπέστρεψεν. καὶ πάλιν,
Εὐσεβίου. Ὠριγένουσ. Ἰσιδώρου τοῦ Πηλουσιώτου. Τὸ “ ἕως” ἐν τῇ γραφῇ πολλάκις ἐπὶ διηνεκοῦς εὑρίσκεται· ὡς τὸ “ ἕως ἃν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου.” καὶ τὸ, “ ἕως ἃν καταγηράσηται ἐγώ εἰμι·” καὶ τὸ, “ οὐκ ἀνέστρεψεν “ ἡ περιστερὰ πρὸς τὸν Νῶε, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ·” ἅπερ εἰσὶ διηνεκῶς εἰρημένα. νοητέον δὲ καὶ οὕτως· “ οὐκ ἐγίνωσκεν αὐτὴν 1” πόθεν συνέλαβεν, ἕως οὑ ἔτεκε,” καὶ εἰδεν τὰ γενόμενα σημεία·
Περὶ τῶν Μάγων.
[*](1)Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
Θεοδώρου μονάκου. Διὰ τοῦτο οἱ μάγοι ἐκήρυξαν τὸν Χριστὸν, ὡς ἀνύποπτοι, καὶ μὴ ὄντες ἐγχώριοι, ὡς οἱ Ἰουδαῖοι, ἀλλ’ ἐκ μακρᾶς γῆς ἐλθόντες, ἵνα διαφημίσωσι πᾶσι δι’ ὧν ὥδευον, τὴν αἰτίαν δι’ ἣν ἀπήεσαν εἰς τὴν Ἰουδαίαν.
Τοῦ Χρυσοστόμου. Τίνος χάριν τὸν Χριστὸν λέγει “ ἐν “ ἡμέραις Ἡρώδου,” καὶ τὸ ἀξίωμα προστίθησιν, εἰπὼν “τοῦ βασι- “ λέως;” ἐπειδὴ καὶ ἕτερος γέγονε μετὰ ταῦτα· ἀλλ’ ἐκεῖνος μὲν, τετράρχης ἦν· οὗτος δὲ βασιλεύς· τὸν καιρὸν δὲ καὶ τὸν τόπον τίθησι, προφητείας ἀναμιμνήσκων παλαιᾶς· ὧν τὴν μὲν Μιχαίας προεφήτευσε λέγων, “ καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα· οὐδαμῶς ἔλα. χίστη εἰ ἐν τοῖς ἡγεμόσιν Ἴούδα·” τὴν δὲ ὁ πατριάρχης Ἴακώβ· “ οὐκ ἐκλείψει γάρ’ φησὶν, “ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος “ ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἃν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς [*](k ἀντανερεθῆ Cod. 1 ἀντὰς Cod.)
Διὰ τοῦτο δὲ λέγει τὴν Βηθλεὲμ μὴ εἶναι ἐλαχίστην ἐν τοῖς ἡγεμόσιν Ἰούδα, τουτέστιν ἐν τοῖς φυλάρχοις m. ἐπειδὴ οὐκ ἐν τῇ Παλαιστίνῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ περίβλεπτος ἦν ἡ κώμη αὕτη. εἰπὼν δὲ “ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ,” τοὺς αὐτῷ πιστεύσαντας ἐξ Ἰουδαίων ἠνίξατο, ὥς φησιν ὁ Παῦλος· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, ἀλλ’ ὅσοι διὰ πίστεως έγεννή- “ ησαν.”
Τίνος ἕνεκεν ἐκ Βηθλεὲμ ἔμελλε παραγίνεσθαι ὁ Χριστός ; ἐν Ναζαρὲτ πρὸ τοῦ τόκου διῆγεν ἡ μητὴρ αὐτοῦ· ἐπειδὴ ἐξ οἰκονομίας Θεοῦ τὸ πρᾶγμα γέγονε· τὸ γὰρ ἐκεῖ τῆς μητρὸς οἰκούσης, ἐνταῦθα γεννηθῆναι τοῦτο δείκνυσι· διὰ τοῦτο οὐδὲ εὐθέως τεχθεὶς, ἦλθεν εἰς Ναζαρὲτ, ἀλλ’ ἐποίησεν ἡμέρας τεσσαράκοντα, δίδους μετὰ ἀκριβείας ἐξετάζειν ἅπαντα τοῖς βουλομένοις.
Σκόδιον n. Ἰδοὺ ἐμφαίνει ὁ Χρυσόστομος, ὅτι πρὸ τῶν τεσσαράκοντα ἡμέρων γεννηθέντος τοῦ Χριστοῦ, ἦλθον οἱ μάγοι εἰς προσκύνησιν αὐτοῦ· ὁ δὲ ἀστὴρ πρὸ πολλοῦ γεννηθῆναι ἐφάνη. διὰ τί οὐ ζήτει τὸν χρόνον τοῦ παιδίου, ἀλλὰ τοῦ ἀστέρος ; ἐπειδήπερ ἐκ πολλῆς τῆς περιουσίας ἐζήτει τὸ θήραμα· καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη. ἔδει γὰρ ἐν αὐτοῖς τοῖς σπαργάνοις προσκυνῆσαι αὐτὸν διὰ τὸ παράδοξον φανῆναι τὸ πρᾶγμα.
[*](m φιλάρχοις Cod. n ὥ οχ῎. Cod. i. e. ὡραῖον σχόλιον.)τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσε βωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.
Εὐσεβίου. Ὠριγένουσ. Ὁ χρόνος, ὃν ἠκρίβωσεν ὁ Ἡρώδης παρὰ τῶν μάγων, διετὴς ἦν· μετὰ γὰρ τὸ γεννηθῆναι τὸν Σωτῆρα, διὰ δύο ἐτῶν ἦλθον ἀπὸ τῆς χώρας αὐτῶν· τὰ γοῦν ἀπὸ διετοῦς βρέφη ἀνεῖλε. Καὶ μετ’ ὀλίγον — Ἐντεῦθεν σοι ἡ γνῶσίς ἐστιν, ὅτι οὐ παρ’ αὐτὰ τοῦ Κυρίου γεννηθέντος, ἐν τῷ σπηλαίῳ προσεκύνησαν οἱ μάγοι τὸ βρέφος, τὸ ὑπὸ τοῦ μηνύοντος ἐν τῇ φάτνῃ· ἀλλ’ ὅτι μὲν οἱ ποιμένες εὐθέως ἐν ἐκείνῃ τῇ νυκτὶ μετὰ τὴν τῶν Ἀγγέλων θέαν δρομαῖοι ἀπήεσαν ἰδεῖν τὸ ἀληθὲς, ἅτε γειτνιῶντος τοῦ σπηλαίου αὐτοῖς· οἱ δὲ μάγοι συμπεριλαβόντος ἔτους δευτέρου μετὰ τὸ εὐλογηθῆναι αὐτὸν ὑπὸ Συμεών· καταβάντων πάλιν ἐν τῇ Βηθλεὲμ, τοῦ βρέφους φερομένου τὲ ἐν ἀγκάλαις τῆς τεκούσης, καὶ παροικῆσαν ἐν οἰκείᾳ ξενίας ἡμέρας πολλὰς, εἰς οἶκον κατὰ μὲν τὸν αὐτὸν ἐλθόντες οἱ μάγοι ἐκ γῆς ἀνατολῆς, κἀκεῖ προσενέγκαντες αὐτῷ τὰ δῶρα, θεαταὶ γεγόνασι τοῦ αἰωνίου βασιλέως· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς τὸν Ἡρώδην κελεύσαντα τοῖς δημίοις, ἀπὸ διετοῦς μόνον καὶ κατωτέρω κατακτεῖναι τὰ βρέφη· “ κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων· δὲ τὴν Ἡρώδου μανίαν μετὰ τῶν κατὰ σάρκα γονέων εἰς Αἴγυπτον ὣν ἐτῶν δύο, καὶ καταμένει ἐκεῖ σὺν αὐτοῖς ἕτερα ἔτη δύο, μέχρι τοῦ πρώτου ἔτους τῆς Ἀρχελάου βασιλείας, ἐν τῇ καλουμένῃ Πανός. εἰς οὕτως κακῶς τὸν βίον μετελθόντος Ἡρώδου, διὰ χρηματισμοῦ πάλιν ἄνεισιν ἐξ Αἰγύπτου ὁ Κύριος σὺν αὐτοῖς εἰς γῆν Ἰσραὴλ, ὣν ἐτῶν τεσσάρων τὸ κατὰ σάρκα· ἔτους με τῆς βασιλείας Αὐγούστου· μετὰ δὲ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, εὑρήσεις τὸν Λουκᾶν λέγοντά σοι τὰ καθεξῆς ἀκόλουθα.
Ἄλλο. Καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη, διὰ τὸ μῆκος τῆς ὁδοιπορίας· πρὸς δὲ πλείονα ἀσφάλειαν τοῦ λῦσαι τὴν ἑαυτοῦ δειλίαν, ἀνεῖλε καὶ τοὺς ἀπὸ διετοῦς.
[*](9)Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς.
Τοῦ αὐτοῦ. Διὰ τοῦτο δὲ ἐκρύβη ὁ ἀστὴρ, καὶ πάλιν ἐφάνη μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ἡρώδου, ἵνα ἀπολέσαντες τὸν
Τὸ δὲ ἰδεῖν τὸ παιδίον μετὰ Μάριας τῆς μητρὸς αὐτοῦ, καὶ οὐχὶ ἐπὶ τῆς φάτνης κείμενον, καθὼς ὁ Λουκᾶς φησὶν, ὅτι ἐκεῖ αὐτὸν κατέκλινεν, οὕτως χρὴ νοῆσαι· ὅτι τεκοῦσα μὲν εὐθέως αὐτὸ κατέκλινεν ἐκεῖ. ἅτε γὰρ πολλοῦ πλήθους συνελθόντος διὰ τὴν ἀπογραφὴν, οὐκ ἦν οἰκίαν εὑρεῖν, ὡς ὁ Λουκᾶς φησίν· “ ὅτι οὐκ “ ἦν αὐτοῖς τόπος·” μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν εἶχε. τί δὲ τὸ πεῖσαν τοὺς μάγους προσκυνῆσαι αὐτῷ ; οὔτε γὰρ ἡ παρθένος ἐπίσημος ἦν, οὔτε ἡ οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ ἐπισπάσασθαι. ἡ παρὰ τοῦ Θεοῦ γενομένη τῇ διανοίᾳ αὐτῶν ἔλλαμψις. προσάγουσι δὲ αὐτῷ δῶρα· οὐχ ὡς ἀνθρώπῳ ψιλῷ, ἀλλ’ ὡς Θεῷ. ὁ γὰρ λιβανωτὸς καὶ ἡ σμύρνα τούτου σύμβολον ἦν· ἔτι δὲ καὶ τῆς Ἰουδαϊκῆς παχύτητος πόρρω· οὐ γὰρ πρόβατα καὶ βόας ἔθυον· ἀλλὰ τὰ τῆς ἐκκλησιαστικῆς ἐγγὺς ὄντα φιλοσοφίας. καὶ τὸ εὐθέως δὲ ἀναχωρῆσαι αὐτοὺς μετὰ τὸν χρηματισμὸν, τὴν εὐγνωμοσύνην αὐτῶν δείκνυσι, καὶ τὴν πίστιν· ὅτι οὐκ ἐθορυβήθησαν διαλογιζόμενοι· ὅτι εἰ μέγα τὸ παιδίον ἐστὶ, καὶ ἔχει τινὰ ἰσχὺν, τίς χρεία φυγῆς καὶ λαθραίας ο ἀναχωρήσεως ; ἀλλ’ ἐπείσθησαν τοῖς προσταχθεῖσιν αὐτοῖς μόνοις. διὰ τι δὲ μὴ παρόντες σώζονται οἱ μάγοι καὶ τὸ παιδίον ; ἀλλ’ οἱ μὲν εἰς Πέρσιδα, ὁΡ δὲ εἰς Αἴγυπτον φυγαδεύεται μετὰ τῆς μητρός ; ἔδει γὰρ αὐτὸν μᾶλλον ἐμπεσεῖν εἰς χεῖρας Ἡρώδου· καὶ ἐμπεσόντα μὴ κατακόπτεσθαι· ἐπειδὴ εἰ τοῦτο ἐγένετο, οὐκ ἂν ἐνομίσθη σάρκα ἀνειληφέναι· οὐκ ἂν ἐπιστεύθη τῆς οἰκονομίας τὸ μέγεθος. Καὶ μετ’ ὀλίγον — τοὺς μὲν οὖν μάγους ἐκπέμπει ταχέως· ὁμοῦ μὲν διδασκάλους ἀποστέλλων τῇ Περσῶν χώρᾳ· ὁμοῦ δὲ ἐκκόπτων τοῦ τυράννου τὴν μανίαν· ἵνα μάθῃ ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασιν, εἴ γε συνιέναι ἐβούλετο· ἔτι δὲ καὶ πρὸς ἡμετέραν φιλοσοφίαν τοῦτο [*](o Λαθρίας Cod. P οἱ Cod.)
Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ Ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον.
Φανεὶς ὁ Ἄγγελος τῷ Ἰωσὴφ, διὰ τι εἶπεν “ παράλαβε τὸ “ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ οὐκ ἔτι λέγει τὴν γυναῖκά σου, ἀλλὰ “ τὴν μητέρα αὐτοῦ;” ἐπειδὴ τοῦ τόκου πέρας ἐλύθη τὲ ἡ ὑποψία καὶ ὁ Ἰωσὴφ ἐπιστώθη. διὰ τοῦτο οὖν μετὰ παρρησίας λοιπὸν διαλέγεται ὁ Ἄγγελος, καὶ οὔτε παιδίον αὐτοῦ, οὔτε γυναῖκα καλεῖ, ἀλλὰ “ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ. καὶ οὐκ ἐταράχθη, ἐπειδὴ πιστὸς ἢν ὁ ἀνήρ διὸ ὑπακούει καὶ πείθεται.
Περὶ τῶν ἀναιρεθέντων παίδων.
[*](16)Καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεέμ.
Περὶ δὲ τῶν ἀναιρεθέντων τῶν παιδίων, μηδεὶς λεγέτω, ὅτι τίνος ἕνεκεν ὁ Θεὸς συνεχώρησε τοῦτο γενέσθαι ; διότι περ ἀδίκως πάσχοντές τινες παρ’ ὅτου οὖν, ἢ εἰς ἁμαρτημάτων διάλυσιν ὁ Θεὸς ἡμῖν λογίζεται τὴν ἀδικίαν ἐκείνην, ἢ εἰς μισθῶν ἀντίδοσιν r· καὶ ποίαν εἶχον ἁμαρτίαν τὰ παιδία φησὶν, ἵνα ταύτην διαλύσωνται; περὶ γὰρ τῶν ἐν ἡλικίᾳ γενομένων καὶ πολλὰ πεπλημμεληκότων, εἰκότως ἄν τις ταῦτα εἴποι. οἱ δὲ ἄωρον οὕτως ὑπομείναντες τελευτὴν, ποῖα ἁμαρτήματα δι’ δι᾿ κακῶς ἔπαθον ἀπέθεντο ; ἀλλὰ διὰ τοῦτο προεῖπον, ὅτι κἂν ἁμαρτήματα μὴ ᾖ, μισθῶν ἀντίδοσις ἐκεῖ γίνεται τοῖς πάσχουσιν ἐνταῦθα κακῶς· τι τοίνυν ἐβλάβη τὰ παιδία ἀναιρεθέντα ἐπὶ ὑποθέσει τοιαύτῃ, [*](q ἐποψία Cod. r ἀντιδῶσιν Cod.)
τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἰερεμίου τοῦ προφήτου λέγοντος.
H Ῥαχιὴλ μητὴρ ἦν τοῦ Βενιαμὴν, καὶ τελευτήσαντα αὐτὴν εἰς τὸν Ἱπποδρόμον ἔθαψαν, τὸν πλησίον ὄντα τοῦ χωρίου τούτου. ἐπεὶ οὖν ὁ τάφος πλησίον ἦν, καὶ ὁ κλῆρος τοῦ παιδίου, τῆς τοῦ Βενιαμὴν γὰρ φυλῆς ἦν Ῥαμὰ, ἀπό τε τοῦ φυλάρχου, ἀπό τε τοῦ τόπου τῆς ταφῆς εἰκότως αὐτῆς τὰ παιδία τὰ σφαγιασθέντα καλεῖ· εἶτα δεικνὺς ὅτι ἀνίατον ἦν τὸ συμβὰν καὶ τὸ ἕλκος ὠμὸν, φησὶν, “ οὐκ ἠθέλησε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
[*](18)Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη.
Ωριφένουσ. Ῥαμὰ σημαίνει τόπον ὑψηλὸν, ὅθεν ἔν τισι τῶν ἀντιγράφων τοῦ προφήτου γέγραπται, ῥάπται, “ φωνὴ ἐν τῇ ὑψηλῇ “ ἠκούσθη,” καὶ τὰ ἑξῆς· καὶ ἔστιν ὁ τῆς Ῥαχὴλ τόπος τὸν Ἱπποδρόμον περὶ τὴν Βηθλεέμ· διὸ Ῥαχὴλ λέγεται κεκλαυκέναι τὰ τέκνα αὐτῆς· οἷον ἐν τῷ τόπῳ τῆς Ῥαχὴλ. οἱ τινες οὐδὲ παρακληθῆναι ἤθελον ἐπὶ τοῖς τέκνοις αὐτῶν, ὡς οὐκ εἰσίν· οὐδέ πω γὰρ ἦσαν μεμαθηκότες ἀπὸ τοῦ ἐναργῶς παραστῆσαι δυναμένου τῇ ἑαυτοῦ ἀναστάσει τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι οὐκ εἰσὶν οἱ νομιζόμενοι τοῖς κλαίουσι καὶ ὀδυρομένοις μὴ εἶναι.
Τοῦ αὐτοῦ. Ἡ Ῥαχιὴλ εἰς τύπον τῆς Ἐκκλησίας τῆς κάτω καὶ τῆς ἄνω τηρεῖται, εἰπεῖν δὲ μᾶλλον θεωρεῖται.
[*](19)Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ Ἄγγελος Κυρίου καθ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ.
Φανεὶς δὲ ὁ Ἄγγελος τῷ Ἰωσὴφ μετὰ θάνατον τοῦ Ἡρώδου,
Ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν.
Εἰς τὴν Ἰουδαίαν, φησὶν, ἐδεδοίκει ἀπελθεῖν, διὰ τὸν Ἀρχέλαον· ἀλλ’ ἔδει καὶ τὴν Γαλιλαίαν διὰ τὸν Ἡρώδην φοβηθῆναι; ἀλλ’ ἐπεὶ τὸ χωρίον ἤμειψεν, τὸ πρᾶγμα συνεσκιάζετο λοιπόν. ἡ γὰρ ὁρμὴ πᾶσα κατὰ τῆς Βηθλεὲμ ἦν, καὶ τῶν ὁρίων αὐτῆς. τῆς τοίνυν σφαγῆς γενομένης, ᾤετο λοιπὸν ὁ παῖς Ἀρχέλαος τέλος ἐσχηκέναι τὸ πᾶν· καὶ ἐν τοῖς πολλοῖς καὶ τὸν ζητούμενον ἀνῃρῆσθαι
Κυρίλλου Ἀλεξανδρείασ. Ἡ Ναζαρὲτ ἐν τοῖς τῆς Ἰουδαίας ἔκειτο τέρμασι, δι’ οὗ δηλοῦται ὅτι ὁ Χριστὸς διὰ τῶν Ἰουδαίων [*](s φεῦγον Cod. t ἐπὶ Cod.)
Πρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανῶν.
Ὠριφένουσ. Πρῶτον Ἰωάννην εὑρίσκομεν ὀνομάζοντα βασιλείαν οὐρανῶν, ἥτις ἦν ὁ Χριστός.
Κυρίλλου. βασιλεία τῶν οὐρανῶν, ἡ διὰ πίστεως δικαίωσις, καὶ ὁ διὰ Πνεύματος ἁγιασμός.
Σευηριανοῦ. Ἰωάννου s. Ἡ βασιλεία τῶν οὐρανῶν ἡ ἀπόλαυσις τοῦ μέλλοντος αἰῶνος.
[*](1)Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.
