Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Πρῶτος Ἰωάννης ἐκήρυξε βασιλείαν οὐρανῶν.

Ὠριφένουσ. Πρῶτον Ἰωάννην εὑρίσκομεν ὀνομάζοντα βασιλείαν οὐρανῶν, ἥτις ἦν ὁ Χριστός.

Κυρίλλου. βασιλεία τῶν οὐρανῶν, ἡ διὰ πίστεως δικαίωσις, καὶ ὁ διὰ Πνεύματος ἁγιασμός.

Σευηριανοῦ. Ἰωάννου s. Ἡ βασιλεία τῶν οὐρανῶν ἡ ἀπόλαυσις τοῦ μέλλοντος αἰῶνος.

[*](1)

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.

Εἰπὼν ὁ Εὐαγγελιστὴς “ ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται “Ἰωάννης ὁ βαπτιστὴς, οὐχ ὅτε παῖς ἦν ὁ Χριστὸς, καὶ εἰς Ναζαρὲτ ἦλθεν λέγει. μετὰ γὰρ τριάκοντα ἔτη παραγίνεται Ἰωάννης, καθὼς ὁ Λουκᾶς μαρτυρεῖ, ἀλλ’ ἐπειδὴ ἔθος ἦν τῇ γραφῇ τούτων χρῆσθαι τῶν τρόπων· οὐχ ὅταν τῷ ἑξῆς χρόνῳ συμβαίνοντα λέγει μόνον, ἀλλ’ ὅτ’ ἃν καὶ τὰ πολλοῖς ὕστερον ἔτεσιν ἐκβησόμενα· ὥσπερ ἐν τῷ ὄρει τῶν Ἐλαιῶν εἰπὼν ὁ Χριστὸς τοῖς μαθηταῖς περὶ τῆς κατασκαφῆς τῆς μητροπόλεως, καὶ μέλλων καὶ περὶ τῆς συντελείας λέγειν, ἐπήγαγεν, τότε τὰ καὶ τὰ ἔσται· οὐ συνάγων τοὺς χρόνους τῆς κατασκαφῆς καὶ τῆς συντελείας, τότε εἶπεν· ἀλλ’ ἐκεῖνον μόνον δηλῶν τὸν καιρὸν, ἐν ᾧτ’ ταῦτα συμβήσεσθαι ἔμελλεν· οὕτω γοῦν καὶ νῦν λέγων ποιεῖ· “ ἐν ταῖς “ ἡμέραις ἐκείναις· οὐ γὰρ τὰς ἑξῆς δηλῶν τοῦτο τέθεικεν, ἀλλ’ ἐκείνας, ἐν αἷς ταῦτα συμβαίνειν ἔμελλεν, ἃ διηγήσασθαι παρεσκεύαστο

Τὸ δὲ “ ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν,” περὶ τῆς παρουσίας αὐτοῦ καὶ τῆς ἐσχάτης φησίν· εἰ καὶ μὴ τοῦτο τέως ἐννόουν, ἕως οὗ εἰς ζήτησιν ἦλθον τοῦ κηρυττομένου. διὸ καὶ τελῶναι πολλοὶ καὶ στρατιῶται παραγενόμενοι, ἠρώτων “ τί δεῖ πράττειν, ἵνα [*](s Scil. Χρυσοστόμου. t κατασφαγῆς Cod.)

21
“ σωθῶσιν;” ὅπερ ἦν σημεῖον τοῦ τῶν βιωτικῶν λοιπὸν ἀπαλλάττεσθαι πραγμάτων, καὶ πρὸς ἕτερα μείζονα ὁρᾶν, καὶ τὰ μέλλοντα όνειροπολεῖν. καὶ γὰρ ἅπαντα αὐτοὺς καὶ τὰ ὁρώμενα καὶ τὰ λεγόμενα εἰς ὑψηλὸν ἦγε φρόνημα, καὶ ἦν θαυμαστὸν ἰδεῖν ἄνθρωπον μετὰ τριάκοντα ἔτη καταβαίνοντα ἀπὸ τῆς ἐρήμου, ἀρχιερέως υἱὸν γενόμενον, μηδὲν δεηθέντα τῶν ἀνθρωπίνων ποτὲ, καὶ πάντοθεν ὄντα αἰδέσιμον, καὶ τὸν Ἡσαΐαν μαρτυροῦντα περὶ αὐτοῦ, ὅτι οὗτός ἐστιν, ὃν παρέσεσθαι ἔφην βοῶντα καὶ κηρύττοντα κατὰ τὴν ἔρημον. καὶ γὰρ καὶ ἡ στολὴ αὐτοῦ τοὺς Ἰουδαίους μᾶλλον ἐφείλκετο, τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέποντας· ἔτι δὲ καὶ μεῖζόν τι· ἐκείνου μὲν καὶ ἐν πόλεσιν ἀναστρεφομένου· τούτου δὲ ἐκ σπαργάνων τὴν ἔρημον οἰκήσαντος· οὐ γῆν ἀροτριάσαντα, ἐσχεδιασμένην ἔχοντα τράπεζαν, καὶ εὐκολωτέραν τῆς περιβολῆς τὴν οἴκησιν, οὔτε γῆν, οὔτε κλίνην κεκτημένην, οὔτε ἄλλου τινὸς δεηθέντος ποτὲ, ἀλλὰ ἀγγελικήν τινα ἐν τῇ σαρκὶ ταύτῃ πολιτείαν ἐπιδεικνύμενον. διὰ τοῦτο καὶ τρίχινον ἦν αὐτῷ τὸ ἱμάτιον, ἵνα διὰ τοῦ σχήματος παιδεύσῃ τῶν ἀνθρωπίνων ἀφίστασθαι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλ’ ἐπὶ τὴν προτέραν ἀνατρέχειν εὐγένειαν, ἐν ᾖ ἦν, πρινὴ δεηθῆναι ἱματίων καὶ περιβολῆς ὁ Ἀδάμ. εἰ οὖν ἐκεῖνος ὁ καθαρὸς οὕτω, καὶ τῶν οὐρανῶν λαμπρότερος ὣν, καὶ ὑπὲρ προφήτας πάντας, καὶ οὗ μείζων οὐδεὶς ἐγένετο, καὶ παρρησίαν τοσαύτην ἔχων, οὕτως ἑαυτὸν ἐσκληραγώγει, καὶ ταῦτα τῆς παλαιᾶς κρατούσης, τίνα ἕξομεν ἡμεῖς ἀπολογίαν, οἱ μετὰ τὴν χάριν καὶ τοσαύτας εὐεργεσίας, καὶ τὰ μυρία φορτία τῶν ἁμαρτημάτων, μηδὲ ὀλίγον τί τῆς πολιτείας ἐπιδεικνύμενοι τῆς ἐκείνου, ἀλλὰ μεθύοντες καὶ γαστριζόμενοι καὶ μύρων ὄζοντες, καὶ πάντοθεν ἑαυτοὺς καταμαλακίζοντες, καὶ εὐχειρώτους τῷ διαβόλῳ ποιοῦντες

[*](5)

τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα, καὶ πᾶσα ἡ Ἰουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου.

Ἐξεπορεύοντο δὲ πρὸς αὐτὸν, καὶ ἐβαπτίζοντο, διότι ἦν ἄξιον θαύματος ἰδεῖν ἐν ἀνθρωπίνῳ σώματι τοιαῦτα ἐπιδεικνύμενον αὐτὸν, καὶ τοσαύτῃ κεχρημένον τῇ παρρησίᾳ, καὶ πάντων ὡς παίδων κατεξανιστάμενον· συνετέλει δὲ εἰς ἔκπληξιν, καὶ τὸ διὰ πολλοῦ

22
χρόνου προφήτην φανῆναι· καὶ γὰρ ἐπέλιπεν αὐτοὺς τὸ χάρισμα, καὶ διὰ μακροῦ πρὸς αὐτοὺς ἐπανῆλθε τοῦ χρόνου.

[*](7)

Ἰδῶν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ.

Ἐπειδὴ δέ φησιν ὁ Εὐαγγελιστὴς περὶ τῶν Σαδδουκαίων καὶ τῶν Φαρισαίων, ὅτι ἦλθον εἰς τὸ βαπτισθῆναι· πῶς ὁ Χριστὸς λέγει, ὅτι οὐκ ἐπίστευσαν Ἰωάννῃ; ὅτι οὐκ ἦν τοῦτο πιστεῦσαι, τὸ τὸν κηρυττόμενον ὑπ’ αὐτοῦ μὴ δέξασθαι. παρεγένοντο μὲν καὶ ἐβαπτίσθησαν· οὐ μὴν ἔμειναν ἐπὶ τῆς πίστεως τοῦ κηρύγματος· δείκνυται δὲ τοῦτο, ἐξ ὧν πρὸς τὸν βαπτιστὴν ἔπεμπον λέγοντες, εἰ σὺ εἰ Ἤλιας; εἰ σὺ εἰ ὁ Χριστός; διὸ καὶ ἐπήγαγεν· οἱ “ δὲ ἀπεσταλμένοι ἦσαν ἀπὸ τῶν Φαρισαίων.

Γεννήματα ἐχιδνῶν.

Εἶπεν δὲ αὐτοὺς γεννήματα ἐχιδνῶν, ὅτι οὐδὲν ἄμεινον διέκειντο αὐτοὶ τε καὶ οἱ γεγεννηκότες αὐτοὺς του θηρίου τούτου· καὶ γὰρ τοῦτο διαφθείρει τὴν ὠδίνουσαν, καὶ διατρώγων τὴν γαστέρα αὐτῆς, οὕτως ἐξέρχεται εἰς φῶς, ὅπερ καὶ οὗτοι ἐποίουν, πατραλοῖαι u γινόμενοι, καὶ μητραλοῖαι x, καὶ τοὺς διδασκάλους ταῖς ἑαυτῶν διαφθείροντες χερσί.

Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Μέλλουσαν δὲ ὀργὴν, τὴν αἰώνιον λέγει κόλασιν· οὐ γὰρ τὰ εἰωθότα, οἷον πολέμους καὶ αἰχμαλωσίας.

[*](8)

Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας.

Καρποῦς δὲ ἀξίους τῆς μετανοίας εἶπεν, οὐ τὴν πονηρίαν μόνον φυγεῖν, ἀλλὰ καὶ ἀρετὴν πολλὴν ἐπιδείξασθαι· μηδὲ ἐπὶ τῇ τῶν προγόνων εὐγενείᾳ μέγα φρονεῖν, καὶ ἐπὶ ταύτῃ θαρρεῖν. φαινονται γὰρ καὶ μετὰ ταῦτα λέγοντες, “ ἡμεῖς πατέρα ἔχομεν “τὸν Ἀβραάμ.

Τὸ δὲ “ δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων,” καὶ τὰ ἑξῆς· τινές φασι περὶ τῶν ἐθνῶν ταῦτα λέγειν· λίθους αὐτοὺς μεταφορικῶς καλῶν· ἐγὼ δὲ καὶ ἑτέραν ἔννοιαν τὸ εἰρημένον ἔχειν φημί· ὅτι μὴ νομίζετε y, φησιν, ὅτι ἃν ὑμεῖς ἀπόλησθε z, ἄπαιδα [*](u πατραλύαι Cod. x μητρολύαι Cod. y νομίζεται z ἀπολεῖσθαι Cod)

23
ποιήσετε a τὸν πατριάρχην· τῷ γὰρ Θεῷ δυνατὸν, καὶ ἀπὸ λίθων ἀνθρώπους αὐτῷ δοῦναι, ὥσπερ καὶ πρώην· τοῦτο γὰρ ὅμοιον ἦν τὸ ἀπὸ τῆς μήτρας τῆς Σάρρας προελθεῖν παιδίον. οὐκ εἶπεν δὲ ἤγειρεν, ἀλλ᾿ “ἐγεῖραι,” ἵνα μὴ ἀπογνῶσιν ἑαυτῶν.

[*](10)

Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

Τὸ δὲ ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται, δηλοῖ ὅτι ἐπίκειται μὲν τῇ ῥίζῃ, καὶ οὐδὲ μίαν ἀναβολὴν τῆς κοπῆς ἐπιδείκνυται. πλὴν ἃν μεταβαλεῖσθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἃν δὲ τοῖς αὐτοῖς ἐπιμένετε, πρόρριζον ἀνασπάσῃ τὸ δένδρον· ἐπίκειται μὲν γὰρ, ἵνα μὴ ἀναπέσηται· οὐ τέμνει δὲ, ὅτι δυνατὸν καὶ ἐν βραχεῖ χρόνῳ μεταβαλλομένους σωθῆναι. εἰπὼν “ὅτι πᾶν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν, καὶ τὰ ἑξῆς· τὴν ἐπὶ τῆς συγγενείας προεδρίαν ἐκβάλλει κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔγγονος ἧς, φησὶ, διπλὴν ὑποστήσῃ τὴν κόλασιν, ἄκαρπος μένων.

[*](11)

Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν.

Τοῦ ἁγίου Βασιλείου. Τὸ τοῦ Χριστοῦ βάπτισμα τὴν ἐν τῇ κρίσει δοκιμασίαν λέγει· τὸ δὲ ἐν Πνεύματι Ἁγίῳ, τὴν ἐν πυρίναις γλώσσαις τοῦ Πνεύματος ἐσομένην ἐπὶ τοὺς Ἀποστόλους ἐπιφοίτησιν.

Τοῦ Χρυσοστόμου. Διὰ τούτου τὸ δαψιλὲς τῆς δωρεᾶς ἐμφαίνει, ἁγιασμὸν καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν καὶ ἀδελφότητα· καὶ τῇ ἐπεξηγήσει τοῦ πυρὸς πάλιν τὸ σφοδρότερον καὶ ἀκάθεκτον τῆς χάριτος ἐνδείκνυται.

Οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει, ἐν νεύματι Ἁγίῳ.

Διὰ δὲ τὸ εἰπεῖν τὸν ἱμάντα τοῦ ὑποδήματος, τὸ ἔσχατον πάντων ἐσήμανεν, ὅτι τοσοῦτον ἀπέχω, φησὶ, τοῦ μετ’ ἐμὲ ἐρχομένου πρὸς σύγκρισιν, ὅτι οὐδὲ εἰς δούλους ἐκείνου τάττεσθαι [*](a ποιήσεται Cod.)

24
εἰμὶ ἄξιος. οὐδὲ γὰρ τὰ ὑποδήματα, ἀλλ’ οὐδὲ τὸν ἱμάντα τοῦ ὑποδήματός εἰμι ἄξιος λῦσαι.

[*](12)

Οὗ τὸ πτύον ἐν τῆ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην.

Θεοδώρου Ἡρακλείασ. Ὡς κριτὴς ὁ Χριστὸς ἀποχωρίζει τοὺς καθαροὺς ἐν βίῳ ἀπὸ τῶν ἀδικῶν.

Κυρίλλου. τοὺς δικαίους ἁρπάζει εἰς τὴν ἄνω πόλιν, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ κατακαῆναι.

Τοῦ Χρυσοστόμου. Τὸ πτύον, τὸν κριτὴν σημαίνει διαχωρίζοντα τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλούς· σῖτον μὲν τοὺς δικαίους, ἄχυρον δὲ τοὺς ἁμαρτωλούς. πῦρ δὲ ἄσβεστον λέγων τὴν τιμωρίαν ἀθάνατον δείκνυσιν.

[*](14)

Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρι πρός με;

Διατί δὲ διακωλύων ὁ Ἰωάννης τὸν Χριστὸν βαπτισθῆναι ὑπ’ αὐτοῦ ὕστερον ἐπείσθη; ὅτι οὐκ ἦν ἄμετρος φιλόνεικος· ἀλλὰ καὶ τὸ ἀνάξιον ἐνδείκνυται καὶ τὴν ὑπακοήν· οὐχ ἁπλῶς δὲ εἰπεν αὐτῷ ὁ Χριστὸς, ἄφες ἀλλὰ καὶ τὸ ἄρτι προσέθηκεν· οὐ γὰρ διηνεκῶς ταῦτα ἔσται, φησὶν, ἀλλ’ ὄψει με ἐν τούτοις οἷς ἐπιθυμεῖς, ὅτε τούτων ἐστὶν ὁ καιρός.

[*](16)

Καὶ ἰδοὺ, ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ’ αὐτόν.

Τίνος δὲ χάριν τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς φαίνεται; ὅτι ἥμερον τὸ ζῷον καὶ καθαρόν· ἐπεὶ οὖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον πραότητός ἐστι πνεῦμα, διὰ τοῦτο ἐν τούτῳ φαίνεται. λοιπὸν δὲ καὶ διὰ τὸ εὐαγγελίσασθαι ἐπὶ τοῦ κατακλυσμοῦ τὴν περιστερὰν τὴν λύσιν τοῦ χειμῶνος, κάρφος ἐλαίας ἐπιφερομένην· καὶ γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νῦν λύσιν τῶν κακῶν ἡμῖν ἤγαγεν, καὶ ἀντὶ κλάδου ἐλαίας, τὸν πάντων έλευθερωτὴν ἡμῖν δείκνυσιν· εἰ δὲ καὶ ὄψει περιστερᾶς ἐφάνη τὸ Πνεῦμα τὸ Ἅγιον, χρὴ γινώσκειν, ὅτι οὐ φύσιν περιστερᾶς ἀνέλαβεν,

25
καθὼς ὁ Υἱὸς τοῦ Θεοῦ φύσιν ἀνθρώπου· ὅθεν καὶ ὁ Εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἐν φύσει περιστερᾶς, ἀλλ’ ἐν εἴδει περιστερᾶς· διὸ οὐδὲ ἐν τοιούτῳ σχήματι ὤφθη μετὰ ταῦτα· ἔμεινε δὲ ἐπὶ τὸν Κύριον καὶ Θεὸν Ἰησοῦν Χριστὸν τὸ Πανάγιον Πνεῦμα, διὰ τὴν φωνὴν τὴν ἄνωθεν ἐνεχθεῖσαν, ἵνα μὴ νομίσωσιν αὐτὸν ὡς ἕνα τῶν πολλῶν εἶναι, τὴν δὲ φωνὴν περὶ Ἰωάννου ἐνεχθῆναι· καὶ γὰρ πολλοὶ b μεῖζον αὐτοῦ τὸν Ἰωάννην ἐνόμιζον.

Περὶ Διδασκαλίας τοῦ Σωτῆρος.

[*](1)

Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ

[*](2)

Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα.

Ἀντὶ τοῦ τὸ Πνεῦμα προετρέπετο αὐτὸν ἐπὶ τὸν κατὰ τοῦ διαβόλου ἀγῶνα.

Κυρίλλου. Ὑπὸ τοῦ διαβόλου ἤγετο κατὰ συγχώρησιν.

Σευήρου. Οὐκ ἄκων εἵλκετο. ταῦτα γὰρ πρὸς ἡμῶν ὑποτύπωσιν γέγονεν, ἵνα μετὰ τὸ βάπτισμα, μηκέτι αὐτοὺς ἄγωμεν, ἀλλ’ ἐκδῶμεν ἑαυτοὺς τοῖς νόμοις τοῦ Πνεύματος, καὶ ἀπ’ αὐτοῦ ἀγόμεθα ἐπὶ πνευματικὴν ζωὴν, καὶ κατὰ τῶν τοῦ διαβόλου ἀγώνων. οὐχ ὑπερέβη δὲ ὁ Χριστὸς τὸ τῶν ἡμερῶν τῆς νηστείας μῆκος, ὃ ἐνήστευσε Μωϋσῆς καὶ Ἠλίας, ἵνα δῷ χώραν τῷ πειράζοντι προσβαλεῖν ὡς ἀνθρώπῳ c καὶ πεσεῖν.

