In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐπιφανῆ γενέσθαι φαμὲν ἐπ’ αὐτοὺς τὸν κύριον, ὡς ὠλοθρευκότα πάντας αὐτῶν τοὺς θεοὺς, πάλαι μὲν διὰ τῶν ἐξ Ἰσραὴλ ταῖς τῶν ἀλλοφύλων πόλεσι συγκαταπιμπράντων εὐσθενῶς τά τε ἐν τοῖς τεμένεσιν ἕδη καὶ τοὺς ἐν αὐτοῖς βωμούς. κατὰ ’δε γε τὸν καιρὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τουτὶ γεγονὸς ἀληθέστερον κατίδοι τις ἃν, ὅτε καὶ Θεὸς ὢν ὁ Λόγος, γέγονε καθ’ ἡμᾶς καὶ ἐπιφανής· καὶ γοῦν [*](IS. Joan. i. 1.) οἱ θεσπέσιοι μαθηταὶ τὸν ὄντα ἀπ’ ἀρχῆς, ὃν ἀκηκόασι, τοῦκατεξανέστησαν [*](1. D. κατεξανιστάμενοι Edd. 2. τὲ om. πρὸς τοῦτο χρώμενοι] Sic edidi ex D. χρώμενον (sic) D.] χρώμενοι πρὺς τούτω Edd. ἐπεὶ δὲ Edd. 3. τῷ D. τὰ Edd, 4. αὐτοὺς D. αὐτοῖς Edd. 7. χειρὸς pro πυρὸς (sic) Edd. 9. σώσειαν B.D. ἐκσώσειαν Edd. 10. σφισιν αὐτοῖς — τά εἴδωλα] ἑαυτοῖς βοηθεῖν μὴ δυνάμενοι· τὰ γὰρ εἴδωλα D. 11. κωφὸς Edd. 14. ἔπλασαν habet Β. 16. πάντες om. Β. 18. αὐτοῦ habet Β. (ut infra.) αὐτῶν F. (Alex. 42.) 23. τε assumptum ex B.)

203
τον αὐτὸν ψηλαφῆσαί τε χερσὶ καὶ ἰδεῖν ἔφασκον ὀφθαλμοῖς. ἐμφανὴς γὰρ γέγονεν ὁ τοῦ ὁρᾶσθαι κρείττων ὡς [*](c) Θεὸς, ψάλλει δέ που καὶ ὁ Δαυείδ “Ὁ Θεὸς ἐμφανῶς ἥξει, [*](P. xlix. 3.) “ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.’’ ἐπειδὴ δὲ γέγονεν ἐμφανὴς “καὶ ἐπὶ γῆς ὤφθη,’’ κατὰ τὸ γεγραμμένον, “καὶ [*](Bar. iii. 38.) “τοῖς ἀνθρώποις συνανεστράφη,’’ τότε καὶ ἀπολώλασιν αἱ βδελυραί τε καὶ βέβηλοι τῶν εἰδώλων ἀγέλαι· ἀνῄρηται δὲ εἰσάπαν καὶ τὸ τοῦ διαβόλου κράτος, ἕκαστος δὲ λοιπὸν τῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς ἐπίγνωσιν ἀληθείας ἐνηνεγμένων μένων προσάγει δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ [*](d) Πατρὶ τὴν προσκύνησιν ἐκ του τόπου αυτου, καὶ οὐκ ἔτι μὲν ἐστι κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεὸς, ἀλλὰ καὶ [*](Ps. lxxv. 2.) αἱ τῶν ἐθνῶν χῶραί τε καὶ πόλεις, κἂν εἰ τῆς Ἰουδαίας ἀπονοσφίζοιντο μεσολαβούσης θαλάσσης, οὐδὲν ἧττον προσίασι τῷ Χριστῷ, προσάγουσι τὰς λιτὰς, ἀνάπτουσι τὰς δοξολογίας, ἀκαταλήκτοις εὐφημίαις καταγεραίρουσι. πάλαι μὲν γὰρ ἦν “ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·’’ νυνὶ δὲ [*](Ib.) λοιπὸν τοῖς ἁπανταχῆ γέγονε γνωριμώτατον, γῆ δὲ καὶ [*](e) θάλαττα μεστὴ τῆς δόξης αὐτοῦ. καὶ τοῦτο ἦν ἄρα τό “Σῶ ἐγὼ, λέγει κύριος Ἤ μὴν ἐμπλησθήσεται τῆς δόξης [*](Num. xiv. 21.) “κυρίου πᾶσα ἡ γῆ.’’ προσκυνήσει δὴ οὖν ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ φησι. προανατυπῶν μὲν γὰρ ὁ νόμος τῆς Ἐκκλησίας τὸ κάλλος, τὴν ἀρχαίαν ἐκείνην τοῖς ἐξ Ἰσραὴλ ἀνώρθου σκηνήν· ἧς εἰς τύπον καὶ ἐν τοῖς Ἰεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ἐγήγερτο ναός. προστέταχε δὲ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωυσῆς, ἤγουν δι’ ἐκείνου Θεὸς, [*](a 601 Α.) ἐκ πάσης τῆς Ἰουδαίων χώρας τοὺς προσκυνεῖν ἐθέλοντας ἀναφοιτᾶν εἰς Ἱεροσόλυμα, θύειν τε οὕτω καὶ προσκυνεῖν τῷ Θεῷ, καὶ θάνατος ἦν ἡ δίκη τοῖς ἔξω θύουσι τοῦ ναοῦ. ἐπειδὴ δὲ παρελήλακε τῆς σκιᾶς ὁ καιρὸς, πέπαυται τὰ ἐν [*](3. που om. Β. ὁ prius assumptum ex Β. 10. τῷ Θεῷ καὶ Πατρὶ om. Β. Haec verba habet D. 12, Ἰουδαίων Aub. 18. ἁπαν- ταχοῦ Edd. γνωριμώτατος iid. 24. ἀνώρθου D. Migne. ἀνώρθουν Edd. 25. ἐγήγερται iid. 27. Ἰουδαίας iid. )
204
τύποις, ἐγνώκαμέν τε λοιπὸν ὡς οὐκ ἐν τόπῳ τὸ θεῖον, [*](Acta SS. App. vii. 48; xvii. 24.) οὔτε μὴν “Ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,” πληροῖ δὲ μᾶλλον οὐράνους τε καὶ γῆν καὶ τὰ κατωτέρω· ταυτῃτοι πανταχῆ τε αὐτὸν καὶ ἐν πᾶσιν εἶναι πιστεύοντες [*](b) ᾗπερ ἂν ἕκαστος ὢν τυγχάνῃ, ἐκεῖ ποιεῖται τὴν προσκύνησιν, [*](Hier. xxiii. 23.) ὡς ἐγγὺς ἔχων τὸν λέγοντα Θεόν “Θεὸς ἐγγίζων ἐγώ εἰμι, “λέγει κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν.”