Εἰπὼν ὁ Εὐαγγελιστὴς “ ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται “Ἰωάννης ὁ βαπτιστὴς, οὐχ ὅτε παῖς ἦν ὁ Χριστὸς, καὶ εἰς Ναζαρὲτ ἦλθεν λέγει. μετὰ γὰρ τριάκοντα ἔτη παραγίνεται Ἰωάννης, καθὼς ὁ Λουκᾶς μαρτυρεῖ, ἀλλ’ ἐπειδὴ ἔθος ἦν τῇ γραφῇ τούτων χρῆσθαι τῶν τρόπων· οὐχ ὅταν τῷ ἑξῆς χρόνῳ συμβαίνοντα λέγει μόνον, ἀλλ’ ὅτ’ ἃν καὶ τὰ πολλοῖς ὕστερον ἔτεσιν ἐκβησόμενα· ὥσπερ ἐν τῷ ὄρει τῶν Ἐλαιῶν εἰπὼν ὁ Χριστὸς τοῖς μαθηταῖς περὶ τῆς κατασκαφῆς τῆς μητροπόλεως, καὶ μέλλων καὶ περὶ τῆς συντελείας λέγειν, ἐπήγαγεν, τότε τὰ καὶ τὰ ἔσται· οὐ συνάγων τοὺς χρόνους τῆς κατασκαφῆς καὶ τῆς συντελείας, τότε εἶπεν· ἀλλ’ ἐκεῖνον μόνον δηλῶν τὸν καιρὸν, ἐν ᾧτ’ ταῦτα συμβήσεσθαι ἔμελλεν· οὕτω γοῦν καὶ νῦν λέγων ποιεῖ· “ ἐν ταῖς “ ἡμέραις ἐκείναις· οὐ γὰρ τὰς ἑξῆς δηλῶν τοῦτο τέθεικεν, ἀλλ’ ἐκείνας, ἐν αἷς ταῦτα συμβαίνειν ἔμελλεν, ἃ διηγήσασθαι παρεσκεύαστο
Τὸ δὲ “ ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν,” περὶ τῆς παρουσίας αὐτοῦ καὶ τῆς ἐσχάτης φησίν· εἰ καὶ μὴ τοῦτο τέως ἐννόουν, ἕως οὗ εἰς ζήτησιν ἦλθον τοῦ κηρυττομένου. διὸ καὶ τελῶναι πολλοὶ καὶ στρατιῶται παραγενόμενοι, ἠρώτων “ τί δεῖ πράττειν, ἵνα [*](s Scil. Χρυσοστόμου. t κατασφαγῆς Cod.)
τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα, καὶ πᾶσα ἡ Ἰουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου.
Ἐξεπορεύοντο δὲ πρὸς αὐτὸν, καὶ ἐβαπτίζοντο, διότι ἦν ἄξιον θαύματος ἰδεῖν ἐν ἀνθρωπίνῳ σώματι τοιαῦτα ἐπιδεικνύμενον αὐτὸν, καὶ τοσαύτῃ κεχρημένον τῇ παρρησίᾳ, καὶ πάντων ὡς παίδων κατεξανιστάμενον· συνετέλει δὲ εἰς ἔκπληξιν, καὶ τὸ διὰ πολλοῦ
Ἰδῶν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ.
Ἐπειδὴ δέ φησιν ὁ Εὐαγγελιστὴς περὶ τῶν Σαδδουκαίων καὶ τῶν Φαρισαίων, ὅτι ἦλθον εἰς τὸ βαπτισθῆναι· πῶς ὁ Χριστὸς λέγει, ὅτι οὐκ ἐπίστευσαν Ἰωάννῃ; ὅτι οὐκ ἦν τοῦτο πιστεῦσαι, τὸ τὸν κηρυττόμενον ὑπ’ αὐτοῦ μὴ δέξασθαι. παρεγένοντο μὲν καὶ ἐβαπτίσθησαν· οὐ μὴν ἔμειναν ἐπὶ τῆς πίστεως τοῦ κηρύγματος· δείκνυται δὲ τοῦτο, ἐξ ὧν πρὸς τὸν βαπτιστὴν ἔπεμπον λέγοντες, εἰ σὺ εἰ Ἤλιας; εἰ σὺ εἰ ὁ Χριστός; διὸ καὶ ἐπήγαγεν· οἱ “ δὲ ἀπεσταλμένοι ἦσαν ἀπὸ τῶν Φαρισαίων.
Γεννήματα ἐχιδνῶν.
Εἶπεν δὲ αὐτοὺς γεννήματα ἐχιδνῶν, ὅτι οὐδὲν ἄμεινον διέκειντο αὐτοὶ τε καὶ οἱ γεγεννηκότες αὐτοὺς του θηρίου τούτου· καὶ γὰρ τοῦτο διαφθείρει τὴν ὠδίνουσαν, καὶ διατρώγων τὴν γαστέρα αὐτῆς, οὕτως ἐξέρχεται εἰς φῶς, ὅπερ καὶ οὗτοι ἐποίουν, πατραλοῖαι u γινόμενοι, καὶ μητραλοῖαι x, καὶ τοὺς διδασκάλους ταῖς ἑαυτῶν διαφθείροντες χερσί.
Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Μέλλουσαν δὲ ὀργὴν, τὴν αἰώνιον λέγει κόλασιν· οὐ γὰρ τὰ εἰωθότα, οἷον πολέμους καὶ αἰχμαλωσίας.
[*](8)Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας.
Καρποῦς δὲ ἀξίους τῆς μετανοίας εἶπεν, οὐ τὴν πονηρίαν μόνον φυγεῖν, ἀλλὰ καὶ ἀρετὴν πολλὴν ἐπιδείξασθαι· μηδὲ ἐπὶ τῇ τῶν προγόνων εὐγενείᾳ μέγα φρονεῖν, καὶ ἐπὶ ταύτῃ θαρρεῖν. φαινονται γὰρ καὶ μετὰ ταῦτα λέγοντες, “ ἡμεῖς πατέρα ἔχομεν “τὸν Ἀβραάμ.
Τὸ δὲ “ δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων,” καὶ τὰ ἑξῆς· τινές φασι περὶ τῶν ἐθνῶν ταῦτα λέγειν· λίθους αὐτοὺς μεταφορικῶς καλῶν· ἐγὼ δὲ καὶ ἑτέραν ἔννοιαν τὸ εἰρημένον ἔχειν φημί· ὅτι μὴ νομίζετε y, φησιν, ὅτι ἃν ὑμεῖς ἀπόλησθε z, ἄπαιδα [*](u πατραλύαι Cod. x μητρολύαι Cod. y νομίζεται z ἀπολεῖσθαι Cod)
Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Τὸ δὲ ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται, δηλοῖ ὅτι ἐπίκειται μὲν τῇ ῥίζῃ, καὶ οὐδὲ μίαν ἀναβολὴν τῆς κοπῆς ἐπιδείκνυται. πλὴν ἃν μεταβαλεῖσθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἃν δὲ τοῖς αὐτοῖς ἐπιμένετε, πρόρριζον ἀνασπάσῃ τὸ δένδρον· ἐπίκειται μὲν γὰρ, ἵνα μὴ ἀναπέσηται· οὐ τέμνει δὲ, ὅτι δυνατὸν καὶ ἐν βραχεῖ χρόνῳ μεταβαλλομένους σωθῆναι. εἰπὼν “ὅτι πᾶν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν, καὶ τὰ ἑξῆς· τὴν ἐπὶ τῆς συγγενείας προεδρίαν ἐκβάλλει κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔγγονος ἧς, φησὶ, διπλὴν ὑποστήσῃ τὴν κόλασιν, ἄκαρπος μένων.
[*](11)Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν.
Τοῦ ἁγίου Βασιλείου. Τὸ τοῦ Χριστοῦ βάπτισμα τὴν ἐν τῇ κρίσει δοκιμασίαν λέγει· τὸ δὲ ἐν Πνεύματι Ἁγίῳ, τὴν ἐν πυρίναις γλώσσαις τοῦ Πνεύματος ἐσομένην ἐπὶ τοὺς Ἀποστόλους ἐπιφοίτησιν.
Τοῦ Χρυσοστόμου. Διὰ τούτου τὸ δαψιλὲς τῆς δωρεᾶς ἐμφαίνει, ἁγιασμὸν καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν καὶ ἀδελφότητα· καὶ τῇ ἐπεξηγήσει τοῦ πυρὸς πάλιν τὸ σφοδρότερον καὶ ἀκάθεκτον τῆς χάριτος ἐνδείκνυται.
Οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει, ἐν νεύματι Ἁγίῳ.
Διὰ δὲ τὸ εἰπεῖν τὸν ἱμάντα τοῦ ὑποδήματος, τὸ ἔσχατον πάντων ἐσήμανεν, ὅτι τοσοῦτον ἀπέχω, φησὶ, τοῦ μετ’ ἐμὲ ἐρχομένου πρὸς σύγκρισιν, ὅτι οὐδὲ εἰς δούλους ἐκείνου τάττεσθαι [*](a ποιήσεται Cod.)
Οὗ τὸ πτύον ἐν τῆ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην.
Θεοδώρου Ἡρακλείασ. Ὡς κριτὴς ὁ Χριστὸς ἀποχωρίζει τοὺς καθαροὺς ἐν βίῳ ἀπὸ τῶν ἀδικῶν.
Κυρίλλου. τοὺς δικαίους ἁρπάζει εἰς τὴν ἄνω πόλιν, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ κατακαῆναι.
Τοῦ Χρυσοστόμου. Τὸ πτύον, τὸν κριτὴν σημαίνει διαχωρίζοντα τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλούς· σῖτον μὲν τοὺς δικαίους, ἄχυρον δὲ τοὺς ἁμαρτωλούς. πῦρ δὲ ἄσβεστον λέγων τὴν τιμωρίαν ἀθάνατον δείκνυσιν.
[*](14)Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρι πρός με;
Διατί δὲ διακωλύων ὁ Ἰωάννης τὸν Χριστὸν βαπτισθῆναι ὑπ’ αὐτοῦ ὕστερον ἐπείσθη; ὅτι οὐκ ἦν ἄμετρος φιλόνεικος· ἀλλὰ καὶ τὸ ἀνάξιον ἐνδείκνυται καὶ τὴν ὑπακοήν· οὐχ ἁπλῶς δὲ εἰπεν αὐτῷ ὁ Χριστὸς, ἄφες ἀλλὰ καὶ τὸ ἄρτι προσέθηκεν· οὐ γὰρ διηνεκῶς ταῦτα ἔσται, φησὶν, ἀλλ’ ὄψει με ἐν τούτοις οἷς ἐπιθυμεῖς, ὅτε τούτων ἐστὶν ὁ καιρός.
[*](16)Καὶ ἰδοὺ, ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ’ αὐτόν.
Τίνος δὲ χάριν τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς φαίνεται; ὅτι ἥμερον τὸ ζῷον καὶ καθαρόν· ἐπεὶ οὖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον πραότητός ἐστι πνεῦμα, διὰ τοῦτο ἐν τούτῳ φαίνεται. λοιπὸν δὲ καὶ διὰ τὸ εὐαγγελίσασθαι ἐπὶ τοῦ κατακλυσμοῦ τὴν περιστερὰν τὴν λύσιν τοῦ χειμῶνος, κάρφος ἐλαίας ἐπιφερομένην· καὶ γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νῦν λύσιν τῶν κακῶν ἡμῖν ἤγαγεν, καὶ ἀντὶ κλάδου ἐλαίας, τὸν πάντων έλευθερωτὴν ἡμῖν δείκνυσιν· εἰ δὲ καὶ ὄψει περιστερᾶς ἐφάνη τὸ Πνεῦμα τὸ Ἅγιον, χρὴ γινώσκειν, ὅτι οὐ φύσιν περιστερᾶς ἀνέλαβεν,
Περὶ Διδασκαλίας τοῦ Σωτῆρος.
[*](1)Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ
[*](2)Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα.
Ἀντὶ τοῦ τὸ Πνεῦμα προετρέπετο αὐτὸν ἐπὶ τὸν κατὰ τοῦ διαβόλου ἀγῶνα.
Κυρίλλου. Ὑπὸ τοῦ διαβόλου ἤγετο κατὰ συγχώρησιν.
Σευήρου. Οὐκ ἄκων εἵλκετο. ταῦτα γὰρ πρὸς ἡμῶν ὑποτύπωσιν γέγονεν, ἵνα μετὰ τὸ βάπτισμα, μηκέτι αὐτοὺς ἄγωμεν, ἀλλ’ ἐκδῶμεν ἑαυτοὺς τοῖς νόμοις τοῦ Πνεύματος, καὶ ἀπ’ αὐτοῦ ἀγόμεθα ἐπὶ πνευματικὴν ζωὴν, καὶ κατὰ τῶν τοῦ διαβόλου ἀγώνων. οὐχ ὑπερέβη δὲ ὁ Χριστὸς τὸ τῶν ἡμερῶν τῆς νηστείας μῆκος, ὃ ἐνήστευσε Μωϋσῆς καὶ Ἠλίας, ἵνα δῷ χώραν τῷ πειράζοντι προσβαλεῖν ὡς ἀνθρώπῳ c καὶ πεσεῖν.
Ἐπιφανίου. Ἐπείνασεν ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν.
Θεοδώρου Ἤρακλείασ. Τὸ δὲ οὐκ ἐπ’ ἄρτῳ, ὁ πρῶτος Ἀδὰμ διὰ τῆς βρώσεως ἥμαρτεν, ὁ Χριστὸς δι’ ἐγκρατείας περιγίνεται, καὶ διδάσκει ὅτι οὐ δεῖ ἀφίστασθαι τοῦ Θεοῦ, κἂν λιμώττωμεν· τούτων ἀρραβών ἐστι καὶ τῆς μελλούσης καταστάσεως, ὅπερ ἤρξατο ἐν Χριστῷ, ὅτι καὶ δίχα τροφῆς μέλλουσι ζῇν οἱ ἄνθρωποι.
[*](5)τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.
Σευήρου. Τὸ δὲ παραλαμβάνει αὐτὸν ὁ διάβολος,” ὡς Θεὸς [*](b πολλὰ Cod. c ἀνῶ Cod.)
Τοῦ Χρυσοστόμου. τότε, πότε; μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ τὴν φωνὴν τὴν ἄνωθεν ἐνεχθεῖσαν. ὑπὸ ποίου δὲ Πνεύματος ἀνήχθη; ὑπὸ τοῦ Ἁγίου. διατί δὲ ὑπὸ τοῦ διαβόλου πειρασθῆναι; ἐπειδὴ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττεν· ἵνα ἐάν τις τῶν βαπτιζομένων μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνῃ πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου· ἀλλὰ μείνῃ d γενναίως πάντα φέρων· καὶ γὰρ διὰ τοῦτο ἐλάβομεν ὅπλα νοητὰ, οὐχ ἵνα ἀργῶμεν, ἀλλ’ ἵνα πολεμῶμεν e.
Εἰς δὲ τὴν ἔρημον ἄγεται, διδοὺς ἀφορμὴν τῷ διαβόλῳ. τότε γὰρ μάλιστα ἐπιτίθεται ἡμῖν, ὅτε ἴδῃ μεμονωμένους. καὶ πεινῶντι προσέρχεται, ἵνα μάθωμεν πῶς ἡ νηστεία καλόν· καὶ ὅτι μετὰ τὸ βάπτισμα, οὐ τρυφῇ ἀλλὰ νηστείᾳ προσέχειν δεῖ πάντας· διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐχ ὡς αὐτὸς ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων. διὰ τί δὲ εἶπεν αὐτῷ, “εἰ υἱὸς εἶ τοῦ Θεοῦ;” ἐπειδὴ ἤκουσε τῆς ἄνωθεν φωνῆς φερομένης· ἔτι δὲ καὶ Ἰωάννου τοσαῦτα αὐτῷ μαρτυροῦντος· εἶτα δὲ καὶ πεινῶντα λοιπὸν ἐν ἀμηχανίᾳ ἦν· καὶ οὔτε εἰ ἄνθρωπος ψιλὸς ἦν πιστεῦσαι ἐδύνατο διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ’ αὖ πάλιν παραδέξασθαι ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα. διὰ τοῦτο οὖν ἐρωτᾷ. οὐκ εἶπε δὲ αὐτῷ· ἐπειδὴ πεινᾶς, ἀλλ’ “εἰ Υἱὸς εἰ τοῦ Θεοῦ εἰπὲ, ἴνα οἱ λίθοι ἄρτοι κολακεύων αὐτὸν ὑπούλως· διὸ καὶ ὁ Χριστὸς τὸν τῦφον αὐτοῦ καθαιρῶν, καὶ δεικνὺς ὅτι οὐκ ἄξιον αἰσχύνης τὸ πεινᾶν, εἶπεν αὐτῷ· “οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.” δυνατὸς ὁ Θεὸς καὶ ῥήματι θρέψαι τὸν πεινῶντα. ὁμοίως δὲ καὶ εἰς τὴν δευτέραν πεῖραν, τὸ εἰ Υἱὸς εἶ τοῦ Θεοῦ” προφέρει, διὰ τὴν προτέραν αἰτίαν. οὐκ ἠγανάκτησε δὲ κατ’ αὐτοῦ ὁ Χριστὸς, [*](d μείνει Cod. e πολεμοῦμεν Cod)
Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Ἀνεχώρησεν ἀκούσας ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ἰωάννης παρεδόθη εἰς τὴν Γαλιλαίαν, ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμούς· οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. ἔτι δὲ καὶ τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων· ἐπειδὴ καὶ [*](Ε 2)
Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
τοῦτο δηλοῖ τὸ ἐξ οὗ ἐνεβλήθη εἰς τὸ δεσμωτήριον ὁ Ἰωάννης· διατὶ δὲ μὴ έξαρχῆς ἐκήρυξεν αύτός; τι δὲ ὅλως Ἰωάννου ἐδεῖτο, τῆς τῶν ἔργων μαρτυρίας αὐτὸν κηρυττούσης; ἵνα κἀντεῦθεν τὴν ἀξίαν μάθῃς, ὅτι καθάπερ ὁ Πατὴρ, οὕτω καὶ αὐτὸς προφήτας ἔχει· καθὼς καὶ ὁ Ζαχαρίας ἔλεγεν· “καὶ σὺ παιδίον, “ὑψίστου κληθήσῃ· ἄλλως δὲ καὶ ἀναγκαῖον ἦν, παρ’ πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ’ αὐτοῦ· εἰ γὰρ καὶ μετὰ τοσαύτας καὶ τηλικαύτας τὰς μαρτυρίας καὶ ἀποδείξεις ἔλεγον· “σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ “ἀληθής·” εἰ μηδὲν εἰρηκότος Ἰωάννου παρελθὼν εἰς μέσον ἐμαρτύρησεν ἑαυτὸν, τι οὐκ ἃν ἐφθέγξαντο e; ἀρξάμενος δὲ κηρύσσειν ὁ Υἱὸς τοῦ Θεοῦ, οὐδὲν τέως περὶ ἑαυτοῦ ἔλεγεν, ἀλλὰ περὶ τῶν οὐρανῶν, καὶ τῆς βασιλείας τῆς ἐκεῖ. ἐπειδὴ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι· οὔπω γὰρ τὴν προσήκουσαν δόξαν πέρι αὐτοῦ εἶχον.
[*](18)Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας.
Χρὴ δὲ τοῦτο γινώσκειν ὅτι δευτέρα ἦν ἡ κλῆσις Πέτρου καὶ Ἀνδρέου, ἣν ὁ Ματθαῖος λέγει· ὁ μὲν γὰρ Εὐαγγελιστὴς Ἰωάννης φησὶν, ὅτι οὔπω βληθέντος ἐν τῇ φυλακῇ τοῦ προδρόμου προσῆλθον· ἐνταῦθα δὲ μετὰ τὸ ἐμβληθῆναι αὐτόν· κἀκεῖ μὲν ὁ Ἀνδρέας [*](d δὴ Cod. e ἐφθέγξατο Cod.)
Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπεχωρίαζεν ὁ Κύριος ἡμῶν Ἰησοῦς· καὶ ἐντεῦθεν παιδεύων πάντας, ὅτι οὐκ ἔστιν ἀντίθεος καὶ πλάνος, ἀλλὰ συμφωνῶν τῷ Πατρὶ παραγέγονεν· ἐπιχωριάζων δὲ οὐκ ἐκήρυττε μόνον, ἀλλὰ καὶ σημεῖα ἐπεδείκνυτο· ἔχων λοιπὸν δὲ τοὺς μαθητὰς, δι’ ὧν ἐποίει ταῦτα, τὰ ὑπὸ τοῦ Ἰωάννου περὶ αὐτοῦ εἰρημένα βεβαιῶν· διὰ τοῦτο δὲ τότε ἤρξατο ποιεῖν τὰ σημεῖα, ἐπειδὴ ἔθος τῶ Θεῶ, ὅτε πολιτείας τινὸς εἰσαγωγὴν ἔμελλε ποιεῖν, σημεῖα εἰργάζετο, ἐνέχυρα τῆς αὐτοῦ δυνάμεως [*](f ἁλείαν Cod. g ἀρετὴ Cod.)
Σκόπει δὲ τὸ ἀπέριττον τοῦ Εὐαγγελιστοῦ· πῶς ἐν βραχέσι ῥήμασι τοσαῦτα πλήθη παρέδραμε σημείων· καὶ οὐ καθ’ ἕνα διηγεῖται τῶν θεραπευθέντων. διατὶ δὲ νῦν, παρ’ οὐδενὸς αὐτῶν πίστιν ἐζήτησεν ὁ Κύριος· ὥσπερ μετὰ ταῦτα φαίνεται λέγων, “πιστεύεις h ὅτι δύναμαι τοῦτο ποιῆσαι;” ὅτι οὐδέπω τῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν ἦν δεδωκώς· ἄλλως τε δὲ καὶ αὐτὸ τὸ προσιέναι καὶ τὸ πόρρωθεν, οὐ τὴν τυχοῦσαν ἐπεδείκνυτο πίστιν, ὅτι οὐκ ἂν ἔφερον τοὺς θεραπευθέντας ἀσθενεῖς· εἰ μὴ μεγάλα ἦσαν περὶ αὐτοῦ πεπεικότες ἑαυτούς. ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ ἡμεῖς, διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐκπληρώσεως· καὶ γὰρ νοσήματα πολλὰ ἔχομεν ψυχικά.