Ἐπιφανίου. Ἐπείνασεν ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν.

Θεοδώρου Ἤρακλείασ. Τὸ δὲ οὐκ ἐπ’ ἄρτῳ, ὁ πρῶτος Ἀδὰμ διὰ τῆς βρώσεως ἥμαρτεν, ὁ Χριστὸς δι’ ἐγκρατείας περιγίνεται, καὶ διδάσκει ὅτι οὐ δεῖ ἀφίστασθαι τοῦ Θεοῦ, κἂν λιμώττωμεν· τούτων ἀρραβών ἐστι καὶ τῆς μελλούσης καταστάσεως, ὅπερ ἤρξατο ἐν Χριστῷ, ὅτι καὶ δίχα τροφῆς μέλλουσι ζῇν οἱ ἄνθρωποι.

[*](5)

τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.

Σευήρου. Τὸ δὲ παραλαμβάνει αὐτὸν ὁ διάβολος,” ὡς Θεὸς [*](b πολλὰ Cod. c ἀνῶ Cod.)

26
ἑκουσίως ἐδίδου τῷ διαβόλῳ ἄγειν αὐτὸν εἰς τοὺς πειρασμοὺς, οὓς ἐπειρᾶτο αὐτὸν ἑλκύσαι ὁ διάβολος. διὸ καὶ εἰς τὴν ἔρημον ἀπῄει, καὶ εἰς τὴν ἁγίαν πόλιν καὶ εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, ἐκ τῶν τόπων ἐρεθίζων αὐτὸν τοὺς ἁρμοδίους πειρασμοὺς ἐπάγειν, ἵνα τὴν μανίαν αὐτοῦ ἐκχύσας, καὶ ἀποτυχὼν, ἀσθενὴς γένηται, καὶ εὐάλωτος τοῖς ἀνθρώποις.

Τοῦ Χρυσοστόμου. τότε, πότε; μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ τὴν φωνὴν τὴν ἄνωθεν ἐνεχθεῖσαν. ὑπὸ ποίου δὲ Πνεύματος ἀνήχθη; ὑπὸ τοῦ Ἁγίου. διατί δὲ ὑπὸ τοῦ διαβόλου πειρασθῆναι; ἐπειδὴ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττεν· ἵνα ἐάν τις τῶν βαπτιζομένων μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνῃ πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου· ἀλλὰ μείνῃ d γενναίως πάντα φέρων· καὶ γὰρ διὰ τοῦτο ἐλάβομεν ὅπλα νοητὰ, οὐχ ἵνα ἀργῶμεν, ἀλλ’ ἵνα πολεμῶμεν e.

Εἰς δὲ τὴν ἔρημον ἄγεται, διδοὺς ἀφορμὴν τῷ διαβόλῳ. τότε γὰρ μάλιστα ἐπιτίθεται ἡμῖν, ὅτε ἴδῃ μεμονωμένους. καὶ πεινῶντι προσέρχεται, ἵνα μάθωμεν πῶς ἡ νηστεία καλόν· καὶ ὅτι μετὰ τὸ βάπτισμα, οὐ τρυφῇ ἀλλὰ νηστείᾳ προσέχειν δεῖ πάντας· διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐχ ὡς αὐτὸς ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων. διὰ τί δὲ εἶπεν αὐτῷ, “εἰ υἱὸς εἶ τοῦ Θεοῦ;” ἐπειδὴ ἤκουσε τῆς ἄνωθεν φωνῆς φερομένης· ἔτι δὲ καὶ Ἰωάννου τοσαῦτα αὐτῷ μαρτυροῦντος· εἶτα δὲ καὶ πεινῶντα λοιπὸν ἐν ἀμηχανίᾳ ἦν· καὶ οὔτε εἰ ἄνθρωπος ψιλὸς ἦν πιστεῦσαι ἐδύνατο διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ’ αὖ πάλιν παραδέξασθαι ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα. διὰ τοῦτο οὖν ἐρωτᾷ. οὐκ εἶπε δὲ αὐτῷ· ἐπειδὴ πεινᾶς, ἀλλ’ “εἰ Υἱὸς εἰ τοῦ Θεοῦ εἰπὲ, ἴνα οἱ λίθοι ἄρτοι κολακεύων αὐτὸν ὑπούλως· διὸ καὶ ὁ Χριστὸς τὸν τῦφον αὐτοῦ καθαιρῶν, καὶ δεικνὺς ὅτι οὐκ ἄξιον αἰσχύνης τὸ πεινᾶν, εἶπεν αὐτῷ· “οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.” δυνατὸς ὁ Θεὸς καὶ ῥήματι θρέψαι τὸν πεινῶντα. ὁμοίως δὲ καὶ εἰς τὴν δευτέραν πεῖραν, τὸ εἰ Υἱὸς εἶ τοῦ Θεοῦ” προφέρει, διὰ τὴν προτέραν αἰτίαν. οὐκ ἠγανάκτησε δὲ κατ’ αὐτοῦ ὁ Χριστὸς, [*](d μείνει Cod. e πολεμοῦμεν Cod)

27
ἀλλὰ φησίν· “οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου,” ἡμᾶς παιδεύων ὅτι τοῦ διαβόλου, οὐ διὰ σημείων, ἀλλὰ δι’ ἀνεξικακίας καὶ μακροθυμίας περιγενέσθαι χρή. τὸ δὲ εἰρημένον “ὅτι “ Ἀγγέλοις αὐτοῦ,” καὶ τὰ ἑξῆς· οὐ περὶ τοῦ Κυρίου εἴρηται τῷ προφήτῃ, ὥστε καὶ ἐν τούτῳ ἐψεύσατο ὁ διάβολος. διὰ τοῦτο δὲ εἰς τρίτην πεῖραν ἐπετίμησεν ὁ Χριστὸς τῷ διαβόλῳ, εἰ καὶ μὴ σφοδρῶς, ἀλλὰ μετὰ ἀνεξικακίας, ἐπειδὴ λοιπὸν εἰς τὸν Πατέρα ἡμάρτανεν, τὰ ἐκείνου πάντα αὐτῷ λέγων εἶναι. ἐκεῖνος οὖν ἅμα ἐπετιμήθη ἐδραπέτευσεν· οὐδὲ γὰρ ἑτέρους πειρασμοὺς αὐτῷ προσήγαγεν. εἰ γὰρ καὶ λέγει ὁ Λουκᾶς, ὅτι πάντα συνετέλεσε πειρασμὸν, προσενεγκεῖν αὐτῷ τὸν διάβολον τοῦτό φησιν ὁ Εὐαγγελιστὴς, καὶ ὡς ἐν τούτοις τῶν ἄλλων συμπεριειλημμένων· τὰ γὰρ μυρία συνέχοντα κακὰ ταῦτά ἐστι· τὸ γαστρὶ δουλεύειν· τὸ πρὸς κενοδοξίαν τί ποιεῖν· τὸ μανίᾳ χρημάτων ὑπεύθυνον εἶναι. Μετὰ δὲ τὸ δραπετεῦσαι τὸν διάβολον, οἱ Ἄγγελοι φαίνονται· καὶ οὐ πρὸ τούτου, ὥστε μὴ ἐκ τούτου φυγεῖν αὐτόν· ἀλλὰ μᾶλλον ἵνα προσβάλῃ καὶ ἡττηθῇ· ἅμα δὲ ὅπως καὶ ἡμεῖς μάθωμεν, ὅτι μετὰ τὰς ἐκείνου νίκας Ἄγγελοι διαδέξωνται, κροτοῦντες καὶ δορυφοροῦντες ἐν ἅπασι. χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι καὶ ἑκουσίως ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ Θεὸς, εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἰς τὸ ὑψηλὸν ὄρος ἀνῆλθεν, οὐχ ὑπὸ τοῦ μιαροῦ διαβόλου παραληφθεὶς, ἀλλ’ εἰδὼς τοὺς διαλογισμοὺς αὐτοῦ ἐν ἑαυτῷ λογιζόμενον, ὅτι ἐὰν ἔλθῃ εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ, πείθω αὐτὸν διὰ κενὴν δόξαν, ῥίψαι ἑαυτόν. ὁμοίως δὲ καὶ εἰς τὸ ὄρος ἐὰν ἔλθῃ, δελεάζω αὐτὸν ἐπαγγελίᾳ χρημάτων προσκυνῆσαί με· τούτου χάριν ἀνῆλθεν, ἵνα δείξῃ καὶ ἐν τούτῳ ἡττώμενον τὸν μιαρὸν ἐκεῖνον διάβολον.

[*](12)

Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

Ἀνεχώρησεν ἀκούσας ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ἰωάννης παρεδόθη εἰς τὴν Γαλιλαίαν, ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμούς· οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. ἔτι δὲ καὶ τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων· ἐπειδὴ καὶ [*](Ε 2)

28
ἐκεῖ διέτριβον τῇ τέχνῃ χρώμενοι τῇ ἁλιευτικῇ· εἰπὼν δὲ “ὁ “ὁ καθήμενος ἐν σκότει,” οὐ σκότος αἰσθητὸν ἐνταῦθα ἀλλὰ τὴν πλάνην καὶ τὴν ἀσέβειαν· ὁμοίως δὲ καὶ φῶς νοητὸν, τὴν ἐπίγνωσιν τῆς ἀληθείας λέγει. οὐκ εἶπε δὲ ὅτι ἐβάδιζον ἐν σκότει, ἀλλ’ “ἐκάθηντο,” ὅπερ σημεῖον ἦν, τοῦ μηδὲ ἐλπίζειν αὐτοὺς ἀπαλλάττεσθαι. ὥσπερ γὰρ οὐδὲ εἰδότες ποῦ δεῖ d προβῆναι, οὕτω καταλειφθέντες ὑπὸ τοῦ σκότους ἐκαθέσθησαν, μὴ δυνάμενοι μηδὲ στῆναι λοιπόν. εἶτα δεικνὺς ὅτι οὐκ αὐτοὶ ζητήσαντες εὗρον, ἀλλ’ ὁ Θεὸς ἄνωθεν ἐπεφάνη, φησὶν, ὅτι τὸ φῶς ἀνέτειλε καὶ ἔλαμψε· καὶ οὐκ αὐτοὶ πρότερον τῷ φωτὶ προσέδραμον· καὶ γὰρ ἐν ἐσχάτοις κακοῖς τὰ ἀνθρωπίνα ἦν, πρὸ τῆς Χριστοῦ παρουσίας.

[*](17)

Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

τοῦτο δηλοῖ τὸ ἐξ οὗ ἐνεβλήθη εἰς τὸ δεσμωτήριον ὁ Ἰωάννης· διατὶ δὲ μὴ έξαρχῆς ἐκήρυξεν αύτός; τι δὲ ὅλως Ἰωάννου ἐδεῖτο, τῆς τῶν ἔργων μαρτυρίας αὐτὸν κηρυττούσης; ἵνα κἀντεῦθεν τὴν ἀξίαν μάθῃς, ὅτι καθάπερ ὁ Πατὴρ, οὕτω καὶ αὐτὸς προφήτας ἔχει· καθὼς καὶ ὁ Ζαχαρίας ἔλεγεν· “καὶ σὺ παιδίον, “ὑψίστου κληθήσῃ· ἄλλως δὲ καὶ ἀναγκαῖον ἦν, παρ’ πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ’ αὐτοῦ· εἰ γὰρ καὶ μετὰ τοσαύτας καὶ τηλικαύτας τὰς μαρτυρίας καὶ ἀποδείξεις ἔλεγον· “σὺ μαρτυρεῖς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ “ἀληθής·” εἰ μηδὲν εἰρηκότος Ἰωάννου παρελθὼν εἰς μέσον ἐμαρτύρησεν ἑαυτὸν, τι οὐκ ἃν ἐφθέγξαντο e; ἀρξάμενος δὲ κηρύσσειν ὁ Υἱὸς τοῦ Θεοῦ, οὐδὲν τέως περὶ ἑαυτοῦ ἔλεγεν, ἀλλὰ περὶ τῶν οὐρανῶν, καὶ τῆς βασιλείας τῆς ἐκεῖ. ἐπειδὴ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι· οὔπω γὰρ τὴν προσήκουσαν δόξαν πέρι αὐτοῦ εἶχον.

[*](18)

Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας.

Χρὴ δὲ τοῦτο γινώσκειν ὅτι δευτέρα ἦν ἡ κλῆσις Πέτρου καὶ Ἀνδρέου, ἣν ὁ Ματθαῖος λέγει· ὁ μὲν γὰρ Εὐαγγελιστὴς Ἰωάννης φησὶν, ὅτι οὔπω βληθέντος ἐν τῇ φυλακῇ τοῦ προδρόμου προσῆλθον· ἐνταῦθα δὲ μετὰ τὸ ἐμβληθῆναι αὐτόν· κἀκεῖ μὲν ὁ Ἀνδρέας [*](d δὴ Cod. e ἐφθέγξατο Cod.)

29
καλεῖ τὸν Πέτρον· ἐνταῦθα δὲ ἀμφοτέρους ὁ Κύριος Ἰησοῦς. καὶ ἐξ ἑτέρων δέ ἐστι τοῦτο συνιδεῖν. μετὰ δὲ τὴν πρώτην κλῆσιν, διὰ τοῦτο πάλιν εἰς τὴν οἰκείαν τέχνην ἐπανῆλθον, διὰ τὸ εἰς δεσμωτήριον εἰσελθεῖν τὸν Ἰωάννην. καὶ γὰρ εἰ καὶ ἐκβλήθησαν ὑπὸ τοῦ Χριστοῦ πρότερον, ἀλλὰ διδαχθέντες ὑπ’ αὐτοῦ πάλιν ὑπέστρεψαν πρὸς τὸν Ἰωάννην· αὐτὸς δὲ ὡς φιλάνθρωπος ἔρχεται πάλιν αὐτοὺς ἀνακτησάμενος· διὸ κᾳκεῖνοι καίπερ ἐπιθυμητικῶς ἔχοντες πρὸς τὴν ἁλιείαν f, ὅμως ἀκούσαντες “ὅτι ποιήσω “ἁλιεῖς ἀνθρώπων,” οὐκ ἀνεβάλοντο, ἀλλὰ πάντα ἀφέντες τοιαύτην γὰρ καὶ ὁ Χριστὸς ὑπακοὴν ζητεῖ πη ἡμῶν· ὥστε μηδὲ ἀκαριαῖον ἀναβαλέσθαι χρόνον, κἂν σφόδρα τι τῶν ἀναγκαίων ἡμᾶς κατεπείγει· ὥσπερ καὶ ἕτερόν τινα προσελθόντα καὶ ζητοῦντα θάψαι τὸν ἑαυτοῦ πατέρα, οὐδὲ τοῦτο ἀφῆκε ποιῆσαι· διὰ τοῦτο δὲ καὶ Ἰωάννης καὶ Ἰάκωβος, μηδὲ μίαν ἀκούσαντες ὑπόσχεσιν, ἠκολούθησαν εὐθέως· ἐπειδὴ ἡ τῶν πρώτων ὑπακοὴ προωδοποίησε λοιπὸν τούτοις· τὴν δὲ πενίαν αὐτῶν διηγεῖται τὴν πολλὴν, ὅτι ἔρραπτον τὰ δίκτυα, ὡς μὴ εὐποροῦντες ὠνεῖσθαι ἑτέρα· ἐπειδὴ καὶ τοῦτο ἀρετὴς g ἐστὶν, τὸ φέρειν πενίαν εὐκόλως μετὰ εὐχαριστίας, καὶ ἀπὸ δικαίων τρέφεσθαι πόνων, καὶ τὸν πατέρα ἔχειν μεθ’ ἑαυτῶν καὶ θεραπεύειν, καὶ συνδεδέσθαι ἀλλήλοις τῇ τῆς ἀγάπης δυνάμει.

[*](23)

Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπεχωρίαζεν ὁ Κύριος ἡμῶν Ἰησοῦς· καὶ ἐντεῦθεν παιδεύων πάντας, ὅτι οὐκ ἔστιν ἀντίθεος καὶ πλάνος, ἀλλὰ συμφωνῶν τῷ Πατρὶ παραγέγονεν· ἐπιχωριάζων δὲ οὐκ ἐκήρυττε μόνον, ἀλλὰ καὶ σημεῖα ἐπεδείκνυτο· ἔχων λοιπὸν δὲ τοὺς μαθητὰς, δι’ ὧν ἐποίει ταῦτα, τὰ ὑπὸ τοῦ Ἰωάννου περὶ αὐτοῦ εἰρημένα βεβαιῶν· διὰ τοῦτο δὲ τότε ἤρξατο ποιεῖν τὰ σημεῖα, ἐπειδὴ ἔθος τῶ Θεῶ, ὅτε πολιτείας τινὸς εἰσαγωγὴν ἔμελλε ποιεῖν, σημεῖα εἰργάζετο, ἐνέχυρα τῆς αὐτοῦ δυνάμεως [*](f ἁλείαν Cod. g ἀρετὴ Cod.)

30
παρέχων. οὕτω γοῦν ὅτε τὸν ἄνθρωπον ποιεῖν ἔμελλεν, τὸν κόσμον ἔκτισεν ἅπαντα, καὶ τότε τὸν νόμον αὐτῷ ἔδωκε ἐν τῷ παραδείσῳ· καὶ ὅτε τῷ Νῶε νομοθετεῖν ἔμελλεν, μεγάλα πάλιν ἐπεδείξατο θαύματα, τὸν κατακλυσμὸν ἐπαγαγὼν, καὶ τὸν δίκαιον ἐκεῖνον σῶσας· καὶ ἐπὶ τοῦ Ἀβραὰμ ὁμοίως· τὴν νίκην τὴν ἐν τῷ πολέμῳ, τὴν πληγὴν τὴν κατὰ τοῦ Φαραὼ, ὅτε τὴν γυναῖκα αὐτοῦ ἐπιβουλεύειν ἤμελλεν, τὴν ἐκ τῶν κινδύνων ἀπαλλαγήν· καὶ Ἰουδαίοις δὲ νομοθετεῖν μέλλων, τὰ θαυμαστὰ ἐκεῖνα καὶ μεγάλα τεράστια ἐπεδείξατο, καὶ τότε τὸν νόμον ἔδωκεν· οὕτω καὶ ἐνταῦθα, μέλλων ὑψηλήν τινα εἰσάγειν πολιτείαν, καὶ λέγειν αὐτοῖς ἃ μηδέποτε ἤκουσαν, τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιοῖ τὰ λεγόμενα· ἐπειδὴ γὰρ ἡ κηρυττομένη βασιλεία οὐκ ἐφαίνετο, ἀπὸ τῶν φαινομένων τὴν ἄδηλον ποίει φανεράν.

Σκόπει δὲ τὸ ἀπέριττον τοῦ Εὐαγγελιστοῦ· πῶς ἐν βραχέσι ῥήμασι τοσαῦτα πλήθη παρέδραμε σημείων· καὶ οὐ καθ’ ἕνα διηγεῖται τῶν θεραπευθέντων. διατὶ δὲ νῦν, παρ’ οὐδενὸς αὐτῶν πίστιν ἐζήτησεν ὁ Κύριος· ὥσπερ μετὰ ταῦτα φαίνεται λέγων, “πιστεύεις h ὅτι δύναμαι τοῦτο ποιῆσαι;” ὅτι οὐδέπω τῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν ἦν δεδωκώς· ἄλλως τε δὲ καὶ αὐτὸ τὸ προσιέναι καὶ τὸ πόρρωθεν, οὐ τὴν τυχοῦσαν ἐπεδείκνυτο πίστιν, ὅτι οὐκ ἂν ἔφερον τοὺς θεραπευθέντας ἀσθενεῖς· εἰ μὴ μεγάλα ἦσαν περὶ αὐτοῦ πεπεικότες ἑαυτούς. ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ ἡμεῖς, διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐκπληρώσεως· καὶ γὰρ νοσήματα πολλὰ ἔχομεν ψυχικά.

