In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ διελεύσουται ὲν θαλάσσῃ στενῇ, καὶ πατάξουσιν ἑ θαλάσσῃ [*](3. καὶ prius om. C, 4. ἀπαλλαχθήσεσθαί C. 10. Γαλααδῖτιν correxi ex C. Γαλααδίτην Edd. ante Migne. 12. δὲ assumptum ex C.b. 15. ὁ alt. assumptum ex B.C. 16. ἐκ assumptum ex C. αἰχμαλωτισάντων C.D. Edd. αἰχμαλωτευσάντων b. 20. δὲ D.b. Nik. in ps. ciii. Edd. τε C. 21. δι’] διὰ τὴν b. κέδρον Edd. κέδρου Migne. ἀνατεθήλασι B.C.D.b. Nik. ἀνατεθήλας in codice esse dicit Pont. ἀνατεθηλυῖαι (e conj.) Edd. 22. ἂν assumptum ex C. Nik. 25. ὀνομάζει C. ὠνόμαζε Edd.)

444
κύματα, κὼ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶ, καὶ ἀφαιρεθήσεται πάθα ὓβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου [*](12 e) περιαιρεθήσεται, καὶ κατισχύσω σὐτοὺς ἑ Κυρίῳ Θεῷ αὐτῶν, κὼ ἐν τῳ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος.

Ὡς ἐξ ὁμοιότητος τῶν τοῖς ἀρχαιοτέροις δεδωρημένων, τοῖς εἰς Χριστὸν πιστεύουσι τῆς ἐπικουρίας ἡ ὑπόσχεσις. ὥσπερ γὰρ τὴν ἐρυθρὰν διεβιβάσθη θάλασσαν ὁ Ἰσραὴλ, [*](Exod. xv. 8.) τῶν ἐν αὐτῇ κατευμεγεθήσας κυμάτων· “ ἐπάγη γὰρ ὡσεὶ “ τεῖχος τὰ ὕδατα, Θεοῦ τὸ χρῆμα παραδόξως ἀποπεραίνοντος· [*](754 A. Jos. iii. 17.) καὶ ὥσπερ ποδὶ διέβησαν τὸν Ἰορδάνην· οὕτω, 17, φησὶν, οἱ διὰ Μωυσέως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις ἀνασεσωσμένοι, διαπεραιώσονται μὲν οἷά τινα θάλασσαν ἀγρίως κατακυμαίνουσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τύρβης ἔξω γεγονότες κοσμικῆς, σχολαῖοι λατρεύσουσι τῷ κατὰ φύσιν ὄντι Θεῷ. διαβήσονται δὲ καὶ πειρασμοὺς, οἷά τινας ποταμοὺς ἐπικλύζοντας, ὡς ἐπ’ αὐτῷ δὴ τούτῳ [*](Ps.cxxiii. 1-5.) μεγάλα χαίροντας λέγειν “ Εἰ μὴ ὅτι κύριος ἦν ἐν [*](b) “ εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ “ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον “ ἡμᾶς, ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα “ τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ “ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπό “ στατὸν. ὥσπερ δὲ, φησὶν, αἰχμάλωτος γεγονὼς ὁ Ἰσραὴλ, καὶ εἰς Ἀσσυρίους τε καὶ Μήδους ἀπενηνεγμένος, μένος, διέδρα τὰς ἐκείνων ὕβρεις ἤτοι πλεονεξίας· ἀνεκομίσθη γὰρ πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ὥσπερ τὰς τῶν Αίγυπτίων ἀπεσείσατο [*](1. ποταμῶν C. τῶν ποταμῶν F. Edd. 3. περιερεθήσεται C. 5. δεδωρημένων] γεγενημένων C. 9. ἀποπεραίνοντος C. περαίνοντος Edd. 10. διέβησαν B.C. διεβήβασαν Edd. διεβίβασαν Migne. II. οἱ om. C. 13. διαπεραιώσονται post θάλασσαν tr. (omittens μὲν) C. invitis D.b. 15. λατρεύσουσι B.C.D. λατρεύουσι b. Edd. 18. μεγάλα accessit ex C. 23. ὄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν om. D. 25. τε Om. C.b. 26–445. 1. Haec ἀνεκομίσθη — πλεονεξίας accesserunt ex C. Desunt in D.)

445
πλεονεξίας, ἀεὶ προσκειμένων καὶ πολεμεῖν εἰωθότων αὐτοῖς· κατὰ τὸν ἴσον τρόπον φησὶν, οἱ λελυτρωμένοι διὰ Χριστοῦ [*](c) κρείττους ἔσονται τῶν ἐχθρῶν, ὁρατῶν δηλονότι καὶ ἀοράτων, οἳ μονονουχὶ καὶ κατεβιάζοντο πρὸς ἀβούλητον δουλείαν αὐτοὺς, καὶ οἷον αἰχμαλώτους γεγονότας καὶ τοῖς ἐξ ἰδίας σκαιότητος συνεῖχον δεσμοῖς. ἀλλὰ καὶ τούτων ἔσονται κρείττους, ὕβρεις τε τὰς παρ’ ἐκείνων διαφεύξονται καὶ πλεονεξίας, Θεοῦ κατισχύοντος, ἐφ’ ᾧ καὶ καυχήσονται. μέγα γὰρ φρονοῦμεν ἐπὶ Χριστῷ, καὶ αὐτὸν ἰσχὺν πεποιήμεθα, καὶ ἐπ’ αὐτῷ τεθαρρήκαμεν καὶ τῆς ἑαυτῶν ζωῆς [*](d) ὅλας ἔχομεν τὰς ἐλπίδας. “ Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, [*](Es. lxiii. 9.) “ ἀλλ’ αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς. καὶ ἧ φησιν ὁ μακάριος ψαλμῳδός “ Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, [*](Ps. xlv. 1.) “ βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.”

Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαργέτω πῦρ τάς [*](Κεφ. ἰά.) κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε δρύες τῆς [*](e) Βασανίτιδος, ὁτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.

Μεθίστησι τοίνυν ἐφ’ ἑτέραν τινὰ νοημάτων ὁδὸν τῶν λεγομένων τὴν δήλωσιν. ἀποχρῶσαν δὲ τὴν ἀφήγησιν εὖ μάλα πεποιημένος τὴν περί γε τῆς τῶν ἐθνῶν κλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, τὴν ἐσομένην ἐπ’ αὐτῷ δυσπεί- θειαν τῶν ἐξ Ἰσραὴλ κατὰ τὸν τῆς ἐνανθρωπήσεως δηλονότι [*](a 755 Α.) καιρὸν προαφηγεῖται σαφῶς, καὶ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας κατεμπρησθῆναι δεῖ τόν τε νεὼν αὐτὸν καὶ μέντοι καὶ τὰ [*](3. ὁρατῶν] + τε b. 4. δουλείαν] δειλίαν C. invito D. 5. καὶ alt. assumptum ex C. τοῖς] τῆς Edd. 7. ὑπὲ. ἐκείνων C una lit. erasa. Habet παρ’ ἐκ. D. 10 τεθαρσήκαμεν C. 12. σέσωκεν C. ᾗ] ἣ C. 13. ὑμῶν Eild. ante Migne. 15. καὶ om. 15. Edd. 19. τοίνυν C. νῦν Edd. ἑτέραν C. ἑτέρων B. Edd. 25. δεῖν C. τε assumptum ex C. νεὼν C. ναὸν Edd. Statim αὐτῶν C. καὶ alt. assumptum ex C.)

446
Ιεροσόλυμα, προσαλῶναι δὲ καὶ αὐτὰς τοῦ Ἰσραὴλ τὰς πόλεις, καὶ συνδιολέσθαι τοῖς ἐνοικοῦσιν αὐτάς. πέπρακται δὲ ταῦτα διὰ χειρὸς τῆς Ῥωμαίων, στρατηγούντων κατὰ καιρὸν Οὐεσπασιανοῦ τε καὶ Τίτου. καὶ περιττὸν, ὡς ἔοικεν, ἀφηγεῖσθαι λεπτῶς ἕκαστα τῶν συμβεβηκότων ταῖς [*](b) Ἰουδαίων πόλεσιν ἤτοι δήμοις, τῆς εἰς Χριστὸν ἕνεκα παροι- νίας· ἐξὸν τοῖς ἐθέλουσι τοῖς Ἰωσήπου συγγράμμασιν ἐντυ- χεῖν, ἀναμαθεῖν σαφῶς ἅπερ ἂν ἕλοιτο λεπτῶς.

Μετακομίζει δὴ οὖν τὸν λόγον ἐπὶ τοὺς ἐξ αἵματος Ισραήλ. καὶ Λιβάνῳ μὲν παρεικάζει τὴν Ἰουδαίαν· διὰ ποιὰν αἰτίαν ; εὔξυλον μὲν γὰρ ὄρος ὁ λίβανος καὶ δρυμοῖς ἀμφιλαφέσι κατάκομον. πολυανθρωποτάτη δὲ καὶ ἡ τῶν Ἰουδαίων χώρα, καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καὶ οἷον κέδρους ἢ πίτυς εὐμηκεστάτας, τοὺς τῶν ἄλλων περιφανεστέρους, [*](c) ἱερέας τε φημι καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας, οἳ καὶ τοῖς τῆς ἡγεμονίας αὐχήμασιν ὑπερανεστηκότες, γνώριμοί τε ἦσαν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, ὑψοῦ τε ἠρμένην ἔσχον τὴν δόξαν. ἐπειδὴ δὲ [*](S. Luc. xi. 52.) δεδυσσεβήκασιν εἰς Χριστόν· ἦραν γὰρ “ τὴν κλεῖδα τῆς “ γνώσεως, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοὺς εἰσερχο- “ μένους ” ἀφῆκαν εἰσελθεῖν, καὶ τελευτῶντες ἐσταύρωσαν, [*](S. Matth. xxi. 38.) καίτοι καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος· ταύτῃτοι δικαίως ἄρδην ἀπολώλασιν οἴκοις τε ὁμοῦ καὶ [*](d) πόλεσι καὶ φιλτάτοις. οὐκοῦν αἰνιγματωδῶς Λίβανον μὲν, ὡς ἔφην, τὴν Ἰουδαίαν ἀποκαλεῖ· δένδροις δὲ τοῖς εὐμη- κεστάτοις παρεικάζει τοὺς ἐν αὐτῇ, ὡς τῶν ἄλλων ὑπερηρ- μένους καὶ πολὺ λίαν ὑπερφέροντας. ὅτι δὲ ἔμελλεν ἁλῶναί [*](2. συνδιολέσθαι C. συνδιολεῖσθαι iid. 3, τῆς C. τῶν ’d. 5. ταῖς] + τῶν iid. invito C. 7. Ἰωσήππου C. 8. ἀναμαθεῖν] + τε iid. invito C. ἕλοιτο C. ἕλοιντο iid. II. ποίαν] + δ’ Β. 12. δὲ] τε C 17. τοῖς om. Edd. 19. εἶχον C. 20. δυσσεβήκασιν (sic) C. 22. τελευτῶντες D. τελευτ . . . . (4 fere litt. rasura in qua ἔον scripsit manus recens) C. τελευταῖον Edd. 27. αὐτῇ] + προὒχοντας Edd. invitis C.D.)

