Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ.
[*](22)Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός.
Ἡ μὲν τοῦ δαίμονος τούτου πονηρία ἑκατέραν τὴν εἴσοδον τοῦ ἀνθρώπου τούτου ἀπέφραξεν, δι’ ἧς ἤμελλε πιστεύειν, θεωρίαν τὲ καὶ ἀκοὴν, ἀλλ’ ὅμως ἑκατέραν ὁ Χριστὸς ἀνέῳξεν.
Διατί δὲ καὶ ἄλλοτε κατηγορησάντων τῷ Χριστῷ, ὅτι ἐν τῷ Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, τότε μὲν οὐκ ἐπέτρεψεν διδοὺς αὐτοῖς χώραν, ἀπό τε τῶν σημείων γνῶναι αὐτοῦ τὴν
Εἰπὼν δὲ “ἆρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία p τοῦ Θεοῦ.” περὶ τῆς ἑαυτοῦ πρωτῆς παρουσίας λέγει, δεικνὺς αὐτοῖς ὅτι ὤφελον σκιρτᾷν καὶ χαίρειν ὅτι τὰ μεγάλα καὶ ἀπόρρητα ἐκεῖνα παραγέγονεν ἀγαθὰ, τὰ πάλαι παρὰ τῶν προφητῶν ᾀδόμενα· αὐτοὶ δὲ τοὐναντίον ἐποίουν· οὐ μόνον δεχόμενοι αὐτὰ, ἀλλὰ καὶ διαβάλλοντες, καὶ συντιθέντες οὐκ οὔσας αἰτίας· ὅτι “ἐγὼ μέν, “φησιν, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια,” ὅπερ ἐστι μεγίστης δυνάμεως ἔργον, καὶ οὐ τῆς τυχούσης χάριτος· ὑμεῖς δὲ δι’ ὧν φθέγγεσθε, τῇ ὑμετέρᾳ σωτηρίᾳ πολεμεῖτε. ὅπερ δὲ εἶπεν, “ὅτι πῶς δύναται εἰσελθεῖν εἰς τὴν οἰκίαν” καὶ τὰ ἑξῆς· οὕτως χρὴ νοεῖν· ὅτι οὐ μόνον ὁ Σατανᾶς τὸν Σατανᾶν οὐκ P τὴν βασιλείαν Cod.
Ὠριγένουσ. Ἰσχυρός ἐστιν ἡ ἁμαρτία· οἶκος δὲ τούτου, τὸ σῶμα, ὁ παλαιὸς ἄνθρωπος.
Τοῦ αὐτοῦ· Ἡ οἰκία τοῦ ἰσχυροῦ, ὁ περίγειος τόπος· ἰσχυρὸς δὲ ὁ διάβολος· σκεύη δὲ τοῦ ἰσχυροῦ, οἱ ὑπαγόμενοι τοῖς θελήμασιν αὐτοῦ.
Τοῦ αὐτοῦ. Ἐὰν μὴ περάσῃ καὶ δήσῃ, φησὶν, τὸν εὐσεβῆ καὶ ἰσχυρὸν λογισμὸν τοῦ νοὸς, ἡ ἀντικειμένη τοῦ ἰσχυροῦ, λέγω δὴ τοῦ διαβόλου ἡ δύναμις, οὐ δύναται τὰς τῆς ψυχῆς ἀρετὰς λυμήνασθαι· καὶ τὴν οἰκείαν αὐτῆς σύζυγον, λέγω δὴ τὸ σῶμα, σὺν αὐτὴ ἐξαφανίσαι.
Τοῦ Χρυσοστόμου. Περὶ τοῦ διαβόλου καὶ ἐνταῦθα λέγει καὶ τῶν δαιμόνων· ὅτι ἐγὼ μέν, φησι, βούλομαι τῷ Θεῷ προσάγειν, καὶ ἀρετὴν καὶ βασιλείαν καταγγέλλειν· ὁ δὲ διάβολος καὶ οἱ δαίμονες τὰ ἐναντία τούτοις. πῶς οὑν ὁ μὴ μετ’ ἐμοῦ ὣν, ἐμοὶ συμπράττειν ἔμελλεν; οὐ μόνον δὲ οὐ συμπράττειν, ἀλλὰ καὶ σκορπίζειν ἐπιθυμεῖ τὰ ἐμά. ταῦτα δὲ λέγει, ἵνα δείξῃ πολλὴν αὐτοῦ πρὸς τὸν διάβολον τὴν ἔχθραν, καὶ ἄφατον οὖσαν.