[*](21)Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ.
Εἰκὸς Ζεβεδαῖον μὴ παραδέχεσθαι τὸ κήρυγμα· διὸ εἰκότως ἀφίεται ὑπὸ τῶν ἐξελθόντων ἐκ τῆς συγγενείας καὶ τοῦ οἴκου του πατρὸς·
Περὶ τῶν μακαρισμῶν.
[*](1)Ἰδῶν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος.
τίνος χάριν ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος; διὰ τὸ ἀφιλότιμον καὶ ἀκόμ [*](b πιστεύεται h Cod.)
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστὶν 1 ἡ βασιλεία τῶν οὐρανῶν.
Tινὲς δὲ εἰσὶν “οἱ πτωχοὶ τῷ πνεύματι;” οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν διάνοιαν. πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν εἴρηκεν, τὴν ἐκ προαιρέσεως συντετριμμένην οὖσαν· ἐπειδὴ γὰρ εἰσὶ πολλοὶ, οὐχ ἑκόντες ἀλλ’ ὑπό τινος ἀνάγκης βιαζόμενοι· ἀφεὶς ἐκείνους, οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον, τοὺς ἀπὸ προ- αιρέσεως ἑαυτοὺς συντρίβοντας μακαρίζει. Καὶ μετ’ ὀλίγον — Κἂν γὰρ εὐχὴν τίς κέκτηται, κἂν νηστείαν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύνην, κἂν ἄλλο τι συναγάγῃ ἀγαθόν· ταπεινοφροσύνης χωρὶς, διαρρεῖ καὶ ἀπόλλυται ἅπαντα, ὅπερ καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονεν.
[*](4)Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Μακαρίζει δὲ τοὺς πενθοῦντας εὐθέως μετὰ τὸν πρῶτον μακαρισμόν· ἐπειδὴ ἀπεναντίας δοκεῖ τοῦ εἶναι, τῇ τῆς οἰκουμένης ψήφῳ· πάντων γὰρ τοὺς γελῶντας ζηλωτοὺς εἶναι νομιζόντων, τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τοὺς ἀντ’ ἐκείνων μακαρίζει· οὐχ ἁπλῶς δὲ τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων δηλονότι τοῦτο ποιοῦντας· ὡς τό γε ἕνεκεν βιωτικῶν πραγμάτων πενθεῖν, σφόδρα ἐστὶ κεκωλυμμένον· ὅπερ οὖν καὶ ὁ Παῦλος περὶ ἀμφοτέρων ἐδήλωσε λέγων, “ ὅτι ἡ μὲν
Εἰπὼν δὲ ὅτι “ μακάριοι οἱ πραεῖς καὶ τὰ ἑξῆς, περὶ ποιᾶς γῆς φησί; νοητὴν φασὶ τινὲς, ἀλλ’ οὐκ ἐστὶ τοῦτο· οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ γραφῇ γῆν νοητὴν, ἀλλ’ αἰσθητὸν τίθησιν ἔπαθλον ἐν τούτῳ. οὐ γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπεται μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων· καὶ πρὸ τῶν μελλόντων ταῦτα ἐπιζητοῦντα· ὑπισχνεῖται δὲ τοῦτο, ἐπειδὴ νομίζεται διὰ τὴν πραότητα πάντα ἀπολλύναι τὰ ἑαυτοῦ· ὅθεν τὸ ἐναντίον ὑπισχνεῖται, ὡσανεὶ λέγων· ὅτι οὗτος μὲν οὖν ἐστιν, ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος· ὁ μὴ θρασὺς μηδὲ ἀλαζών· πρὸ δὲ τῶν ἐλεημόνων μακαρίζει “τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην· ἐπειδὴ οὐκ ἐξ ἁρπαγῆς οὐδὲ ἐκ πλεονεξίας δεῖ ἐλεεῖν, ἀλλ’ ἐκ δικαίων πόνων· καὶ οὐκ εἶπεν τοὺς ἁπλῶς δικαιοσύνης ἀντεχομένους, ἀλλὰ “τοὺς “ πεινῶντας καὶ διψῶντας,” τουτέστι τοὺς μετὰ ἐπιθυμίας πάσης αὐτὴν μετερχομένους· καὶ ἐνταῦθα δὲ αἰσθητὸν τὸ ἔπαθλον τίθησι λέγων· “ὅτι αὐτοὶ χορτασθήσονται· διὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν, τοὺς πολλοὺς εὐπόρους ποιεῖν λέγει· ὅτι τοὐναντίον μὲν οὖν ἐστιν· ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται.
τοὺς ἐλεήμονας δὲ μακαρίζει, οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων· ποικίλως γάρ ἐστιν ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή. τί δέ ἐστιν αὐτῆς τὸ ἔπαθλον; “ὅτι αὐτοὶ ἐλεηθήσονται. καθαροὺς δὲ τῇ καρδίᾳ λέγει, ἢ τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, ἣ τοὺς ἐν σωφροσύνῃ διάγοντας· φησὶ γὰρ ὁ Παῦλος, “εἰρήνην διώκεται “καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. ἐνταῦθα δὲ πνευματικὸν τίθησι τὸ ἔπαθλον λέγων, “ὅτι αὐτοὶ τὸν Θεὸν “ὄψονται·” ὄψιν δέ, φησι, τὴν ἄνω δυνατὸν ἰδεῖν· ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσιν· πορνεύουσι δέ· ἔδειξεν ὅτι οὐκ ἀρκεῖ τὰ πρότερα, ἐὰν μὴ καὶ σωφροσύνη παρῇ. εἰρηνοποιοὺς δὲ μακαρίζει, οὐ μόνον τοὺς μὴ πρός τινα ἀπεχθανομένους ἢ στασιάζοντας, ἀλλὰ καὶ ἑτέρους
Ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται;
Εν τῷ εἰπεῖν “ ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς· ἔδειξε μωρανθεῖσαν πᾶσαν τὴν ἀνθρωπότητα καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων. ὑμεῖς οὖν, μαθηταί μου, τὰς εἰρημένας ἐν τοῖς μακαρισμοῖς ἀρετὰς κατορθώσαντες, καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας παρασκευάσαντες ὑπερχεῖσθαι πηγάς.
Θεοδώρου Ἡρακλείασ. Ἄλας τῆς γῆς ἐστιν τὸ ψυχικὸν ἄρτυμα·
Κυρίλλου. Ἄλας καλεῖ τὴν φρόνησιν.
Τοῦ Χρυσοστόμου. Τί ἐστιν “ἐὰν δὲ τὸ ἅλας μωρανθῇ” καὶ τὰ ἑξῆς; ὅτι οἱ μὲν ἄλλοι, φησὶ, τοῦ λαοῦ ἀρετὰς κατορθοῦντες καὶ πίπτοντες δύνανται διὰ μετανοίας ταχέως τυγχάνειν συγγνώμης· ὁ δὲ διδάσκαλος ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δίδωσι τιμωρίαν· μὴ οὖν προδῶτέ, φησι, τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, καὶ στερρότητα καὶ στυφότητα, τὴν τῷ ἅλατι προσήκουσαν· ἐὰν γὰρ φοβηθῆτε ὀνειδισμοὺς καὶ διωγμοὺς, καταφρονηθήσεσθε, ὅπερ ἐστὶ καταπατηθῆναι.
[*](14)Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.
Θεοδώρου μνάκου. Ὥσπερ διὰ τοῦ φωτὸς ὁρᾷ τις ὅλα,
Κυρίλλου. 10 δὲ οὐ δύναται πόλις, οἱ ἐπὶ τῇ πίστει ἱδρύμενοι, ὡς ἐπ’ ὄρους ὑψηλοῦ, οὐκ ὀφείλουσι λαθραίως ἢ μετὰ δειλίας λαλεῖν τὸν λόγον.
Θεοώρου μονάκου. Μόδιον, τὴν κακίαν εἶπεν· λύχνον δὲ τὴν ἀρετήν.
Τοῦ Χρυσοστόμου. “Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου εἰπὼν, πάλιν τοῦ κόσμου καὶ οὐχ ἑνὸς ἔθνους οὐδὲ εἴκοσι πόλεων, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ἔδειξεν αὐτοὺς ἔσεσθαι διδασκάλους, καὶ ὥσπερ ἅλας πνευματικὸν, οὕτω καὶ φῶς νοητὸν, τῆς τοῦ ἡλίου ἀκτῖνος πολὺ βέλτιον. Τὸ δὲ “οὐ δύναται πόλις κρυβῆναι, καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ ὅτι οὗτος ἔσεσθαι h, φησὶ, πάσῃ τῇ οἰκουμένῃ καταφανὴς, ὥσπερ πόλις ὑπεράνω κορυφῆς ὄρους κειμένη, καὶ ὥσπερ λύχνος ἐπὶ τῆς λυχνίας φαίνων. Τὸ δὲ “ οὐ καίουσι “λύχνον” καὶ τὰ ἑξῆς, τὴν παρρησίαν, φησὶν, ἀπαιτεῖ τὴν παρ’ ἡμῶν· ἐγὼ μὲν ἧψα τὸ φῶς, φησί· τὸ δὲ μεῖναι καιόμενον, τῆς ὑμετέρας γενέσθω σπουδῆς, οὐ δι’ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐτῆς ἀπολαύειν πρὸς τὴν ἀλήθειαν χειραγωγίας· οὐδὲ γὰρ τὴν οἰκουμένην διορθώσητε ὀρθῶς βιοῦντες, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάσητε.
[*](17)Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.
Διατί δὲ εἶπεν, “οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη- “ρῶναι;” ἐπειδὴ ἔμελλεν ὑψηλότερα διδάσκειν τοῦ νόμου, ὅθεν καὶ πρὸς πάντα τὸν ὄχλον λοιπὸν τρέπει τὸν λόγον· καὶ πῶς οὐ κατέλυσέ, φησι, τὸν νόμον, ἕτερα νομοθετήσας; ἐπειδήπερ αἱ ἐντολαὶ αὐτοῦ, οὐ τοῦ νόμου ὑπάρχουσι κατάλυσις, ἀλλὰ μᾶλλον ἐπίστασις. τὸ γὰρ μὴ φονεύειν, οὐκ ἀναίρεσις τὸ μὴ ὀργίζεσθαι, ἀλλὰ πλήρωσις, καὶ πλειόνων ἀσφάλεια.
[*](18)Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, κ. τ. λ.
Τὸ δὲ “ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς,” οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ [*](h Sic.)
Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ.
Τὸ δὲ εἰπεῖν ὅστις λύσει μίαν τῶν ἐντολῶν τούτων” καὶ τὰ ἑξῆς, οὐ περὶ τῶν παλαιῶν νομίμων τοῦτο εἶπεν, ἀλλὰ περὶ ὧν ἔμελλεν αὐτὸς νομοθετεῖν· ὅθεν καὶ τὸ ἐπαγόμενον. τὸ δὲ “ἐὰν “μὴ περισσεύσῃ καἰ τὰ ἑξῆς· ποῖον δὲ ἦν τὸ περισσόν; τὸ μὴ ὀργισθῆναι, τὸ μὴ ἐμβλέψαι εἰς γυναῖκα ἀκολάστως, τὸ ὑπὲρ τὰς δεκάτας παρέχειν καθ’ ἕκαστον ἔτος ἐκ τῶν ὑπαρχόντων τοῖς δεομένοις. εἰπὼν δὲ “ἐλάχιστός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν “ οὐρανῶν,” τοῦτο ἐσήμανεν ὅτι εἰς γέενναν καὶ κόλασιν ἀπελεύσεται ὁ τοιοῦτος. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι βασιλείαν οὐ τὴν ἀπόλαυσιν λέγει μόνον, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καὶ τὴν παρουσίαν ἐκείνην τὴν φοβεράν. εἰδότες τοίνυν τὴν ἀπειλὴν, μήτε αὐτοὶ κἂν μίαν τῶν ἐντολῶν αὐτοῦ παραβαίνωμεν, μήτε τοὺς βουλομένους ταύτας φυλάττειν ἐκλύωμεν.
Ος δ’ ἃν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται.
Διὰ δὲ τοῦ εἰπεῖν, “ὃς δ’ ἃν ποιήσει καὶ διδάξει, οὗτος μέγας “ κληθήσεται· διδάσκει ἡμᾶς, μὴ ἑαυτοῖς μόνους χρησίμους εἶναι, ἀλλὰ καὶ ἑτέροις· καὶ γὰρ μέγας ὁ μισθὸς τῷ ἑαυτὸν ἀκλινῆ φυλάττοντι, εἰς τὴν τῶν δεσποτικῶν ἐντολῶν ἐκπλήρωσιν.
[*](21)Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῆ κρίσει.
Τίνος χάριν οὐκ εἶπεν, ὅτι ἠκούσατε ὅτι εἶπον τοῖς ἀρχαίοις; ἐπειδὴ δυσπαράδεκτος ὁ λόγος ἐγένετο, καὶ πᾶσιν ἃν πρόσεστι τοῖς ἀκούουσι· τὸ δὲ “οὑ φονεύσεις” καλῶς τέθεικε πρῶτον, διὰ τὸ μὴ συγχεῖν τὴν τάξιν τῶν ἐντολῶν, ἀλλὰ ἀπὸ ταύτης ἄρξασθαι, ἀφ’ ἧς καὶ ὁ νόμος ἤρξατο· ἵνα καὶ ἐν τούτῳ δείξῃ τὴν συμφωνίαν. εἰπὼν δὲ ἐγὼ δὲ λέγω ὑμῖν, ἔδειξε τὴν ἑαυτοῦ ἐξουσίαν ἀπηρτισμένην· οὐδεὶς γὰρ δικαίων ἣ προφήτων, ἣ πατριαρχῶν
Tὸ “ῥακὰ” οὐ μέγα ἐστὶ ῥῆμα ὕβρεως, ἀλλὰ μᾶλλον καταφρονήσεως, ὥσπερ ἡμεῖς τινὶ ἐπιτάττοντες τῶν οἰκετῶν λέγομεν· ἄπελθε σύ· οὕτως καὶ οἱ τῇ Σύρων κεχρημένοι γλώσσῃ, “ῥακὰ” λέγουσι τὸ σύ· ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς, καὶ τὰ μικρότατα ἀνασπᾷ. εἰπὼν δὲ ὅτι ἔνοχος ἔσται τῷ συνεδρίῳ συνέδριον ἐνταῦθα τὸ τῶν Ἰουδαίων δικαστήριον φησί. τὸ μωρὸν εἶπειν, πολλοῖς βαρὺ καὶ φορτικὸν ἔδοξεν εἶναι, εἰ περὶ ῥήματος ψιλοῦ τοσαύτην, φησὶ, μέλλομεν διδόναι δίκην· εἰπάτωσαν τοίνυν, διὰ τι φορτικὸν εἶναι δοκεῖ τὸ ἐπίταγμα· οὐκ οἴδασιν ὅτι καὶ αἱ πλείους τῶν τιμωριῶν καὶ τῶν ἁμαρτιῶν, ἀπὸ ῥημάτων ἔχουσι τὴν ἀρχήν. καὶ γὰρ βλασφημία ῥημάτων, καὶ ἄρνησις διὰ ῥημάτων, καὶ λοιδορίαι καὶ ὕβρεις, καὶ ἅπαξ ἁπλῶς πάντα τὰ διὰ τῆς γλώττης κακά. χρὴ δὲ γινώσκειν ὅτι ἐνταῦθα πρῶτον γεέννης ὄνομα εἶπεν, πρότερον περὶ βασιλείας πολλὰ διαλεχθείς· δεικνὺς ὅτι ἡ μὲν βασιλεία τῆς αὐτοῦ φιλανθρωπίας καὶ γνώμης ἐστίν· ἡ δὲ γέεννα τῆς ἡμῶν ῥαθυμίας.
Εἰπὼν “ἐὰν προσφέρῃς τὸ δῶρόν σου” καὶ τὰ ἑξῆς, διὰ τούτων ἁπάντων δηλοῖ, ὅτι οὐ δέχεται τοὺς ἀπεχθῶς πρὸς ἀλλήλους ἔχοντας ὁ Θεός· ἀκουέτωσαν ὅσοι μετὰ ἔχθρας, ἣ προσευχὰς, ἢ
Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῆ ὁδῷ μετ’ αὐτοῦ.
Τό “ ἴσθι εὐνοῶν τῶ ἀντιδίκῳ σου καὶ τὰ ἑξῆς τινὲς άντίδικον τὸν διάβολον λέγουσιν, καὶ ὅτι κελεύει ὁ Χριστὸς μηδὲν ἔχειν τῶν ἐκείνου· τοῦτο γὰρ εἶναι τὸ εὐνοεῖν αὐτῷ, ὡς οὐ δυνατὸν διαλύσασθαι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τῆς ἀφορήτου λοιπὸν ἡμᾶς διαδεχομένης κολάσεως· ἐμοὶ δὲ περὶ τῶν ἐνταῦθα δοκεῖ λέγειν δικαστῶν καὶ τῆς ἐπὶ τὸ δικαστήριον ὁδοῦ, καὶ τοῦ δεσμωτηρίου τούτου· ἐπειδὴ γὰρ ἐκ τῶν ὑψηλοτέρων ἐνέτρεψε καὶ τῶν μελλόντων, καὶ ἀπὸ τῶν ἐν τῷ παρόντι βίῳ λοιπὸν φοβεῖ, ταχὺ, λέγων, καταλλάγηθι “ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ, ἐπὶ τοὺς δικαστὰς πορευόμενος, πρὶν τῷ βήματι τῶν δικαστῶν παραστῇς· τί δέ ἐστιν εὐνόει; καταδέχου μᾶλλον ἀδικεῖσθαι.
[*](27)Ἠκούσατε ὅτι ἐρρέθη, οὐ μοιχεύσεις.
Θεοδώρου μονάχου. Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι τρόπον τινὰ ἠρεμοῦντα τὰ πάθη διανύττει διὰ τοῦ ὁρᾷν.
Κυρίλλου. τάχα εἰσι τινες τοιοῦτον λαβόντες χάρισμα ὥστε μὴ ἐπιθυμεῖν· πλὴν ὁ Χριστὸς ὡς ἰσχυροποιήσας τὴν ἀνθρώπων φύσιν, καὶ τὰ ὑπὲρ νόμον ἐπιτάσσει, ὡς νῦν ἐγχωροῦντα· εἰ γὰρ καὶ τοῖς πρὸ τοῦ Χριστοῦ ἀδύνατον ἦν τοῦτο, ἀλλὰ τοῖς πιστοῖς εὐκατόρθωτον τὸ τὰς ἐπιθυμίας ἐκκόπτειν.
Ὁ ἐμβλέψας γυναῖκα καὶ ἐπιθυμήσας τότε κρίνεται, ὅτε φανῇ αὐτῷ i ἡ σὰρξ τῆς γυναικὸς εἰς ἐπιθυμίαν καλὴ, καὶ σαρκικῶς αὐτὴν ἴδῃ καὶ ἁμαρτητικῶς· ὁ γὰρ δι’ ἀγάπην τῆς ἁγνῆς ὁρῶν τὸ κάλλος, οὐ τὴν σάρκα ἡγεῖται καλὴν, ἀλλὰ τὴν ψυχήν.
Γρηγορίου Νύσησ. Οὐ τὸν ἐπιθυμήσαντα κατά τινα συντυχίαν εἰναι κατάκριτον, ἀλλὰ τὸν ἐκ πονηρίας τὸ πάθος ἐπισπασάμενον· τὸ μὲν γὰρ ἐγγίνεσθαι ποτε τοιαύτην ὁρμὴν ἡ συγκεκραμένη τῇ φύσει πολλάκις ἀσθένεια, καὶ παρὰ τὴν γνώμην παρασκευάζει· ὁ δὲ μὴ χειμάρρου δίκην παρενεχθῆναι τῇ τοῦ [*](i αὐτὸ Cod.)
Τοῦ ἀγίου Βασιλείου. Ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναῖκα, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσει, ἀλλὰ τό γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος.
Ἰσιδώρου. Οὐ ταὐτὸν, ὦ βέλτιστε, τὸ ἐξαίφνης ἰδεῖν καὶ τρωθῆναι, καὶ τὸ μετὰ σπουδῆς τὰ ἀλλότρια θηρώμενον κάλλη τὸ αὐτὸ παθεῖν. ὁ μὲν γὰρ ἐξαίφνης ἰδὼν καὶ τρωθεὶς, δύναται λογισμῷ σώφρονι καὶ τὸ βέλος ἐξελκύσαι καὶ τὸ τραῦμα θεραπεῦσαι· φάρμακον δὲ ἄριστον τῷ τοιούτῳ πάθει, νηστεία καὶ τὸ μηκέτι τὴν τρώσασαν θεάσασθαι. ὁ δὲ συνεχῶς καὶ μετὰ σπουδῆς ὁρῶν, κἂν μὴ τῷ σώματι δράσειεν, ἀλλὰ τῇ ψυχῇ τὴν ἁμαρτίαν ἀποτελέσειεν.
Ἄλλωσ. Οὐ γὰρ εἶπεν, ὁ ἁπλῶς καὶ ἐκ παρόδου τινὸς ἰδὼν καὶ ἐπιθυμήσας ὡς μοιχὸς τιμωρηθήσεται· ἀλλ’ ὁ ἐκ προενθυμήσεως τὸ πρᾶγμα ἐπιγράψαι τὸ πάθος σπασάμενος, ὁ τοῦτο τὸ ἔργον τιθέμενος.