447
τε ῥᾳδίως, καὶ ὡς ἀπύλωτος πόλις εἰσχεόμενον μὲν παραδέξασθαι τὸν τῶν Ῥωμαίων στρατὸν, δαπανηθῆναί τε οὕτως , ὡσανεὶ καὶ δρυμὸς ἐπενεχθείσης φλογὸς, κατασημαίνει λέγων Δόίνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ κέδρους σου· ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος.

[*](e)

Καὶ γέγονε μὲν ἐκ μεταφορᾶς ὁ λόγος. ὀνομάσας γὰρ Λίβανον, ἤγουν ὄρει τὴν τῶν Ἰουδαίων χώραν ἀπεικάσας, ἀναγκαίως πίτυΐ τε καὶ δρθσὶ παρεικάζει τοὺς ἐν αὐτῇ. ὅτι δὲ περὶ ἀνθρώπων ὁ λόγος, ἀταλαίπωρον ἰδεῖν· ἔφη γὰρ εὐθὺς ὅτι μεγάλως ἐταλαιπώρησαν. καὶ τίς ἃν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, παρέδειξεν εἰπὼν πῆ μὲν, ὅτι ἀλολυξάτω πίτυς διότι πέπτωκε κεδρος. καταδῃούσης γὰρ τῆς Ῥωμαίων χειρὸς τὰς ἐν τῇ Ἰουδαίᾳ πόλεις, συνέβαινε [*](a 756 Α.) καθ’ ἡμέραν τοὺς ἐν αὐταῖς ἁλίσκεσθαι λαμπρούς. οἱ δὲ μήπω τοῦτο πεπονθότες, κατωλοφύροντο τοὺς ἑαλω- κότας, καὶ τὸν ἐπί γε σφίσιν αὐτοῖς εἰσεδέχοντο θρῆνον, ἄθυμοι δὲ ἦσαν καὶ περιδεεῖς, ὡς αὐτίκα δὴ μάλα πεισόμενοι καὶ αὐτοί. τοῦτο οἶμαι δηλοῦν τό Ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος· δρύας γεμὴν Βασανίτιδος ἰδικῶς τάχα που τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἀποκαλεῖ. Βασανῖτις μὲν γὰρ χωρίον ἐστὶν ἐν τῇ Ἰουδαίᾳ, εὔγειόν τε καὶ παμφορώτατον, καὶ ὑψηλὰ λίαν ἐκτρέφον τὰ δένδρα. ἐπειδὴ δὲ τῶν ἄλλων [*](b) ἦσαν οἱ ἐν τοῖς Ἱεροσολύμοις ἀμείνους, ἱερέας δέ φημι καὶ τοὺς τῶν λαῶν ἡγουμένους, Βασανίτιδος αὐτοὺς ἀπεκάλεσε δρὐας, αἳ δὴ καὶ τεθρηνήκασιν εἰκότως, διάτοι τὸ κατασπασθῆναι τὸν δρυμὸν τὸν σύμφυτον. ἐμάνθανον γὰρ ὅτι τῶν ἀνὰ πᾶσαν τὴν χώραν οἷά τις δρυμὸς ἡ πληθὺς δεδαπάνηται καὶ οἷον πελέκεσιν ἐκκοπτομένη ταῖς τῶν πολεμούντων ἀγρίαις ἐμβολαῖς. σύμφυτον δὲ δρυμὸν, ὃν δὴ καὶ κατε- [*](1. ἀπύλωτος B.C. ἀπώλετο Edd. 3. ἐπqθείσης manu prima C. habet ἐπεν. D. 4. θύρας D.b. Edd. πύλας C. 8. πίτυσί C. 17. μάλα] + τοῦτο αὐτὸ Edd. repugnantibus C.D. 18. διότι C. ὅτι Edd. 19. ἰδικῶς assumptum ex C.b. 23. οἱ assumptum ex B.C.b. 24. λαῶν C. Edd. ἄλλων D.b. 25. αἳ C. οἳ Edd. Statim δὴ om. C, 28. καὶ assumptum ex C. πελέκυσιν C.)

448
σπάσθαι φησὶν, οὐδὲν ἧττον νοήσεις καὶ τὴν ἐν αὐτοῖς τοῖς [*](c) Ἰεροσολύμοις πληθύν· λιμῷ τε γὰρ καὶ πολέμῳ διολώλασιν· ἐπολολυζόντων αὐτοῖς τῶν τῆς Βασανίτιδος δρυῶν, τουτέστι τῶν ἡγουμένων.