Τί ἐστιν “ὅτι πᾶσα ἀμαρτία” καὶ τὰ ἑξῆς; ὃ δὲ λέγει τοῦτό ἐστιν· πολλὰ, φησὶ, κατ’ ἐμοῦ εἰρήκατε, ὅτι πλάνος εἰμὶ καὶ ἀντίθεος· ταῦτα οὖν ἀφίημι ὑμῖν, καὶ οὐκ ἀπαιτῶ δίκας ὑμᾶς· ἔστω γὰρ ἐμοὶ πταίετε q διὰ τὴν σάρκα ἣν περίκειμαι. διατί εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ἁμαρτάνετε; μὴ γὰρ καὶ περὶ αὐτοῦ ἔχετε εἰπεῖν, ὅτι ἀγνοοῦμεν αὐτό· διὰ δὴ τοῦτο καὶ ἐνταῦθα κολασθήσεσθε [*](q πτέετε Cod.)
Ἐν τῷ “ποιήσατε ποιήσατε τὸ δένδρον” καὶ τὰ ἑξῆς ὃ δὲ λέγει τοῦτό ἐστιν. οὐδεὶς ὑμῶν, φησιν, εἶπεν ὅτι πονηρὸν ἔργον ἐστὶν τὸ δαίμονας ἀπελαύνειν καὶ ἐξ αὐτῶν ἐλευθεροῦν ἀνθρώπους· εἰ γὰρ καὶ σφόδρα ἠναισχύντουν, οὐκ ἠδύναντο τοῦτο εἰπεῖν. ἐπεὶ οὖν τοῖς μὲν ὠοῖς οὐκ ἐμέμφοντο· τὸν δὲ ταῦτα ἐργαζόμενον, φησὶν, ὅτι παρὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῦτο ποιεῖτε. καὶ γὰρ ἡ τοῦ δένδρου διάκρισις ἀπὸ τοῦ καρποῦ φαίνεται, οὐχ ὁ καρπὸς ἀπὸ τοῦ δένδρου· ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε· εἰ γὰρ καὶ τὸ δένδρον τοῦ καρποῦ αἴτιον, ἀλλ’ ὁ καρπὸς τοῦ δένδρου γνωριστικός· ἀκόλουθον οὖν, ἣ καὶ τὸ δαίμονας ἐλευθεροῦν ἐνδιαβάλλειν, ἐνδιαβάλλοντες ἐμὲ τὸν ἐλευθεροῦντα, ἣ τοῦτο ἐπαινοῦντας, καὶ ἐμὲ τὸν ἐργαζόμενον κατηγορεῖν.
Ὠριγένουσ. Δένδρον καλὸν, ἣ τὸ Ἅγιον Πνεῦμα, σαπρὸν τὸ [*](r Sic. s κολ Cod.)
Γεννήματα ἐχιδνῶν πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες.
Θεοδώρου Μομψουεστίασ. Ὠ, φησι, πάντων ἀνθρώπων πονηρότατοι, καὶ κατὰ μηδὲν τῇ πονηρίᾳ τῶν ἐχιδνῶν ἀφεστηκότες. οὐ θαυμαστὸν εἰ μηδὲν φθέγγεσθε ἀγαθόν· ἕπεται γὰρ τῇ διαθέσει τῆς ψυχῆς τὰ ῥήματα· ἀλλὰ πῶς εὔφημα φθέγγεσθε, τὰ χείρω προειρημένα καθάπαξ, καὶ πρὸς τὸ χεῖρον ἐκκλίνοντες.
[*](36)Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργόν.
Τοῦ Χρυσοστόμου. Ἀργὸς λόγος ἐστὶν ὁ ψευδὴς, ἡ αἰσχρολογία, ὁ συκοφαντίαν ἔχων τὸ γέλωτα κινοῦν ῥῆμα, καὶ πᾶν τὸ μὴ κατὰ πράγματος κείμενον, ὑπὲρ οὗ, φησὶν, ἀποδώσει πᾶς ἄνθρωπος λόγον ἐν ἡμέρᾳ κρίσεως. ἐκ γὰρ τῶν λόγων ἡμῶν δικαιοθησόμεθα, καὶ ἐκ τῶν λόγων ἡμῶν κατακριθησόμεθα· ὅπερ ἐστι δικαστηρίου ἡμέρου καὶ ἀνεπαχθοῦς· οὐ γὰρ ἐξ ὧν ἕτερος, φησὶν, εἶπε περὶ σοῦ, ἀλλ’ ἐξ ὧν αὐτὸς ἐφθέγξω, τὰς ψήφους ὁ δικαστὴς ἐξενέγκῃ. διὰ τοῦτο οὖν ἀγαπητοὶ, πᾶσαν σπουδὴν εἰσενέγκωμεν, μὴ μόνον τοῦ μηδὲν ἡμᾶς ἀργὸν φθέγγεσθαι, ἀλλὰ καὶ τὸ πάντοτε περὶ τῶν ἐντολῶν τοῦ Θεοῦ διαλέγεσθαι.