[*](21)

Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ.

Εἰκὸς Ζεβεδαῖον μὴ παραδέχεσθαι τὸ κήρυγμα· διὸ εἰκότως ἀφίεται ὑπὸ τῶν ἐξελθόντων ἐκ τῆς συγγενείας καὶ τοῦ οἴκου του πατρὸς·

Περὶ τῶν μακαρισμῶν.

[*](1)

Ἰδῶν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος.

τίνος χάριν ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος; διὰ τὸ ἀφιλότιμον καὶ ἀκόμ [*](b πιστεύεται h Cod.)

31
παστὸν· οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ’ ἑαυτοῦ· ἀλλ’ ὅτε μὲν περιπατῆσαι ἔδει, αὐτὸς περιείη πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος. ὅτε δὲ ὄχλος γέγονεν, ἐν ἑνὶ κάθηται χωρίῳ, καὶ οὐκ ἐν πόλει καὶ ἐν ἀγορᾷ μέσῃ, ἀλλ’ ἐν ὄρει καὶ ἐρημίᾳ· παιδεύων ἡμᾶς, μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, ἀλλὰ καὶ τῶν ἐν μέσῳ θορύβων ἀπαλλάττεσθαι, ὅτ’ ἃν περὶ ἀναγκαίων διαλεγόμεθα πραγμάτων. προσῆλθον δὲ οἱ μαθηταὶ αὐτοῦ, ὡς βελτίους λοιπὸν γινόμενον οἱ μὲν γὰρ πολλοὶ τῶν θαυμάτων ἦσαν θεαταί· οὗτοι δὲ καὶ ἀκοῦσαι τί λοιπὸν ἐπεθύμουν μέγα. διατί δὲ πρόκειται “ὅτι ἀνοίξας τὸ στόμα αὐτοῦ;” ἵνα μάθωμεν, ὅτι σιγῶν ἐπαίδευεν, οὐχὶ μόνον φθεγγόμενος τὸ δὲ ἐδίδασκεν αὐτοὺς,” μὴ περὶ τῶν μαθητῶν αὐτοῦ νομίσωμεν τοῦτο μόνον λέγεσθαι, ἀλλὰ καὶ περὶ τῶν πάντων τῶν τότε παρόντων, καὶ τῶν μετὰ ταῦτα γενησομένων.

[*](3)

Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστὶν 1 ἡ βασιλεία τῶν οὐρανῶν.

Tινὲς δὲ εἰσὶν “οἱ πτωχοὶ τῷ πνεύματι;” οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν διάνοιαν. πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν εἴρηκεν, τὴν ἐκ προαιρέσεως συντετριμμένην οὖσαν· ἐπειδὴ γὰρ εἰσὶ πολλοὶ, οὐχ ἑκόντες ἀλλ’ ὑπό τινος ἀνάγκης βιαζόμενοι· ἀφεὶς ἐκείνους, οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον, τοὺς ἀπὸ προ- αιρέσεως ἑαυτοὺς συντρίβοντας μακαρίζει. Καὶ μετ’ ὀλίγον — Κἂν γὰρ εὐχὴν τίς κέκτηται, κἂν νηστείαν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύνην, κἂν ἄλλο τι συναγάγῃ ἀγαθόν· ταπεινοφροσύνης χωρὶς, διαρρεῖ καὶ ἀπόλλυται ἅπαντα, ὅπερ καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονεν.

[*](4)

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Μακαρίζει δὲ τοὺς πενθοῦντας εὐθέως μετὰ τὸν πρῶτον μακαρισμόν· ἐπειδὴ ἀπεναντίας δοκεῖ τοῦ εἶναι, τῇ τῆς οἰκουμένης ψήφῳ· πάντων γὰρ τοὺς γελῶντας ζηλωτοὺς εἶναι νομιζόντων, τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τοὺς ἀντ’ ἐκείνων μακαρίζει· οὐχ ἁπλῶς δὲ τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων δηλονότι τοῦτο ποιοῦντας· ὡς τό γε ἕνεκεν βιωτικῶν πραγμάτων πενθεῖν, σφόδρα ἐστὶ κεκωλυμμένον· ὅπερ οὖν καὶ ὁ Παῦλος περὶ ἀμφοτέρων ἐδήλωσε λέγων, “ ὅτι ἡ μὲν

32
“ τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται· ἡ δὲ κατὰ Θεὸν λύπη, “ μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον·” ὅθεν καὶ τὸ ἔπαθλον μέγα· παρακληθήσονται γὰρ, φησὶ, δηλονότι καὶ ἐνταῦθα καὶ ἐκεῖ.

Εἰπὼν δὲ ὅτι “ μακάριοι οἱ πραεῖς καὶ τὰ ἑξῆς, περὶ ποιᾶς γῆς φησί; νοητὴν φασὶ τινὲς, ἀλλ’ οὐκ ἐστὶ τοῦτο· οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ γραφῇ γῆν νοητὴν, ἀλλ’ αἰσθητὸν τίθησιν ἔπαθλον ἐν τούτῳ. οὐ γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπεται μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων· καὶ πρὸ τῶν μελλόντων ταῦτα ἐπιζητοῦντα· ὑπισχνεῖται δὲ τοῦτο, ἐπειδὴ νομίζεται διὰ τὴν πραότητα πάντα ἀπολλύναι τὰ ἑαυτοῦ· ὅθεν τὸ ἐναντίον ὑπισχνεῖται, ὡσανεὶ λέγων· ὅτι οὗτος μὲν οὖν ἐστιν, ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος· ὁ μὴ θρασὺς μηδὲ ἀλαζών· πρὸ δὲ τῶν ἐλεημόνων μακαρίζει “τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην· ἐπειδὴ οὐκ ἐξ ἁρπαγῆς οὐδὲ ἐκ πλεονεξίας δεῖ ἐλεεῖν, ἀλλ’ ἐκ δικαίων πόνων· καὶ οὐκ εἶπεν τοὺς ἁπλῶς δικαιοσύνης ἀντεχομένους, ἀλλὰ “τοὺς “ πεινῶντας καὶ διψῶντας,” τουτέστι τοὺς μετὰ ἐπιθυμίας πάσης αὐτὴν μετερχομένους· καὶ ἐνταῦθα δὲ αἰσθητὸν τὸ ἔπαθλον τίθησι λέγων· “ὅτι αὐτοὶ χορτασθήσονται· διὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν, τοὺς πολλοὺς εὐπόρους ποιεῖν λέγει· ὅτι τοὐναντίον μὲν οὖν ἐστιν· ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται.

τοὺς ἐλεήμονας δὲ μακαρίζει, οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων· ποικίλως γάρ ἐστιν ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή. τί δέ ἐστιν αὐτῆς τὸ ἔπαθλον; “ὅτι αὐτοὶ ἐλεηθήσονται. καθαροὺς δὲ τῇ καρδίᾳ λέγει, ἢ τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, ἣ τοὺς ἐν σωφροσύνῃ διάγοντας· φησὶ γὰρ ὁ Παῦλος, “εἰρήνην διώκεται “καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. ἐνταῦθα δὲ πνευματικὸν τίθησι τὸ ἔπαθλον λέγων, “ὅτι αὐτοὶ τὸν Θεὸν “ὄψονται·” ὄψιν δέ, φησι, τὴν ἄνω δυνατὸν ἰδεῖν· ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσιν· πορνεύουσι δέ· ἔδειξεν ὅτι οὐκ ἀρκεῖ τὰ πρότερα, ἐὰν μὴ καὶ σωφροσύνη παρῇ. εἰρηνοποιοὺς δὲ μακαρίζει, οὐ μόνον τοὺς μὴ πρός τινα ἀπεχθανομένους ἢ στασιάζοντας, ἀλλὰ καὶ ἑτέρους

33
στασιάζοντας εἰρηνοποιοῦντας· ἔτι δὲ καὶ τοὺς τὸ ἑαυτῶν σῶμα μὴ κατεξανίστασθαι τῆς ψυχῆς διὰ τῆς γαστριμαργίας καὶ τῶν ἡδονῶν, ἀλλὰ μᾶλλον ὑποτάσσεσθαι τοῦτο ταῖς ψυχικαῖς ἀρεταῖς. Ινα δὲ μὴ νομίσωμεν ὅτι πανταχοῦ ἡ εἰρήνη καλὸν, ἐπήγαγεν, “μακάριοι οἱ δεδιωγμένοι, καὶ τὰ ἑξῆς, τουτέστι τῆς ἀρετῆς· δικαιοσύνην γὰρ εἴωθε λέγειν τὴν ἅπασαν τῆς ψυχῆς φιλοσοφίαν. εἰπὼν δὲ ὅτι πολὺς ὁ μισθὸς, ἐπήγαγεν καὶ ἑτέραν παράκλησιν λέγων· “οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ἡμῶν,” ὡσανεὶ ἔλεγεν, ὅτι ὥσπερ οἱ προφῆται μηδὲν παράνομον εἰπόντες, οἱ μὲν ἐλιθάζοντο ὑπ’ αὐτῶν, οἱ δὲ, ἠλαύνοντο, οἱ δὲ μυρία ἕτερα ἔπασχον κακὰ, οὕτως καὶ ἡμεῖς ἀγαθὰ λαλοῦντες καὶ νομοθετοῦντες, ταῦτα μέλλεται πάσχειν.

[*](13)

Ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται;

Εν τῷ εἰπεῖν “ ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς· ἔδειξε μωρανθεῖσαν πᾶσαν τὴν ἀνθρωπότητα καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων. ὑμεῖς οὖν, μαθηταί μου, τὰς εἰρημένας ἐν τοῖς μακαρισμοῖς ἀρετὰς κατορθώσαντες, καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας παρασκευάσαντες ὑπερχεῖσθαι πηγάς.

Θεοδώρου Ἡρακλείασ. Ἄλας τῆς γῆς ἐστιν τὸ ψυχικὸν ἄρτυμα·

Κυρίλλου. Ἄλας καλεῖ τὴν φρόνησιν.

Τοῦ Χρυσοστόμου. Τί ἐστιν “ἐὰν δὲ τὸ ἅλας μωρανθῇ” καὶ τὰ ἑξῆς; ὅτι οἱ μὲν ἄλλοι, φησὶ, τοῦ λαοῦ ἀρετὰς κατορθοῦντες καὶ πίπτοντες δύνανται διὰ μετανοίας ταχέως τυγχάνειν συγγνώμης· ὁ δὲ διδάσκαλος ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δίδωσι τιμωρίαν· μὴ οὖν προδῶτέ, φησι, τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, καὶ στερρότητα καὶ στυφότητα, τὴν τῷ ἅλατι προσήκουσαν· ἐὰν γὰρ φοβηθῆτε ὀνειδισμοὺς καὶ διωγμοὺς, καταφρονηθήσεσθε, ὅπερ ἐστὶ καταπατηθῆναι.

[*](14)

Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.

Θεοδώρου μνάκου. Ὥσπερ διὰ τοῦ φωτὸς ὁρᾷ τις ὅλα,

34
οὕτω καὶ οἱ πειθώμενοι ὑμῖν, δι’ ὑμῶν ὁρῶσι τὰ τῆς ἀρετῆς ἔργα.

Κυρίλλου. 10 δὲ οὐ δύναται πόλις, οἱ ἐπὶ τῇ πίστει ἱδρύμενοι, ὡς ἐπ’ ὄρους ὑψηλοῦ, οὐκ ὀφείλουσι λαθραίως ἢ μετὰ δειλίας λαλεῖν τὸν λόγον.

Θεοώρου μονάκου. Μόδιον, τὴν κακίαν εἶπεν· λύχνον δὲ τὴν ἀρετήν.

Τοῦ Χρυσοστόμου. “Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου εἰπὼν, πάλιν τοῦ κόσμου καὶ οὐχ ἑνὸς ἔθνους οὐδὲ εἴκοσι πόλεων, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ἔδειξεν αὐτοὺς ἔσεσθαι διδασκάλους, καὶ ὥσπερ ἅλας πνευματικὸν, οὕτω καὶ φῶς νοητὸν, τῆς τοῦ ἡλίου ἀκτῖνος πολὺ βέλτιον. Τὸ δὲ “οὐ δύναται πόλις κρυβῆναι, καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ ὅτι οὗτος ἔσεσθαι h, φησὶ, πάσῃ τῇ οἰκουμένῃ καταφανὴς, ὥσπερ πόλις ὑπεράνω κορυφῆς ὄρους κειμένη, καὶ ὥσπερ λύχνος ἐπὶ τῆς λυχνίας φαίνων. Τὸ δὲ “ οὐ καίουσι “λύχνον” καὶ τὰ ἑξῆς, τὴν παρρησίαν, φησὶν, ἀπαιτεῖ τὴν παρ’ ἡμῶν· ἐγὼ μὲν ἧψα τὸ φῶς, φησί· τὸ δὲ μεῖναι καιόμενον, τῆς ὑμετέρας γενέσθω σπουδῆς, οὐ δι’ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐτῆς ἀπολαύειν πρὸς τὴν ἀλήθειαν χειραγωγίας· οὐδὲ γὰρ τὴν οἰκουμένην διορθώσητε ὀρθῶς βιοῦντες, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάσητε.

[*](17)

Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.

Διατί δὲ εἶπεν, “οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη- “ρῶναι;” ἐπειδὴ ἔμελλεν ὑψηλότερα διδάσκειν τοῦ νόμου, ὅθεν καὶ πρὸς πάντα τὸν ὄχλον λοιπὸν τρέπει τὸν λόγον· καὶ πῶς οὐ κατέλυσέ, φησι, τὸν νόμον, ἕτερα νομοθετήσας; ἐπειδήπερ αἱ ἐντολαὶ αὐτοῦ, οὐ τοῦ νόμου ὑπάρχουσι κατάλυσις, ἀλλὰ μᾶλλον ἐπίστασις. τὸ γὰρ μὴ φονεύειν, οὐκ ἀναίρεσις τὸ μὴ ὀργίζεσθαι, ἀλλὰ πλήρωσις, καὶ πλειόνων ἀσφάλεια.

[*](18)

Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, κ. τ. λ.

Τὸ δὲ “ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς,” οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ [*](h Sic.)

35
ἵνα ὑψώσῃ τὸν νοῦν τοῦ ἀκροατοῦ· ὅτι καὶ ὁ κόσμος ἅπας μετασχηματίζεται. Τὸ δὲ “ἰῶτα ἓν,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ ὅτι ἀμήχανόν ἐστιν, ἀτέλεστόν τι μεῖναι τοῦ νόμου· ἀλλὰ καὶ τὸ βραχύτατον αὐτοῦ πληρωθῆναι δεῖ· ὅπερ καὶ αὐτὸς ἐποίησε μετὰ ἀκριβείας πάσης αὐτὸν ἀπαρτίσας.

[*](19)

Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ.

Τὸ δὲ εἰπεῖν ὅστις λύσει μίαν τῶν ἐντολῶν τούτων” καὶ τὰ ἑξῆς, οὐ περὶ τῶν παλαιῶν νομίμων τοῦτο εἶπεν, ἀλλὰ περὶ ὧν ἔμελλεν αὐτὸς νομοθετεῖν· ὅθεν καὶ τὸ ἐπαγόμενον. τὸ δὲ “ἐὰν “μὴ περισσεύσῃ καἰ τὰ ἑξῆς· ποῖον δὲ ἦν τὸ περισσόν; τὸ μὴ ὀργισθῆναι, τὸ μὴ ἐμβλέψαι εἰς γυναῖκα ἀκολάστως, τὸ ὑπὲρ τὰς δεκάτας παρέχειν καθ’ ἕκαστον ἔτος ἐκ τῶν ὑπαρχόντων τοῖς δεομένοις. εἰπὼν δὲ “ἐλάχιστός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν “ οὐρανῶν,” τοῦτο ἐσήμανεν ὅτι εἰς γέενναν καὶ κόλασιν ἀπελεύσεται ὁ τοιοῦτος. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι βασιλείαν οὐ τὴν ἀπόλαυσιν λέγει μόνον, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καὶ τὴν παρουσίαν ἐκείνην τὴν φοβεράν. εἰδότες τοίνυν τὴν ἀπειλὴν, μήτε αὐτοὶ κἂν μίαν τῶν ἐντολῶν αὐτοῦ παραβαίνωμεν, μήτε τοὺς βουλομένους ταύτας φυλάττειν ἐκλύωμεν.

Ος δ’ ἃν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται.

Διὰ δὲ τοῦ εἰπεῖν, “ὃς δ’ ἃν ποιήσει καὶ διδάξει, οὗτος μέγας “ κληθήσεται· διδάσκει ἡμᾶς, μὴ ἑαυτοῖς μόνους χρησίμους εἶναι, ἀλλὰ καὶ ἑτέροις· καὶ γὰρ μέγας ὁ μισθὸς τῷ ἑαυτὸν ἀκλινῆ φυλάττοντι, εἰς τὴν τῶν δεσποτικῶν ἐντολῶν ἐκπλήρωσιν.

[*](21)

Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῆ κρίσει.

Τίνος χάριν οὐκ εἶπεν, ὅτι ἠκούσατε ὅτι εἶπον τοῖς ἀρχαίοις; ἐπειδὴ δυσπαράδεκτος ὁ λόγος ἐγένετο, καὶ πᾶσιν ἃν πρόσεστι τοῖς ἀκούουσι· τὸ δὲ “οὑ φονεύσεις” καλῶς τέθεικε πρῶτον, διὰ τὸ μὴ συγχεῖν τὴν τάξιν τῶν ἐντολῶν, ἀλλὰ ἀπὸ ταύτης ἄρξασθαι, ἀφ’ ἧς καὶ ὁ νόμος ἤρξατο· ἵνα καὶ ἐν τούτῳ δείξῃ τὴν συμφωνίαν. εἰπὼν δὲ ἐγὼ δὲ λέγω ὑμῖν, ἔδειξε τὴν ἑαυτοῦ ἐξουσίαν ἀπηρτισμένην· οὐδεὶς γὰρ δικαίων ἣ προφήτων, ἣ πατριαρχῶν

36
οὕτως ἐφθέγξατο πώποτε, ἀλλὰ “τάδε λέγει Κύριος. ἐκεῖνοι γὰρ τὰ τοῦ δεσπότου διήγγελλον· οὗτος δὲ καὶ τὰ ἑαυτοῦ· “τὰ γὰρ “ἐμά, φησι, “σά ἐστι, καὶ τὰ σὰ ἐμά καὶ οἱ μὲν τοῖς ὁμοδούλοις, ὁ δὲ τοῖς ἑαυτοῦ δούλοις ἐνομοθέτει. τὸ δὲ “εἰκῆ πρόσκειται, ἐπειδὴ οὐκ ἔστιν ἄνθρωπον ὄντα παθῶν ἀπηλλάχθαι, ἀλλὰ κρατεῖν μὲν δυνατὸν, ἐκτὸς δὲ αὐτῶν παντελῶς ἀμήχανον εἶναι· ἔπειτα ὅτι καὶ χρήσιμον τὸ πάθος τοῦτό ἐστιν, ἐὰν μετὰ τοῦ προσήκοντος οἴδαμεν αὐτῷ κεχρῆσθαι καιροῦ· καθὼς ὁ Παῦλος πρὸς Κορινθίους καὶ Γαλάτας ὀργισθεὶς, μεγάλων αὐτοὺς ἀπήλλαξε λοιμῶν, καὶ ἑτέρους δὲ πλείους τούτων. τίς δὲ ὁ προσήκων τῆς ὀργῆς καιρός; ὅτ’ ἃν μὴ ἑαυτοὺς ἐκδικῶμεν. τίς δὲ ὁ μὴ προσήκων; ὅτ’ ἃν ἑαυτοὺς ἐκδικῶμεν περὶ γηίνων μαχόμενοι, καὶ ἀπολλυμένων πραγμάτων· ἀλλ’ οἱ πολλοὶ τοὐναντίον ποιοῦσιν· ἐκθηριούμενοι μὲν περὶ τῶν φθαρτῶν, ἐκλυόμενοι δὲ εἰς τὸ νουθετεῖν καὶ ἐπιστρέφειν τοὺς ἁμαρτάνοντας· ἅπερ ἀμφότερα ἐναντία εἰσὶ τοῖς νόμοις τοῖς εὐαγγελικοῖς.