Φωνὴ θρηνούντων ποιιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶ· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.

Ἐμφανεστέραν ἐν τούτοις, ὡς ἔφην ἀρτίως, ποιεῖται τὴν [*](d) δήλωσιν. οὐ γὰρ ἔτι πίτυν ἢ δρῦν ὀνομάζει, ἀπημφιεσμένως δὲ τοὺς τῶν Ἰουδαϊκῶν ταγμάτων σημαίνει καθηγητὰς, οὓς καὶ ὀλοφύρεσθαί φησι, καὶ οἷον φωνὰς ἀνιέναι, κατοιμώζοντας ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν. γεγόνασι γὰρ οἰκτροὶ καὶ κατερριμμένοι, ἐλεεινοί τε καὶ ἀτιμώτατοι, καίτοι πάλαι περιφανεστέραν ἔχοντες δόξαν. ἐπειδὴ δὲ ἀνεδείχθησαν οἱ διὰ Χριστοῦ ποιμένες, τουτέστιν οἱ θεσπέσιοι μαθηταὶ, τεταλαιπώρηκεν εἰκότως ἡ τῶν ψευδοποιμενων [*](e) ποιμένων μεγαλωσύνη. ᾐτιᾶτο μὲν γὰρ αὐτοὺς ὁ τῆς ἀγέλης [*](Hier. xxiii. 1.) Δεσπότης διὰ προφητῶν ἁγίων οὕτω λέγων “ ὖ οἱ “ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα [*](Ib. x. 21.) “ τῆς νομῆς αὐτῶν.” καὶ πάλιν “ Ὅτι οἱ ποιμένες ἠφρονεύ- “ σαντο καὶ τὸν Κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε “ πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν.” ἐπηγγέλλετο δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τοὺς γνησίους ἀναδεῖξαι ποιμένας, οὕτω [*](757 A. Ib. iii. 14, 15.) πάλιν εἰπών “ καὶ εἰσάξω ὑμᾶς εἰς Σιῶν, καὶ δώσω ὑμῖν “ ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς “ ποιμαίνοντες μετ’ ἐπιστήμης.” τίνες δὲ οὗτοι πάλιν; [*](1. τὴν ἐν αὐτοῖς τοῖς C. αὐτὴν τὴν ἐν Edd. 6. φωνὴ] + μεγάλη C. 7. τοῦ om. Edd. invito C. 8. ἐν om. Edd. ὡς C.D. ὡς 14. περιφανεστάτην C. 15. δὲ C. γὰρ Edd. Neutrum habet b. 22. διεσκορπίσθησαν C. διεσκορπίσθη Edd. 23. ἀναδεῖξαι C. ἀναδείξειν iid. 26. πάλιν assumptum ex C.)

449
οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, “ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον,” καὶ [*](2 Tim. ii. 15.) εἰς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν τὴν πνευματικὴν ἀποκομίζειν εἰδότες τὰ ὑπὸ χεῖρα θρέμματα.

Oὐκοῦν τεθρηνήκασιν οἱ ψευδοποίμενες, ὅτι τεταλαιπώρηκεν ἡ μεγαωσύνη αὐτῶν· σημαίνει δὲ τοῦτο καὶ καθ’ ἕτερον τρόπον [*](b) εὐθὺς ἐπιφέρων Φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου. ὠρυγμὸς ὠρυγμὸς μὲν γάρ ἐστι κυρίως ἡ τῶν λύκων φωνὴ, ἢν ἂν ποιοῖντο, κλαίοντες ἐπὶ λιμῷ τε καὶ ἀσιτίαις. δέχεται δὲ τοῦτο καὶ ἐπὶ λεόντων ἡ θεία γραφή. κατεφωρῶντο τοίνυν οἱ τῶν Ἰουδαϊκῶν προεστηκοτες ταγματων ταγμάτων ὡς λέοντες ὠρυόμενοι, τουτέστι πεινῶντες τε καὶ κλαίοντες, διάτοι τὸ μὴ ἔχειν τὰς ἐκ τῶν λαῶν καρποφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. ἐπειδὴ γὰρ τῆς ἀγέλης ἐκπεπτώκασιν, οὐκ ἔτι τοῖς ἐξ αὐτῆς κατηυφραίνοντο καρποῖς.

[*](c)