Τοῦ Χρυσοστόμου. Ὁ ποιούμενος ἔργον τὰ λαμπρὰ σώματα περιεργάζεσθαι, καὶ τὰς εὐμόρφους θηρᾷν. οὐ γὰρ τὸ σῶμα ἦλθεν ἀπαλλάξαι τῶν πονηρῶν πράξεων μόνον, ἀλλὰ τὴν ψυχὴν πρὸ ἐκείνου· ἐπειδὴ γὰρ ἐν τῇ καρδίᾳ τὴν τοῦ Πνεύματος δεχόμεθα χάριν, αὐτὴν ἐκκαθαίρει πρώτην· ἐπεὶ οὖν οὐκ ἔστι μὴ ἐπιθυμεῖν, καὶ γὰρ ἐν ὄρεσι καθήμενος ἐπιθυμεῖ, οὐκ εἶπεν τὴν ἁπλῶς ἐγγινομένην ἐπιθυμίαν, ἀλλ’ ὡς ἃν ἐμβλέψῃ πρὸς τὸ ἐπιθυμῆσαι, τουτέστιν ὁ ἑαυτῷ τὴν ἐπιθυμίαν συλλέγων. ἴσως δὲ ἐρεῖ τίς· ἐὰν οὖν ἴδω μὲν καὶ ἐπιθυμήσω, μηδὲν δὲ πράξω πονηρὸν, ἐκ τούτου κατακρίνομαι; γινωσκέτω ὁ τοιοῦτος, ὅτι καὶ αὐτὸς μετὰ τῶν μοιχῶν ἕστηκεν. τοῦ γὰρ δικαιοκρίτου ἀποφηναμένου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, οὐδὲν δεῖ περιεργάζεσθαι πλέον· ἅπαξ μὲν καὶ δὶς καὶ τρὶς οὕτως ἰδών τις, ἴσως δυνήσεται κρατεῖν· ἃν δὲ συνεχῶς τοῦτο ποιῇς, καὶ ἀνάπτεις τὴν κάμινον, ἁλώσῃ πάντως· οὐ γὰρ ἔξω τῆς ἀνθρωπίνης ἕστηκας φύσεως. ὡσαύτως δὲ καὶ αἱ καλλωπιζόμεναι τῶν γυναικῶν, κἂν μὴ πλήξωσι τοὺς τῶν ἁπάντων ὀφθαλμοὺς, δίκην δώσουσι τὴν ἐσχάτην· τὸ γὰρ φάρ-
Κύριλλοσ. Ἰωάννησ. Ἰσίδωροσ. Θεόδωροσ ἡρακλείασ. Εἰπὼν, “ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε,” καὶ τὰ ἑξῆς· ὀφθαλμὸν λέγει, τὸν λογισμὸν τῆς ἐπιθυμίας, ὃν λέγει ἐκκόπτεσθαι.
Άλλωσ. Τῶν αὐτῶν. Ὀφθαλμὸς καὶ χεὶρ νοεῖται ὁ φίλος· ἐὰν γάρ τινα οὕτως φιλῇς, ὡς ἐν τάξει ὀφθαλμοῦ δεξιοῦ, καὶ χρήσιμον αὐτὸν νομίζεις, ὡς ἐν τάξει δεξιᾶς χειρὸς, καὶ βλάπτει σου τὴν ψυχὴν, ἀπότεμε τούτους ἀπὸ σοῦ, καὶ πόρρω χωρίσθητι ἀπ’ αὐτῶν. ὅτ’ ἂν γὰρ μὴ ἀλλήλους σώζητε, ἀλλὰ μᾶλλον ἀμφότεροι προσαπόλλυσθε ὄντες ὁμοῦ, συμφέρει χωρισθέντα, κἂν τὸν ἕνα σωθῆναι.
[*](31)Ἐρρέθη δὲ ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
Τοῦ Χρυσοστόμου. Διατί εἶπεν “ὃς ἃν ἀπολύσῃ τὴν “γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον;” ἐπειδὴ νόμος ἦν κείμενος παλαιὸς τὸν μισοῦντα τὴν γυναῖκα αὐτοῦ, ἐξ οἵας δήποτε αἰτίας, μὴ κωλύεσθαι αὐτὸν ἐκβάλλειν αὐτὴν, καὶ ἑτέραν ἀντ’ ἐκείνης εἰσάγειν. ταύτην τὴν συνήθειαν ἀνατρέπων ὁ δεσπότης ἡμῶν Χριστὸς, τοῦτο τέθεικε καὶ ἐπάγει λέγων, “ἐγὼ δὲ λέγω “ὑμῖν, ὅτι ὃς ἃν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἑξῆς· τὴν γυναῖκα καὶ ἄκουσαν σωφρονίζει, καὶ τὴν πρὸς πάντας ἀποτειχίζει εἴσοδον αὐτῇ ὡσαύτως δὲ καὶ τὸν ἄνδρα ἔκφοβον άπεργάζεται, ἵνα μὴ τοῦτο διαπράξηται.
Θεοδώρου μονάκου. Διὰ τὸ θέλειν ἄλλαις συνεῖναι, ἐξέβαλε τὰς πρώτας, καὶ διὰ τῆς μηχανῆς ταύτης, οἱ μὲν ἐλάμβανον τὰς ἄλλων γυναῖκας, αἱ δὲ τοὺς ἀλλοτρίους ἄνδρας.
Κυρίλλου. Ὁ τὴν σώφρονα ἐκβάλλων δίδωσιν αὐτῇ ἄδειαν ἄλλῳ γαμηθῆναι, ὅπερ ἐστιν εἶδος μοιχείας, ὡσανεὶ μὴ λυθείσης συζυγίας· οὐ γὰρ τὰ ῥεπούδια παρὰ Θεῷ λύει τὸν γάμον, ἀλλ᾿ ἡ ἄτοπος πράξις.
[*](33)Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.
Ωριγένουσ. Κυρίλλου. Τὸ “οὐκ ἐπιορκήσεις” καὶ τὰ ἑξῆς·
Τοῦ Χρυσοστόμου. Τὸ “ἀποδώσεις Κυρίῳ τοὺς ὅρκους σου δηλοῖ, ὀμνύειν μὲν, ἀληθεύειν δέ· τοῦτο δὲ τοῖς ἀρχαίοις ἐρρέθη· αὐτὸς δὲ παρ’ ἑτέρῳ ἀπάγων τοῦ ὀμνύειν κατὰ τοῦ Θεοῦ, φησι, μήτε κατὰ τοῦ οὐρανοῦ, μήτε κατὰ τῆς Ἱερουσαλὴμ, καὶ τῶν ἑξῆς· τούτων δὲ ἐμνήσθη οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ ἔθος εἶχον καὶ κατὰ τούτων ὀμνύειν, δείκνυσι πρὸς τῷ τέλει τοῦ εὐαγγελίου τὸ ἔθος· τὸ δὲ “μήτε κατὰ τῆς κεφαλῆς σου σημαίνει, ὅτι οὐδείς ἐστιν ἑαυτοῦ κύριος· οὐ γὰρ μόνον τοῦ ἐπιορκεῖν, φησι, κωλύω· ἀλλὰ καὶ τὸ ὅλως ὀμνύναι· οὐ μόνον εἰς τὸ τοῦ Θεοῦ ὄνομα, ἀλλ’ οὐδὲ εἰς τί τῶν κτισμάτων αὐτοῦ.
[*](39)Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.
Τοῦ Χρυσοστόμου. Οὐχὶ τῷ ἀδελφῷ ἀντιστῆναι, ἀλλὰ τῷ πονηρῷ, δεικνὺς ὅτι ἐκείνου κινοῦντος, ταῦτα τολμῶνται τὰ κακά· τί οὖν φησιν; οὐ χρὴ ἡμᾶς ἀντιστῆναι τῷ πονηρῷ; δεῖ μὲν, οὐ τούτῳ δὲ τῷ τρόπῳ, τὸ ἀντιδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ τὸ παρέχειν ἑαυτοὺς πάσχειν κακῶς· οὕτω γὰρ τοῦ πονηροῦ περιγενόμεθα· οὐδὲ γὰρ πυρὶ σβέννυται πῦρ, ἀλλ’ ὕδασι.
Καὶ τὸ παρέχειν δὲ τῷ τύπτοντι τὴν ἑτέραν σιαγόνα κελεύσας, οὐ περὶ τῆς τοιαύτης πληγῆς νομοθετεῖ μόνον, ἀλλὰ καὶ τὴν ἐν ἅπασι τοῖς ἄλλοις ἀνεξικακίαν, παιδεύων ἡμᾶς τοῦτο φησι· εἰπὼν δὲ “τῷ θέλοντί σοι κριθῆναι καὶ τὰ ἑξῆς, οὐχ ἁπλῶς τοῦτο τέθεικεν, ἀλλὰ μετὰ προσθήκης· οὐ γὰρ εἶπεν, δὸς τῷ ἀπαιτοῦντι τὸ ἱμάτιον, ἀλλὰ “τῷ θέλοντί σοι κριθῆναι,” τουτέστιν, ἐὰν εἰς δικαστήριον ἕλκῃ, καὶ πράγματα δικαστικὰ παρέχει, καὶ οὐ μόνον ἃ βούλεται καὶ κελεύει δοῦναι, ἀλλὰ καὶ πλείονα ἐπιδείξασθαι φιλοτιμίαν· καὶ μηδεὶς λεγέτω, ὅτι γυμνὸς λοιπὸν ἔμελλον περιϊέναι τούτοις πειθόμενος· μᾶλλον μὲν γὰρ ἃν πολλῷ πλειόνα ἁπάντων οἱ πειθόμενοι περιεβάλοντο· διὸ μηδεὶς ἀδύνατα εἶναι νομιζέτω ταῦτα ἐπιτάγματα· καὶ γὰρ μετὰ τοῦ συμφέροντος σφόδρα ἐστὶν εὔκολα, ἐὰν νήφωμεν. μετὰ τὸ δοῦναι τὸν
τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπό σου δανείσασθαι μὴ ἀποστραφῇς.
Δάνος δὲ ἐνταῦθα οὐ τὸ μετὰ τόκον λέγει, ἀλλὰ τὴν χρῆσιν τὴν ἁπλῶς γινομένην.
[*](44)Ἐγὼ δὲ λέγω ὑμῖν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.
Τὴν κορωνίδα τῶν ἀγαθῶν ἐσχάτην τέθεικεν, τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς καὶ εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ εὐλογεῖν τοὺς καταρωμένους· καλῶς ποιεῖν τοῖς μισοῦσιν, ὅπερ ὕψος μέγιστον φιλοσοφίας ἐστί· διάτοι τοῦτο καὶ λαμπρὸν τὸ ἔπαθλον ἔχει καὶ μισθὸν τοιοῦτον, οἷον οὐδὲ ἓν τῶν προτέρων. οὐ γὰρ γῆς ἐνταῦθα μέμνηται, καθάπερ ἐπὶ τῶν πράων, οὔτε παρακλήσεως καὶ ἐλέους, καθάπερ ἐπὶ τῶν πενθούντων καὶ ἐλεημόνων, οὔτε βασιλείας οὐρανῶν· ἁλλ’ ὃ πάντων τούτων ἦν φρικωδέστερον, τὸ γενέσθαι ὁμοίους Θεῷ, ὡς ἀνθρώπους γενέσθαι εἰκός· “ὅπως γένησθέ,” φησιν, “ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν “ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει “ἐπὶ δικαίους καὶ ἀδίκους. καὶ γὰρ καὶ αὐτὸς οὐ μόνον οὐ μισεῖ, φησὶν, ἀλλὰ καὶ εὐεργετεῖ τοὺς ὑβρίζοντας, καίτοιγε οὐδαμοῦ τὸ γινόμενον ἴσον, οὐ μόνον διὰ τὴν τῆς εὐεργεσίας ὑπερβολὴν, ἀλλὰ καὶ διὰ τὴν τῆς ἀξίας ὑπεροχήν.
Κυρίλλου. Ἀγαπῶμεν τοὺς ἐχθροὺς, οὐ καθ’ ὃ μοιχοὶ εἰσιν ἢ φονεῖς, ἀλλὰ καθὸ ἄνθρωποι. τὸ γὰρ ἁμαρτάνειν ἐνεργείας ἐστὶν, οὐκ οὐσίας· διὸ οὔτε ἔργον Θεοῦ ἡ ἁμαρτία.
Θεοδώρου Ἡρακλείασ. Ὑπερεύχου τῶν ἐχθρῶν, ἐν τούτῳ αὐτοὺς ἀμυνόμενος, ἐν τῷ μὴ συνεῖναι αὐτοῖς] ἐμμένουσι τῇ πονηρίᾳ.
Τοῦ αὐτοῦ. Πάντας τοὺς θέλοντας υἱοθεσίας ἀξιωθῆναι, δεῖ κατὰ τὸ δυνατὸν μιμεῖσθαι Θεὸν, ἐν τῷ ἀδιακρίτως εὐεργετεῖν.
[*](j. αὐτοὺς Cod.)Καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων.
Κυρίλλου Ἀλεξανδρείασ. Ἴσως φήσειέν τις, πῶς ὁ μακάριος Παῦλος Ἀλέξανδρον ἀρᾶται τὸν χαλκέα; πρὸς ὃν φαμὲν οὐχ ὡς ἴδιον ἐχθρὸν, ἀλλ’ ὡς ἐχθρὸν τοῦ Εὐαγγελίου κατηράσατο αὐτὸν, διδάσκων ὅτι τοῖς τοῦ Θεοῦ ἐχθροῖς ἀεὶ χρὴ πολεμεῖν.
[*](45)Ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.
Ωριγένουσ. Ὁ μιμητὴς τοῦ Θεοῦ καὶ Χριστοῦ, τὸν ἐν αὐτῷ λόγον ἥλιον καὶ τὴν ἐν αὐτῷ λάμπουσαν δικαιοσύνην ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ τὸν διὰ στόματος λόγου αὐτοῦ ὑετὸν i οἰκονομικῶς βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, τουτέστιν ἁμαρτωλούς.
[*](1)Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν, μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων.
Τοῦ Χρυσοστόμου. Περὶ τῆς κενοδοξίας διαλέγεται, τοῦ τυραννικωτέρου πάντων πάθους· εἰ μὴ γὰρ εἶπεν τί δεῖ ποιεῖν, οὐκ ἃν περὶ τούτου πῶς ἁρμόδιον ἦν αὐτῷ ποιεῖν ἐδίδασκεν· οὐ δὲ ἁπλῶς εἶπε, “προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμ- “πρόσθεν τῶν ἀνθρώπων, ἀλλὰ καὶ τούτῳ ἐπήγαγεν, “πρὸς τὸ “θεαθῆαι θεαθῆναι αὐτοῖς. ἔστι γὰρ ἔμπροσθεν ἀνθρώπων ποιοῦντα, μὴ πρὸς τὸ θεαθῆναι ποιεῖν, διόπερ τὴν γνώμην κολάζει καὶ στεφανοῖ. εἰ γὰρ μὴ αὕτη ἡ ἀκρίβεια προσκειμένη ἦν, πολλοὺς ἃν τοῦτο ὀκνηροτέρους ἐποίησεν περὶ τὴν τῆς ἐλεημοσύνης δόσιν, διὰ τὸ μὴ πανταχοῦ πάντως δυνατὸν εἶναι λανθανόντως ποιεῖν· διὰ τοῦτο ἀπολύων ἡμᾶς τῆς ἀνάγκης ταύτης, τῇ προαιρέσει τοῦ ποιοῦντος καὶ τὴν ζημίαν καὶ τὸν μισθὸν ὁρίζει· ἵνα γὰρ μὴ λέγῃς, τί γὰρ ἐγὼ πάθω, ἃν ἕτερος ἴδῃ; οὐ τούτων ζητῶν φησὶν, ἀλλὰ τὴν διάνοιαν τὴν σὴν καὶ τὸν τρόπον τοῦ γινομένου· τὴν γὰρ ψυχὴν διαπλάσαι βούλεται, καὶ παντὸς ἀπαλλάξαι νοσήματος.
Εἶπε δὲ μὴ σαλπίσαι ἔμπροσθεν τῶν ἀνθρώπων· οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλὰ τὴν πολλὴν αὐτῶν ἐπιδεῖξαι μανίαν, τῇ λέξει τῆς μεταφορᾶς ταῦτα κωμῳδῶν αὐτοὺς καὶ [*](i υἱετὸν Cod.)
Κυρίλλου. Ὁ δι’ αὐτὸ τὸ καλὸν ποιῶν ἀρετὴν, ὑπερκόσμιον ἔχει τὸ καύχημα.
Κλήμεντοσ. τοῦτό φησιν, ἵνα ὁ Θεὸς μόνος γινώσκῃ J· οὔτε γὰρ αὐτὸς ὁ ἐλεῶν ὀφείλει γινώσκειν· ἐπεὶ συμβαίνει διὰ τούτου, ποτὲ μὲν ἐλεᾶν, ποτὲ δὲ οὔ.
[*](3)Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου.
Σετήρου. Ὁ λεληθότως ποιῶν τὸ καλὸν καὶ μὴ δημοσιεύων αὐτὸ, ἀλλὰ ζητῶν λαθεῖν καὶ αὐτὸν τὸν εὐεργετούμενον, οὗτός ἐστι περὶ οὗ φησιν ὁ Κύριος, “μὴ γνώτω ἡ ἀριστερά σου, τί “ποιεῖ ἡ δεξιά σου.”
Ὠριγένουσ. Τὸ δεξιὸν καὶ καθῆκον ἔργον γινώσκει ἡ ἀριστερὰ, ὅτε μολύνεται ὑπὸ φιλοδοξίας.
[*](5)Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί.
Τοῦ Χρυσοστόμου. Εἰπὼν δὲ, προσευχόμενοι οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταὶ, πρεπόντως δὲ τοὺς τοιούτους ὑποκριτὰς καλεῖ, ὅτι Θεῷ προσποιούμενοι προσεύχεσθαι ἀνθρώπους περισκοποῦσιν, οὐχ ἱκετῶν περικειμένοις σχῆμα, ἀλλὰ ἀνθρώπων καταγελάστων· ὁ γὰρ μέλλων ἱκετεύειν, ἅπαντας ἀφεὶς, πρὸς ἐκεῖνον ὁρᾷ τὸν κύριον ὄντα δοῦναι τὴν αἴτησιν· ἃν δὲ τοῦτον ἀφεὶς πανταχοῦ περιφέρει τοὺς ὀφθαλμοὺς, κεναῖς ἀπελεύσεται χερσίν. οὐκ εἶπε δὲ ὅτι οὐ λήψονται μισθὸν οἱ τοιοῦτοι, ἀλλ’ ὅτι “ἀπέχουσι, τουτέστι λήψονται μὲν, παρ᾿ ὧν δὲ ἐπιθυμοῦσιν αὐτοί. ὁ γὰρ [*](j γινώσκει Cod. k προσεύχεσθε Cod.)
Προσευχόμενοι δὲ, μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί.
Τί δέ ἐστιν, ὅπερ εἶπε, “μὴ βαττολογίσητε;” βαττολογίαν ἐνταῦθα τὴν φλυαρίαν λέγει· οἷον ὅτ’ ἂν τὰ μὴ προσήκοντα αἰτῶμεν παρὰ Θεοῦ, δυναστείας καὶ δόξας, καὶ πλοῦτον, καὶ τρυφὰς, καὶ τὸ ἐχθρῶν περιγενέσθαι· καὶ ἁπλῶς τὰ μηδὲν εἰς ψυχὴν καὶ σωτηρίαν συντείνοντα. καί τινος ἕνεκεν εἰ οἶδεν ὧν χρείαν ἔχομεν, καθὼς εἶπεν αὐτὸς, προσεύχεσθαι δεῖ; ἵνα τῇ παρακλήσει ἐπικάμψωμεν αὐτὸν τοῦ ἐλεῆσαι ἡμᾶς· ἵνα ταπεινῶ. θῶμεν ἀναμνησθέντες τῶν ἁμαρτιῶν ἡμῶν· ἔτι δὲ καὶ ἵνα οἰκειωθῶμεν αὐτῷ, τῇ συνεχείᾳ τῆς ἐντεύξεως. χρὴ γὰρ ἡμᾶς πάρα. μένειν καὶ προσκαρτερεῖν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσι, καθὼς καὶ διὰ τοῦ παραδείγματος ἐκείνου τοῦ κατὰ τὴν χήραν, ἥτις τὸν ἀνελεῆ καὶ ὠμὸν ἐπέκαμψεν ἄρχοντα τῇ συνεχείᾳ τῆς ἐντεύξεως, καὶ τοῦ κατὰ τὸν φίλον τὸν ἀωρὶ τῇ νυκτὶ παραγενόμενον, καὶ τὸν καθεύδοντα ἀπὸ τῆς κλίνης ἀναστήσαντα, οὐ διὰ τὴν φιλίαν, ἀλλὰ διὰ τὴν προσεδρίαν.
Οὕτως οὖν προσεύχεσθε ὑμεῖς, Πατέρ’ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.