Tὸ “ῥακὰ” οὐ μέγα ἐστὶ ῥῆμα ὕβρεως, ἀλλὰ μᾶλλον καταφρονήσεως, ὥσπερ ἡμεῖς τινὶ ἐπιτάττοντες τῶν οἰκετῶν λέγομεν· ἄπελθε σύ· οὕτως καὶ οἱ τῇ Σύρων κεχρημένοι γλώσσῃ, “ῥακὰ” λέγουσι τὸ σύ· ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς, καὶ τὰ μικρότατα ἀνασπᾷ. εἰπὼν δὲ ὅτι ἔνοχος ἔσται τῷ συνεδρίῳ συνέδριον ἐνταῦθα τὸ τῶν Ἰουδαίων δικαστήριον φησί. τὸ μωρὸν εἶπειν, πολλοῖς βαρὺ καὶ φορτικὸν ἔδοξεν εἶναι, εἰ περὶ ῥήματος ψιλοῦ τοσαύτην, φησὶ, μέλλομεν διδόναι δίκην· εἰπάτωσαν τοίνυν, διὰ τι φορτικὸν εἶναι δοκεῖ τὸ ἐπίταγμα· οὐκ οἴδασιν ὅτι καὶ αἱ πλείους τῶν τιμωριῶν καὶ τῶν ἁμαρτιῶν, ἀπὸ ῥημάτων ἔχουσι τὴν ἀρχήν. καὶ γὰρ βλασφημία ῥημάτων, καὶ ἄρνησις διὰ ῥημάτων, καὶ λοιδορίαι καὶ ὕβρεις, καὶ ἅπαξ ἁπλῶς πάντα τὰ διὰ τῆς γλώττης κακά. χρὴ δὲ γινώσκειν ὅτι ἐνταῦθα πρῶτον γεέννης ὄνομα εἶπεν, πρότερον περὶ βασιλείας πολλὰ διαλεχθείς· δεικνὺς ὅτι ἡ μὲν βασιλεία τῆς αὐτοῦ φιλανθρωπίας καὶ γνώμης ἐστίν· ἡ δὲ γέεννα τῆς ἡμῶν ῥαθυμίας.

Εἰπὼν “ἐὰν προσφέρῃς τὸ δῶρόν σου” καὶ τὰ ἑξῆς, διὰ τούτων ἁπάντων δηλοῖ, ὅτι οὐ δέχεται τοὺς ἀπεχθῶς πρὸς ἀλλήλους ἔχοντας ὁ Θεός· ἀκουέτωσαν ὅσοι μετὰ ἔχθρας, ἣ προσευχὰς, ἢ

37
ἐλεημοσύνας προσφέροντες, ἣ τολμῶντες τῶν φρικτῶν μετέχειν μυστηρίων.

[*](25)

Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῆ ὁδῷ μετ’ αὐτοῦ.

Τό “ ἴσθι εὐνοῶν τῶ ἀντιδίκῳ σου καὶ τὰ ἑξῆς τινὲς άντίδικον τὸν διάβολον λέγουσιν, καὶ ὅτι κελεύει ὁ Χριστὸς μηδὲν ἔχειν τῶν ἐκείνου· τοῦτο γὰρ εἶναι τὸ εὐνοεῖν αὐτῷ, ὡς οὐ δυνατὸν διαλύσασθαι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τῆς ἀφορήτου λοιπὸν ἡμᾶς διαδεχομένης κολάσεως· ἐμοὶ δὲ περὶ τῶν ἐνταῦθα δοκεῖ λέγειν δικαστῶν καὶ τῆς ἐπὶ τὸ δικαστήριον ὁδοῦ, καὶ τοῦ δεσμωτηρίου τούτου· ἐπειδὴ γὰρ ἐκ τῶν ὑψηλοτέρων ἐνέτρεψε καὶ τῶν μελλόντων, καὶ ἀπὸ τῶν ἐν τῷ παρόντι βίῳ λοιπὸν φοβεῖ, ταχὺ, λέγων, καταλλάγηθι “ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ, ἐπὶ τοὺς δικαστὰς πορευόμενος, πρὶν τῷ βήματι τῶν δικαστῶν παραστῇς· τί δέ ἐστιν εὐνόει; καταδέχου μᾶλλον ἀδικεῖσθαι.

[*](27)

Ἠκούσατε ὅτι ἐρρέθη, οὐ μοιχεύσεις.

Θεοδώρου μονάχου. Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι τρόπον τινὰ ἠρεμοῦντα τὰ πάθη διανύττει διὰ τοῦ ὁρᾷν.

Κυρίλλου. τάχα εἰσι τινες τοιοῦτον λαβόντες χάρισμα ὥστε μὴ ἐπιθυμεῖν· πλὴν ὁ Χριστὸς ὡς ἰσχυροποιήσας τὴν ἀνθρώπων φύσιν, καὶ τὰ ὑπὲρ νόμον ἐπιτάσσει, ὡς νῦν ἐγχωροῦντα· εἰ γὰρ καὶ τοῖς πρὸ τοῦ Χριστοῦ ἀδύνατον ἦν τοῦτο, ἀλλὰ τοῖς πιστοῖς εὐκατόρθωτον τὸ τὰς ἐπιθυμίας ἐκκόπτειν.

Ὁ ἐμβλέψας γυναῖκα καὶ ἐπιθυμήσας τότε κρίνεται, ὅτε φανῇ αὐτῷ i ἡ σὰρξ τῆς γυναικὸς εἰς ἐπιθυμίαν καλὴ, καὶ σαρκικῶς αὐτὴν ἴδῃ καὶ ἁμαρτητικῶς· ὁ γὰρ δι’ ἀγάπην τῆς ἁγνῆς ὁρῶν τὸ κάλλος, οὐ τὴν σάρκα ἡγεῖται καλὴν, ἀλλὰ τὴν ψυχήν.

Γρηγορίου Νύσησ. Οὐ τὸν ἐπιθυμήσαντα κατά τινα συντυχίαν εἰναι κατάκριτον, ἀλλὰ τὸν ἐκ πονηρίας τὸ πάθος ἐπισπασάμενον· τὸ μὲν γὰρ ἐγγίνεσθαι ποτε τοιαύτην ὁρμὴν ἡ συγκεκραμένη τῇ φύσει πολλάκις ἀσθένεια, καὶ παρὰ τὴν γνώμην παρασκευάζει· ὁ δὲ μὴ χειμάρρου δίκην παρενεχθῆναι τῇ τοῦ [*](i αὐτὸ Cod.)

38
πάθους ὁρμῇ, ἀλλὰ ἀνδρικῶς πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι, καὶ τοῖς λογισμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς ἔργον ἐστιν·

Τοῦ ἀγίου Βασιλείου. Ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναῖκα, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσει, ἀλλὰ τό γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφίεται τοῦ ἐγκλήματος.

Ἰσιδώρου. Οὐ ταὐτὸν, ὦ βέλτιστε, τὸ ἐξαίφνης ἰδεῖν καὶ τρωθῆναι, καὶ τὸ μετὰ σπουδῆς τὰ ἀλλότρια θηρώμενον κάλλη τὸ αὐτὸ παθεῖν. ὁ μὲν γὰρ ἐξαίφνης ἰδὼν καὶ τρωθεὶς, δύναται λογισμῷ σώφρονι καὶ τὸ βέλος ἐξελκύσαι καὶ τὸ τραῦμα θεραπεῦσαι· φάρμακον δὲ ἄριστον τῷ τοιούτῳ πάθει, νηστεία καὶ τὸ μηκέτι τὴν τρώσασαν θεάσασθαι. ὁ δὲ συνεχῶς καὶ μετὰ σπουδῆς ὁρῶν, κἂν μὴ τῷ σώματι δράσειεν, ἀλλὰ τῇ ψυχῇ τὴν ἁμαρτίαν ἀποτελέσειεν.

Ἄλλωσ. Οὐ γὰρ εἶπεν, ὁ ἁπλῶς καὶ ἐκ παρόδου τινὸς ἰδὼν καὶ ἐπιθυμήσας ὡς μοιχὸς τιμωρηθήσεται· ἀλλ’ ὁ ἐκ προενθυμήσεως τὸ πρᾶγμα ἐπιγράψαι τὸ πάθος σπασάμενος, ὁ τοῦτο τὸ ἔργον τιθέμενος.

Τοῦ Χρυσοστόμου. Ὁ ποιούμενος ἔργον τὰ λαμπρὰ σώματα περιεργάζεσθαι, καὶ τὰς εὐμόρφους θηρᾷν. οὐ γὰρ τὸ σῶμα ἦλθεν ἀπαλλάξαι τῶν πονηρῶν πράξεων μόνον, ἀλλὰ τὴν ψυχὴν πρὸ ἐκείνου· ἐπειδὴ γὰρ ἐν τῇ καρδίᾳ τὴν τοῦ Πνεύματος δεχόμεθα χάριν, αὐτὴν ἐκκαθαίρει πρώτην· ἐπεὶ οὖν οὐκ ἔστι μὴ ἐπιθυμεῖν, καὶ γὰρ ἐν ὄρεσι καθήμενος ἐπιθυμεῖ, οὐκ εἶπεν τὴν ἁπλῶς ἐγγινομένην ἐπιθυμίαν, ἀλλ’ ὡς ἃν ἐμβλέψῃ πρὸς τὸ ἐπιθυμῆσαι, τουτέστιν ὁ ἑαυτῷ τὴν ἐπιθυμίαν συλλέγων. ἴσως δὲ ἐρεῖ τίς· ἐὰν οὖν ἴδω μὲν καὶ ἐπιθυμήσω, μηδὲν δὲ πράξω πονηρὸν, ἐκ τούτου κατακρίνομαι; γινωσκέτω ὁ τοιοῦτος, ὅτι καὶ αὐτὸς μετὰ τῶν μοιχῶν ἕστηκεν. τοῦ γὰρ δικαιοκρίτου ἀποφηναμένου Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, οὐδὲν δεῖ περιεργάζεσθαι πλέον· ἅπαξ μὲν καὶ δὶς καὶ τρὶς οὕτως ἰδών τις, ἴσως δυνήσεται κρατεῖν· ἃν δὲ συνεχῶς τοῦτο ποιῇς, καὶ ἀνάπτεις τὴν κάμινον, ἁλώσῃ πάντως· οὐ γὰρ ἔξω τῆς ἀνθρωπίνης ἕστηκας φύσεως. ὡσαύτως δὲ καὶ αἱ καλλωπιζόμεναι τῶν γυναικῶν, κἂν μὴ πλήξωσι τοὺς τῶν ἁπάντων ὀφθαλμοὺς, δίκην δώσουσι τὴν ἐσχάτην· τὸ γὰρ φάρ-

39
μακον ἐσκεύασαν καὶ τὸ πόμα προσήνεγκαν, κἂν μηδεὶς ὁ πίνων εὑρέθη.

Κύριλλοσ. Ἰωάννησ. Ἰσίδωροσ. Θεόδωροσ ἡρακλείασ. Εἰπὼν, “ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε,” καὶ τὰ ἑξῆς· ὀφθαλμὸν λέγει, τὸν λογισμὸν τῆς ἐπιθυμίας, ὃν λέγει ἐκκόπτεσθαι.

Άλλωσ. Τῶν αὐτῶν. Ὀφθαλμὸς καὶ χεὶρ νοεῖται ὁ φίλος· ἐὰν γάρ τινα οὕτως φιλῇς, ὡς ἐν τάξει ὀφθαλμοῦ δεξιοῦ, καὶ χρήσιμον αὐτὸν νομίζεις, ὡς ἐν τάξει δεξιᾶς χειρὸς, καὶ βλάπτει σου τὴν ψυχὴν, ἀπότεμε τούτους ἀπὸ σοῦ, καὶ πόρρω χωρίσθητι ἀπ’ αὐτῶν. ὅτ’ ἂν γὰρ μὴ ἀλλήλους σώζητε, ἀλλὰ μᾶλλον ἀμφότεροι προσαπόλλυσθε ὄντες ὁμοῦ, συμφέρει χωρισθέντα, κἂν τὸν ἕνα σωθῆναι.

[*](31)

Ἐρρέθη δὲ ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.

Τοῦ Χρυσοστόμου. Διατί εἶπεν “ὃς ἃν ἀπολύσῃ τὴν “γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον;” ἐπειδὴ νόμος ἦν κείμενος παλαιὸς τὸν μισοῦντα τὴν γυναῖκα αὐτοῦ, ἐξ οἵας δήποτε αἰτίας, μὴ κωλύεσθαι αὐτὸν ἐκβάλλειν αὐτὴν, καὶ ἑτέραν ἀντ’ ἐκείνης εἰσάγειν. ταύτην τὴν συνήθειαν ἀνατρέπων ὁ δεσπότης ἡμῶν Χριστὸς, τοῦτο τέθεικε καὶ ἐπάγει λέγων, “ἐγὼ δὲ λέγω “ὑμῖν, ὅτι ὃς ἃν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἑξῆς· τὴν γυναῖκα καὶ ἄκουσαν σωφρονίζει, καὶ τὴν πρὸς πάντας ἀποτειχίζει εἴσοδον αὐτῇ ὡσαύτως δὲ καὶ τὸν ἄνδρα ἔκφοβον άπεργάζεται, ἵνα μὴ τοῦτο διαπράξηται.

Θεοδώρου μονάκου. Διὰ τὸ θέλειν ἄλλαις συνεῖναι, ἐξέβαλε τὰς πρώτας, καὶ διὰ τῆς μηχανῆς ταύτης, οἱ μὲν ἐλάμβανον τὰς ἄλλων γυναῖκας, αἱ δὲ τοὺς ἀλλοτρίους ἄνδρας.

Κυρίλλου. Ὁ τὴν σώφρονα ἐκβάλλων δίδωσιν αὐτῇ ἄδειαν ἄλλῳ γαμηθῆναι, ὅπερ ἐστιν εἶδος μοιχείας, ὡσανεὶ μὴ λυθείσης συζυγίας· οὐ γὰρ τὰ ῥεπούδια παρὰ Θεῷ λύει τὸν γάμον, ἀλλ᾿ ἡ ἄτοπος πράξις.

[*](33)

Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.

Ωριγένουσ. Κυρίλλου. Τὸ “οὐκ ἐπιορκήσεις” καὶ τὰ ἑξῆς·

40
ἐάν τις ἀναιδὴς ἐπάγῃ τοῖς ἁγίοις ὅρκον, ἀντὶ τοῦ ὅρκου ἔσται αὐτοῖς τὸ ναὶ καὶ τὸ οὔ.

Τοῦ Χρυσοστόμου. Τὸ “ἀποδώσεις Κυρίῳ τοὺς ὅρκους σου δηλοῖ, ὀμνύειν μὲν, ἀληθεύειν δέ· τοῦτο δὲ τοῖς ἀρχαίοις ἐρρέθη· αὐτὸς δὲ παρ’ ἑτέρῳ ἀπάγων τοῦ ὀμνύειν κατὰ τοῦ Θεοῦ, φησι, μήτε κατὰ τοῦ οὐρανοῦ, μήτε κατὰ τῆς Ἱερουσαλὴμ, καὶ τῶν ἑξῆς· τούτων δὲ ἐμνήσθη οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ ἔθος εἶχον καὶ κατὰ τούτων ὀμνύειν, δείκνυσι πρὸς τῷ τέλει τοῦ εὐαγγελίου τὸ ἔθος· τὸ δὲ “μήτε κατὰ τῆς κεφαλῆς σου σημαίνει, ὅτι οὐδείς ἐστιν ἑαυτοῦ κύριος· οὐ γὰρ μόνον τοῦ ἐπιορκεῖν, φησι, κωλύω· ἀλλὰ καὶ τὸ ὅλως ὀμνύναι· οὐ μόνον εἰς τὸ τοῦ Θεοῦ ὄνομα, ἀλλ’ οὐδὲ εἰς τί τῶν κτισμάτων αὐτοῦ.

[*](39)

Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.

Τοῦ Χρυσοστόμου. Οὐχὶ τῷ ἀδελφῷ ἀντιστῆναι, ἀλλὰ τῷ πονηρῷ, δεικνὺς ὅτι ἐκείνου κινοῦντος, ταῦτα τολμῶνται τὰ κακά· τί οὖν φησιν; οὐ χρὴ ἡμᾶς ἀντιστῆναι τῷ πονηρῷ; δεῖ μὲν, οὐ τούτῳ δὲ τῷ τρόπῳ, τὸ ἀντιδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ τὸ παρέχειν ἑαυτοὺς πάσχειν κακῶς· οὕτω γὰρ τοῦ πονηροῦ περιγενόμεθα· οὐδὲ γὰρ πυρὶ σβέννυται πῦρ, ἀλλ’ ὕδασι.

Καὶ τὸ παρέχειν δὲ τῷ τύπτοντι τὴν ἑτέραν σιαγόνα κελεύσας, οὐ περὶ τῆς τοιαύτης πληγῆς νομοθετεῖ μόνον, ἀλλὰ καὶ τὴν ἐν ἅπασι τοῖς ἄλλοις ἀνεξικακίαν, παιδεύων ἡμᾶς τοῦτο φησι· εἰπὼν δὲ “τῷ θέλοντί σοι κριθῆναι καὶ τὰ ἑξῆς, οὐχ ἁπλῶς τοῦτο τέθεικεν, ἀλλὰ μετὰ προσθήκης· οὐ γὰρ εἶπεν, δὸς τῷ ἀπαιτοῦντι τὸ ἱμάτιον, ἀλλὰ “τῷ θέλοντί σοι κριθῆναι,” τουτέστιν, ἐὰν εἰς δικαστήριον ἕλκῃ, καὶ πράγματα δικαστικὰ παρέχει, καὶ οὐ μόνον ἃ βούλεται καὶ κελεύει δοῦναι, ἀλλὰ καὶ πλείονα ἐπιδείξασθαι φιλοτιμίαν· καὶ μηδεὶς λεγέτω, ὅτι γυμνὸς λοιπὸν ἔμελλον περιϊέναι τούτοις πειθόμενος· μᾶλλον μὲν γὰρ ἃν πολλῷ πλειόνα ἁπάντων οἱ πειθόμενοι περιεβάλοντο· διὸ μηδεὶς ἀδύνατα εἶναι νομιζέτω ταῦτα ἐπιτάγματα· καὶ γὰρ μετὰ τοῦ συμφέροντος σφόδρα ἐστὶν εὔκολα, ἐὰν νήφωμεν. μετὰ τὸ δοῦναι τὸν

41
χιτῶνα καὶ τὸ ἱμάτιον, καὶ αὐτῷ τῷ σώματι βούλεται εἰς πόνον χρήσασθαι· “ἐὰν γάρ τις σε ἀγγαρεύσῃ, φησὶ, “μίλιον ἓν, “ὕπαγε μετ’ αὐτοῦ δύο, καὶ νίκησον καὶ ὑπέρβηθι τὴν ἄδικον ἐπιθυμίαν ἐκείνου. τὸ γὰρ ἀγγαρεῦσαι, τοῦτό ἐστι τὸ ἑλκύσαι ἀδίκως.