Εἰ δὲ δή τις οἴοιτο καὶ ὡς ἐν τάξει λεόντων κατωρύεσθαι τοῦ Χριστοῦ τοὺς γραμματεῖς τε καὶ Φαρισαίους· γὰρ αὐτοῦ, καὶ τὰς ἐκ φθόνου καὶ βασκανίας καὶ ἀκράτου μανίας κατηφίεσαν φωνὰς, Σαμαρείτην λέγοντες, [*](S. Joan. viii. 48, 41; S.Matth. xi. 19; S. Joan. xix. 15.) μέθυσον ἀποκαλοῦντες καὶ ἐκ πορνείας γεγεννημένον, καὶ Αἶρε, αἶρε, σταύρου αὐτὸν· τὰ εἰκότα φρονήσει καὶ οὕτως. πλὴν εἰ καὶ ἐπωρύοντο, τεταλαιπωρηκασιν οὐ μετρίως, ἦρ γησέ τε τὸ φρύαγμα τοῦ Ἰορδάνου. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ [*](d) πάλιν. παραρρεῖ μὲν γὰρ ὁ Ἰορδάνης τὴν Ἱεριχὼ, πλεῖστοι δὲ ὅσοι περὶ αὐτὸν οἱ λέοντες, καταβρυχόμενοί τε δεινῶς καὶ ἀφόρητον τοῖς ἐνοικοῦσιν ἐνιέντες τὸ δεῖμα. τοιοῦτοι [*](7. εὐθὺς C.b. ἡμῖν Edd. 8. ὠρυγμὸς] ὠρυμὸς C. ὁρυγμὸς b. κυρίως] τελείως b. 9. λύκων B.C.b. λεόντων Edd. κλαόντες b. 10. ἀσιτίαις C.b. ἀσιτείαις C] ἀσιτίᾳ Edd. 11, κατεφορῶντο C. 12. τουτέστι assuinptum ex C. 16. καρποῖς C. τόκοις Edd. 18. κατακεκράγεσαν C. κατεκεκράγεισαν iid. 22. οὕτως C. οὗτος iid. 23. ἤργησέ τε C. ἤργησε b. ὅτι τεταλαιπώρηκε Edd. 25. γὰρ assumptum ex C.b. 26. περὶ αὐτὴν b. καταβρυχόμενοί C. Edd. καταβρυχώμενοί B.b. Statim τε om. C. habet b.)

450
δὲ ἦσαν τοὺς τρόπους οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι τῶν ἀγελαίων καταβρυχόμενοι, καὶ τοῖς ἐκ τῆς ἐξουσίας καταπτοοῦντες δείμασι τοὺς ἀσθενεστέρους. ἀλλὰ τεταλαιπώρηκεν ὁ τῶν λεόντων φόβος. τοῦτο δὲ εἶναί φησι τὸ φρύαγμα [*](e) τοῦ Ἰορδάνου. καὶ φρύαγμα μέν ἐστιν ἡ ἵππων τε καὶ ἡμιόνων διὰ μυκτήρων ἠχὴ καθιεμένη τε καὶ ἀγρίῳ φυσήματι συν- εκπίπτουσα· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ μεγαλοφρονεῖν. ἔφη γοῦν ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν εἰς Χριστὸν πεπαρῳνη- [*](Ps. ii. 1.) κότων “ Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά ” ὅταν οὖν φρύαγμα τοῦ Ἰορδάνου λέγη, νοήσεις τὸ φρόνημα, καὶ οὐχὶ πάντως τοῦ ποταμοῦ, ἀλλὰ τῶν περὶ αὐτὸν λεόντων· ἀπὸ γὰρ τόπων ἔσθ’ ὅτε τὰ ἐν αὐτοῖς σημαίνεται.

[*](758 A. a)

Τάδε λέγει Κύριος παντοκράτωρ Ποιμαίνετε τά πρόβατα τῆς σφαγῆς, ἅ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, κω ὁ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν, καὶ οί ποιμένες αὐτῶι οὐκ ἔπασχον ἐπ’ αὐτοῖς.

[*](Supra ver. 3.)

Πρὸς αὐτοὺς ὁ λόγος τοὺς θρηνοῦντας ποιμένας, καὶ τοὺς ἐν τάξει λεόντων ὠρυομένους, οἷς καὶ ἐφίησιν ἔτι τα τῆς [*](b) σφαγης κατανέμειν πρόβατα, καίτοι κατημεληκόσι λίαν, ὡς πιπρασκομένοις τε καὶ σφαζομένοις μηδ’ ὅσον εἰπεῖν ἐπαλγῆσαι βραχύ. ὥσπερ γὰρ οἱ τῶν ποιμένων ἀνεπιεικέστεροι, καὶ πρὸς μόνα βλέποντες τά σφισι καθ’ ἡδονὴν, μικρὰ κομιδὴ φροντίζοντες τοῦ τῆς ἀγέλης δεσπότου, τὰ μὲν σφάζουσιν ἀδεῶς, τὰς θηρῶν ἐφόδους ἀπομιμούμενοι, ἃ δὲ καὶ πιπράσκουσιν, οὐδὲν, ὡς ἔφην, ἐπαλγοῦντες ὅλως, [*](1. γραμματεῖς] + τε b. τῶν h. Edd. οἱ τῶν C. 2. καταβρυχώμ. (ut supra) b. 3. δείμασι C.D. Migne. δείγμασι Edd. 6. συνεισπίπτουσα h. 9. κοινά Edd. II. αὐτὸν λεόντων] αὐτῶν C. invitis D.b, 13. ποιμάνατε Β. 14. κτισάμενοι C. 16. ἐπ’ αὐτούς C. 18. τοὺς assuinptum ex C.b. ὅτι pro ἔτι h. 19. κατημεληκόσι D.b. κατημελήκα·σι C. κατημελημένως Edd. 20. μηδὲ 1). 23. κομιδὴ φροντίζοντες hoc ordine C. 24. ἀδεῶς C. ἀνηλεῶς Edd. 25. καὶ om. C.)