Δεῖ οὖν προσεύχεσθαι εὐθέως καὶ τὸν νοῦν ἡμῶν ἀναπτεροῦν, καὶ τῆς γῆς ἀνυψοῦν καὶ τοῖς οὐρανοῖς προσηλοῦν· προστάσσει γὰρ ἡμῖν λέγειν, “Πατέρ’ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ὁ τοίνυν πατέρα καλέσας τὸν Θεὸν, δίκαιος ἃν εἴη τοιαύτην ἐπιδείκνυσθαι πολιτείαν, ὡς μὴ τῆς συγγενείας ταύτης ἀνάξιος φανῆναι· παιδεύει δὲ καὶ κοινὴν ὑπὲρ τῶν ἀδελφῶν ποιεῖσθαι εὐχήν. οὐ γὰρ εἶπεν, Πατέρ’ μου, ἀλλὰ Πατέρ’ ἡμῶν. ὑπὲρ τοῦ κοινοῦ σώματος τῆς Ἐκκλησίας νομοθετήσας προσφέρειν τὴν δέησιν, καὶ οὐδαμοῦ σκοπεῖν τινὰ τὸ ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ του πλήσιον ἴνα μηδεὶς ἑτέρου πλέον ἔχῃ k μηδὲν, μήτε ὁ πλούσιος τοῦ πένητος, μήτε ὁ δεσπότης τοῦ δούλου, μήτε ὁ ἄρχων τοῦ ἀρχομένου, μήτε ὁ βασιλεὺς τοῦ στρατιώτου, μήτε ὁ φιλόσοφος τοῦ βαρβάρου, μήτε ὁ σοφὸς τοῦ ἰδιώτου· πᾶσι γὰρ μίαν ἐχαρίσατο εὐγένειαν, πάντων ὁμοίως καταξιώσας, Πατὴρ κληθῆναι.
Εἰπὼν δὲ “ὁ ἐν τοῖς οὐρανοῖς,” οὐκ ἐκεῖ τὸν Θεὸν συνέκλεισεν, ἀλλὰ τῆς γῆς ἀπάγων τὸ εὐχόμενον, καὶ τοῖς ὑψηλοῖς προσηλῶν χωρίοις, καὶ ταῖς ἄνω διατριβαῖς, τοῦτό φησι· τὸ δὲ “ἁγιασθήτω “ τὸ ὄνομά σου·” δηλοῖ τὸ δοξασθήτω διὰ τῆς ὑμετέρας ζωῆς, τουτέστι καταξίωσόν, φησιν, οὕτως πολιτεύεσθαι ἡμᾶς καθαρῶς, ὡς δι’ ἡμᾶς ἅπαντάς σε δοξάζειν. τὸ δὲ “ἐλθέτω ἡ βασιλεία σου, σημαίνει τὸ μὴ προσηλῶσθαι τοῖς ὁρωμένοις, μὴ δὲ μέγα τί τὰ παρόντα ἡγεῖσθαι, ἀλλ’ ἐπείγεσθαι πρὸς τὸν πατέρα καὶ τῶν μελλόντων ἐφίεσθαι, “ἀπεκδεχομένους τὴν ἀπολύτρωσιν τοῦ σώ- “μάτος ἡμῶν, ὥς φησι Παῦλος. “γενηθήτω τὸ θέλημά σου, ὡς “ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ὃ λέγει τοῦτό ἐστιν· ὥσπερ ἐκεῖ πάντα ἀκωλύτως γίνεταί, φησιν· καὶ οὐ τὰ μὲν ὑπακούουσιν, ἀλλ’ εἰς πάντα ἥκουσι καὶ πείθονται, οὕτω καὶ ἡμᾶς καταξίωσον τοὺς ἀνθρώπους, μὴ ἐξ ἡμισείας τὸ θέλημά σου ποιεῖν, ἀλλὰ πάντα ἵνα ποιῶμεν διὰ σοῦ· διότι οὐ τῆς ἡμετέρας σπουδῆς ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ τῆς παρὰ σοῦ διδομένης χάριτος ἄνωθεν. “ἄρτον “δὲ ἐπιούσιον,” τὸν ἐφήμερον λέγει, ὥστε μὴ ὑπὲρ τῆς αὔριον [*](k ἔχει Cod.)
Τὸ “ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,” καὶ τὰ ἑξῆς, 1 τὴν τῆς φιλανθρωπίας ὑπερβολὴν ἐκδείκνυται, ὅτι καὶ μετὰ τὸ βάπτισμα, πάλιν ἁμαρτάνοντας, ἀξιοῖ συγγνώμης· οὐ δὲ γὰρ μετὰ τὸ λουτρὸν τῆς παλιγγενεσίας, ἀνῄρηται τῆς μετανοίας τὸ κέρδος· εἰσήνεγκε δὲ τοῦτον τῆς ἱκετηρίας τὸν νόμον, ἅμα μὲν ἵνα τῶν ἁμαρτημάτων ὑπόμνησιν λαμβάνοντες μετριάζωμεν, ἅμα δὲ καὶ ἑτέροις ἄφεσιν παρέχοντες μνησικακίας ἁπάσης ἀπαλλαττώμεθα m. τὸ “ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν διδάσκει, οὐ παραιτεῖσθαι μὲν τοὺς ἀγῶνας, μὴ ἐπιπηδᾷν n δέ· οὕτω γὰρ ἡμῖν ἡ νίκη λαμπρότερα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστοτέρα. “ πονηρὸν” δὲ ἐνταῦθα τὸν διάβολον καλεῖ. διὰ δὲ τοῦ εἰπεῖν “ ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὰ ἑξῆς, ἀναμιμνήσκει ἡμᾶς λογίζεσθαι τίς ἐστιν ὁ δεσπόζων ἡμῶν, καὶ ὅτι πάντων ἐστὶ δυνατώτερος o, καὶ ὅτι οὐδένα χρὴ δεδοικέναι λοιπόν.
[*](14)Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.
Εἰπὼν, “ ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν φησι, καὶ τὰ ἑξῆς, πάλιν καὶ διὰ τούτων ἐντρέψαι τὸν ἀκροατὴν βούλεται, πατρὸς καὶ οὐρανῶν μνημονεύσας. ὁ γὰρ τοιούτου πατρὸς ὣν υἱὸς, καὶ πρὸς τὸν οὐρανὸν κληθεὶς, οὔτε ἐκθηριοῦσθαι δίκαιος ἃν εἴη, οὔτε γήινόν τι καὶ βιωτικὸν ἔχειν φρόνημα, ἀλλὰ ταχέως διαλάττεσθαι πρὸς τοὺς ἁμαρτάνοντας, καὶ μηδὲ ἴχνος ὀργῆς ἔχειν πρὸς τοὺς πλησίον. “ὅτ’ ἃν δὲ νηστεύητε φησὶ, τοῦτο δηλοῖ, ὅτι οὐδὲ γὰρ μόνον ἐπιδείκνυσθαι χρὴ, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν ἐκέλευσεν· τὸ δὲ “ἀφανίζουσι τὰ πρόσωπα “αὐτῶν,” τοῦτό ἐστιν, ὅτι διαφθείρουσιν, ἀπολλύουσιν· εἰ δὲ τοῦτο ἀφανισμὸς προσώπου, τὸ πρὸς κενοδοξίαν ὠχρὸν φαίνεσθαι, τί ἂν εἴπωμεν p, περὶ τῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς διαφθειρουσῶν τὰ πρόσωπα τῶν γυναικῶν· ἐκεῖνοι μὲν ἑαυτοὺς βλάπτοσυι q μόνον· αὗται δὲ καὶ ἑαυτάς.
[*](1 θαρσεῖτε οἱ ἁμαρτωλοὶ καὶ μετανοήσατε. in marg. m ἀπαλλαττόμεθα Cod. n ἐπιπήδανον Cod. o δυναστώτερος Cod. P εἴπομεν Cod. q βλαστάνουσι Cod. sed βλάπτουσι in marg.)Τίνος ἕνεκεν, ἐπὶ μὲν τῆς ἐλεημοσύνης εἰπὼν, “προσέχετε μὴ “ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, προσέθηκε “πρὸς τὸ “ αὐτούς·” ἐπὶ δὲ τῆς νηστείας καὶ τῆς εὐχῆς, οὐδὲν τοιοῦτον διώρισεν; ὅτι τὴν ἐλεημοσύνην μὲν ἀδύνατον λαθεῖν· εὐχὴν δὲ καὶ νηστείαν δυνατόν. ἀλείφεσθαι δὲ κελεύσας, οὐχ ἵνα ἀλειφόμεθα πάντως ἐνομοθέτησεν, ἐπεὶ πάντες εὑρεθησόμεθα παραβαίνοντες τὸν νόμον, καὶ πρό γε πάντων, οἱ μάλιστα αὐτὸν ἐσπουδακότες φυλάττειν, τὸ τῶν μοναχῶν πλῆθος· οὐ τοίνυν τοῦτο ἐπέταξεν· ἀλλ’ ἐπειδὴ τοῖς παλαιοῖς ἔθος ἀλείφεσθαι συνεχῶς ἦν, εὐφραι- νομένοις καὶ χαίρουσι, διὰ τοῦτο εἶπε τὸ ἀλείφεσθαι· οὐδὲ γὰρ αὐτὸς νηστεύσας ἡμέρας τεσσαράκοντα ἠλείψατο. ὑποκριτὴς δέ ἐστιν, ὁ ἑτέρου σχῆμα περιβαλλόμενος, οἷον ἐάν τις πτωχὸς ὑπάρχων, ἄρχοντος ἑαυτῷ περιθῇ προσωπεῖον.
[*](19)Μῆ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς.
Εἰπὼν “μὴ θησαυρίζετε,” ἔτι δὲ καὶ τοῦ ἐπιγείου θησαυροῦ τὴν βλάβην λέγει, ὑπὸ σητὸς καὶ βρώσεως ἀφανιζομένου καὶ ὑπὸ κλεπτῶν διορυττομένου, καὶ τοῦ ἐπουρανίου τὴν ὠφέλειαν ἀσύλου διαμένοντος. καὶ ἐπειδήπερ ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ· ἐὰν μὲν τοῖς κάτω προσηλώμενος r ὑπάρχῃς φησὶν, οὐ μικρὰν ὑποστήσῃ βλάβην· δοῦλος ἀντ’ ἐλευθέρου γενόμενος, καὶ τῶν οὐρανῶν ἐκπίπτων· τῆς διανοίας προσηλωμένης τοῖς χρήμασιν, καὶ ὥσπερ κύων τάφῳ προσδεδεμένης ἁπάσης ἀλλοιώσεως χαλεπώτερον τῇ τῶν χρημάτων τυραννίδι· κατὰ τῶν προσιόντων καθυλακτῶν, ἓν ἔργον ἔχων τοῦτο διηνεκῶς, τὸ τηρεῖν ἑτέροις τὰ κείμενα· ἐὰν δὲ τοῦτο τὸ ἔργον ἀφεὶς μᾶλλον τοῖς ἄνω χωρίοις s συνάψῃς τὸν νοῦν διὰ τῆς ἐπιδόσεως, μέγα σου ἔσται τὸ κέρδος καὶ ἀμείωτον.
[*](22)Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.
Εἰπὼν ὅτι “ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς, ἐδήλωσεν ὅτι ὅπέρ ἐστιν ὁ ὀφθαλμὸς τῷ σώματι, τοῦτο ὁ νοῦς τῇ ψυχῇ· ὥσπερ οὖν, φησιν, οὐκ ἃν ἕλοιο χρυσοφορεῖν καὶ πεπηρῶσθαι τοὺς ὀφθαλμοὺς, ἀλλὰ μᾶλλον τὴν τούτων ὑγείαν ἁπάσης τῆς τοιαύτης περιουσίας ποθεινοτέραν εἰναι νομίζεις· οὕτω καὶ τὴν τοῦ νοῦ πήρωσιν φεῦγε, ὡς μυρίων κακῶν ἐμπιπλῶσαν σου τὴν [*](r προσηλωμένοις Cod. s χορίοις Cod.)
Θεοδώρου Ἡρακλείασ. Κυρίλλου. Λύχνος σώματος ὁ νοῦς, οὗ καθαρεύοντος ὡς ὀφθαλμοῦ, ὁδηγεῖται καὶ ἡνιοχεῖται τὰ σωματικὰ πάθη ἐπὶ τὸ εὐπρεπὲς καὶ Θεῷ ἀρέσκον.
Τοῦ Χρυσοστόμου. Τί ἐστι τὸ “οὐδεὶς δύναται δυσὶ κυρίοις “ δουλεύειν;" δύο τοὺς τὰ ἐναντία ἐπιτάττοντας λέγει· ἐπεὶ εἰ μὴ τοῦτο εἴη, οὐδὲ δύο ἂν εἶεν. οἱ γὰρ ὁμόνοιαν ἔχοντες, κἂν πολλοὶ ὑπάρχωσιν, ἕν εἰσι· καὶ γὰρ “τοῦ πλήθους τῶν πιστευσάντων, φησὶν, “ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. οὐ μόνον οὖν οὐ δουλεύσει τίς τοῖς δυσὶ κυρίοις, ἀλλὰ καὶ μισήσει, φησί· καὶ ἀποστραφήσεται αὐτούς· εἰπὼν τοίνυν ἀορίστως τοὺς δύο κυρίους, τέως ἵνα πείσῃ τὸν ἀκροατὴν γενέσθαι τῶν λεγομένων τότε, ἐπήγαγεν· “ οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾶ.” φρίξωμεν ἐννοήσαντες τι παρεσκευάσαμεν, τὸν Χριστὸν εἰπεῖν, ὅτι περ μετὰ τοῦ Θεοῦ, τέθεικε τὸν χρυσόν. εἰ δὲ τοῦτο φρικτὸν, πῶς οὐ φρικωδέστερον, τὸ διὰ τῶν ἔργων τοιούτους γενέσθαι, καὶ προτιμᾶσθαι τοῦ φόβου τοῦ Θεοῦ, τὴν τοῦ χρυσοῦ τυραννίδα; πῶς οὑν Ἀβραὰμ φησὶ, πῶς Ἰὼβ εὐδοκίμησεν, ὅτι οὐχ ἁπλῶς ἐπλούτουν, οὐδὲ ἐδούλευον τῷ μαμωνᾶ· ἀλλ’ ἐκράτουν αὐτοῦ καὶ ἐδέσποζον· καὶ ὥσπερ ἀλλοτρίων ὄντες οἰκόνομοι χρημάτων, οὐ τῶν t πάντα ἐκεῖνα ἐκέκτηντο· καὶ οὐ μόνον τὰ ἑτέρων οὐκ ἐλάμβανον, ἀλλὰ καὶ τὰ ἴδια τοῖς δεομένοις παρεῖχον; μηδεὶς τοίνυν προφασιζέσθω προφάσεις ἐν ἁμαρτίαις λέγων, ὅτι δυνατὸν καὶ Θεῷ δουλεύειν καὶ χρήμασι· τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ, ἀποφηναμένου, ἀδύνατον εἶναι ταύτην κἀκείνην συμβῆναι τὴν δουλείαν.
[*](24)Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾶ.
Θεοδώρου μονάκου. Κλήμεντοσ. Μαμωνᾶς ἐστιν οὐ μόνος ὁ χρυσὸς, ἀλλὰ πᾶν εἶδος κάλλιστον τῶν ἐπὶ γῆς.
[*](s αἰχμάλωτον Cod. t Fors. οὕτω.)Μαμωνᾶς ἐστιν ἡ φιλαργυρία.
Τοῦ Χρσοστόμου. Εἶπε δὲ τοῦτο οὐκ ἐπειδὴ μαμῶνάς ἐστι τὸ περισσὸν τῆς χρείας.
[*](25)Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε καὶ τί πίητε.
Η ψυχὴ τροφῆς οὐ δεῖται, ἀσώματος γάρ· ἀλλὰ κατὰ τὴν κοινὴν ἐφθέγξατο συνήθειαν. εἰ γὰρ μὴ δεῖται τροφῆς, ἀλλ’ οὐκ ἃν ὅλως ἀνάσχοιτο μένειν ἐν τῷ σώματι, ἀλλ’ ἣ τρεφομένου αὐτοῦ· ἵνα δὲ μὴ λέγωσί τινες· τί οὖν, εἰ ἅπαντα δῶμεν τοῖς πτωχοῖς; πῶς δυνησόμεθα ζῆσαι ζῆσαι; πρὸς ταύτην λοιπὸν ἵσταται τὴν ἀντίθεσιν σφόδρα εὐκαίρως, καὶ φησίν· οὐχὶ πλέον ἐστὶν ἡ ψυχὴ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ὃ δὲ λέγει τοιοῦτον ἐστιν· ὅτι ὁ τὸ μεῖζον δοὺς, πῶς τὸ ἔλαττον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα καὶ σκεπομένην διαπλάσας, πῶς τὴν τροφὴν οὐ παρέξει καὶ τὸ ἔνδυμα; οὐδὲ γὰρ ἡ τροφὴ αὔξει τὸ σῶμα, ἀλλ’ ἡ τοῦ Θεοῦ πρόνοια· διὸ καὶ ἐπήγαγε λέγων, “τίς “ δύναται ἐξ ὑμῶν προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;” πρεπόντως δὲ καὶ τῶν πετεινῶν μέμνηται, καὶ σφόδρα ἐντρεπτικῶς· ὅπερ μέγιστον εἰς παραινέσεως λόγον ἔχει τὴν ἰσχὺν, ὅτι τρέφονται χωρὶς μερίμνης, ὅπερ ἐὰν θέλωμεν, καὶ ἡμῖν εὔκολον κατορθωθῆναι· καὶ τοῦτο ἔδειξαν οἱ διὰ τῶν ἔργων αὐτὸ ἀνύσαντες· Μωυσῆς καὶ Ἠλίας καὶ Ἰωάννης, καὶ ἕτεροι τοιοῦτοι μὴ μεριμνήσντες. εἰ τοίνυν τῶν δι’ ἡμᾶς γενομένων πετεινῶν, τοσαύτην ποιεῖται πρόνοιαν, πολλῷ μᾶλλον ἡμῶν· τι οὖν; οὐ δεῖ σπείρειν φησίν; οὐκ εἶπεν, ὅτι σπείρειν οὐ δεῖ, ἀλλ’ ὅτι μεριμνᾷν οὐ δεῖ· οὐδὲ ὅτι χρὴ ἐργάζεσθαι, ἀλλ’ ὅτι οὐ δεῖ μικρόψυχον εἶναι, καὶ κατατείνειν ἑαυτὸν ταῖς φροντίσιν, ἀλλὰ μᾶλλον παρὰ τοῦ Θεοῦ τὸ πᾶν ζητεῖν. τοῦτο γὰρ οἱ Ἀπόστολοι κατόρθωσαν, ἅπαντα ῥίψαντες, καὶ οἱ πεντακισχίλιοι, ὡς ἐν ταῖς Πράξεσι γέγραπται.
Εἰπὼν περὶ τῆς ἀναγκαίας τροφῆς, καὶ δείξας ὅτι οὐδὲ ὑπὲρ αὐτῆς χρὴ μεριμνᾷν, ἐπὶ τὸ κουφότερον μεταβαίνει λοιπόν· οὐδὲ γὰρ οὕτως ἀναγκαῖον ἔνδυμα ὡς τροφὴ, καὶ δείκνυσιν ἀπὸ τῶν κρίνων, ὅτιπερ φησὶ χόρτος ἀγροῦ ὑπάρχων, καὶ πολλὴν τὴν εὐτέλειαν κεκτημένα, καὶ εἰς κλίβανον βαλλόμενα, τοιαύτης
τίνος δὲ χάριν εἶπεν· “οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὄτι “ χρήζετε πάντων,” καὶ οὐκ εἶπεν οἶδεν ὁ Θεὸς, ὥστε αὐτοὺς εἰς μείζονα ἐλπίδα ἀγαγεῖν. εἰ γὰρ πατήρ ἐστι, καὶ τοιοῦτος Πατὴρ, οὐδαμῶς παρίδοι τοὺς υἱοὺς ἐν ἐσχάτοις ὄντας κακοῖς, ὅπου γε οὐδὲ ἄνθρωποι πάτερες ὄντες, τοῦτο ποιοῦσι. διὰ τοῦ εἰπεῖν “ ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὰ ἑξῆς, διδάσκει ἡμᾶς μηδὲ αἰτεῖν τὰ παρόντα, ἀλλὰ τὰ μέλλοντα μόνον, καὶ θαρρεῖν ὡς καὶ τούτων ἐκείνοις προστιθεμένων, καὶ τὴν μέριμναν ὑπὲρ τῶν ἀπορρήτων ἀγαθῶν ἐκείνων ἔχειν· οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα, ἵνα φάγωμεν καὶ πίωμεν καὶ περιβαλλώμεθα, ἀλλ’ ἵνα ἀρέσωμεν Θεῷ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν.
[*](34)Μῆ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς.
Οὐκ εἶπε μὴ μεριμνήσητε μόνον, ἀλλὰ προσέθηκε περὶ τῆς τῆς αὔριον· “ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τουέστιν ἡ ταλαιπωρία καὶ ἡ συντριβή· οὐκ ἀρκεῖ σοι, φησὶ, τὸ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίειν τὸν ἄρτον; τί καὶ τὴν ἀπὸ τῆς φροντίδος προστιθῇς ταλαιπωρίαν; οὐ γὰρ κακίαν εἰπὼν, περὶ πονηρίας εἶπε,
Θεοδώρου μονάκου. Ἡ ἡμέρα ἐστὶ τὰ πρὸς τὴν χρείαν· τὸ περὶ τῶν μελλόντων φροντίζειν.