[*](42)

τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπό σου δανείσασθαι μὴ ἀποστραφῇς.

Δάνος δὲ ἐνταῦθα οὐ τὸ μετὰ τόκον λέγει, ἀλλὰ τὴν χρῆσιν τὴν ἁπλῶς γινομένην.

[*](44)

Ἐγὼ δὲ λέγω ὑμῖν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.

Τὴν κορωνίδα τῶν ἀγαθῶν ἐσχάτην τέθεικεν, τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς καὶ εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ εὐλογεῖν τοὺς καταρωμένους· καλῶς ποιεῖν τοῖς μισοῦσιν, ὅπερ ὕψος μέγιστον φιλοσοφίας ἐστί· διάτοι τοῦτο καὶ λαμπρὸν τὸ ἔπαθλον ἔχει καὶ μισθὸν τοιοῦτον, οἷον οὐδὲ ἓν τῶν προτέρων. οὐ γὰρ γῆς ἐνταῦθα μέμνηται, καθάπερ ἐπὶ τῶν πράων, οὔτε παρακλήσεως καὶ ἐλέους, καθάπερ ἐπὶ τῶν πενθούντων καὶ ἐλεημόνων, οὔτε βασιλείας οὐρανῶν· ἁλλ’ ὃ πάντων τούτων ἦν φρικωδέστερον, τὸ γενέσθαι ὁμοίους Θεῷ, ὡς ἀνθρώπους γενέσθαι εἰκός· “ὅπως γένησθέ,” φησιν, “ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν “ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει “ἐπὶ δικαίους καὶ ἀδίκους. καὶ γὰρ καὶ αὐτὸς οὐ μόνον οὐ μισεῖ, φησὶν, ἀλλὰ καὶ εὐεργετεῖ τοὺς ὑβρίζοντας, καίτοιγε οὐδαμοῦ τὸ γινόμενον ἴσον, οὐ μόνον διὰ τὴν τῆς εὐεργεσίας ὑπερβολὴν, ἀλλὰ καὶ διὰ τὴν τῆς ἀξίας ὑπεροχήν.

Κυρίλλου. Ἀγαπῶμεν τοὺς ἐχθροὺς, οὐ καθ’ ὃ μοιχοὶ εἰσιν ἢ φονεῖς, ἀλλὰ καθὸ ἄνθρωποι. τὸ γὰρ ἁμαρτάνειν ἐνεργείας ἐστὶν, οὐκ οὐσίας· διὸ οὔτε ἔργον Θεοῦ ἡ ἁμαρτία.

Θεοδώρου Ἡρακλείασ. Ὑπερεύχου τῶν ἐχθρῶν, ἐν τούτῳ αὐτοὺς ἀμυνόμενος, ἐν τῷ μὴ συνεῖναι αὐτοῖς] ἐμμένουσι τῇ πονηρίᾳ.

Τοῦ αὐτοῦ. Πάντας τοὺς θέλοντας υἱοθεσίας ἀξιωθῆναι, δεῖ κατὰ τὸ δυνατὸν μιμεῖσθαι Θεὸν, ἐν τῷ ἀδιακρίτως εὐεργετεῖν.

[*](j. αὐτοὺς Cod.)
42

Καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων.

Κυρίλλου Ἀλεξανδρείασ. Ἴσως φήσειέν τις, πῶς ὁ μακάριος Παῦλος Ἀλέξανδρον ἀρᾶται τὸν χαλκέα; πρὸς ὃν φαμὲν οὐχ ὡς ἴδιον ἐχθρὸν, ἀλλ’ ὡς ἐχθρὸν τοῦ Εὐαγγελίου κατηράσατο αὐτὸν, διδάσκων ὅτι τοῖς τοῦ Θεοῦ ἐχθροῖς ἀεὶ χρὴ πολεμεῖν.

[*](45)

Ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.

Ωριγένουσ. Ὁ μιμητὴς τοῦ Θεοῦ καὶ Χριστοῦ, τὸν ἐν αὐτῷ λόγον ἥλιον καὶ τὴν ἐν αὐτῷ λάμπουσαν δικαιοσύνην ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ τὸν διὰ στόματος λόγου αὐτοῦ ὑετὸν i οἰκονομικῶς βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, τουτέστιν ἁμαρτωλούς.

[*](1)

Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν, μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων.

Τοῦ Χρυσοστόμου. Περὶ τῆς κενοδοξίας διαλέγεται, τοῦ τυραννικωτέρου πάντων πάθους· εἰ μὴ γὰρ εἶπεν τί δεῖ ποιεῖν, οὐκ ἃν περὶ τούτου πῶς ἁρμόδιον ἦν αὐτῷ ποιεῖν ἐδίδασκεν· οὐ δὲ ἁπλῶς εἶπε, “προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμ- “πρόσθεν τῶν ἀνθρώπων, ἀλλὰ καὶ τούτῳ ἐπήγαγεν, “πρὸς τὸ “θεαθῆαι θεαθῆναι αὐτοῖς. ἔστι γὰρ ἔμπροσθεν ἀνθρώπων ποιοῦντα, μὴ πρὸς τὸ θεαθῆναι ποιεῖν, διόπερ τὴν γνώμην κολάζει καὶ στεφανοῖ. εἰ γὰρ μὴ αὕτη ἡ ἀκρίβεια προσκειμένη ἦν, πολλοὺς ἃν τοῦτο ὀκνηροτέρους ἐποίησεν περὶ τὴν τῆς ἐλεημοσύνης δόσιν, διὰ τὸ μὴ πανταχοῦ πάντως δυνατὸν εἶναι λανθανόντως ποιεῖν· διὰ τοῦτο ἀπολύων ἡμᾶς τῆς ἀνάγκης ταύτης, τῇ προαιρέσει τοῦ ποιοῦντος καὶ τὴν ζημίαν καὶ τὸν μισθὸν ὁρίζει· ἵνα γὰρ μὴ λέγῃς, τί γὰρ ἐγὼ πάθω, ἃν ἕτερος ἴδῃ; οὐ τούτων ζητῶν φησὶν, ἀλλὰ τὴν διάνοιαν τὴν σὴν καὶ τὸν τρόπον τοῦ γινομένου· τὴν γὰρ ψυχὴν διαπλάσαι βούλεται, καὶ παντὸς ἀπαλλάξαι νοσήματος.

Εἶπε δὲ μὴ σαλπίσαι ἔμπροσθεν τῶν ἀνθρώπων· οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλὰ τὴν πολλὴν αὐτῶν ἐπιδεῖξαι μανίαν, τῇ λέξει τῆς μεταφορᾶς ταῦτα κωμῳδῶν αὐτοὺς καὶ [*](i υἱετὸν Cod.)

43
ἐκπομπεύων· καὶ ἄλλως σάλπιγγα τὴν ἐπίδειξιν λέγει. καλῶς δὲ “ὑποκριτὰς” αὐτοὺς εἶπεν· ἐπειδὴ τὸ μὲν προσωπεῖον ἐλεημοσύνης ἦν, ἡ δὲ διάνοια ὠμότητος καὶ ἀπανθρωπότητος. “μὴ “γνώτω δὲ ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιᾶ σου, φησι· καὶ ἐνταῦθα πάλιν, οὐ χεῖρας αἰνίττεται, ἀλλ’ ὑπερβολικῶς αὐτὸ τέθεικεν· εἰ γὰρ οἷόν τε ἐστί, φησι, σεαυτὸν ἀγνοῆσαι, περισπούδαστον ἔστω σοι τοῦτο. οὐ γὰρ ὥς τινες φασὶν, ὅτι τοὺς πονηροὺς δεῖ κρύπτειν ἀνθρώπους· πάντας γὰρ ἐνταῦθα λανθάνειν ἐκέλευσεν· τίθησι δὲ καὶ τὸν μισθὸν μέγαν· “καὶ γὰρ ὁ Πατήρ “σου,” φησὶ καὶ τὰ ἑξῆς.

Κυρίλλου. Ὁ δι’ αὐτὸ τὸ καλὸν ποιῶν ἀρετὴν, ὑπερκόσμιον ἔχει τὸ καύχημα.

Κλήμεντοσ. τοῦτό φησιν, ἵνα ὁ Θεὸς μόνος γινώσκῃ J· οὔτε γὰρ αὐτὸς ὁ ἐλεῶν ὀφείλει γινώσκειν· ἐπεὶ συμβαίνει διὰ τούτου, ποτὲ μὲν ἐλεᾶν, ποτὲ δὲ οὔ.

[*](3)

Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου.

Σετήρου. Ὁ λεληθότως ποιῶν τὸ καλὸν καὶ μὴ δημοσιεύων αὐτὸ, ἀλλὰ ζητῶν λαθεῖν καὶ αὐτὸν τὸν εὐεργετούμενον, οὗτός ἐστι περὶ οὗ φησιν ὁ Κύριος, “μὴ γνώτω ἡ ἀριστερά σου, τί “ποιεῖ ἡ δεξιά σου.”

Ὠριγένουσ. Τὸ δεξιὸν καὶ καθῆκον ἔργον γινώσκει ἡ ἀριστερὰ, ὅτε μολύνεται ὑπὸ φιλοδοξίας.

[*](5)

Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί.

Τοῦ Χρυσοστόμου. Εἰπὼν δὲ, προσευχόμενοι οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταὶ, πρεπόντως δὲ τοὺς τοιούτους ὑποκριτὰς καλεῖ, ὅτι Θεῷ προσποιούμενοι προσεύχεσθαι ἀνθρώπους περισκοποῦσιν, οὐχ ἱκετῶν περικειμένοις σχῆμα, ἀλλὰ ἀνθρώπων καταγελάστων· ὁ γὰρ μέλλων ἱκετεύειν, ἅπαντας ἀφεὶς, πρὸς ἐκεῖνον ὁρᾷ τὸν κύριον ὄντα δοῦναι τὴν αἴτησιν· ἃν δὲ τοῦτον ἀφεὶς πανταχοῦ περιφέρει τοὺς ὀφθαλμοὺς, κεναῖς ἀπελεύσεται χερσίν. οὐκ εἶπε δὲ ὅτι οὐ λήψονται μισθὸν οἱ τοιοῦτοι, ἀλλ’ ὅτι “ἀπέχουσι, τουτέστι λήψονται μὲν, παρ᾿ ὧν δὲ ἐπιθυμοῦσιν αὐτοί. ὁ γὰρ [*](j γινώσκει Cod. k προσεύχεσθε Cod.)

44
Θεὸς τοῦτο οὐ βούλεται, ἀλλ’ αὐτὸς μὲν τὴν παρ’ ἑαυτοῦ παρέχειν ἤθελεν ἀμοιβήν· ἐκεῖνοι δὲ τὴν παρὰ τῶν ἀνθρώπων ζητοῦντες, οὐκ ἔτι ἃν εἶεν δίκαιοι λαβεῖν παρ’ ἐκείνου. βούλει, φησὶ, τὸν παρὰ τοῦ Θεοῦ λαβεῖν μισθόν; “εἴσελθε εἰς τὸ ταμιεῖον σου, καὶ τὰ ἑξῆς· τί οὖν, ἐν ἐκκλησίᾳ, φησὶν, οὐ δεῖ προσεύχεσθαι; καὶ σφόδρα μὲν οὖν. πανταχοῦ γὰρ ὁ Θεὸς τὸν σκοπὸν ἐπιζητεῖ τῶν γινομένων. ἐπεὶ ἐὰν εἰς τὸ ταμιεῖον εἰσέλθῃς, καὶ ἀποκλείσας πρὸς ἐπίδειξιν αὐτὸ ἐργάσῃ, ὡς καὶ τοῦ σώματος κρυπτομένου, διὰ τῆς φωνῆς πᾶσιν ἑαυτὸν κατάδηλον ποιεῖς, οὐδέν σοι τῶν θυρῶν ὄφελος συρφετωδῶς βοῶν, καὶ τῇ φωνῇ καταγέλαστον ποιῶν ἑαυτόν· ἀλλὰ χρὴ τὰς τῆς διανοίας ἀποκλείειν θύρας, καὶ μετὰ ἐπιεικείας πάσης προσεύχεσθαι, καὶ μετὰ συντριβῆς τῆς διανοίας, καὶ δακρύων τῶν ἔνδοθεν. ὁ γὰρ οὕτως εὐχόμενος πολὺν ἀπολήψεται τὸν μισθόν. “διότι, φησὶν, “ ὁ Πατὴρ σου ὁ βλέπων “ἐν τῷ κρύπτω, ἀποδώσει σοι ἐν τῷ φανερῷ. οὐκ εἶπε χαριεῖται σοι, ἀλλ’ ὃ πολλῷ μεῖζον, ὅτι χρεώστην ἑαυτὸν ἡμῖν κατέστησε, καὶ μετὰ μεγάλης ἀποδώσει τῆς τιμῆς, ἐν τῷ φανερῷ παρέχων σοι τὸν μισθόν.

[*](7)

Προσευχόμενοι δὲ, μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί.

Τί δέ ἐστιν, ὅπερ εἶπε, “μὴ βαττολογίσητε;” βαττολογίαν ἐνταῦθα τὴν φλυαρίαν λέγει· οἷον ὅτ’ ἂν τὰ μὴ προσήκοντα αἰτῶμεν παρὰ Θεοῦ, δυναστείας καὶ δόξας, καὶ πλοῦτον, καὶ τρυφὰς, καὶ τὸ ἐχθρῶν περιγενέσθαι· καὶ ἁπλῶς τὰ μηδὲν εἰς ψυχὴν καὶ σωτηρίαν συντείνοντα. καί τινος ἕνεκεν εἰ οἶδεν ὧν χρείαν ἔχομεν, καθὼς εἶπεν αὐτὸς, προσεύχεσθαι δεῖ; ἵνα τῇ παρακλήσει ἐπικάμψωμεν αὐτὸν τοῦ ἐλεῆσαι ἡμᾶς· ἵνα ταπεινῶ. θῶμεν ἀναμνησθέντες τῶν ἁμαρτιῶν ἡμῶν· ἔτι δὲ καὶ ἵνα οἰκειωθῶμεν αὐτῷ, τῇ συνεχείᾳ τῆς ἐντεύξεως. χρὴ γὰρ ἡμᾶς πάρα. μένειν καὶ προσκαρτερεῖν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσι, καθὼς καὶ διὰ τοῦ παραδείγματος ἐκείνου τοῦ κατὰ τὴν χήραν, ἥτις τὸν ἀνελεῆ καὶ ὠμὸν ἐπέκαμψεν ἄρχοντα τῇ συνεχείᾳ τῆς ἐντεύξεως, καὶ τοῦ κατὰ τὸν φίλον τὸν ἀωρὶ τῇ νυκτὶ παραγενόμενον, καὶ τὸν καθεύδοντα ἀπὸ τῆς κλίνης ἀναστήσαντα, οὐ διὰ τὴν φιλίαν, ἀλλὰ διὰ τὴν προσεδρίαν.

45
[*](9)

Οὕτως οὖν προσεύχεσθε ὑμεῖς, Πατέρ’ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.

Δεῖ οὖν προσεύχεσθαι εὐθέως καὶ τὸν νοῦν ἡμῶν ἀναπτεροῦν, καὶ τῆς γῆς ἀνυψοῦν καὶ τοῖς οὐρανοῖς προσηλοῦν· προστάσσει γὰρ ἡμῖν λέγειν, “Πατέρ’ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ὁ τοίνυν πατέρα καλέσας τὸν Θεὸν, δίκαιος ἃν εἴη τοιαύτην ἐπιδείκνυσθαι πολιτείαν, ὡς μὴ τῆς συγγενείας ταύτης ἀνάξιος φανῆναι· παιδεύει δὲ καὶ κοινὴν ὑπὲρ τῶν ἀδελφῶν ποιεῖσθαι εὐχήν. οὐ γὰρ εἶπεν, Πατέρ’ μου, ἀλλὰ Πατέρ’ ἡμῶν. ὑπὲρ τοῦ κοινοῦ σώματος τῆς Ἐκκλησίας νομοθετήσας προσφέρειν τὴν δέησιν, καὶ οὐδαμοῦ σκοπεῖν τινὰ τὸ ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ του πλήσιον ἴνα μηδεὶς ἑτέρου πλέον ἔχῃ k μηδὲν, μήτε ὁ πλούσιος τοῦ πένητος, μήτε ὁ δεσπότης τοῦ δούλου, μήτε ὁ ἄρχων τοῦ ἀρχομένου, μήτε ὁ βασιλεὺς τοῦ στρατιώτου, μήτε ὁ φιλόσοφος τοῦ βαρβάρου, μήτε ὁ σοφὸς τοῦ ἰδιώτου· πᾶσι γὰρ μίαν ἐχαρίσατο εὐγένειαν, πάντων ὁμοίως καταξιώσας, Πατὴρ κληθῆναι.

Εἰπὼν δὲ “ὁ ἐν τοῖς οὐρανοῖς,” οὐκ ἐκεῖ τὸν Θεὸν συνέκλεισεν, ἀλλὰ τῆς γῆς ἀπάγων τὸ εὐχόμενον, καὶ τοῖς ὑψηλοῖς προσηλῶν χωρίοις, καὶ ταῖς ἄνω διατριβαῖς, τοῦτό φησι· τὸ δὲ “ἁγιασθήτω “ τὸ ὄνομά σου·” δηλοῖ τὸ δοξασθήτω διὰ τῆς ὑμετέρας ζωῆς, τουτέστι καταξίωσόν, φησιν, οὕτως πολιτεύεσθαι ἡμᾶς καθαρῶς, ὡς δι’ ἡμᾶς ἅπαντάς σε δοξάζειν. τὸ δὲ “ἐλθέτω ἡ βασιλεία σου, σημαίνει τὸ μὴ προσηλῶσθαι τοῖς ὁρωμένοις, μὴ δὲ μέγα τί τὰ παρόντα ἡγεῖσθαι, ἀλλ’ ἐπείγεσθαι πρὸς τὸν πατέρα καὶ τῶν μελλόντων ἐφίεσθαι, “ἀπεκδεχομένους τὴν ἀπολύτρωσιν τοῦ σώ- “μάτος ἡμῶν, ὥς φησι Παῦλος. “γενηθήτω τὸ θέλημά σου, ὡς “ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ὃ λέγει τοῦτό ἐστιν· ὥσπερ ἐκεῖ πάντα ἀκωλύτως γίνεταί, φησιν· καὶ οὐ τὰ μὲν ὑπακούουσιν, ἀλλ’ εἰς πάντα ἥκουσι καὶ πείθονται, οὕτω καὶ ἡμᾶς καταξίωσον τοὺς ἀνθρώπους, μὴ ἐξ ἡμισείας τὸ θέλημά σου ποιεῖν, ἀλλὰ πάντα ἵνα ποιῶμεν διὰ σοῦ· διότι οὐ τῆς ἡμετέρας σπουδῆς ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ τῆς παρὰ σοῦ διδομένης χάριτος ἄνωθεν. “ἄρτον “δὲ ἐπιούσιον,” τὸν ἐφήμερον λέγει, ὥστε μὴ ὑπὲρ τῆς αὔριον [*](k ἔχει Cod.)