451
ἐπιγανύμενοι δὲ τοῖς τῶν λημμάτων ἐκτοπωτάτοις, καὶ φιλοκερδίας τῆς οὕτως αἰσχρᾶς ἡττώμενοι· κατὰ τὸν ἴσον οἴμαι τρόπον καὶ οἱ τῶν Ἰουδαϊκῶν ἡγούμενοι δήμων, τῶν ὑπ’ [*](c) αὐτοῖς ποιμνίων ἠφειδηκότες ἁλοῖεν ἂν, καὶ ἁδρύνοντες μὲν τὸν ἑαυτῶν πλοῦτον, κατευρύνοντες δὲ ὥσπερ ἀπλήστῳ χειρὶ τὰ βαλάντια. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ τοιούτους ὄντας ἐλέγχων “ Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι [*](S. Matth. xxiii. 23.) “ ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον “ καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, “ τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν.’ ἰσχνολογοῦντες γὰρ οὕτως, ὡς καὶ μέχρι τῶν εὐτελεστάτων τοῖς μὴ προσάγουσι τὰς κατὰ νόμον δεκάτας ἐπιτιμᾶν, τῶν βαρυτέρων, [*](d) ἤτοι τῶν ἀναγκαιοτέρων καὶ λυσιτελῶν ὅτι μάλιστα θεσπισμάτων οὐδένα παντελῶς ἐποιοῦντο λόγον. ὅτι δὲ ἦσαν ποιμένες οὐκ ἀγαθοὶ, μᾶλλον δὲ πρὸς μόνα βλέποντες κέρδη, σαφηνιεῖ λέγων καὶ διὰ φωνῆς Ἰεζεκιήλ “ Ὦ οἱ ποιμένες [*](Ezech. xxxiv. 2, 3.) Ισραηλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ “ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε “ καὶ τὰ πρόβατά μου βόσκεσθε.” καταβόσκετε τοίνυν [*](e) φησὶ τοὶ πρόβατα τῆς σφαγῆς, τουτέστιν ἢ τὰ ὅσον οὐδέπω τεθνηξόμενα τῇ Ῥωμαίων χειρί· ἤγουν ἃ ὑμεῖς αὐτοὶ σφάζετε, καίτοι τάξιν ἐπέχοντες τὴν ποιμένων. οὐ γάρ που πάρεστιν ὁ καιρὸς, καθ’ ὃν ἥξουσιν εἰς σφαγήν. μετὰ γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν τοῖς Ῥωμαίων ξίφεσιν ἡ τῶν Ἰουδαίων πληθὺς δεδαπάνηται, καίτοι λίαν ἐπ’ αὐτοῖς ἀνεξικακήσαντος τοῦ Θεοῦ. ὅτι δὲ τῶν ποιμένων γεγόνασι κλῆρος οἱ ὑπὸ χεῖρα λαοὶ, κατέδειξεν εἰπών Ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο. ὥσπερ γὰρ δεσποτικὸν [*](a 759 A.) [*](1. ἐπιγαννύμενοι Edd. correxi ex C. φιλοκερδείας Β. 5. ἀπλείστῳ C. Edd. ante Migne. 6. βαλλάντια C. 8. ήδυσμον (sic) C. 12. κατὰ νόμον δεκάτας hoc ord. C. τὰς δεκάτας τὰς κατὰ ν. Β. 16. οἱ om. b. 20. τὰ πρ. μου βόσκεσθε D. τὰ πρ. βόσκεσθε Β. τὰ πρ. μου οὐ βόσκετε C. Edd. καταβόσκετε] ποιμαίνετε b. 21. φησι suprascr. manu fere ead. C. Habent D.b. 25. τοι suprascr. C. habet b. τοῖς] + τῶν Edd. invitis C.b. 28. οἱ D. Edd. in rasura manu aliquant. recentiori C. 29. μετεμέλοντο C. κατεμ. Edd.)
452
[*](Es. v. 7.) ὄντα τὸν νοητὸν ἀμπελῶνα, φημὶ δὴ τὸν Ἰσραὴλ, ἤτοι τὸν ἄνθρωπον τοῦ Ἰούδα, τὸ νεόφυτον, τὸ ἠγαπημένον, ἴδιον ἐποιήσαντο κλῆρον· οὕτω καὶ τὰ ποίμνια μονονουχὶ κατεκτήσαντο, δρεπόμενοι μὲν τοὺς ἐξ αὐτῶν καρποὺς, καὶ ἀεί πὼς ἐν πλεονασμοῖς τὸν ἐξ αὐτῶν ποιοῦντες κλῆρον, ἀνιέντες δὲ τοῖς ἐθέλουσιν εἰς διαρπαγήν. οὐκοῦν οἱ μὲν κτησάμενοι κατέσφαζον· οἱ δὲ πωλοῦντες ἔλεγον Εὐλογητὸς [*](b) Κύριος καὶ πεπλουτήκαμεν. νοηθεῖεν δ’ ἂν καὶ οὗτοι κριταὶ, τὴν ἐν τοῖς κρίμασιν ὀρθότητα καπηλεύοντες, μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσαντες τῷ διὰ Μωυσέως νόμῳ, καίτοι [*](Deut. i. 17.) λέγοντι σαφῶς “ Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις “ τοῦ Θεοῦ ἐστιν. ἦν γὰρ αὐτοῖς ἡδύ τε καὶ φίλον τὸ καταπωλεῖν τοῖς ἐθέλουσι τὴν ἐφ’ ἑκάστῳ πράγματι κρίσιν. καὶ τοῦτο ἡμῖν· ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς ἁγίων. ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν περὶ τῆς Ἱερουσαλήμ [*](Mich. iii. 11. Hab. i. 2-4, c) “ Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον·” ὁ ’δε γε Hab. i. σιὸς Ἀμβακοὺμ μονονουχὶ κατακέκραγε Θεοῦ λέγων “ Ἕως “ τίνος Κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃ, βοήσομαι “ πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; ἵνα τί μοι ἔδειξας “ κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν; “ ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ “ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος “ κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν “ τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.” οὐκοῦν οἱ [*](d) ἐξ ἀδίκων λημμάτων συναγείροντες πλοῦτον, καὶ παρευθύνοντες μὲν τὸ δίκαιον, καταπωλοῦντες δὲ ὥσπερ τὰς ἐφ’ ἑκάστῳ πράγματι κρίσεις, εἶεν ἃν οἱ κριταὶ, καθάπερ ἔφην ἀρτίως. αὐτοὶ καί φασιν Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν· ἀνούστατα δὲ καὶ παραλογώτατα καὶ τοῦτο λέγοντες [*](5. ἐξ αὐτῶν] ἑαυτῶν Edd. 6. εἰς deest in Edd. 14. πόλιν ante ἡμῖν tr. iid. invito C. 17. Ἀμβακοὺμ B.C. Ἀββακοὺμ Edd. 18. κεκράξομαι κύριε inverso ord. C. εἰσακούσῃς C. (8 22. al.) 23. ὁ om. C. (Vat. 8) 29. ἀνούστατα δὲ καὶ παραλογώτατα C.b. ἀνούστατοι δὲ καὶ παραβολώτατοι παραβουλώτατοι Edd. ante Migne] B. Edd.)
453
ἐξελέγχοιντο ἂν εἰκότως. ὡς γὰρ Θεοῦ διδόντος ἐξ ἀδικιῶν συλλέγειν, καὶ ἐξ αἱμάτων πλουτεῖν, εὐλογεῖν ὑποπλάττονται. ἀλλ’ ἦν ἄμεινον ἐκεῖνο λέγειν, τὸ κρίνειν ὀρθῶς ἐκτετιμηκότες Εὐλογητὸς Κύριος, λαμπροὶ γὰρ ἀναδεδείγμεθα [*](c) καὶ τῶν θείων θεσπισμάτων γνήσιοι φύλακες, ὀρθὴν ἐφ’ ἑκάστῳ πράγματι τὴν ψῆφον ἐκφέροντες. ἀπάτη δὴ οὖν ἢ χρηστολογία καὶ μῶμος, εἰ μὴ πράττοιντο πρὸς ἡμῶν τὰ ἐφ’ οἷς ἃν ἡσθείη Θεός.