[*](1)Μὴ κρίνετε ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ [*](2) κρίνετε κριθήσεσθε.
Τοῦ Χρυσοστόμου. Τί ἐστι “μὴ κρίνετε;” ἵνα μὴ μυρίων γέμων κακῶν, ὑπὲρ μικρῶν τινῶν ἁμαρτημάτων, ἄλλοις ἐπεμβαίνῃ· διὸ καὶ ἐπήγαγε “ τί βλέπεις τὸ κάρφος;” καὶ γὰρ πολλοὶ τοῦτο ποιοῦσιν, ἐὰν ἴδωσι μοναχὸν περιττὸν ἱμάτιον ἔχοντα, τὸν νόμον αὐτῷ προβάλλονται τὸν δεσποτικὸν, αὐτοὶ μυρία κεκτημένοι· κἂν ἴδωσι δαψιλεστέρας τροφῆς ἀπολαύοντα, πικροὶ γίνονται κατήγοροι, αὐτοὶ καθ’ ἡμέραν μεθύοντες καὶ κραιπαλῶντες, οὐκ εἰδότες ὅτι μετὰ τῶν οἰκείων ἁμαρτημάτων, μεῖζον ἑαυτοῖς ἐντεῦθεν· οὐ γὰρ ἐκεῖνον καταδικάζεις, φησὶν, ἀλλὰ σαυτόν· καὶ φοβερόν σοι ποιεῖς τὸ δικαστήριον, καὶ ἀκριβεῖς τὰς εὐθύνας· ὁ γὰρ ὁ σκοπῶν P τοῦ διορθώσασθαί τινα, ἐπιτιμῶν καὶ ἐπιπλήττων μετὰ τὸ πλειστάκις νουθετῆσαι, καὶ σφόδρα ἀποδεικτός ἐστι. χρὴ γὰρ ἁμαρτάνουσιν ἐγκαλεῖν, καὶ τούτους ἐλέγχει,, οἷον τὸν οἰκέτην ὁ δεσπότης, καὶ ἡ δέσποινα τὴν θεραπαινίδα, καὶ ὁ πατὴρ τὸν υἱὸν, καὶ ὁ φίλος τὸν φίλον· τοὺς ἐχθροὺς, ἐὰν μὴ κρίνωμεν τῷ προειρημένῳ σκοπῷ, οὐδέποτε καταλύσαι τὴν ἐχθρὰν δυνησόμεθα, ἀλλὰ πάντα ἄνω καὶ κάτω γενήσεται· χρὴ τοίνυν μετὰ φειδοῦς καὶ συγγνώμης τοῦτο ποιεῖν, καὶ τὸν πορνεύοντα, καὶ τὸν ἕτερόν τι ποιοῦντα πονηρὸν διορθοῦσθαι· ἀλλὰ μὴ ὡς πολέμιος, μὴ ὡς ἐχθρὸς ἀπαίτει δίκας, ὡς ἰατρὸς δὲ μᾶλλον τὰ φάρμακα κατασκεύαζε· ἄλλως δὲ οὐδὲ περὶ τῶν μεγάλων καὶ ἀπηγορευμένων ἁμαρτημάτων εἶπεν, ἀλλὰ περὶ τῶν οὐδὲ δοκούντων εἶναι πλημμελημάτων τοῦτο εἴρηται, καὶ τοῦτο δείκνυσι “ κάρφος ὀνομάσας· ὑποκριτὴν δὲ λέγει, τὸν ἐν τοῖς ἑτέρων ἁμαρτήμασιν ὄντα πικρὸν ἐξεταστὴν, ἑαυτὸν δὲ μὴ διορθούμενον· τὸ δὲ ἐκβα- [*](o Amos iii. 6. P Fors. leg. ὁ γὰρ σκοπῷ.)
Μῆ δότε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.
Κύνας δὲ ἐνταῦθα τοὺς ἐν ἀσεβείᾳ ζῶντας λέγει· καὶ χοίρους, τοὺς ἐν ἀκολάστῳ βίῳ διατρίβοντας διαπαντὸς, οὕσπερ ἅπαντας ἀναξίους ἔφησε εἶναι τῆς θείας ἀκροάσεως· εἰπὼν, “μὴ δότε τὰ “ἅγια τοῖς κυσί· μηδὲ ῥίψητε τοὺς μαργαρίτας, ἔμπροσθεν τῶν “χοίρων.” οὐδὲ γὰρ ὁ χοῖρος οἶδε τί ἐστι μαργαρίτης, ὥσπερ οὐδὲ οἱ ἀσεβεῖς, τίνα ἐστὶ τὰ ἅγια. τὸ δὲ “ μὴ καταπατήσωσιν “αὐτὰ, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς, δηλοῖ ὅτι ὑποκρίνονται μὲν ἐπιείκειαν ὥστε μαθεῖν· εἶτα ἐπειδὰν μάθωσιν, ἕτεροι ἀνθ’ ἑτέρων γινόμενοι κωμῳδοῦσι, χλευάζουσιν, ὡς ἀπατηθέντας ἡμᾶς. διὰ τοῦτο οὐ μικρὸν κέρδος τὸ ἐν ἀγνοίᾳ μένειν αὐτούς· μανθάνοντες γὰρ μυρία παρέξουσι πραγμάτων.
[*](7)Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσητε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.
Εἰπὼν ὁ Χριστὸς “αἰτεῖτε” καὶ τὰ ἑξῆς, οὐ μικρὰν ἐπενόησε παραμυθίαν τοῖς πόνοις, τὴν ἀπὸ τῶν ἐπιμόνων εὐχῶν καὶ καρτερικῶν συμμαχίαν· διὰ τοῦτο οὖν αἰτεῖν ἐκέλευσε, καὶ τὴν δόσιν ἐγγυήσατο. πλὴν οὐχ ἁπλῶς αἰτεῖν ἐκέλευσεν, ἀλλὰ μετὰ προσεδρίας πολλῆς καὶ εὐτονίας. τοῦτο γάρ ἐστι τὸ “ζητεῖτε.” καὶ γὰρ ὁ ζητῶν πάντα ἐμβαλὼν τῆς διανοίας, πρὸς ἐκεῖνο μόνον γίνεται τὸ ζητούμενον· καὶ πάλιν δὲ τὸ “ κρούειν σημαίνει τὸ μετὰ σφοδρότητος προσιέναι καὶ θερμῆς διανοίας, διὰ τῶν ἀνθρωπίνων ὑποδειγμάτων συγκαταβαίνων τῇ ἀσθενείᾳ ἡμῶν· τὴν πολλὴν αὐτοῦ δείκνυσι φιλανθρωπίαν, πατρὸς καὶ υἱοῦ μνημονεύσας, καὶ αἰτήσεως καὶ λήψεως· καὶ “εἰ ὑμεῖς πονηροὶ ὄντες,” φησὶ, “ παρέχετε, οὐχὶ λίθον ἀντὶ ἄρτου, οὐδὲ ὄφιν ἀντὶ ἰχθύος· πόσῳ “ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν “ αὐτόν;” ταῦτα οὖν ἐννοοῦντες, μὴ ἀποστῶμεν, ἕως ἂν λάβωμεν· μὴ ἀναχωρήσωμεν, ἕως ἂν εὕρωμεν. ἐὰν γὰρ ἐπιμένωμεν λέγοντες, οὐκ ἀπερχόμεθα, ἕως οὗ λάβομεν, ληψόμεθα πάντως. προδήλως
Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεία ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν.
Στενὴν τὴν πύλην ἐκάλεσε, καὶ τεθλιμμένην τὴν ὁδὸν, τῆς εἰς τὴν ζωὴν ἀπάγουσαν· νήφειν ἡμᾶς παρασκευάζων, καὶ ἐναγωνίους ἐργαζόμενος, καὶ διεγείρων ἡμῶν τὰ φρονήματα· ἐπεὶ, εἰ μὴ τοῦτο ἦν, πῶς μετὰ ταῦτα ἔλεγεν, “ὁ ζυγὸς μοῦ χρηστὸς, καὶ “ τὸ φορτίον μου ἐλαφρόν ἐστιν;” ὀνομάσας δὲ πύλην καὶ ἔδειξεν ἐκ τούτου, ὅτι οὐδὲν μόνιμον, ἀλλὰ πάντα παροδεύονται, καὶ τὰ λυπηρὰ καὶ τὰ χρηστὰ τοῦ βίου, καὶ οὐκ ἐκ τούτου δὲ ῥᾴδια τὰ τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐκ τοῦ εἰς χρηστὸν τέλος καταντᾷν τοὺς πόνους· εἰς ζωὴν γὰρ αἰώνιον εἰσάγουσιν, ὅπερ ἱκανόν ἐστιν παραμυθήσασθαι τοὺς ἀγωνιζομένους. εἰ δέ τινες αὐτὴν, καὶ οὕτως ἐπίπονον εἶναι, νομίζουσιν, τῆς αὐτῶν ῥαθυμίας ἡ [*](q δι’ ἀκριβοὺς Cod.)
Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων.
Ψευδοπροφήτας ἐνταῦθα, οὐ τοὺς αἱρετικοὺς αἰνίττεται, ἀλλὰ τοὺς βίου μὲν ὄντας διεφθαρμένου, προσωπεῖον δὲ ἀρετῆς περικειμένους, οὓς τῇ τῶν ἐπιθέτων προσηγορίᾳ, καλεῖν εἰώθασιν οἱ πολλοί. διὸ καὶ ἐπάγει λέγων·” ἀπὸ τῶν καρπῶν αὐτῶν, ἐπιγνώ- “ σεσθε αὐτούς· παρὰ γὰρ αἱρετικοῖς ἔστι πολλάκις καὶ βίον εὑρεῖν, παρὰ δὲ αὐτοῖς, οἷς εἶπον, οὐδαμῶς· εἰ γὰρ καὶ σχῆμα. τίζονται βίον ἐπιδείξασθαι ὀρθὸν, ἀλλὰ ταχέως ἀλλάσσονται, τὴν ἐπίπονον ὁδὸν βαδίζειν οὐ θέλοντες. καὶ σκοπήσωμεν τὴν ἡμερόἡμερότητα τοῦ φιλανθρώπου ἡμῶν δεσπότου. οὐ γὰρ εἶπε, “ κολάσατε “ αὐτούς. ἀλλὰ μὴ βλαβῆτε παρ’ αὐτῶν· μὴ ἀφύλακτοι αὐτοῖς περιπέσητε. καὶ τὸ ” μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, “ ἢ ἀπὸ τριβόλων σῦκα·” ἔτι δὲ καὶ τὰ τῶν δενδρῶν ὑποδείγματα καὶ τὸ ” ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε ” ἀμφότερα περὶ τῶν αὐτῶν πονηρῶν ἀνθρώπων εἶπε. δοκεῖ δέ μοι, καὶ Ἰουδαίους αἰνίττεσθαι, τοιούτους καρποὺς ἐπιδεικνυμένους· διὸ καὶ τῶν Ἰωάννου ῥημάτων ὑπέμνησεν, “ ὅτι πᾶν δένδρον,” διὰ τῶν τοιούτων ὀνομάτων, τὴν τιμωρίαν αὐτοῖς ὑπογράψας. καὶ γὰρ ἐκεῖνος τὰ αὐτὰ ἔλεγεν, ἀξίνης καὶ δένδρου κοπτομένου καὶ πυρὸς ἀσβέστου πρὸς αὐτοὺς μεμνημένος. καὶ δοκεῖ μὲν μία τίς τιμωρία εἶναι τὸ κατακαίεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο αὗται κολάσεις εἰσίν· ὁ γὰρ καιόμενος καὶ τῆς βασιλείας ἐκπίπτει πάντως· καὶ οἴδαμεν, ὅτι πολλοὶ τὴν γέενναν μόνον πεφρίκασιν· ἐγὼ δὲ τὴν ἔκπτωσιν τῆς δόξης ἐκείνης, πολὺ τῆς γεέννης κόλασιν πικροτέραν εἶναι φημι. εἰ δὲ μὴ δυνατὸν παραστῆσαι τῷ λόγῳ, θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ οἴδαμεν ἐκείνων τῶν ἀγαθῶν τὴν μακαριότητα, ἵνα καὶ τὴν ἀθλιότητα, τὴν ἀπὸ τῆς στερήσ ἕως αὐτῶν, σαφῶς ἴδωμεν.
Κυρίλλου. Οὗτοι εἰσὶν οἱ αἱρετικοὶ, ἤτοι οἱ διαλόγων πλαστῶν
Οὐ πᾶς ὁ λέγων μοι Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Toῦ Χρυσοστόμου. To “οὐ πᾶς ὁ λέγων μοι Κύριε, Κύριε,” καὶ τὰ ἑξῆς, σημαίνει ὅτι οὐ δεῖ μόνον πίστιν ἔχειν ὀρθὴν, τοῦ βίου ἠμελημένου, ἀλλὰ βίον ὀρθὸν μετὰ πίστεως· κἂν γὰρ σημεῖα, φησὶ, πολλὰ πεποιηκὼς ᾖ, καὶ οὐδὲν ἀγαθὸν ἐργασάμενος, τῶν προθύρων ἐκείνων οὐδαμῶς ἀξιωθήσεται· διὰ τούτων δεικνὺς, ὅτι ἡ πίστις οὐδὲν ἰσχύει χωρὶς τῶν ἔργων· μὴ θαυμάσωμεν δὲ εἰ τοιοῦτοι ὄντες πονηροὶ θαυματουργοῦσιν· ἡ γὰρ χάρις πᾶσα τῆς τοῦ δεδωκότος δωρεᾶς· ὅθεν καὶ τοῦ κολάζεσθαι εἰσὶν ἄξιοι, ὅτι περὶ τὸν οὕτω τιμήσαντα, ἵνα βίον ὀρθὸν ἐπιδείξωνται, ἀγνώμονες γεγόνασι καὶ ἀναίσθητοι· οὐδὲ γὰρ, ὥς τινες ὑπονοοῦσιν, ὅτι ἐν τῷ θαυματουργεῖν μὲν αὐτοὺς, βίον εἶχον ὀρθόν· ὕστερον δὲ μετεβάλλοντο καὶ τὴν ἀνομίαν ἐποίουν· τοῦτο γὰρ δεῖξαι σπουδάζει, ὅτι οὔτε πίστις οὔτε θαύματα ἰσχύει, εἰς τὴν βασιλείαν ει'σενεγκεῖν, βίου ὀρθοῦ μὴ παρόντος· καὶ τίνες οὗτοι φησι· πολλοὶ τῶν πιστευόντων ἔλαβον χαρίσματα, οἷος ἦν ὁ τὰ δαιμόνια ἐκβάλλων, καὶ οὐκ ὣν μετ’ αὐτοῦ, ὡς ἐν τοῖς ἁγίοις Εὐαγγελίοις γέγραπται, οἷος ἦν 1ούδ̀οας· καὶ γὰρ οὕτος πονηρὸς ὣν, χαρίσματα εἶχε. πολλοὶ δὲ καὶ ἕτεροι τῶν ἀναξίων χαρίσματα ἐλάμβανον· διὰ τὸ ἀρχὰς ἔχειν τὸ κήρυγμα, ὅπως ἐκ τούτου πολλὴ γένηται τῆς δυνάμεως αὐτοῦ ἡ ἐπίδειξις· καὶ ἐν τῇ παλαιᾷ δὲ, τοῦτο εὕροι τίς ἄν· καὶ εἰς ἀναξίους ἐνεργήσασαν τὴν χάριν πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ· καὶ γὰρ ὁ Βαλαὰμ καὶ ὁ Φαραὼ τοιοῦτος ἦν· διὸ φοβηθῶμεν, ἀγαπητοὶ, καὶ πολλὴν ἐπιμέλειαν ποιησώμεθα βίου· τὸ δὲ " οὐδέποτε ἔγνω ὑμᾶς,” δηλοῖ, ὅτι πολλοὺς ἐντεῦθεν ἤδη μισεῖ, καὶ πρὸ τῆς κρίσεως ἀποστρέφεται.
[*](24)Ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.
Φρόνιμον δὲ δικαίως τὸν ἀκούοντα αὐτοῦ τοὺς λόγους, καὶ ποιοῦντα ὠνόμασε· καὶ γὰρ καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τῶν ἀπορῥήτων
Καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοί.
Ωριγένουσ. βροχὴ ὁ διάβολος· ποταμοὶ οἱ ἀντίχρηστοι ἄνεμοι, τὰ πνευματικὰ τῆς πονηρίας.
Εὐσεβίου. Οἰκία ἐστὶν ἡ τῆς ἀρετῆς ἐργασία· πέτρα δὲ ἡ πίστις· ἄνεμοι δὲ βροχαὶ καὶ ποταμοὶ, πᾶν εἶδος πειρασμοῦ.
Θεοδώρου μονάκου. Μωρὸς ἐπὶ ψάμμου οἰκοδομῶν ἐστιν, πάντες οἱ ποιοῦντες τί κακὸν, ὃ οὗτοι ἄνευ κόπου ποιοῦσιν· ἄμμας δὲ ἡ εὐήθεια· μεγάλην δὲ λέγει τὴν πτῶσιν τῶν πιστῶν, καὶ μετατραπέντων, ὡς ἀπὸ τοῦ ὑψηλοτάτου πύργου πεσόντων· οἱ γὰρ ἄπιστοι οὐ πίπτουσιν, ἀλλὰ r χαμαὶ εἰσιν.
Τοῦ Χρυσοστόμου. τίνος χάριν οὐκ ἤλγησαν οὐδὲ ἐνάρκησαν οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ πρὸς τὸ φορτικὸν τῶν εἰρημένων, καὶ τὸ ὕψος τῶν ἐπιταγμάτων, ἀλλὰ μᾶλλον καὶ ἐξεπλήσσοντο, διὰ τὴν τοῦ διδάσκοντος ἰσχύν; πολλοὺς γὰρ αὐτῶν εὐθέως εἷλεν καὶ ἔπεισεν ἐκ τῶν εἰρημένων, ὥστε καὶ μετὰ τὸ παύσασθαι ἀκολουθεῖν αὐτῷ· ἐθαύμαζον γὰρ μάλιστα τὴν ἐξουσίαν, διὰ τὸ μὴ εἰς ἕτερον ἀναφέρειν τὰ λεγόμενα, ἀλλὰ πανταχοῦ ἑαυτὸν [*](r ἀλλὰ εἰ χ. Cod.)
Περὶ τοῦ λεπροῦ.
[*](2)Καὶ ἰδοὺ λεπρὸς προσελθὼν, προσεκύνει αὐτῷ, λέγων.
Πολλὴ ἡ σύνεσις καὶ ἡ πίστις τοῦ προσελθόντος λεπροῦ· οὐδὲ γὰρ ἀνελθὼν εἰς τὸ ὄρος, διέκοψε τὴν διδασκαλίαν, ἀλλὰ ἀνέμεινε τὸν προσήκοντα καιρὸν, καὶ καταβάντι αὐτῷ προσέρχεται μετὰ πολλῆς τῆς θερμότητος· οὐδὲ γὰρ εἶπεν, ἐὰν παρακαλέσῃς τὸν Θεὸν, οὐδὲ ἐὰν εὔξῃ, ἀλλὰ “ἐὰν θέλῃς, δύνασαι με “καθαρίσαι·” διάτοι τοῦτο οὐδὲ εἶπεν αὐτῷ, ὅτι πιστεύεις εἰ δύναμαι τοῦτο ποιῆσαι, ἀλλὰ καθάρθητι· καὶ τὸ ἔργον εὐθέως ἠκολούθησε τῇ φωνῇ. τίνος δὲ χάριν θελήματι καθαίρων αὐτὸν καὶ τῷ λόγῳ, τὴν τῆς χειρὸς προσέθηκεν ἁφήν; ἵνα δείξῃ καὶ ἐντεῦθεν, ὅτι οὐκ ὑπόκειται τῷ νόμῳ, ἀλλ’ ἐπίκειται, καὶ ὅτι τῷ καθαρῷ λοιπὸν οὐδὲν ἀκάθαρτον. κελεύει δὲ μηδενὶ εἰπεῖν, διὰ τὸ ἀκόμπαστον καὶ ἀφιλότιμον· καίτοι γε ἤδει ὅτι ἀνακηρύξει ἐκεῖνος τὸν εὐεργέτην, ἀλλ’ ὅμως τὸ αὐτοῦ ποιεῖ· ἀλλαχοῦ δὲ κελεύει εἰπεῖν, οὐχ ἑαυτῷ ἐναντιούμενος, ἀλλὰ παιδεύων εὐγνώμονας εἶναι· διὰ μὲν τοῦ λεπροῦ τούτου, ἀτύφους ἡμᾶς παρασκευάζων καὶ ἀκενοδόξους· διὰ δὲ ἐκείνου, εὐχαρίστους καὶ εὐγνώμονας εἶναι παιδεύων. πανταχοῦ τῶν γινομένων τὴν εὐφημίαν ἀναφέρει τῷ δεσπότῃ· δεῖξαι δὲ ἑαυτὸν ἐκέλευσε τῷ ἱερεῖ, καὶ δῶρον προσένεγκε· καὶ ἐνταῦθα πάλιν τὸν νόμον ἀναπληρῶν· οὐδὲ γὰρ πανταχοῦ ἐφύλαττεν, ἀλλὰ ποτὲ μὲν τοῦτο ἐποίει, ποτὲ δὲ ἐκεῖνο· τοῦτο μὲν, τῇ μελλούσῃ φιλοσοφίᾳ προοδοποιῶν· ἐκεῖνο δὲ, τὴν ἀναίσχυντον τῶν Ἰουδαίων τέως κατέχων γλῶτταν, καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ· καὶ τί τοῦτό, φησι, πρὸς τὴν τοῦ νόμου λυσιτελεῖ φυλακήν; οὐ τὸ τυχόν· καὶ γὰρ νόμος ἦν παλαιὸς τὸν λεπρὸν κέντα, μὴ ἑαυτῷ τὴν δοκιμασίαν ἐπιτρέπειν τοῦ καθαρισμοῦ, ἀλλὰ φαίνεσθαι τῷ ἱερεῖ, καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἐκείνου παρέχειν τὴν ἀπόδειξιν, καὶ ἀπὸ τῆς
Περ τοῦ ἑκατοντάρχου.