46
μεριμνᾶν· μὴ δὲ περαιτέρω συντρίβειν ἑαυτοὺς τῇ φροντίδι τῆς ἐπιούσης ἡμέρας.

Τὸ “ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,” καὶ τὰ ἑξῆς, 1 τὴν τῆς φιλανθρωπίας ὑπερβολὴν ἐκδείκνυται, ὅτι καὶ μετὰ τὸ βάπτισμα, πάλιν ἁμαρτάνοντας, ἀξιοῖ συγγνώμης· οὐ δὲ γὰρ μετὰ τὸ λουτρὸν τῆς παλιγγενεσίας, ἀνῄρηται τῆς μετανοίας τὸ κέρδος· εἰσήνεγκε δὲ τοῦτον τῆς ἱκετηρίας τὸν νόμον, ἅμα μὲν ἵνα τῶν ἁμαρτημάτων ὑπόμνησιν λαμβάνοντες μετριάζωμεν, ἅμα δὲ καὶ ἑτέροις ἄφεσιν παρέχοντες μνησικακίας ἁπάσης ἀπαλλαττώμεθα m. τὸ “ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν διδάσκει, οὐ παραιτεῖσθαι μὲν τοὺς ἀγῶνας, μὴ ἐπιπηδᾷν n δέ· οὕτω γὰρ ἡμῖν ἡ νίκη λαμπρότερα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστοτέρα. “ πονηρὸν” δὲ ἐνταῦθα τὸν διάβολον καλεῖ. διὰ δὲ τοῦ εἰπεῖν “ ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὰ ἑξῆς, ἀναμιμνήσκει ἡμᾶς λογίζεσθαι τίς ἐστιν ὁ δεσπόζων ἡμῶν, καὶ ὅτι πάντων ἐστὶ δυνατώτερος o, καὶ ὅτι οὐδένα χρὴ δεδοικέναι λοιπόν.

[*](14)

Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.

Εἰπὼν, “ ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν φησι, καὶ τὰ ἑξῆς, πάλιν καὶ διὰ τούτων ἐντρέψαι τὸν ἀκροατὴν βούλεται, πατρὸς καὶ οὐρανῶν μνημονεύσας. ὁ γὰρ τοιούτου πατρὸς ὣν υἱὸς, καὶ πρὸς τὸν οὐρανὸν κληθεὶς, οὔτε ἐκθηριοῦσθαι δίκαιος ἃν εἴη, οὔτε γήινόν τι καὶ βιωτικὸν ἔχειν φρόνημα, ἀλλὰ ταχέως διαλάττεσθαι πρὸς τοὺς ἁμαρτάνοντας, καὶ μηδὲ ἴχνος ὀργῆς ἔχειν πρὸς τοὺς πλησίον. “ὅτ’ ἃν δὲ νηστεύητε φησὶ, τοῦτο δηλοῖ, ὅτι οὐδὲ γὰρ μόνον ἐπιδείκνυσθαι χρὴ, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν ἐκέλευσεν· τὸ δὲ “ἀφανίζουσι τὰ πρόσωπα “αὐτῶν,” τοῦτό ἐστιν, ὅτι διαφθείρουσιν, ἀπολλύουσιν· εἰ δὲ τοῦτο ἀφανισμὸς προσώπου, τὸ πρὸς κενοδοξίαν ὠχρὸν φαίνεσθαι, τί ἂν εἴπωμεν p, περὶ τῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς διαφθειρουσῶν τὰ πρόσωπα τῶν γυναικῶν· ἐκεῖνοι μὲν ἑαυτοὺς βλάπτοσυι q μόνον· αὗται δὲ καὶ ἑαυτάς.

[*](1 θαρσεῖτε οἱ ἁμαρτωλοὶ καὶ μετανοήσατε. in marg. m ἀπαλλαττόμεθα Cod. n ἐπιπήδανον Cod. o δυναστώτερος Cod. P εἴπομεν Cod. q βλαστάνουσι Cod. sed βλάπτουσι in marg.)
47

Τίνος ἕνεκεν, ἐπὶ μὲν τῆς ἐλεημοσύνης εἰπὼν, “προσέχετε μὴ “ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, προσέθηκε “πρὸς τὸ “ αὐτούς·” ἐπὶ δὲ τῆς νηστείας καὶ τῆς εὐχῆς, οὐδὲν τοιοῦτον διώρισεν; ὅτι τὴν ἐλεημοσύνην μὲν ἀδύνατον λαθεῖν· εὐχὴν δὲ καὶ νηστείαν δυνατόν. ἀλείφεσθαι δὲ κελεύσας, οὐχ ἵνα ἀλειφόμεθα πάντως ἐνομοθέτησεν, ἐπεὶ πάντες εὑρεθησόμεθα παραβαίνοντες τὸν νόμον, καὶ πρό γε πάντων, οἱ μάλιστα αὐτὸν ἐσπουδακότες φυλάττειν, τὸ τῶν μοναχῶν πλῆθος· οὐ τοίνυν τοῦτο ἐπέταξεν· ἀλλ’ ἐπειδὴ τοῖς παλαιοῖς ἔθος ἀλείφεσθαι συνεχῶς ἦν, εὐφραι- νομένοις καὶ χαίρουσι, διὰ τοῦτο εἶπε τὸ ἀλείφεσθαι· οὐδὲ γὰρ αὐτὸς νηστεύσας ἡμέρας τεσσαράκοντα ἠλείψατο. ὑποκριτὴς δέ ἐστιν, ὁ ἑτέρου σχῆμα περιβαλλόμενος, οἷον ἐάν τις πτωχὸς ὑπάρχων, ἄρχοντος ἑαυτῷ περιθῇ προσωπεῖον.

[*](19)

Μῆ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς.

Εἰπὼν “μὴ θησαυρίζετε,” ἔτι δὲ καὶ τοῦ ἐπιγείου θησαυροῦ τὴν βλάβην λέγει, ὑπὸ σητὸς καὶ βρώσεως ἀφανιζομένου καὶ ὑπὸ κλεπτῶν διορυττομένου, καὶ τοῦ ἐπουρανίου τὴν ὠφέλειαν ἀσύλου διαμένοντος. καὶ ἐπειδήπερ ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ· ἐὰν μὲν τοῖς κάτω προσηλώμενος r ὑπάρχῃς φησὶν, οὐ μικρὰν ὑποστήσῃ βλάβην· δοῦλος ἀντ’ ἐλευθέρου γενόμενος, καὶ τῶν οὐρανῶν ἐκπίπτων· τῆς διανοίας προσηλωμένης τοῖς χρήμασιν, καὶ ὥσπερ κύων τάφῳ προσδεδεμένης ἁπάσης ἀλλοιώσεως χαλεπώτερον τῇ τῶν χρημάτων τυραννίδι· κατὰ τῶν προσιόντων καθυλακτῶν, ἓν ἔργον ἔχων τοῦτο διηνεκῶς, τὸ τηρεῖν ἑτέροις τὰ κείμενα· ἐὰν δὲ τοῦτο τὸ ἔργον ἀφεὶς μᾶλλον τοῖς ἄνω χωρίοις s συνάψῃς τὸν νοῦν διὰ τῆς ἐπιδόσεως, μέγα σου ἔσται τὸ κέρδος καὶ ἀμείωτον.

[*](22)

Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.

Εἰπὼν ὅτι “ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμὸς, ἐδήλωσεν ὅτι ὅπέρ ἐστιν ὁ ὀφθαλμὸς τῷ σώματι, τοῦτο ὁ νοῦς τῇ ψυχῇ· ὥσπερ οὖν, φησιν, οὐκ ἃν ἕλοιο χρυσοφορεῖν καὶ πεπηρῶσθαι τοὺς ὀφθαλμοὺς, ἀλλὰ μᾶλλον τὴν τούτων ὑγείαν ἁπάσης τῆς τοιαύτης περιουσίας ποθεινοτέραν εἰναι νομίζεις· οὕτω καὶ τὴν τοῦ νοῦ πήρωσιν φεῦγε, ὡς μυρίων κακῶν ἐμπιπλῶσαν σου τὴν [*](r προσηλωμένοις Cod. s χορίοις Cod.)

48
ζωὴν, καὶ μηδαμῶς πηρωθῆναι τοῦτον ἀνάσχῃ, τὸν καὶ τοῖς ἄλλοις παρέχειν ὀφείλοντα. “τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον;” ὁτ’ ἀν’ γὰρ ο λύχνος σβεσθῇ, ποία λοιπὸν ἐλπὶς ἔσται; ἣ τι τὸ ὄφελος στρατιωτῶν χρυσοφορούντων, ὅτ’ ἃν ὁ στρατηγὸς αἰχμάλωτος s ἄγηται; οὕτως οὖν καὶ ὁ τὸν νοῦν διαφθείρων, τὸν δυνάμενον λύειν τὰ πάθη, ἐπιθυμίᾳ πλούτου σκοτιζόμενος παρέβλεψεν ἑαυτὸν τὰ μέγιστα.

Θεοδώρου Ἡρακλείασ. Κυρίλλου. Λύχνος σώματος ὁ νοῦς, οὗ καθαρεύοντος ὡς ὀφθαλμοῦ, ὁδηγεῖται καὶ ἡνιοχεῖται τὰ σωματικὰ πάθη ἐπὶ τὸ εὐπρεπὲς καὶ Θεῷ ἀρέσκον.

Τοῦ Χρυσοστόμου. Τί ἐστι τὸ “οὐδεὶς δύναται δυσὶ κυρίοις “ δουλεύειν;" δύο τοὺς τὰ ἐναντία ἐπιτάττοντας λέγει· ἐπεὶ εἰ μὴ τοῦτο εἴη, οὐδὲ δύο ἂν εἶεν. οἱ γὰρ ὁμόνοιαν ἔχοντες, κἂν πολλοὶ ὑπάρχωσιν, ἕν εἰσι· καὶ γὰρ “τοῦ πλήθους τῶν πιστευσάντων, φησὶν, “ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. οὐ μόνον οὖν οὐ δουλεύσει τίς τοῖς δυσὶ κυρίοις, ἀλλὰ καὶ μισήσει, φησί· καὶ ἀποστραφήσεται αὐτούς· εἰπὼν τοίνυν ἀορίστως τοὺς δύο κυρίους, τέως ἵνα πείσῃ τὸν ἀκροατὴν γενέσθαι τῶν λεγομένων τότε, ἐπήγαγεν· “ οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾶ.” φρίξωμεν ἐννοήσαντες τι παρεσκευάσαμεν, τὸν Χριστὸν εἰπεῖν, ὅτι περ μετὰ τοῦ Θεοῦ, τέθεικε τὸν χρυσόν. εἰ δὲ τοῦτο φρικτὸν, πῶς οὐ φρικωδέστερον, τὸ διὰ τῶν ἔργων τοιούτους γενέσθαι, καὶ προτιμᾶσθαι τοῦ φόβου τοῦ Θεοῦ, τὴν τοῦ χρυσοῦ τυραννίδα; πῶς οὑν Ἀβραὰμ φησὶ, πῶς Ἰὼβ εὐδοκίμησεν, ὅτι οὐχ ἁπλῶς ἐπλούτουν, οὐδὲ ἐδούλευον τῷ μαμωνᾶ· ἀλλ’ ἐκράτουν αὐτοῦ καὶ ἐδέσποζον· καὶ ὥσπερ ἀλλοτρίων ὄντες οἰκόνομοι χρημάτων, οὐ τῶν t πάντα ἐκεῖνα ἐκέκτηντο· καὶ οὐ μόνον τὰ ἑτέρων οὐκ ἐλάμβανον, ἀλλὰ καὶ τὰ ἴδια τοῖς δεομένοις παρεῖχον; μηδεὶς τοίνυν προφασιζέσθω προφάσεις ἐν ἁμαρτίαις λέγων, ὅτι δυνατὸν καὶ Θεῷ δουλεύειν καὶ χρήμασι· τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ, ἀποφηναμένου, ἀδύνατον εἶναι ταύτην κἀκείνην συμβῆναι τὴν δουλείαν.

[*](24)

Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾶ.

Θεοδώρου μονάκου. Κλήμεντοσ. Μαμωνᾶς ἐστιν οὐ μόνος ὁ χρυσὸς, ἀλλὰ πᾶν εἶδος κάλλιστον τῶν ἐπὶ γῆς.

[*](s αἰχμάλωτον Cod. t Fors. οὕτω.)
49

Μαμωνᾶς ἐστιν ἡ φιλαργυρία.

Τοῦ Χρσοστόμου. Εἶπε δὲ τοῦτο οὐκ ἐπειδὴ μαμῶνάς ἐστι τὸ περισσὸν τῆς χρείας.

[*](25)

Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε καὶ τί πίητε.

Η ψυχὴ τροφῆς οὐ δεῖται, ἀσώματος γάρ· ἀλλὰ κατὰ τὴν κοινὴν ἐφθέγξατο συνήθειαν. εἰ γὰρ μὴ δεῖται τροφῆς, ἀλλ’ οὐκ ἃν ὅλως ἀνάσχοιτο μένειν ἐν τῷ σώματι, ἀλλ’ ἣ τρεφομένου αὐτοῦ· ἵνα δὲ μὴ λέγωσί τινες· τί οὖν, εἰ ἅπαντα δῶμεν τοῖς πτωχοῖς; πῶς δυνησόμεθα ζῆσαι ζῆσαι; πρὸς ταύτην λοιπὸν ἵσταται τὴν ἀντίθεσιν σφόδρα εὐκαίρως, καὶ φησίν· οὐχὶ πλέον ἐστὶν ἡ ψυχὴ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ὃ δὲ λέγει τοιοῦτον ἐστιν· ὅτι ὁ τὸ μεῖζον δοὺς, πῶς τὸ ἔλαττον οὐ δώσει; ὁ τὴν τρεφομένην σάρκα καὶ σκεπομένην διαπλάσας, πῶς τὴν τροφὴν οὐ παρέξει καὶ τὸ ἔνδυμα; οὐδὲ γὰρ ἡ τροφὴ αὔξει τὸ σῶμα, ἀλλ’ ἡ τοῦ Θεοῦ πρόνοια· διὸ καὶ ἐπήγαγε λέγων, “τίς “ δύναται ἐξ ὑμῶν προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;” πρεπόντως δὲ καὶ τῶν πετεινῶν μέμνηται, καὶ σφόδρα ἐντρεπτικῶς· ὅπερ μέγιστον εἰς παραινέσεως λόγον ἔχει τὴν ἰσχὺν, ὅτι τρέφονται χωρὶς μερίμνης, ὅπερ ἐὰν θέλωμεν, καὶ ἡμῖν εὔκολον κατορθωθῆναι· καὶ τοῦτο ἔδειξαν οἱ διὰ τῶν ἔργων αὐτὸ ἀνύσαντες· Μωυσῆς καὶ Ἠλίας καὶ Ἰωάννης, καὶ ἕτεροι τοιοῦτοι μὴ μεριμνήσντες. εἰ τοίνυν τῶν δι’ ἡμᾶς γενομένων πετεινῶν, τοσαύτην ποιεῖται πρόνοιαν, πολλῷ μᾶλλον ἡμῶν· τι οὖν; οὐ δεῖ σπείρειν φησίν; οὐκ εἶπεν, ὅτι σπείρειν οὐ δεῖ, ἀλλ’ ὅτι μεριμνᾷν οὐ δεῖ· οὐδὲ ὅτι χρὴ ἐργάζεσθαι, ἀλλ’ ὅτι οὐ δεῖ μικρόψυχον εἶναι, καὶ κατατείνειν ἑαυτὸν ταῖς φροντίσιν, ἀλλὰ μᾶλλον παρὰ τοῦ Θεοῦ τὸ πᾶν ζητεῖν. τοῦτο γὰρ οἱ Ἀπόστολοι κατόρθωσαν, ἅπαντα ῥίψαντες, καὶ οἱ πεντακισχίλιοι, ὡς ἐν ταῖς Πράξεσι γέγραπται.

Εἰπὼν περὶ τῆς ἀναγκαίας τροφῆς, καὶ δείξας ὅτι οὐδὲ ὑπὲρ αὐτῆς χρὴ μεριμνᾷν, ἐπὶ τὸ κουφότερον μεταβαίνει λοιπόν· οὐδὲ γὰρ οὕτως ἀναγκαῖον ἔνδυμα ὡς τροφὴ, καὶ δείκνυσιν ἀπὸ τῶν κρίνων, ὅτιπερ φησὶ χόρτος ἀγροῦ ὑπάρχων, καὶ πολλὴν τὴν εὐτέλειαν κεκτημένα, καὶ εἰς κλίβανον βαλλόμενα, τοιαύτης

50
μετέσχον εὐπρεπείας καὶ καλλωπισμοῦ, οὐ πολλῷ μᾶλλον ἡμᾶς ἀμφιάσει τὸ πολυτίμητον καὶ περισπούδαστον τῷ Θεῷ ζῶον; τουτέστι τὸν ἄνθρωπον, ᾧτ’ τινι ψυχὴν ἔδωκε καὶ σῶμα διέπλασε, δι’ ὃν τὰ ὁρώμενα πάντα ἐποίησε, καὶ τὰ μυρία εἰργάσατο ἀγαθά· τὸ δὲ “ οὐ κοπιῶσιν ἐπήγαγεν, ὥστε κόπων ἡμᾶς ἀπαλλάξαι· οὐ γὰρ τὸ μεριμνᾶν ταῦτα πόνος, ἀλλὰ τὸ μεριμνᾶν. καὶ καθάπερ εἰπὼν ἐπὶ τῶν ὀρνέων, ὅτι “οὐ σπείρουσιν,” οὐ τὸν σπόρον ἀνέτρεψεν, ἀλλὰ τὴν φροντίδα, οὕτως εἰπὼν “οὐ νήθουσιν,” οὐ τὸ ἔργον ἀνεῖλεν, ἀλλὰ τὴν μέριμναν· καὶ εἰ Σολομὼν ἡττήθη τοῦ κάλλους αὐτῶν, καὶ οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ δι’ ὅλης τῆς βασιλείας αὐτοῦ· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ· ποτὲ σὺ περιγενέσθαι δυνήσῃ; μᾶλλον δὲ ἐγγὺς γενέσθαι τῆς τοιαύτης εὐμορφίας; ἐκ τούτου παιδεύων ἡμᾶς μὴ ἐφίεσθαι τοῦ καλλωπισμοῦ τῶν ἱματίων. εἰ τοίνυν τῷ χόρτῳ, τῷ μὴ ἐν χρείᾳ ὄντι, τουτέστι τοῖς κρίνοις, τοσοῦτον ἔχειν τὸ κάλλος δέδωκε· πῶς σοὶ τῷ ἐν χρείᾳ οὐ δώσει;

τίνος δὲ χάριν εἶπεν· “οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὄτι “ χρήζετε πάντων,” καὶ οὐκ εἶπεν οἶδεν ὁ Θεὸς, ὥστε αὐτοὺς εἰς μείζονα ἐλπίδα ἀγαγεῖν. εἰ γὰρ πατήρ ἐστι, καὶ τοιοῦτος Πατὴρ, οὐδαμῶς παρίδοι τοὺς υἱοὺς ἐν ἐσχάτοις ὄντας κακοῖς, ὅπου γε οὐδὲ ἄνθρωποι πάτερες ὄντες, τοῦτο ποιοῦσι. διὰ τοῦ εἰπεῖν “ ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὰ ἑξῆς, διδάσκει ἡμᾶς μηδὲ αἰτεῖν τὰ παρόντα, ἀλλὰ τὰ μέλλοντα μόνον, καὶ θαρρεῖν ὡς καὶ τούτων ἐκείνοις προστιθεμένων, καὶ τὴν μέριμναν ὑπὲρ τῶν ἀπορρήτων ἀγαθῶν ἐκείνων ἔχειν· οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα, ἵνα φάγωμεν καὶ πίωμεν καὶ περιβαλλώμεθα, ἀλλ’ ἵνα ἀρέσωμεν Θεῷ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν.