Διά τοῦτο οὐ φείσομαι οὐκ ὤ ἐμ τούς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τούς ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ, καὶ καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξελοῦμαι [*](a 760 Α.) ἐκ χειρὸς αὐτῶι. καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν.

Ἀπειλεῖ τοῖς ποιμνίοις ὄλεθρόν τε ὁμοῦ καὶ ἐξοικισμὸν καὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, ὅτι καίτοι μετὸν αὐτοῖς τὴν τοῦ πάντων ἀρχιποίμενος, φημὶ δὴ Χριστοῦ, χεῖρά τε ὑποδραμεῖν καὶ ὑπ’ αὐτῷ γενέσθαι, μᾶλλον προσκεχωρήκασιν ἀμαθῶς τοῖς κατασφάζουσί τε καὶ καταπωλοῦσιν αὐτούς. γέγονε μὲν γὰρ ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ [*](b) Λόγος, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς τήν τε ἐκείνων σκαιότητα καταδεικνὺς καὶ τῆς ἐφ’ ἡμῖν οἰκονομίας τὸ γνήσιον “ Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν [*](S. Joan. x. 11-14.) “ αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς καὶ “ οὐκ ὣν ποιμὴν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ “ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· [*](1. ἐφελέγχοντο ἂν b. 7. πράττοιντο C. πράττοιτο Edd. II. καὶ] + ἕκαστον Edd. invito C. 12. ἐξελοῦμαι C. (Alex. 61, 106) ἐξελῶμαι Edd. (Vat. 8) 15. Haec καὶ ἐξοικισμὸν — συμφορὰς accesserunt ex C.D.b. Lacunam 25 fere litterarum habet B. 23-454 3. Haec ὁ ποιμὴν ὁ καλὸς alt. — ὁ ποιμὴν ὁ καλός accesserunt ex C. Desunt in D.)