[*](5)ΠροσῆΛθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων.
Ὁ μὲν λεπρὸς καταβάντι ἀπὸ τοῦ ὄρους προσῆλθεν· ὁ δὲ ἑκατόνταρχος, οὕτως εἰσελθόντι εἰς Καπερνάουμ. τίνος ἕνεκεν οὔτε οὗτος οὔτε ἐκεῖνος εἰς τὸ ὄρος ἀνέβησαν; οὐ διὰ ῥαθυμίαν· καὶ γὰρ ἀμφοτέρων ἡ πίστις θερμὴ, ἄλλως τε μὴ ἐκκόψαι τὴν διδασκαλίαν. οὐκ ἤγαγε δὲ τὸν ἀσθενοῦντα πρὸς τὸν Χριστόν· διὰ τὸ μεγάλην αὐτὸν ἔχειν πίστιν· ἤδει γὰρ σαφῶς ὅτι καὶ ἐπίταγμα ἀρκεῖ μόνον εἰς τὴν ἀνάστασιν τοῦ κειμένου· καὶ ὁ Κύριος δὲ διὰ τοῦτο, ὅπερ μηδαμοῦ πρότερον ἐποίησεν, ἐνταῦθα ποιεῖ, πανταχοῦ ἑπόμενος τῇ προαιρέσει τῶν ἱκετευόντων· ἐνταῦθα αὐτὸς ἐπαγγέλλεται παραγενέσθαι εἰς τὴν οἰκίαν, καὶ θεραπεῦσαι τὸν ἀσθενοῦντα· ποιεῖ δὲ τοῦτο r, ἵνα μάθωμεν τὴν ἀρετὴν τοῦ ἑκατοντάρχου. εἰ γὰρ μὴ τοῦτο ἐπηγγείλατο, ἀλλ’ εἶπεν, ὕπαγε, ἰάθη ὁ παῖς σου, οὐδὲν ἃν τούτων ἔγνωμεν· τι γάρ. φησιν ὁ ἑκατόνταρχος; “οὐκ εἰμὶ ἱκανὸς καὶ τὰ ἐξῆς· ἀκούσωμεν s ὅσοι τὸν Χριστὸν μέλλομεν ὑποδέχεσθαι, καὶ ζηλώσωμεν, καὶ μετὰ τοσαύτης σπουδῆς δεξώμεθα· καὶ γὰρ ὅταν πένητα ὑποδεξώμεθα πεινῶντα καὶ γυμνὸν, ἐκεῖνον καὶ ὑπεδεξάμεθα καὶ ἐθρέψαμεν· διὰ τι δὲ ἐθαύμασεν αὐτοῦ τὴν πίστιν ἐπὶ τοῦ τοσούτου πλήθους, καὶ κρείττονα εἶναι αὐτὸν παντὸς τοῦ πλήθους τῶν Ἰουδαίων ἀπεφήνατο, καὶ τὰς τῆς βασιλείας δώσει τιμὰς, τὴν ἐν τοῖς κόλποις τῶν πατριαρχῶν ἀνάκλισιν t διδούς; ἵνα καὶ τοῖς ἄλλοις ὑπόδειγμα δώσῃ, ὥστε αὐτὸν ζηλοῦν, καὶ παιδευθῶμεν πιστεύειν οὕτως· ὅθεν καὶ κατὰ τὴν πίστιν αὐτοῦ, ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. χρὴ δὲ γινώσκειν, ὅτι αὐτός ἐστιν ὁ παρὰ τῷ Λουκᾷ μνημονευόμενος· ὁ δὲ παρὰ τῷ Ἰωάννῃ ἕτερος.
[*](r τούτῳ Cod. s ἀκούσομεν Cod. t ἀνάκλησιν Cod.)Ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
Σευήρου Ἀντιοχείασ ἐν Ὑπακοῆι. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν Ἰησοῦς ὁ Θεὸς, εἰδὼς τὸν ἐναποκείμενον τῆς πίστεως θησαυρὸν τῇ τοῦ ἑκατοντάρχου ψυχῇ, ἑκὼν πρὸς τὸ ταπεινὸν ὑποβὰς, εἶπεν· ἐγὼ ἐλθὼν εἰς τὸν οἰκόν σου θεραπεύσω τὸν παῖδα σου· καὶ τοῦτο τὸ ῥῆμα πᾶσαν αὐτοῦ τὴν καρδίαν ἐξήντλησεν· ἐπίστευσε γὰρ αὐτὸν εἶναι Θεὸν ἀληθῆ, καὶ ἐβόησεν· “εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.” εἰ γὰρ ἐγὼ στρατιώτης ὣν, καὶ ὑπὸ ἐξουσίαν βασιλέως τελῶν, τοῖς δορυφόροις ἐντέλλομαι, πῶς οὐ μᾶλλον αὐτὸς ὁ τῶν ἄνω καὶ ἀγγελικῶν δυνάμεων ποιητὴς, ὃ θέλεις ἐρεῖς, καὶ γενήσεται;
Ὠριγένουσ. Καὶ ζωῆς καὶ θανάτου εἶχεν ὁ ἑκατόνταρχος τὸν Ἰησοῦν ἐξουσιαστήν· διὸ καὶ ἐθαυμάσθη· οὐδένα ἐν τῇ Ἱερουσαλὴμ εὑρίσκομεν καταθαρρήσαντα τῷ θανάτῳ.
[*](10)Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
Ὁρᾷς πῶς ἕκαστον τῶν μαρτυρησάντων αὐτῷ τὴν ἐξουσίαν θαυμάζει· ἵνα δὲ καὶ ἐκ τοῦ ἐναντίου τοῦτο μάθῃς· ἐπειδὴ ἡ Μάρθα τούτων οὐδὲν εἶπεν, ἀλλὰ τοὐναντίον· ὅτι ὅσα ἃν αἰτήσῃ τὸν Θεὸν δώσει σοι, οὐ μόνον οὐκ ἐπῃνέθη, καίτοι γνώριμος οὖσα, καὶ ἀγαπητὴ, καὶ τῶν σφόδρα περὶ αὐτὸν ἐσπουδακότων, ἀλλὰ καὶ ἐπετιμήθη, καὶ διορθώθη παρ’ αὐτοῦ, ὡς οὐ καλῶς εἰρηκυῖα· καὶ γὰρ ἔλεγεν αὐτῇ· “ οὐκ εἶπον σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει “ τὴν δόξαν τοῦ Θεοῦ;” ὡς μηδέπω πιστεύσασαν ἦν ἐγκαλῶν.
Ἀλλοσ. Ἆρα τὸ μεγάλα περὶ αὐτοῦ φαντάζεσθαι, τοῦτο μάλιστα πίστεως καὶ βασιλείας καὶ τῶν ἄλλων πρόξενον ἀγαθῶν· οὐδὲ γὰρ μέχρι λόγων γέγονεν αὐτῷ ὁ ἔπαινος, ἀλλὰ καὶ τῶν νοσούντων ὑγιᾶ ἀπέδωκεν ἀντὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφανον, καὶ μεγάλα ἐπαγγέλλεται δωρεᾶς.
[*](11)Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραάμ.
Ωριγένουσ. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ τῆς πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ δι’ αὐτῆς ἔρχονται. ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται· ἐπειδὴ
Περὶ τῆς πενθερᾶς Πέτρου.
Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν.
Τοῦ Χρυσοστόμου. τίνος χάριν εἰσῆλθεν εἰς τὴν οἰκίαν Πέτρου ὁ Κύριος; τροφῆς μεταληψόμενος· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, ἀνέστη καὶ διηκόνει αὐτῷ· παρὰ γὰρ τοῖς μαθηταῖς κατήγετο, ὥσπερ καὶ παρὰ Ματθαίῳ, ὅτε αὐτὸν ἐκάλεσεν, τιμῶν αὐτοὺς καὶ προθυμωτέρους ἐν τούτῳ ποιῶν· καίτοι ἐννοήσωμεν, οἱα ἢν τὰ οἰκήματα τῶν ἁλιέων τούτων, ἀλλ’ ὅμως οὐκ ἀπηξίου ὑπὸ τὰς καλύβας αὐτῶν εἰσιέναι τὰς εὐτελεῖς· παιδεύων ἡμᾶς διὰ πάντων, τὸν ἀνθρώπινόν τῦφον καταπατεῖν. ἁψάμενος τῆς χειρὸς τῆς πενθερᾶς αὐτοῦ, οὐχὶ τὸν πυρετὸν ἔσβεσεν μόνον, ἀλλὰ καὶ καθαρὰν τὴν ὑγιείαν ἀπέδωκε, καὶ τοῦτο δῆλον, ἐκ τοῦ διακονεῖν αὐτῶ.
Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.
[*](16)Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζο- μένους πολλούς.
Διὰ τοῦτο δεικνύει τὴν πίστιν τοῦ πλήθους λοιπὸν αὐξανομένην· οὐδὲ γὰρ τοῦ καιροῦ κατεπείγοντος ἀναχωρεῖν ἠνείχοντο· [*](u πίστιν Cod. στεύειν ad oram.)
Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν.
[*](19)Καὶ προσελθὼν εἷς γραμματεὺς, εἶπεν αὐτῷ.
Διὰ τι τῶ εἰπόντι αὐτῶ “ διδάσκαλε, ἀκολουθήσω σοι καὶ τὰ ἑξῆς, “αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν,” ἀνταπεκρίθη; ἐπειδὴ χρημάτων δοῦλος ὑπάρχων ἐκεῖνος, καὶ ἰδὼν πολλὰ σημεῖα ποιοῦντα αὐτὸν, καὶ πολλοὺς ἀκολουθοῦντας αὐτῷ, προσεδόκησεν χρηματίζεσθαι ἐκ τῶν τοιούτων θαυμάτων· διὸ γινώσκων αὐτὸς τὰ ἐν τῷ συνειδότι αὐτοῦ, καὶ τὴν πολλὴν ἀπόνοιαν καὶ φιλαργυρίαν, ταῦτα φησίν· ὡσανεὶ ἔλεγεν αὐτῷ, ὅτι σὺ μὲν χρήματα προσδοκᾷς ἀκολουθῶν ἐμοὶ συλλέγειν· σκόπει δὲ ὅτι οὔτε καταγώγιόν μοι ἐστὶν, οὐδὲ τοσοῦτον, ὅσον ταῖς ἀλώπηξι καὶ τοῖς ὀρνέοις· ταῦτα δὲ τὰ ῥήματα οὐκ ἦν ἀποτρεπομένου, ἀλλ’ ἐλέγχοντος μὲν τὴν πονηρὰν γνώμην, παρέχοντος δὲ εἰ βούλοιτο, μετὰ τῆς τοιαύτης προσδοκίας ἀκολουθεῖν· ἐκεῖνος δὲ ταῦτα ἀκούσας καὶ ἐλεγχθεὶς, οὐκ εἶπεν, ἕτοιμός εἰμι ἀκολουθῆσαι, ἀλλ’ ἔδειξε τὴν ἑαυτοῦ πονηρίαν, εὐθέως ἐπαναχωρήσας· ὁ δὲ μετὰ ταῦτα προσελθὼν καὶ εἰπὼν, “ Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ τὰ ἑξῆς, ἐπείδηπερ εὐγνωμόνως τὸ “ἐπίτρεψον” εἶπεν, καὶ οὐκ ἐμιμήσατο ἐκεῖνον αὐθαδῶς εἰπόντα τὸ “ἀκολουθήσω σοι, ἀπεδέχθη μὲν, οὐκ ἐπετράπη δὲ, ἀλλ’ ἤκουσεν, “ἄφες τοὺς νεκροὺς θάψαι “ τοὺς ἑαυτῶν νεκρούς· διὰ τούτου δεικνὺς ὅτι ὁ μὲν εἰπὼν ταῦτα υἱὸς, ἐκ τῶν πιστευσάντων ἦν· ὁ δὲ τετελευτηκὼς πατὴρ ἐκ τῶν μὴ πιστευσάντων. Καὶ μετ’ ὀλίγον — Ἐκώλυσε δὲ αὐτὸν, οὐχὶ καταφρονεῖν τῆς εἰς τοὺς γονέας τιμῆς κελεύων, ἀλλὰ δεικνὺς ὅτι οὐδὲν τῶν οὐρανίων πραγμάτων ἡμῖν ἀναγκαιότερον εἶναι χρή.
Ωριγένουσ. Οἱ νεκροὶ εἰώθασι θάπτειν τοὺς ἑαυτῶν νεκρούς· ψυχὴ ἐν κακίᾳ οὖσα νεκρά ἐστιν. ὁ αἰσθητὸς δὲ θάνατος διὰ τὴν ἁμαρτίαν· καλῶς οὖν ἡ ἁμαρτία θάνατος λέγεται, καὶ ὁ ἐν ἀυτῇ ὢν, νεκρὸς ἐστιν.
Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.
[*](23)καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Διὰ τοῦτο ἀφίησι τοὺς μαθητὰς κλυδωνισθῆναι, ἵνα μὴ μέγα φρονῶσιν, ὅτι τοὺς ἄλλους ἐκπέμψας, αὐτοὺς κατέσχε μεθ’ ἑαυτοῦ· ἅμα δὲ καὶ γυμνάζων αὐτοὺς πειρασμοὺς φέρειν γενναίως, μέλλοντας τῆς οἰκουμένης ἀθλητὰς γενέσθαι· τὸ δὲ “τί δειλοί ἐστε “[ἀκούσαντες] ὀλιγόπιστοι ;” διὰ τούτου παιδεύων αὐτοὺς, ὅτι φόβον οὐχ ἡ τῶν πειρασμῶν ἐργάζεται ἐπαγωγὴ, ἀλλὰ τὸ τῆς διανοίας ἀσθενές. διὰ τοῦτο δὲ καὶ καθεύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ, ἵνα δι’ αὐτῆς αἰσθόμενοι σωτηρίας, καὶ αὐτοὶ εὐεργεθηθῶσιν. διὰ τοῦτο δὲ ἄνθρωπον οἱ ὄχλοι ὠνόμαζον, οὐχ ὡς Θεὸν ἐλογίσαντο u τοιαῦτα θαυματουργήσαντα. “ποταπὸς γάρ” φησιν, “ἔστιν x ὁ ἄνθρωπος οὗτος, καὶ τὰ ἑξῆς· ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ ὕπνου καὶ τοῦ πλοίῳ κεχρῆσθαι.
Περὶ τῶν δύο δαιμονιζομένων.
[*](28)Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν, εἰς τὴν χώραν τῶν Γενῶν.
Διὰ τοῦτο δὲ ἦλθον οἱ δαίμονες τὴν θεότητα αὐτοῦ ἀνακηρύττοντες· “τί ἡμῖν καὶ σοὶ Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ;” καὶ οἱ διὰ τῆς γαλήνης τῆς θαλάσσης μὴ πειθόμενοι αὐτὸν Θεὸν εἰναι, ἤκουον τῶν δαιμόνων ταῦτα βοώντων· ἵνα δὲ μὴ δόξῃ τὸ πρᾶγμα κολακείας εἶναι· ἀπὸ τῆς πείρας βοῶσι λέγοντες, “ἦλθες ὧδε πρὸ καιροῦ, βασανίσαι ἡμᾶς” καὶ γὰρ ἐμαστίζοντο ἀοράτως, τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας μόνης· τίνος δὲ χάριν αὐτὸς ἀπῆλθε πρὸς αὐτούς; ἐπειδὴ οὐδεὶς αὐτοὺς προσενεγκεῖν ἐτόλμα τοῖς πολλοῖς ἐνθεῖναι βουλόμενοι, οἶον ὅτι αἱ ψυχαὶ τῶν ἀπελθόντων δαίμονες γίνονται· ὃ μὴ γένοιτό ποτε, κἂν μέχρις ἐννοίας λαβεῖ; ἀλλ’ οὐδὲ ὅτι χωρισθεῖσα τοῦ σώματος ἡ ψυχὴ [*](u ἐλογήσαντο Cod. x ἔσται Cod.)
Διὰ τί δὲ, ὅπερ παρεκάλεσαν οἱ δαίμονες, ἐποίησεν ὁ δεσπότης τῶν ὅλων Χριστὸς, εἰς τὴν ἀγέλην τῶν χοίρων ἐπιτρέψας αὐτοῖς ἀπελθεῖν; οὐκ ἐκείνοις πειθόμενος τοῦτο ἐποίησεν, ἀλλ’ ἵνα μάθωσιν ἅπαντες, ὅτι οὔτε χοίρων κατατολμῶσιν, εἰ μὴ αὐτὸς συγχωρήσειεν· καὶ ὅτι πολλῆς ἀπολαύομεν τῆς τοῦ Θεοῦ προνοίας· ἔτι δὲ καὶ ἵνα οἱ τοὺς τόπους ἐκείνους οἰκοῦντες μάθωσι τὴν τοῦ Θεοῦ δύναμιν, καὶ ἐκ τούτου εἰς τὴν αὐτοῦ θεογνωσίαν ἔλθωσι· καὶ γὰρ ὑπῆρχον ἀναίσθητοι λίαν, καθὼς ἀπὸ τοῦ τέλους ἐστὶ τοῦτο δῆλον· δέον γὰρ αὐτοὺς προσκυνῆσαι αὐτὸν, καὶ θαυμάσαι τὴν δύναμιν. οἱ δὲ ἐπιπέμπον μᾶλλον καὶ παρεκάλουν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν· διὰ τοῦτο δὲ τοὺς χοίρους ἀνεῖλον οἱ δαίμονες, ἵνα τοὺς ἀνθρώπους εἰς ἀθυμίαν ἐμβάλωσι· πανταχοῦ γὰρ χαίρουσιν ἐπὶ ταῖς συμφοραῖς ἡμῶν· ὡς καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησεν ὁ διάβολος· καίτοι καὶ ἐκεῖ ὁ Θεὸς ἐπέτρεψεν· ἀλλ’ οὐδὲ ἐκεῖ πειθόμενος τῷ διαβόλῳ, ἀλλὰ τὸν αὐτοῦ θεράποντα θέλων ἀποφῆναι λαμπρότερον. ἰδίαν δὲ αὐτοῦ πόλιν τὴν Καπερναοὺμ λέγει ἐνταῦθα· ἡ γὰρ Βηθλεὲμ ἤνεγκεν αὐτὸν, ἡ δὲ Ναζαρὲτ ἔθρεψεν· ἡ δὲ Καπερναοὺμ εἶχεν οἰκοῦντα διηνεκῶς· χρὴ δὲ σκοπεῖν καὶ τὸ ἐπιεικὲς τοῦ δεσπότου καὶ ἄτυφον, ὅτι εἰς πλοῖον ἐμβὰς, διέβαινε, δυνάμενος καὶ πεζὴ διαβαίνειν· καὶ ὅτι ὑπὸ τῶν ἐν Γαδάροις ἐκβληθεὶς, οὐκ ἀντέτεινεν, ἀλλὰ ἀνεχώρησε μὲν, οὐ μακρὰν δέ.
[*](32)Καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν.
Εἰ μὴ οἱ χοῖροι κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ὥρμησαν καὶ ἀπεπνίγησαν ἐν τοῖς ὕδασιν, οὐκ ἃν οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον τοῦ βόσκειν χοίρους, καὶ κήρυκες τῶν θαυμάτων τῆς ἀληθείας ἐγένοντο.
Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ.
Θεοδώρου Ἡρακλείασ. Ὡς ἀναξίους ἑαυτοὺς κρίναντες τῆς τοῦ Κυρίου ἐπιδημίας, εἶπον τοῦτο οἱ Γεργεσηνοὶ τῷ Χριστῷ, ὡς καὶ ὁ Πέτρος ἐπὶ τῇ τῶν ἰχθύων ἄγρᾳ.
Θεοδώρου Μομψουεστίασ. Παρεκάλεσαν τοίνυν ἐφ’ ἑτέρους μεταβῆναι τόπους, ὡς οὐκ ἄξιοι ὄντες τοσοῦτον ἀγαθὸν ἐπὶ τῆς οἰκείας ἔχειν χώρας, δείσαντες μήπου y ἁμαρτημάτων ἕνεκεν. Ωριφένουσ. Ὡς ἀναίσθητοι τοῦτο εἰπον καὶ ἄγαν ἄπιστοι οἱ Γεργεσηνοί.