[*](34)

Μῆ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς.

Οὐκ εἶπε μὴ μεριμνήσητε μόνον, ἀλλὰ προσέθηκε περὶ τῆς τῆς αὔριον· “ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τουέστιν ἡ ταλαιπωρία καὶ ἡ συντριβή· οὐκ ἀρκεῖ σοι, φησὶ, τὸ ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίειν τὸν ἄρτον; τί καὶ τὴν ἀπὸ τῆς φροντίδος προστιθῇς ταλαιπωρίαν; οὐ γὰρ κακίαν εἰπὼν, περὶ πονηρίας εἶπε,

51
μὴ γένοιτο· ὥσπερ καὶ ἐν τῷ λέγειν· “ἐγώ,” φησιν, “ὁ “ εἰρήνην καὶ κτίζων κακὰ, οὐ τὴν κακίαν λέγει, ἀλλὰ τοὺς λιμοὺς, τοὺς λοιμοὺς, τὰ δοκοῦντα εἰναι κακὰ παρὰ πολλοῖς. καὶ πάλιν, “οὔκ ἐστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν, o οὐχ ἁρπάγας. ” ]

Θεοδώρου μονάκου. Ἡ ἡμέρα ἐστὶ τὰ πρὸς τὴν χρείαν· τὸ περὶ τῶν μελλόντων φροντίζειν.

[*](1)

Μὴ κρίνετε ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ [*](2) κρίνετε κριθήσεσθε.

Τοῦ Χρυσοστόμου. Τί ἐστι “μὴ κρίνετε;” ἵνα μὴ μυρίων γέμων κακῶν, ὑπὲρ μικρῶν τινῶν ἁμαρτημάτων, ἄλλοις ἐπεμβαίνῃ· διὸ καὶ ἐπήγαγε “ τί βλέπεις τὸ κάρφος;” καὶ γὰρ πολλοὶ τοῦτο ποιοῦσιν, ἐὰν ἴδωσι μοναχὸν περιττὸν ἱμάτιον ἔχοντα, τὸν νόμον αὐτῷ προβάλλονται τὸν δεσποτικὸν, αὐτοὶ μυρία κεκτημένοι· κἂν ἴδωσι δαψιλεστέρας τροφῆς ἀπολαύοντα, πικροὶ γίνονται κατήγοροι, αὐτοὶ καθ’ ἡμέραν μεθύοντες καὶ κραιπαλῶντες, οὐκ εἰδότες ὅτι μετὰ τῶν οἰκείων ἁμαρτημάτων, μεῖζον ἑαυτοῖς ἐντεῦθεν· οὐ γὰρ ἐκεῖνον καταδικάζεις, φησὶν, ἀλλὰ σαυτόν· καὶ φοβερόν σοι ποιεῖς τὸ δικαστήριον, καὶ ἀκριβεῖς τὰς εὐθύνας· ὁ γὰρ ὁ σκοπῶν P τοῦ διορθώσασθαί τινα, ἐπιτιμῶν καὶ ἐπιπλήττων μετὰ τὸ πλειστάκις νουθετῆσαι, καὶ σφόδρα ἀποδεικτός ἐστι. χρὴ γὰρ ἁμαρτάνουσιν ἐγκαλεῖν, καὶ τούτους ἐλέγχει,, οἷον τὸν οἰκέτην ὁ δεσπότης, καὶ ἡ δέσποινα τὴν θεραπαινίδα, καὶ ὁ πατὴρ τὸν υἱὸν, καὶ ὁ φίλος τὸν φίλον· τοὺς ἐχθροὺς, ἐὰν μὴ κρίνωμεν τῷ προειρημένῳ σκοπῷ, οὐδέποτε καταλύσαι τὴν ἐχθρὰν δυνησόμεθα, ἀλλὰ πάντα ἄνω καὶ κάτω γενήσεται· χρὴ τοίνυν μετὰ φειδοῦς καὶ συγγνώμης τοῦτο ποιεῖν, καὶ τὸν πορνεύοντα, καὶ τὸν ἕτερόν τι ποιοῦντα πονηρὸν διορθοῦσθαι· ἀλλὰ μὴ ὡς πολέμιος, μὴ ὡς ἐχθρὸς ἀπαίτει δίκας, ὡς ἰατρὸς δὲ μᾶλλον τὰ φάρμακα κατασκεύαζε· ἄλλως δὲ οὐδὲ περὶ τῶν μεγάλων καὶ ἀπηγορευμένων ἁμαρτημάτων εἶπεν, ἀλλὰ περὶ τῶν οὐδὲ δοκούντων εἶναι πλημμελημάτων τοῦτο εἴρηται, καὶ τοῦτο δείκνυσι “ κάρφος ὀνομάσας· ὑποκριτὴν δὲ λέγει, τὸν ἐν τοῖς ἑτέρων ἁμαρτήμασιν ὄντα πικρὸν ἐξεταστὴν, ἑαυτὸν δὲ μὴ διορθούμενον· τὸ δὲ ἐκβα- [*](o Amos iii. 6. P Fors. leg. ὁ γὰρ σκοπῷ.)

52
λεῖν πρῶτον τὴν δοκὸν, καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐ κωλύει τοῦ κρίνειν, ἀλλ’ ἐν τῷ μηδενὶ ὧν μέλλει κρίνειν ὑπεύθυνον ὄντα, ἁλλὰ πάντα κατορθώσαντα.

[*](6)

Μῆ δότε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.

Κύνας δὲ ἐνταῦθα τοὺς ἐν ἀσεβείᾳ ζῶντας λέγει· καὶ χοίρους, τοὺς ἐν ἀκολάστῳ βίῳ διατρίβοντας διαπαντὸς, οὕσπερ ἅπαντας ἀναξίους ἔφησε εἶναι τῆς θείας ἀκροάσεως· εἰπὼν, “μὴ δότε τὰ “ἅγια τοῖς κυσί· μηδὲ ῥίψητε τοὺς μαργαρίτας, ἔμπροσθεν τῶν “χοίρων.” οὐδὲ γὰρ ὁ χοῖρος οἶδε τί ἐστι μαργαρίτης, ὥσπερ οὐδὲ οἱ ἀσεβεῖς, τίνα ἐστὶ τὰ ἅγια. τὸ δὲ “ μὴ καταπατήσωσιν “αὐτὰ, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς, δηλοῖ ὅτι ὑποκρίνονται μὲν ἐπιείκειαν ὥστε μαθεῖν· εἶτα ἐπειδὰν μάθωσιν, ἕτεροι ἀνθ’ ἑτέρων γινόμενοι κωμῳδοῦσι, χλευάζουσιν, ὡς ἀπατηθέντας ἡμᾶς. διὰ τοῦτο οὐ μικρὸν κέρδος τὸ ἐν ἀγνοίᾳ μένειν αὐτούς· μανθάνοντες γὰρ μυρία παρέξουσι πραγμάτων.

[*](7)

Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσητε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.

Εἰπὼν ὁ Χριστὸς “αἰτεῖτε” καὶ τὰ ἑξῆς, οὐ μικρὰν ἐπενόησε παραμυθίαν τοῖς πόνοις, τὴν ἀπὸ τῶν ἐπιμόνων εὐχῶν καὶ καρτερικῶν συμμαχίαν· διὰ τοῦτο οὖν αἰτεῖν ἐκέλευσε, καὶ τὴν δόσιν ἐγγυήσατο. πλὴν οὐχ ἁπλῶς αἰτεῖν ἐκέλευσεν, ἀλλὰ μετὰ προσεδρίας πολλῆς καὶ εὐτονίας. τοῦτο γάρ ἐστι τὸ “ζητεῖτε.” καὶ γὰρ ὁ ζητῶν πάντα ἐμβαλὼν τῆς διανοίας, πρὸς ἐκεῖνο μόνον γίνεται τὸ ζητούμενον· καὶ πάλιν δὲ τὸ “ κρούειν σημαίνει τὸ μετὰ σφοδρότητος προσιέναι καὶ θερμῆς διανοίας, διὰ τῶν ἀνθρωπίνων ὑποδειγμάτων συγκαταβαίνων τῇ ἀσθενείᾳ ἡμῶν· τὴν πολλὴν αὐτοῦ δείκνυσι φιλανθρωπίαν, πατρὸς καὶ υἱοῦ μνημονεύσας, καὶ αἰτήσεως καὶ λήψεως· καὶ “εἰ ὑμεῖς πονηροὶ ὄντες,” φησὶ, “ παρέχετε, οὐχὶ λίθον ἀντὶ ἄρτου, οὐδὲ ὄφιν ἀντὶ ἰχθύος· πόσῳ “ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν “ αὐτόν;” ταῦτα οὖν ἐννοοῦντες, μὴ ἀποστῶμεν, ἕως ἂν λάβωμεν· μὴ ἀναχωρήσωμεν, ἕως ἂν εὕρωμεν. ἐὰν γὰρ ἐπιμένωμεν λέγοντες, οὐκ ἀπερχόμεθα, ἕως οὗ λάβομεν, ληψόμεθα πάντως. προδήλως

53
δὲ, ἐὰν τοιαῦτα αἰτῶμεν οἷα καὶ τῷ αἰτουμένῳ πρέπει, καὶ ἡμῖν τοῖς αἰτοῦσι συμφέρει· τίνα δέ ἐστι ταῦτα; τὸ τὰ πνευματικὰ ζητεῖν ἅπαντα, τὸ ἀφιέναι τοῖς πεπλημμεληκόσι, τὸ αἰτεῖν τὴν ἄφεσιν, τὸ χωρὶς ὀργῆς καὶ διαλογισμῶν ἐπαίρειν χεῖρας ὁσίους· ἃν οὕτω αἰτῶμεν, ληψόμεθα. τι οὖν φησιν, ὅτ’ ἃν καὶ πνευματικὰ αἰτῶ, καὶ μὴ λάβω; ὅτι οὐ μετὰ σπουδῆς ἔκρουσεν, ἣ πάντως ἑαυτὸν ἀνάξιον παρασκευάσας τοῦ λαβεῖν· ἣ ὅτι ταχέως ἀπέστης· τὸ δὲ “πονηροὶ” εἶπεν, οὐ διαβάλλων τὴν ἀνθρωπίνην φύσιν, κακίζων τὸ γένος ἡμῶν· μὴ γένοιτο, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς ἀγαθότητος αὐτοῦ εἶπεν· δεῖξαι θέλων ὅτι σύντομος ἡ ἀρετὴ καὶ ῥᾳδία. ἐν βραχεῖ πάντα ἀνεκεφαλαιώσατο εἰπὼν, “πάντα οὖν ὅσα” καὶ τὰ ἑξῆς καὶ οὐδὲ ἁπλῶς εἶπε “πάντα·” ἀλλὰ “πάντα οὑν τὸ γὰρ “ οὖν” τοῦτο, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ τοῦτο αἰνιττόμενος, ὅτι εἰ βούλεσθέ, φησιν, εἰσακούεσθαι, μετ’ ἐκείνων καὶ ταῦτα ποιεῖτε· ποῖα δὴ ταῦτα, “ ὅσα ἂν βούλεσθε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι διὰ τούτων δεικνὺς, ὅτι μετὰ τῆς εὐχῆς, καὶ πολιτείας δεῖ ἀκριβοῦς q· εἰπὼν δὲ ὅτι οὕτω γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται ἔδειξεν ὅτι κατὰ φύσιν ἐστὶν ἡ ἀρετὴ, καὶ οἴκοθεν τὰ δέοντα πάντες γινώσκομεν, καὶ οὐχ οἷόν τε εἰς ἄγνοιαν οὐδέποτε καταφυγεῖν.

[*](13)

Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεία ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν.

Στενὴν τὴν πύλην ἐκάλεσε, καὶ τεθλιμμένην τὴν ὁδὸν, τῆς εἰς τὴν ζωὴν ἀπάγουσαν· νήφειν ἡμᾶς παρασκευάζων, καὶ ἐναγωνίους ἐργαζόμενος, καὶ διεγείρων ἡμῶν τὰ φρονήματα· ἐπεὶ, εἰ μὴ τοῦτο ἦν, πῶς μετὰ ταῦτα ἔλεγεν, “ὁ ζυγὸς μοῦ χρηστὸς, καὶ “ τὸ φορτίον μου ἐλαφρόν ἐστιν;” ὀνομάσας δὲ πύλην καὶ ἔδειξεν ἐκ τούτου, ὅτι οὐδὲν μόνιμον, ἀλλὰ πάντα παροδεύονται, καὶ τὰ λυπηρὰ καὶ τὰ χρηστὰ τοῦ βίου, καὶ οὐκ ἐκ τούτου δὲ ῥᾴδια τὰ τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐκ τοῦ εἰς χρηστὸν τέλος καταντᾷν τοὺς πόνους· εἰς ζωὴν γὰρ αἰώνιον εἰσάγουσιν, ὅπερ ἱκανόν ἐστιν παραμυθήσασθαι τοὺς ἀγωνιζομένους. εἰ δέ τινες αὐτὴν, καὶ οὕτως ἐπίπονον εἶναι, νομίζουσιν, τῆς αὐτῶν ῥαθυμίας ἡ [*](q δι’ ἀκριβοὺς Cod.)

54
ὑπόνοια μόνον. εἰπὼν δὲ ὅτι “ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτὴν,” πάλιν καὶ ἐνταῦθα τὴν τῶν πολλῶν ῥαθυμίαν ἐδήλωσεν, καὶ τοὺς ἀκούοντας ἐπαίδευσεν, μὴ ταῖς τῶν πολλῶν εὐημερίαις προσέχειν, ἀλλὰ τοῖς τῶν ὀλίγων πόνοις, καὶ τούτους ζηλοῦν.

[*](15)

Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων.

Ψευδοπροφήτας ἐνταῦθα, οὐ τοὺς αἱρετικοὺς αἰνίττεται, ἀλλὰ τοὺς βίου μὲν ὄντας διεφθαρμένου, προσωπεῖον δὲ ἀρετῆς περικειμένους, οὓς τῇ τῶν ἐπιθέτων προσηγορίᾳ, καλεῖν εἰώθασιν οἱ πολλοί. διὸ καὶ ἐπάγει λέγων·” ἀπὸ τῶν καρπῶν αὐτῶν, ἐπιγνώ- “ σεσθε αὐτούς· παρὰ γὰρ αἱρετικοῖς ἔστι πολλάκις καὶ βίον εὑρεῖν, παρὰ δὲ αὐτοῖς, οἷς εἶπον, οὐδαμῶς· εἰ γὰρ καὶ σχῆμα. τίζονται βίον ἐπιδείξασθαι ὀρθὸν, ἀλλὰ ταχέως ἀλλάσσονται, τὴν ἐπίπονον ὁδὸν βαδίζειν οὐ θέλοντες. καὶ σκοπήσωμεν τὴν ἡμερόἡμερότητα τοῦ φιλανθρώπου ἡμῶν δεσπότου. οὐ γὰρ εἶπε, “ κολάσατε “ αὐτούς. ἀλλὰ μὴ βλαβῆτε παρ’ αὐτῶν· μὴ ἀφύλακτοι αὐτοῖς περιπέσητε. καὶ τὸ ” μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, “ ἢ ἀπὸ τριβόλων σῦκα·” ἔτι δὲ καὶ τὰ τῶν δενδρῶν ὑποδείγματα καὶ τὸ ” ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε ” ἀμφότερα περὶ τῶν αὐτῶν πονηρῶν ἀνθρώπων εἶπε. δοκεῖ δέ μοι, καὶ Ἰουδαίους αἰνίττεσθαι, τοιούτους καρποὺς ἐπιδεικνυμένους· διὸ καὶ τῶν Ἰωάννου ῥημάτων ὑπέμνησεν, “ ὅτι πᾶν δένδρον,” διὰ τῶν τοιούτων ὀνομάτων, τὴν τιμωρίαν αὐτοῖς ὑπογράψας. καὶ γὰρ ἐκεῖνος τὰ αὐτὰ ἔλεγεν, ἀξίνης καὶ δένδρου κοπτομένου καὶ πυρὸς ἀσβέστου πρὸς αὐτοὺς μεμνημένος. καὶ δοκεῖ μὲν μία τίς τιμωρία εἶναι τὸ κατακαίεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο αὗται κολάσεις εἰσίν· ὁ γὰρ καιόμενος καὶ τῆς βασιλείας ἐκπίπτει πάντως· καὶ οἴδαμεν, ὅτι πολλοὶ τὴν γέενναν μόνον πεφρίκασιν· ἐγὼ δὲ τὴν ἔκπτωσιν τῆς δόξης ἐκείνης, πολὺ τῆς γεέννης κόλασιν πικροτέραν εἶναι φημι. εἰ δὲ μὴ δυνατὸν παραστῆσαι τῷ λόγῳ, θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ οἴδαμεν ἐκείνων τῶν ἀγαθῶν τὴν μακαριότητα, ἵνα καὶ τὴν ἀθλιότητα, τὴν ἀπὸ τῆς στερήσ ἕως αὐτῶν, σαφῶς ἴδωμεν.

Κυρίλλου. Οὗτοι εἰσὶν οἱ αἱρετικοὶ, ἤτοι οἱ διαλόγων πλαστῶν

55
καὶ ἀμφιάσεων ἐξαπατῶντές τινας, καὶ ὅτ’ ἃν πείσωσιν, τότε αὐτοῖς ὑποβάλλουσι ποιεῖν, ἃ μὴ θέμις.