454
“ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει· ὅτι μισθωτός “ ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι “ ὁ ποιμὴν ὁ καλός.” Ἰουδαῖοι δὲ οἱ τάλανες, καίτοι τῶν μισθωτῶν ποιμένων καταβοῆσαι δέον, τοῦτο μὲν οὐ δεδράκασι, τὸν δὲ ἀγαθὸν ποιμένα, τὸν ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς τὴν ἑαυτοῦ τιθέντα ψυχὴν, κατὰ μυρίους ὅσους λελυπήκασι τρόπους, καταλεύοντες, ὀνειδίζοντες, καὶ τὸ τελευταῖον, ἀπύλωτον ἐπ’ αὐτῷ διανοίγοντες στόμα. κατακεκράγασι γὰρ [*](S. Joan. xix. 15. c) ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς, λέγοντες τῷ Πιλάτῳ “ Αἶρε, αἰρε, σταύρου αὐτὸν, καὶ αὐτὸ δὲ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπηντλήκασι κεφαλαῖς. ἔφασκον γὰρ πάλιν [*](S.Matth. xxvii. 25.)“ Το αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. δὶα τοῦτο τοίνυν, φησιν, οὐκέτι φεισομαι ἐπὶ τοὺς κατοικουντας τὴν γῆν. οὐ γὰρ ἔτι φειδοῦς ἠξίωνται τῆς παρὰ Θεοῦ· δέδονται δὲ μᾶλλον ἕκαστος εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλεως, ἤγουν ἄρχοντος αὐτοῦ. ἐσταυρώκασι μὲν γὰρ τὸν Ἐμμανουὴλ, καὶ γεγόνασι κυριοκτόνοι, [*](d) ἔμπλεώ τε πάσης ἀνοσιότητος. πλὴν ἐκάλει Θεὸς εἰς μετάγνωσιν, καὶ οὐκ εὐθὺς ἐπετίθει τὰ ἐξ ὀργῆς. τριακοστοῦ δὲ ἤδη παρωχηκότος ἔτους, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀπεφοίτησε μὲν εἰρήνη τῆς Ἰουδαίων χώρας, πόλεμοι δὲ ἦσαν πανταχῆ, πόλεως ἐπὶ πόλιν ἰούσης, καὶ τῶν ἐν ἑκάστῃ τεμνομένων εἰς διαφορὰς, καὶ μαχομένων ἀλλήλοις, ὡς ἐν ἴσῳ φαίνεσθαι κακῷ τὰ παρὰ σφίσιν αὐτοῖς τοῖς ἐκ τοῦ πολέμου συμβεβηκόσι. κεκρατήκασι γὰρ [*](e) τῆς Ἰουδαίων χώρας οἱ ἀνδρειότατοι τῶν Ῥωμαίων στρατηγοὶ, καὶ αὐτοῖς ἀνδράσι καταπιμπράντες πόλεις, πόλεις, τοῖς τῆς [*](3. δὲ] τε C. 5 ἀντάλαγμα C.b. ὰνταλάγματα ut videtur prius scriptum, duobus postremis litt. erasis C. 7. καταλλεύοντες C. 8. διανοίγοντες D. Edd. διανοιγνύντες B. διοίγοντες per ras. ο alterius quasi διοιγνύντες manu prima C. 12. ἐφ’ ἡμ . . rasura C. 14. τῆς deest in Edd. invitis B.C.b. 16. βασιλέων b. 18. ἔμπλεοί C. ἁπάσης C. 19. ἐπετίθη C. 21. μὲν) + ἡ b. 22. πανταχῆ C.b. πανταχοῦ Edd. 24, σφισιν αὐτοῖς C.b. σφῶν αὐτῶν Edd. 20. ἀνδριώτατοι C. 27. καταπιμπ ράντες C. καταπίπραντες b. κατεμπιπρῶντες Edd.)
455
δουλείας αὐτὴν ὑπέθεσαν ζυγοῖς. οἱ ’δε γε διαφυγεῖν ἰσχύσαντες, τὰς τῶν ἐθνῶν κατῳκήκασι χώρας, ὃ καὶ μέχρι νῦν ἔστιν ἰδεῖν.

Kαὶ τοῦτο οἶμαι δηλοῦν, ὅταν λέγῃ Ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, τουτέστιν εἰς τὴν τῶν Χαναναίων χώραν τε καὶ γῆν. Χαναναῖοι δὲ τὰ ἔθνη, παρ’ οἷς τ‘ὶ πρόβατα τῆς σφαγῆς καὶ εἰς δεῦρό πὼς ἔτι παρὰ Θεοῦ ποι μαίνονται, ἤγουν δοκοῦσι καταποιμαίνεσθαι. ἐπιτηροῦσι γάρ τινα τῶν κατὰ τὸν νόμον, καὶ οὐχ ὅλω [*](a 761 A.) τρόπως τῶν ἀρχαίων κατημεληκότας ἐθῶν κατίδοι τις ἄν. καὶ γοῦν καὶ περιτέμνονται τὴν σάρκα, καὶ σαββατίζουσι, καὶ ἕτερα ἄττα πρὸς τούτοις καὶ φροντίδος ἀξιοῦσι καὶ λόγου. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου παρὰ Θεοῦ λεγόμενον “ Καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν [*](Ezech. xi. 16.) “ ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.” τοὺς δέ γε ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ τὴν Ἱερουσαλὴμ ἐμφυλίους πολέμους, καὶ τὰ ἐν ἑκάστῃ πόλει, σαφῶς ὰναγέγραφεν [*](b) ὁ τὰς Ἰουδαίων τραγῳδήσας συμφοράς· Ἰώσηπος οὗτος ἦν, ἀνὴρ ἐλλόγιμος καὶ σοφός.