Τοῦ αὐτοῦ. Οὐκ ἀπωθούμενοι, ἀλλὰ ταπεινοφρονοῦντες.
Ἀπολιναρίου. Ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ, ἀλλ’ ἀργῶς διέκειντο καὶ ὀκνηρῶς πρὸς τὴν τοῦ μεγάλου ἀγαθοῦ κατάληψιν.
Περὶ τοῦ παραλυτικοῦ.
[*](2)Καὶ ἰδοὺ προσήφερον αὐτῷ παραλυτικὸν, ἐπὶ κλίνης βεβλημένον.
Περὶ τοῦ παραλυτικοῦ ὁ μὲν Ματθαῖος φησὶν, ὅτι προσέφερον αὐτόν· οἱ δὲ ἄλλοι, ὅτι καὶ τὴν στέγην διατεμόντες, κατέθηκαν αὐτὸν καὶ προὔθηκαν τῷ Χριστῷ· ἐπεὶ οὖν τοσαύτην ἐπεδείξαντο πίστιν, ἐπιδείκνυται καὶ αὐτὸς τὴν αὐτοῦ δύναμιν, μετ’ ἐξουσίας πάσης λύων τὰ ἁμαρτήματα· καί τινες μὲν τῶν γραμματέων, τῇ βασκανία κατεχόμενοι, ἐν ἑαυτοῖς εἰπον, “οὗτος βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; αὐτὸς δὲ διὰ τῶν προβλημάτων βεβαιοῖ τὰ εἰρημένα, ἐλέγξας ὡς Θεὸς τὰς ἐνθυμήσεις αὐτῶν· μόνου γὰρ Θεοῦ ἐστι τὸ τὰ ἀπόρρητα εἰδέναι· ἔπειτα δὲ καὶ φησι πρὸς αὐτούς· “τι ἐστιν εὐκοπώτερον εἰπεῖν, “ ἀφέωνται σου αἱ ἁμαρτίαι, ἣ εἰπεῖν ἆρον τὸν κράβαττόν σου “ καὶ ὕπαγε εἰς τὸν οἶκον σου” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· τί δοκεῖ εὔκολον ὑμῖν εἶναι· σῶμα σφίγξαι παραλελυμένον, ἣ ψυχῆς ἁμαρτήματα λῦσαι; εὔδηλον, ὅτι σῶμα σφίγξαι· ὅσῳ γὰρ σώ- [*](y δήπου vid. leg.)
Πέμπει δὲ αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ, εὐθέως θεραπευθέντα, πάλιν καὶ ἐνταῦθα τὸ ἄτυφον δεικνύς· ὅτι δὲ καὶ οὐ φαντασία ἦν τὸ γινόμενον, διὰ τοῦτο γὰρ καὶ βαστάσαι αὐτὸν τὸν προσέταξεν, ὅμως οὖν καὶ οἱ ὄχλοι ἔτι χαμαὶ σύρονται· “ ἰδόντες γάρ,” φησιν, “ ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.” προίστατο γὰρ αὐτοῖς ἡ σάρξ· αὐτὸς γὰρ μακροθυμῶν οὐκ ἐπετίμα αὐτοῖς· τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων αὐτὸν εἶναι μείζονα, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἦλθεν· εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ’ ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἃν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν· ἀλλ’ οὐ κατέσχον ταῦτα σαφῶς· οὐδὲ προελθεῖν εἰς τὸ βέλτιον ἠδυνήθησαν· ἔλεγον γὰρ πάλιν, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· ποιήσας δὲ τὸ θαῦμα τοῦ παραλυτικοῦ, οὐκ ἐπέμεινεν ἐν τῷ τόπῳ, ἵνα μὴ τὸν ζῆλον πλεῖον ἐξάψῃ ὁρώμενος· οὕτως οὑν καὶ ἡμεῖς ποιῶμεν, ἐκκλίνοντες x τοὺς ἐπιβουλεύοντας.
[*](6)τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς, ἆρόν σου τὸν κράβαττον.
Κυρίλλου. Ἐξῆλθε τὸ ῥῆμα, καὶ τὸ θαῦμα ἐπεκολούθησε· διὰ τί δὲ καὶ υἱὸν ἀνθρώπον εἰπεν ἀφιέναι ἁμαρτίας, ἐπιτελουμένης θεοσημείας; ἣ ἵνα δείξῃ, ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν, διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὴν ἕνωσιν· εἰ γὰρ καὶ ἄνθρωπος, φησὶ, γέγονα Θεὸς Λόγος ὑπάρχων, καὶ διὰ τὴν οἰκονομίαν ἐπὶ γῆς πολιτεύομαι τε καὶ ἀναστρέφομαι· ἀλλ’ οὐδὲ ἧττον τὰ πέρα λόγου ἀποτελῶ θαύματα, καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τι τῶν τῆς θεότητος ἰδιωμάτων, ἣ ἐμείωσα τὸ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. Καὶ μετ’ ὀλίγα—Οἰκονομικῶς δὲ λέγει “ ἐπὶ τῆς γῆς,” ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς, καὶ ἐπὶ τῆς γῆς ὠφθεὶς, Θεὸς ἠν κατὰ φύσιν.
[*](x ἐκκλίνεντας Cod.)Ἰδόντες δὲ οἱ ὄχλοι, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Θεοδώρου Μομψουεστίασ. Θεῖον τὸ πρᾶγμα γινώσκουσιν· τὸν δὲ ποιήσαντα ὁρῶσιν ἄνθρωπον· διὰ τοῦτο ὡς δωρεὰν τοῦ Θεοῦ, καὶ οὐχ ὡς αὐτοῦ δύναμιν, θαυμάζουσιν.
Περὶ τοῦ Ματθαίου.
[*](9)Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, ἴδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον.
τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ τῶν ἄλλων ἐκάλεσε τὸν Ματθαῖον; ἐπειδήπερ τὰς καρδίας ἐπιστάμενος, καὶ τὰ ἀπόρρητα τῆς ἑκάστου διανοίας εἰδὼς, τότε τοῦτο ἐποίησεν, ὅτε ἠπίστατο ἥξοντα· διὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. οὐκ ἀποκρύπτεται δὲ τὸν ἑαυτοῦ βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι, τῶν ἄλλων Εὐαγγελιστῶν κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ· καὶ ὅτι ἐπὶ τὸ τελωνεῖον ἐκάθητο, ἵνα δείξη τοῦ καλέσαντος τὴν δύναμιν καὶ τὴν ἀγαθότητα· ὅτι οὐκ ἀποστάντα αὐτὸν πρότερον τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ’ ἐπιτήδευμα ἔχοντα ἀναισχυντίας γέμον καὶ ἰταμότητος καὶ κέρδεος y οὐκ ἔχον πρόφασιν εὔλογον· καὶ ἁρπαγὴν σχῆμα ἔχουσαν ἔννομον, ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· ἀλλ’ ὥσπερ εἴδομεν τοῦ καλέσαντος τὴν ἀγαθότητα, οὕτω καταμάθωμεν καὶ τοῦ κληθέντος τὴν ὑπακοήν· οὔτε γὰρ ἀντέτεινεν, οὔτε ἀμφισβητήτως εἶπεν· ἄρα μὴ ἀπατηλῇ z κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖ; καὶ γὰρ ἀκαιρίας αὕτη πάλιν ὑπῆρχεν ἡ ταπεινοφροσύνη· καλέσας τοίνυν αὐτὸν καὶ τιμῇ μεγίστῃ τετιμηκὼς, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ἐν τούτῳ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὐέλπιδα ποιῶν, καὶ εἰς πλείονα παρρησίαν ἐνάγων· οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλὰ ἀθρόον ἐξιάσατο τὴν κακίαν· καὶ οὐκ αὐτῷ συνανάκειται μόνον, ἀλλὰ καὶ ἑτέροις πολλοῖς τοιούτοις· διὰ τί δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνδιαβάλλουσι τὸν Κύριον οἱ Φαρισαῖοι, ὡς μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίοντα; κακούργῳ σκέψει βουλόμενοι ἀποχωρῆσαι αὐτοὺς τοῦ [*](y κέρδιος Cod. z ἀπατειλῆ Cod.)
Τὸ δὲ, “ πορευθέντες μάθετε τι ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν σημαίνει ὅτι οὐ κεκωλυμένον ἔργον ἐστὶ τὸ ἁμαρτωλοὺς διορθοῦσθαι, ἀλλὰ καὶ νομοθετημένον, καὶ μᾶλλον τῆς θυσίας κρεῖττον· ὅθεν καὶ τὴν παλαιὰν εἰσάγει συνῳδὰ αὐτῷ φθεγγομένην καὶ νομοθετοῦσαν· ἅμα δὲ καὶ τὴν τῶν γραφῶν ἄγνοιαν αὐτοῖς ὀνειδίζων ταῦτα ἔλεγεν· καὶ ὅτι πάσης τῆς λοιπῆς ἀμελοῦντες ἀρετῆς, ἐν ταῖς θυσίαις τὸ πᾶν ἐτίθεντο· ἐγὼ γάρ, φησι, τοσοῦτον ἀπέχω τοῦ βδελύξασθαι τοὺς ἁμαρτωλοὺς, ὅτι καὶ δι’ αὐτοὺς παραγέγονα μόνους· τοῦτο γὰρ δηλοῖ τὸ “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ “ἁμαρτωλοὺς εἰς μετάνοιαν.” τίνος ἕνεκεν τῶν μαθητῶν Ἰωάννου ἐγκαλεσάντων, ὅτι “ ἡμεῖς μὲν καὶ οἱ Φαρισαῖοι νηστεύομεν “ πολλὰ” καὶ τὰ ἑξῆς· καὶ ἐν τούτῳ τὴν ἐπιείκειαν αὐτοῦ καὶ πολλὴν μακροθυμίαν ἐνδεικνύμενος, οὐκ ἐπιτιμᾷ· ἀναμιμνήσκει δὲ αὐτοὺς τῶν Ἰωάννου ῥημάτων, δι’ ὧν ἔλεγεν· “ὁ ἔχων τὴν “ νύμφην,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ παρὼν καιρὸς τῆς ἐμῆς σὺν αὐτοῖς διαγωγῆς χαρᾶς καὶ εὐφροσύνης ἐστίν· “ ἐλεύσονται δὲ ἡμέραι” καὶ τὰ ἑξῆς. τὸν τοῦ πάθους διὰ τούτου μηνύων καιρόν· ἣ μᾶλλον τὸν τοῦ κηρύγματος, ὅτι τοῦ πάθους τριήμερος ἦν.
Εἰπὼν “ὅτι οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκκους,” ἐδήλωσε διὰ τούτου, ὅτι οὔπω γεγόνασιν ἰσχυροὶ οἱ μαθηταὶ αὐτοῦ, ἀλλ’ ἔτι πολλῆς δέονται συγκαταβάσεως· διὰ τὸ μήπω ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀνακαινισθῆναι αὐτούς· οὕτω δὲ διακειμένοις οὐ χρὴ βάρος ἐπιτιθέναι αὐτοῖς ἐπιταγμάτων· ταῦτα δὲ ἔλεγεν νόμους τιθεὶς καὶ κανόνας τοῖς ἑαυτοῦ μαθηταῖς· ἵνα ὅτ’ ἃν μέλλωσι μαθητὰς λαμβάνειν, μετὰ πολλῆς αὐτοῖς προσφέρωνται b τῆς ἡμερότητος.
[*](17)Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς.
Ἀσκῶν δὲ μέμνηται καὶ οἴνου· ἐπειδὴ περὶ γαστριμαργίας ἦν ὁ λόγος καὶ τραπέζης· διὰ τοῦτο ἀπὸ τῶν αὐτῶν λαμβάνει τὰ ὑποδείγματα, καὶ ὅτι οὐδὲν αὐστηρὸν ἐπιτάττειν χρὴ καὶ βάρος [*](a οὐκ suppl. b προσφέρονται Cod.)
Ωριφένουσ. Ἀσκοὶ παλαιοὶ εἰσιν οἱ τῇ νομικῇ πολιτείᾳ πεποιωμένοι c. οἶνος δὲ νέος ἡ διὰ Χριστοῦ χάρις.
Ἱσιλώρου. τοὺς σαπέντας τῇ παλαιότητι καὶ τὴν νέαν χάριν ἀθετήσαντας ἀσκοὺς παλαιοὺς ὁ κύριος προσηγόρευσεν, ὡς διαρρηγνυμένους καὶ τὸν καινὸν λόγον τῆς βασιλείας οὐκ ἔχοντας.
Κυρίλλου. Οἱ Φαρισαῖοι ἐοικότες ἱματίῳ κατερρωγότι ἣ ἀσκοῖς παλαιοῖς, οὐ δύνανται δέξασθαι τὴν νεάζουσαν διδασκαλίαν.
Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου.
ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων ἐλθὼν προσεκύνει αὐτῷ λέγων, ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν.
Τὸν ἄρχοντα ὃν λέγει ἐληλυθέναι, ἀρχισυνάγωγος ἦν· χρὴ δὲ σκοπεῖν αὐτοῦ καὶ τὴν παχύτητα· δύο γὰρ ἀπαιτεῖ παρὰ τοῦ Χριστοῦ, καὶ παραγενέσθαι αὐτὸν καὶ τὴν χεῖρα ἐπιθεῖναι· ἠκολούθουν δὲ οἱ ὄχλοι ὡς ἐπὶ θαύματι μεγάλῳ· τοὺς μαθητὰς δὲ μόνους εἴασεν εἰς τὴν οἰκίαν εἰσελθεῖν, παιδεύων ἡμᾶς καὶ διὰ τοῦτο τὴν ἀνθρωπίνην διακρούεσθαι δόξαν.
Περὶ τῆς αἱμορροούσης.
[*](20)Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη.
τίνος ἕνεκεν οὐ μετὰ παρρησίας προσῆλθεν αὐτῷ ἡ τὴν ῥύσιν τοῦ αἵματος ἔχουσα; ἐπειδὴ ᾐσχύνετο διὰ τὸ πάθος, ἀκάθαρτος εἰναι νομιζομένη. εἰ γὰρ ἡ καταμηνίοις οὖσα, οὐκ ἐδόκει εἰναι καθαρὰ, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἃν ἐνόμισεν· ὅμως μὲν οὖν μετὰ πίστεως τῶν ἱματίων ἥψατο· οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲ εἰπεν ἐν ἑαυτῇ, ἆρα ἀπαλλαγήσομαι τοῦ [*](c An πεπωρωμένοι ?)
Τίνος δὲ ἕνεκεν τῶν αὐλητῶν ἐμνημόνευσεν; ἵνα καὶ ἐν τούτῳ θριαμβεύσῃ τῶν ἀρχισυναγώγων τὴν ἄνοιαν· διὰ τί δὲ εἶπεν, ὅτι οὐ τέθνηκεν τὸ κοράσιον, ἀλλὰ καθεύδει; παιδεύων μὴ φοβεῖσθαι θάνατον· διὰ τὸ μὴ εἶναι αὐτὸν θάνατον, ἀλλ’ ὕπνον γεγενῆσθαι· τοῖς δὲ καταγελῶσιν αὐτοῦ οὐκ ἐπιτιμᾷ, ἵνα καὶ αὐτοὶ καὶ οἱ αὐλοὶ καὶ τὰ κύμβαλα, ἀπόδειξις γένηται τοῦ θανάτου· παρόντων δὲ τῶν γονέων θαυματουργεῖ πρὸς τὸ αὐτοὺς πληροφορηθῆναι· κατασχὼν δὲ, ἀνίστησιν, δεῖξαι θέλων ὅτι πάντα αὐτῷ ἕτοιμα· κελεύει δὲ δοθῆναι αὐτῇ τροφὴν, ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ γεγενημένον. οὐκ αὐτὸς δὲ δίδωσιν, ἀλλ’ ἐκείνοις κελεύει δοῦναι, ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· “λύσατε αὐτὸν, καὶ ἄφετε “ ὑπάγειν·” τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας πάσης τὴν ἀπόδειξιν ποιούμενος· τοὺς δὲ θρηνοῦντας καὶ τοὺς αὐλοῦντας ἔξω τῆς οἰκίας ἐξέβαλεν, ἀναξίους τῆς τοιαύτης θεωρίας κρίνας αὐτούς· παρήγγειλε δὲ μηδενὶ εἰπεῖν διὰ τὸ ἄτυφον καὶ ἀκενόδοξον.
Προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.
Κυρίλλου. Δείκνυσιν ὅτι παρὰ θεῷ οὐδεὶς ἔχων ἀκούσιον νόσον ἀκάθαρτος· διὸ καὶ προσκαλεῖται τὴν αἱμορροοῦσαν ὁ Κύριος, ἵνα τὸν τυπικὸν νόμον εἰς πνευματικὴν μεταγάγῃ θεωρίαν.
[*](23)Καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον.
Κυρίλλου Ἀλεξανδρείασ. Ἔθος τοῖς ἀνθρώποις τὰς ἀγάμους κόρας, ἡνίκα εἰσὶν πρὸς ὥραν γάμου τελευτώσας θρηνεῖν, διὰ τῶν συμβολικῶν γάμων· διὸ καὶ αὐληταὶ ἦσαν ἔσω, εἰ καὶ παρὰ τὸ πρόσταγμα τὸ Ἰουδαϊκὸν τότε ἐποίουν τοῦτο οἱ Ἰουδαῖοι.
Ὠριφένουσ. Οἱ ἐλπίδα ἔχοντες τῆς ἐν Χριστῷ ἀναστάσεως οὐκ ἀπέθανον, ἀλλὰ καθεύδουσι· διὸ φησὶν ὁ Ἀπόστολος· “οὐ “ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων· ἵνα μὴ “ λυπεῖσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·” ἅμα δὲ καὶ
Περὶ τῶν δύο τυφλῶν.
[*](27)Ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ, κράζοντες καὶ λέγοντες.
Διὰ τί τοὺς τυφλοὺς παρέλκει κράζοντας; ἡμᾶς παιδεύων τὴν παρὰ τῶν πολλῶν διωθεῖσθαι δόξαν· ἐπειδὴ γὰρ πλησίον ἦν ἡ οἰκία, ἄγει αὐτοὺς ἐκεῖ κατ’ ἰδίαν θεραπεύσων· καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ παρήγγειλε μηδενὶ εἰπεῖν· οὐ μικρὰ δὲ αὕτη τῶν Ἰουδαίων κατηγορία· ὅτ' ἂν οὗτοι τυφλοὶ ὄντες, ἐξ ἀκοῆς μόνης τὴν πίστιν δέχονται· ἐκεῖνοι δὲ θεωροῦντες τὰ θαύματα πάντα τὰ ἐναντία ποιοῦσιν· υἱὸν δὲ Δαβὶδ ἐκάλουν, ἐπειδὴ τὸ ὄνομα τιμῆς εἶναι ἐδόκει· δευτέραν δὲ ἐρώτησιν προσάγει, σπουδάζων ἱκετεύεσθαι πολλάκις, καὶ τότε τὴν ἴασιν παρέχειν, ἵνα μή τις νομίσῃ διὰ φιλοτιμίαν αὐτὸν τοῖς θαύμασιν ἐπιπηδᾷν· ὁμολογησάντων οὖν αὐτὸν, οὐκ ἔτι υἱὸν Δαβὶδ, ἀλλὰ τὸ ὑψηλότερον προσειπόντων Κύριον· τότε λοιπὸν καὶ αὐτὸς ἐπιτίθησι τὴν χεῖρα, λέγων, “κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. διὰ δὲ τὴν προειρημένην αἰτίαν, λέγω δὴ διὰ τὸ ἀκόμπαστον, κελεύει μετὰ πολλῆς τῆς σφοδρότητος μηδενὶ εἰπεῖν· “ἐνεβριμήσατο γάρ,” φησιν, “αὐτοῖς ὁ Κύριος λέγων, καὶ τὰ ἑξῆς· ἐκεῖνοι δὲ οὐκ ἠνέσχοντο, ἀλλ’ ἐγένοντο κήρυκες καὶ εὐαγγελισταί· εἰ δὲ ἀλλαχοῦ φαίνεται λέγων, ἄπελθε καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ· οὐκ ἔστιν ἐναντίον ἐκείνου τοῦτο, ἀλλὰ καὶ σφόδρα συμβαῖνον· ὅπου μὲν γὰρ εἰς τὸν Θεὸν ἡ δόξα ἀναφέρεται, οὐ μόνον οὐ κωλύει, ἀλλὰ καὶ ἐπιτάττει τοῦτο ποιεῖν· ὅπου δὲ παιδεύει ἡμᾶς ταπεινοφρονεῖν, ἐκεῖ καὶ κελεύει μηδενὶ λέγειν, ἀλλὰ καὶ τοὺς βουλομένους ἡμᾶς ἐγκωμιάζειν κωλύει.
Ωριγένουσ. Ἰησοῦς παραγγέλλων τοῖς ἰωμένοις μηδενὶ λέγειν τὰς εὐεργεσίας αὐτοῦ, ἡμᾶς διδάσκει φεύγειν τὸ ἐπιδεικτικὸν ὡς αἴτιον τῶν κάκων.
[*](a κρύπτον Cod.)