[*](22)

Οὐ πᾶς ὁ λέγων μοι Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Toῦ Χρυσοστόμου. To “οὐ πᾶς ὁ λέγων μοι Κύριε, Κύριε,” καὶ τὰ ἑξῆς, σημαίνει ὅτι οὐ δεῖ μόνον πίστιν ἔχειν ὀρθὴν, τοῦ βίου ἠμελημένου, ἀλλὰ βίον ὀρθὸν μετὰ πίστεως· κἂν γὰρ σημεῖα, φησὶ, πολλὰ πεποιηκὼς ᾖ, καὶ οὐδὲν ἀγαθὸν ἐργασάμενος, τῶν προθύρων ἐκείνων οὐδαμῶς ἀξιωθήσεται· διὰ τούτων δεικνὺς, ὅτι ἡ πίστις οὐδὲν ἰσχύει χωρὶς τῶν ἔργων· μὴ θαυμάσωμεν δὲ εἰ τοιοῦτοι ὄντες πονηροὶ θαυματουργοῦσιν· ἡ γὰρ χάρις πᾶσα τῆς τοῦ δεδωκότος δωρεᾶς· ὅθεν καὶ τοῦ κολάζεσθαι εἰσὶν ἄξιοι, ὅτι περὶ τὸν οὕτω τιμήσαντα, ἵνα βίον ὀρθὸν ἐπιδείξωνται, ἀγνώμονες γεγόνασι καὶ ἀναίσθητοι· οὐδὲ γὰρ, ὥς τινες ὑπονοοῦσιν, ὅτι ἐν τῷ θαυματουργεῖν μὲν αὐτοὺς, βίον εἶχον ὀρθόν· ὕστερον δὲ μετεβάλλοντο καὶ τὴν ἀνομίαν ἐποίουν· τοῦτο γὰρ δεῖξαι σπουδάζει, ὅτι οὔτε πίστις οὔτε θαύματα ἰσχύει, εἰς τὴν βασιλείαν ει'σενεγκεῖν, βίου ὀρθοῦ μὴ παρόντος· καὶ τίνες οὗτοι φησι· πολλοὶ τῶν πιστευόντων ἔλαβον χαρίσματα, οἷος ἦν ὁ τὰ δαιμόνια ἐκβάλλων, καὶ οὐκ ὣν μετ’ αὐτοῦ, ὡς ἐν τοῖς ἁγίοις Εὐαγγελίοις γέγραπται, οἷος ἦν 1ούδ̀οας· καὶ γὰρ οὕτος πονηρὸς ὣν, χαρίσματα εἶχε. πολλοὶ δὲ καὶ ἕτεροι τῶν ἀναξίων χαρίσματα ἐλάμβανον· διὰ τὸ ἀρχὰς ἔχειν τὸ κήρυγμα, ὅπως ἐκ τούτου πολλὴ γένηται τῆς δυνάμεως αὐτοῦ ἡ ἐπίδειξις· καὶ ἐν τῇ παλαιᾷ δὲ, τοῦτο εὕροι τίς ἄν· καὶ εἰς ἀναξίους ἐνεργήσασαν τὴν χάριν πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ· καὶ γὰρ ὁ Βαλαὰμ καὶ ὁ Φαραὼ τοιοῦτος ἦν· διὸ φοβηθῶμεν, ἀγαπητοὶ, καὶ πολλὴν ἐπιμέλειαν ποιησώμεθα βίου· τὸ δὲ " οὐδέποτε ἔγνω ὑμᾶς,” δηλοῖ, ὅτι πολλοὺς ἐντεῦθεν ἤδη μισεῖ, καὶ πρὸ τῆς κρίσεως ἀποστρέφεται.

[*](24)

Ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.

Φρόνιμον δὲ δικαίως τὸν ἀκούοντα αὐτοῦ τοὺς λόγους, καὶ ποιοῦντα ὠνόμασε· καὶ γὰρ καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τῶν ἀπορῥήτων

56
ἀγαθῶν ἀξιωθήσεται, καὶ ἐν τῷ νῦν αἰῶνι, μετὰ ἀσφαλείας ζήσεται· καὶ οὐδενὶ τῶν δεινῶν εὐχείρωτος γενήσεται, καθὼς καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν, βροχὴν καὶ ποταμοὺς προσπεσόντας τῶν τοιούτων, τουτέστι τὰς ἀνθρωπίνας συμφορὰς καὶ δυσπραγίας, καὶ συκοφαντίας, καὶ ἐπιβουλὰς, καὶ μηδὲν αὐτῶν τοῦτον παραβλάψαντα· δείξας τὰ τῆς ἀρετῆς ἔπαθλα, καὶ ἐντεῦθεν ἤδη διδόμενα, δείκνυσι λοιπὸν οὕτως καὶ τὰ τῆς κακίας ἐπίχειρα παρεχόμενα, μωρὸν ἀποκαλῶν τὸν μὴ ποιοῦντα αὐτοῦ τοὺς λόγους· καὶ δικαίως, ὡς ἐπὶ ψάμμου τὴν οἰκίαν οἰκοδομοῦντος, καὶ πόνους μὲν ὑπομένοντος καὶ κόπους· εἰς μάτην δὲ πονοῦντος καὶ κοπιῶντος, ὡς τοῦ καρποῦ καὶ τῆς ἀναπαύσεως ἀποστερουμένου διὰ τῆς πτώσεως, καὶ ἀντὶ τούτου κόλασιν ὑπομένοντος· ὅτι γὰρ οἱ κακίαν μετιόντες κάμνουσιν καὶ κοπιῶσι, πᾶσι τοῦτο δῆλόν ἐστι· καὶ γὰρ ο ἅρπαξ καὶ ὁ μοιχὸς καὶ ὁ συκοφάντης, καὶ ὁ σπουδάζων πλουτεῖν, πολλὰ κάμνουσι καὶ ταλαιπωροῦσιν, ὥστε τὴν κακίαν εἰς τέλος ἀγαγεῖν, καὶ ὁ πόρνος δὲ καὶ ὁ ἀσελγὴς καὶ ὁ θυμώδης καὶ πάντες οἱ τοιοῦτοι, ἐπὶ τῆς ψάμμου οἰκοδομοῦσιν.

[*](27)

Καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοί.

Ωριγένουσ. βροχὴ ὁ διάβολος· ποταμοὶ οἱ ἀντίχρηστοι ἄνεμοι, τὰ πνευματικὰ τῆς πονηρίας.

Εὐσεβίου. Οἰκία ἐστὶν ἡ τῆς ἀρετῆς ἐργασία· πέτρα δὲ ἡ πίστις· ἄνεμοι δὲ βροχαὶ καὶ ποταμοὶ, πᾶν εἶδος πειρασμοῦ.

Θεοδώρου μονάκου. Μωρὸς ἐπὶ ψάμμου οἰκοδομῶν ἐστιν, πάντες οἱ ποιοῦντες τί κακὸν, ὃ οὗτοι ἄνευ κόπου ποιοῦσιν· ἄμμας δὲ ἡ εὐήθεια· μεγάλην δὲ λέγει τὴν πτῶσιν τῶν πιστῶν, καὶ μετατραπέντων, ὡς ἀπὸ τοῦ ὑψηλοτάτου πύργου πεσόντων· οἱ γὰρ ἄπιστοι οὐ πίπτουσιν, ἀλλὰ r χαμαὶ εἰσιν.

Τοῦ Χρυσοστόμου. τίνος χάριν οὐκ ἤλγησαν οὐδὲ ἐνάρκησαν οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ πρὸς τὸ φορτικὸν τῶν εἰρημένων, καὶ τὸ ὕψος τῶν ἐπιταγμάτων, ἀλλὰ μᾶλλον καὶ ἐξεπλήσσοντο, διὰ τὴν τοῦ διδάσκοντος ἰσχύν; πολλοὺς γὰρ αὐτῶν εὐθέως εἷλεν καὶ ἔπεισεν ἐκ τῶν εἰρημένων, ὥστε καὶ μετὰ τὸ παύσασθαι ἀκολουθεῖν αὐτῷ· ἐθαύμαζον γὰρ μάλιστα τὴν ἐξουσίαν, διὰ τὸ μὴ εἰς ἕτερον ἀναφέρειν τὰ λεγόμενα, ἀλλὰ πανταχοῦ ἑαυτὸν [*](r ἀλλὰ εἰ χ. Cod.)

57
ἐπιδεικνύμενον τὸ κόρος ἔχοντα· καὶ γὰρ νομοθετῶν συνεχῶς προσετίθει, “ ἐγὼ δὲ λέγω ὑμῖν,” καὶ τῆς ἡμέρας ἀναμιμνήσκων ἐκείνης, ἑαυτὸν ἐδείκνυ τὸν δικάζοντα.

Περὶ τοῦ λεπροῦ.

[*](2)

Καὶ ἰδοὺ λεπρὸς προσελθὼν, προσεκύνει αὐτῷ, λέγων.

Πολλὴ ἡ σύνεσις καὶ ἡ πίστις τοῦ προσελθόντος λεπροῦ· οὐδὲ γὰρ ἀνελθὼν εἰς τὸ ὄρος, διέκοψε τὴν διδασκαλίαν, ἀλλὰ ἀνέμεινε τὸν προσήκοντα καιρὸν, καὶ καταβάντι αὐτῷ προσέρχεται μετὰ πολλῆς τῆς θερμότητος· οὐδὲ γὰρ εἶπεν, ἐὰν παρακαλέσῃς τὸν Θεὸν, οὐδὲ ἐὰν εὔξῃ, ἀλλὰ “ἐὰν θέλῃς, δύνασαι με “καθαρίσαι·” διάτοι τοῦτο οὐδὲ εἶπεν αὐτῷ, ὅτι πιστεύεις εἰ δύναμαι τοῦτο ποιῆσαι, ἀλλὰ καθάρθητι· καὶ τὸ ἔργον εὐθέως ἠκολούθησε τῇ φωνῇ. τίνος δὲ χάριν θελήματι καθαίρων αὐτὸν καὶ τῷ λόγῳ, τὴν τῆς χειρὸς προσέθηκεν ἁφήν; ἵνα δείξῃ καὶ ἐντεῦθεν, ὅτι οὐκ ὑπόκειται τῷ νόμῳ, ἀλλ’ ἐπίκειται, καὶ ὅτι τῷ καθαρῷ λοιπὸν οὐδὲν ἀκάθαρτον. κελεύει δὲ μηδενὶ εἰπεῖν, διὰ τὸ ἀκόμπαστον καὶ ἀφιλότιμον· καίτοι γε ἤδει ὅτι ἀνακηρύξει ἐκεῖνος τὸν εὐεργέτην, ἀλλ’ ὅμως τὸ αὐτοῦ ποιεῖ· ἀλλαχοῦ δὲ κελεύει εἰπεῖν, οὐχ ἑαυτῷ ἐναντιούμενος, ἀλλὰ παιδεύων εὐγνώμονας εἶναι· διὰ μὲν τοῦ λεπροῦ τούτου, ἀτύφους ἡμᾶς παρασκευάζων καὶ ἀκενοδόξους· διὰ δὲ ἐκείνου, εὐχαρίστους καὶ εὐγνώμονας εἶναι παιδεύων. πανταχοῦ τῶν γινομένων τὴν εὐφημίαν ἀναφέρει τῷ δεσπότῃ· δεῖξαι δὲ ἑαυτὸν ἐκέλευσε τῷ ἱερεῖ, καὶ δῶρον προσένεγκε· καὶ ἐνταῦθα πάλιν τὸν νόμον ἀναπληρῶν· οὐδὲ γὰρ πανταχοῦ ἐφύλαττεν, ἀλλὰ ποτὲ μὲν τοῦτο ἐποίει, ποτὲ δὲ ἐκεῖνο· τοῦτο μὲν, τῇ μελλούσῃ φιλοσοφίᾳ προοδοποιῶν· ἐκεῖνο δὲ, τὴν ἀναίσχυντον τῶν Ἰουδαίων τέως κατέχων γλῶτταν, καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ· καὶ τί τοῦτό, φησι, πρὸς τὴν τοῦ νόμου λυσιτελεῖ φυλακήν; οὐ τὸ τυχόν· καὶ γὰρ νόμος ἦν παλαιὸς τὸν λεπρὸν κέντα, μὴ ἑαυτῷ τὴν δοκιμασίαν ἐπιτρέπειν τοῦ καθαρισμοῦ, ἀλλὰ φαίνεσθαι τῷ ἱερεῖ, καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἐκείνου παρέχειν τὴν ἀπόδειξιν, καὶ ἀπὸ τῆς

58
αὐτοῦ ψήφου, ἐγκρίνεσθαι τοῖς καθαροῖς. τὸ δὲ εἰς “ μαρτυρίαν “ αὐτοῖς,” τοῦτό ἐστιν, ἀντὶ τοῦ εἰς ἔλεγχον, εἰς κατηγορίαν, ἔαν ἀγνωμονῶσιν.

Περ τοῦ ἑκατοντάρχου.

[*](5)

ΠροσῆΛθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων.

Ὁ μὲν λεπρὸς καταβάντι ἀπὸ τοῦ ὄρους προσῆλθεν· ὁ δὲ ἑκατόνταρχος, οὕτως εἰσελθόντι εἰς Καπερνάουμ. τίνος ἕνεκεν οὔτε οὗτος οὔτε ἐκεῖνος εἰς τὸ ὄρος ἀνέβησαν; οὐ διὰ ῥαθυμίαν· καὶ γὰρ ἀμφοτέρων ἡ πίστις θερμὴ, ἄλλως τε μὴ ἐκκόψαι τὴν διδασκαλίαν. οὐκ ἤγαγε δὲ τὸν ἀσθενοῦντα πρὸς τὸν Χριστόν· διὰ τὸ μεγάλην αὐτὸν ἔχειν πίστιν· ἤδει γὰρ σαφῶς ὅτι καὶ ἐπίταγμα ἀρκεῖ μόνον εἰς τὴν ἀνάστασιν τοῦ κειμένου· καὶ ὁ Κύριος δὲ διὰ τοῦτο, ὅπερ μηδαμοῦ πρότερον ἐποίησεν, ἐνταῦθα ποιεῖ, πανταχοῦ ἑπόμενος τῇ προαιρέσει τῶν ἱκετευόντων· ἐνταῦθα αὐτὸς ἐπαγγέλλεται παραγενέσθαι εἰς τὴν οἰκίαν, καὶ θεραπεῦσαι τὸν ἀσθενοῦντα· ποιεῖ δὲ τοῦτο r, ἵνα μάθωμεν τὴν ἀρετὴν τοῦ ἑκατοντάρχου. εἰ γὰρ μὴ τοῦτο ἐπηγγείλατο, ἀλλ’ εἶπεν, ὕπαγε, ἰάθη ὁ παῖς σου, οὐδὲν ἃν τούτων ἔγνωμεν· τι γάρ. φησιν ὁ ἑκατόνταρχος; “οὐκ εἰμὶ ἱκανὸς καὶ τὰ ἐξῆς· ἀκούσωμεν s ὅσοι τὸν Χριστὸν μέλλομεν ὑποδέχεσθαι, καὶ ζηλώσωμεν, καὶ μετὰ τοσαύτης σπουδῆς δεξώμεθα· καὶ γὰρ ὅταν πένητα ὑποδεξώμεθα πεινῶντα καὶ γυμνὸν, ἐκεῖνον καὶ ὑπεδεξάμεθα καὶ ἐθρέψαμεν· διὰ τι δὲ ἐθαύμασεν αὐτοῦ τὴν πίστιν ἐπὶ τοῦ τοσούτου πλήθους, καὶ κρείττονα εἶναι αὐτὸν παντὸς τοῦ πλήθους τῶν Ἰουδαίων ἀπεφήνατο, καὶ τὰς τῆς βασιλείας δώσει τιμὰς, τὴν ἐν τοῖς κόλποις τῶν πατριαρχῶν ἀνάκλισιν t διδούς; ἵνα καὶ τοῖς ἄλλοις ὑπόδειγμα δώσῃ, ὥστε αὐτὸν ζηλοῦν, καὶ παιδευθῶμεν πιστεύειν οὕτως· ὅθεν καὶ κατὰ τὴν πίστιν αὐτοῦ, ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. χρὴ δὲ γινώσκειν, ὅτι αὐτός ἐστιν ὁ παρὰ τῷ Λουκᾷ μνημονευόμενος· ὁ δὲ παρὰ τῷ Ἰωάννῃ ἕτερος.

[*](r τούτῳ Cod. s ἀκούσομεν Cod. t ἀνάκλησιν Cod.)
59
[*](8)

Ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.

Σευήρου Ἀντιοχείασ ἐν Ὑπακοῆι. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν Ἰησοῦς ὁ Θεὸς, εἰδὼς τὸν ἐναποκείμενον τῆς πίστεως θησαυρὸν τῇ τοῦ ἑκατοντάρχου ψυχῇ, ἑκὼν πρὸς τὸ ταπεινὸν ὑποβὰς, εἶπεν· ἐγὼ ἐλθὼν εἰς τὸν οἰκόν σου θεραπεύσω τὸν παῖδα σου· καὶ τοῦτο τὸ ῥῆμα πᾶσαν αὐτοῦ τὴν καρδίαν ἐξήντλησεν· ἐπίστευσε γὰρ αὐτὸν εἶναι Θεὸν ἀληθῆ, καὶ ἐβόησεν· “εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.” εἰ γὰρ ἐγὼ στρατιώτης ὣν, καὶ ὑπὸ ἐξουσίαν βασιλέως τελῶν, τοῖς δορυφόροις ἐντέλλομαι, πῶς οὐ μᾶλλον αὐτὸς ὁ τῶν ἄνω καὶ ἀγγελικῶν δυνάμεων ποιητὴς, ὃ θέλεις ἐρεῖς, καὶ γενήσεται;

Ὠριγένουσ. Καὶ ζωῆς καὶ θανάτου εἶχεν ὁ ἑκατόνταρχος τὸν Ἰησοῦν ἐξουσιαστήν· διὸ καὶ ἐθαυμάσθη· οὐδένα ἐν τῇ Ἱερουσαλὴμ εὑρίσκομεν καταθαρρήσαντα τῷ θανάτῳ.

[*](10)

Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

Ὁρᾷς πῶς ἕκαστον τῶν μαρτυρησάντων αὐτῷ τὴν ἐξουσίαν θαυμάζει· ἵνα δὲ καὶ ἐκ τοῦ ἐναντίου τοῦτο μάθῃς· ἐπειδὴ ἡ Μάρθα τούτων οὐδὲν εἶπεν, ἀλλὰ τοὐναντίον· ὅτι ὅσα ἃν αἰτήσῃ τὸν Θεὸν δώσει σοι, οὐ μόνον οὐκ ἐπῃνέθη, καίτοι γνώριμος οὖσα, καὶ ἀγαπητὴ, καὶ τῶν σφόδρα περὶ αὐτὸν ἐσπουδακότων, ἀλλὰ καὶ ἐπετιμήθη, καὶ διορθώθη παρ’ αὐτοῦ, ὡς οὐ καλῶς εἰρηκυῖα· καὶ γὰρ ἔλεγεν αὐτῇ· “ οὐκ εἶπον σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει “ τὴν δόξαν τοῦ Θεοῦ;” ὡς μηδέπω πιστεύσασαν ἦν ἐγκαλῶν.

Ἀλλοσ. Ἆρα τὸ μεγάλα περὶ αὐτοῦ φαντάζεσθαι, τοῦτο μάλιστα πίστεως καὶ βασιλείας καὶ τῶν ἄλλων πρόξενον ἀγαθῶν· οὐδὲ γὰρ μέχρι λόγων γέγονεν αὐτῷ ὁ ἔπαινος, ἀλλὰ καὶ τῶν νοσούντων ὑγιᾶ ἀπέδωκεν ἀντὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφανον, καὶ μεγάλα ἐπαγγέλλεται δωρεᾶς.

[*](11)

Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραάμ.

Ωριγένουσ. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ τῆς πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ δι’ αὐτῆς ἔρχονται. ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται· ἐπειδὴ

60
ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ διασώζονται· οὐ πολλοὶ γὰρ ἐπίστευον εἰς αὐτὸν, ἀλλ’ ὀλίγοι· διὸ ἔλεγε· “ μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον,” καὶ τὰ ἑξῆς· προφητικῶς δὲ ἐλέχθη “ πολλοὶ ἥξουσιν” ὡς περὶ τῶν μελλόντων πιστεύειν u ἀπὸ τῶν ἐθνῶν, “ ἀπὸ ἀνατολῶν καὶ “ δυσμῶν·” αὐτοὺς δὲ τοὺς Ἰσραηλίτας ἐκβαλλομένους εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ μετ’ ὀλίγα — Τὸ δὲ “ἀνακλιθήσονται “ ἐν κόλπῳ Ἀβραὰρμ” καὶ τὰ ἑξῆς, τάχα περὶ τοῦ “ ὡμοιώθη ἡ “ βασιλεία ἀνθρώπῳ ποιήσαντι γάμους τῷ υἱῷ αὐτοῦ, καὶ “ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ τὰ ἑξῆς· καὶ πάλιν, “ οἱ “ υἱοὶ τῆς βασιλείας ἐκβαλλόμενοι, κατὰ τοὺς Ἰσραηλίτας, “ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, τὰ ἔθνη.