In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.

χαῖρε σφὸδρα ΘύΓατερ Σιὼν, κήρυσσε θύγατερ ̔Ιερουσαλήμ· ἰδοὐ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκώς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.

Ἀναφανδὸν ἐν τούτοις διακηρύττει λοιπὸν τοῦ Σωτῆρος [*](e) ἡμῶν τὴν ἀνάδειξιν, ὡς οὐδὲν ὅλως ὁρᾶσθαι τὸ ἄναντες. χαίρειν μὲν γὰρ προστέταχεν ἀναγκαίως τῇ νοητῇ Σιῶν, ἅτε δὴ καὶ πάσης ἡμῶν κατηφείας ἐξῃρημένης. ποῦ γὰρ ἔτι τὸ κατηφὲς, καὶ ἐπὶ τίσιν ἃν γένοιτο πρὸς ἡμῶν τὸ κατοιμώζειν ὅλως, ἀπεληλαμένης τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου πεπατημένου, κεκλημένης τε τῆς ἀνθρώπου φύσεως εἰς ἐλεύθερον ἀξίωμα, καὶ τῇ τῆς υἱοθεσίας κατεστεμμένης χάριτι, καὶ τοῖς [*](a 736 A.) ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαΐσμένης;

Ἐπιτήρει δὲ, ὅτι τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν εὐθὺς θυγατέρα τὴν Σιῶν ἀποκαλεῖ. σφόδρα δὴ οὖν χρῆναι χαίρειν αὐτὴν εὖ μάλα προστέταχεν, ἀνακηρύττειν τε παρεγγυᾷ τῇ ̔Ιερουσαλὴμ, ὡς ἤδη παρέσται, καὶ ἀναδειχθήσεται μετὰ σαρκὸς ὁ βασιλεὺς αὐτῆς, δίκαιός τε [*](1, 2. Sic Β. ΤΟΜΟΣ Δ΄. C. 4. πραὺς C. πρᾶος F. Edd. (22. al.) 5. ἐπὶ ὑποζύγιον] Fortasse ἐπὶ omiserat C. Hodie rasura 10 fere litt. ἐπὶ ὄνον manu recenti et mala. 7. ἄναντες. B.C.b, ἀνιᾶν Edd. 9. ἁπάσης b. invitis C.D. ἔτι] ἐστι C. 15. ἡμῖν b. 19. τε assumptum ex C.b.)

416
καὶ σώζων. δεδικαίωκε γὰρ ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ τὴν [*](b) τῆς σωτηρίας κατευρύνει τρίβον τοῖς προσιοῦσιν αὐτῷ. ἔστι δὲ πρὸς τούτῳ καὶ πρᾶος, οὐ νομικὴν προσφέρων ἀποτομίαν, οὐδὲ θανάτῳ τιμωρούμενος τοὺς παραβαίνοντας ἐντολὴν, σώζων δὲ μᾶλλον ἐξ ἡμερότητος καὶ ἀνιστὰς τοὺς ὠλισθηκότας, [*](1S. Joan. iii. 1.) κἂν εἴτις ἁμάρτοι, παράκλητος αὐτὸς γινόμενος πρὸς τὸν Θεὸν καὶ Πατέρα.

[*](2. Cor. iii. 6.)

Ἀνέγνωμεν δὲ ὅτι “τὸ γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζωοποίει. γράμμα μὲν γὰρ ο κολαστὴς ἐστι νόμος, η σκιὰ καὶ ὁ τύπος· πνεῦμα δὲ ζωοποιόν ἐστιν ὁ Χριστὸς, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς [*](c) εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς ̔Ιεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν [*](S.Matth. xxi. 1 sqq.) ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκάθητο μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν. ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε [*](d) μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαιδαγώγητο νόμῳ. ἀλλ’ ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπομένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ- [*](3. πρὸς τούτῳ D.b. πρὸς τοῦτο C. πρὸς τούτοις Edd. πρᾶος habent C.D.b. εἰσφέρων b, 6. Haec κἂν εἴτις—Πατέρα accesserunt ex C. κἂν εἴτις ἆμαρ παραβαίη, αὐτὸς πρὸς τὸν Θεὸν κοὶ Πατέρα ἀνα τὴν κλῆσιν (sic) D. 8. ἀποκτενεῖ B.C.D. ἀποκτείνει Edd. 10. ζωοποιὸν Β. ζωοποιῶν (= ζωοποιὸν) C. ζωοποιοῦν Edd. 14. δεήσῃ C. 18. ἐπανεπαύσατο b. Nik. in S. Matth. Edd. ἐπανεπαύετο C. 19. καὶ C.b. τῷ Edd. 20. ἦν γὰρ οἷά τις C.b. οἷα γάρ τις ἦν Edd. 21. ἐπαιδαγωγεῖτο b. 25. γε Nik. 1. c. Edd. γὰρ C. Neutrum habet b. 27. καὶ] + τῶν b.)

417
ζοντι βασιλεῖ· οὐ γάρ τοι προσήκατο τὴν πίστιν· ταύτῃτοι δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις, καὶ γέγονεν εἰς [*](e) οὐρὰν, τουτέστι, παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν, καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δὲ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν, ὁ νεφροὺς εἰδὼς καὶ καρδίας. ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς. οἱ μὲν γὰρ λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεὸν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες νόμον, ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες, “παρασυνεβλήθησαν τοῖς [*](a 737 Α.) “ κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοίωνται αὐτοῖς,” κατὰ τὴν [*](Ps. xlviii. 21.) τοῦ ψάλλοντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον, καὶ τὴν ἐκ νόμου κατάῤῥησιν Exod. xiii. 13. ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ [*](Exod. xiii. 13.) φιλαμαρτήμονες.

Καὶ ἐξολοθρεύσει ἄρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, [*](10 b) καὶ έξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.

Ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς, τοῖς τῶν ἀγαπώντων αὐτὸν ὑποφέρειν ἔμελλε ποσὶν ἀρχάς τε καὶ ἐξουσίας [*](Eph vi. 12.) καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τουτέστι τὰ βδελυρὰ τῶν δαιμονίων στίφη, πάντα τε αὐτοῖς ὑποτάξειν ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε [*](6. καρδίας Nik Edd. καρδίαν C. 8. λελατρεύκασι C. invito Nik. 11. πα + γὰρ Edd. invitis C. Nik. 12. καὶ ὡμ.] ὠμοίονται γὰρ C. invito Nik. 15. πάντες C. Nik. πάντως Edd. 18. καὶ εἰρήνη C manu prima. εἰρήνης D (23) καὶ εἰρήνην F. Edd. (91, 132, 240.) 19. ἀπὸ θαλάσσης F. Ldd. (22. al.) desunt in C.D. sed cf. infra. 20. ποταμῶν διεκβολὰς C.D. ἄπο ποτάμων ἕως διεκβολῶν F. Edd. (36. al.) 23. σκότους C b κόσμου Edd. 24. ὑποτάξειν C.D. ὑποτάσσειν Edd. 25. τε om. C. habet D.)

418
[*](c) μον, καὶ τοῖς ἐξ εἰρήνης κατευφραίνειν ἀγαθοῖς, αἰνιγματωδῶς ἡμῖν ὁ προφητικὸς ὑποφαίνει λόγος. ᾔεσαν μὲν γὰρ κατὰ καιροὺς κατὰ τῶν ̔Ιεροσολύμων οἱ Βαβυλώνιοι, καὶ μὴν καὶ ἕτεροι τινες τῶν ὁμόρων ἐθνῶν ἵπποις τε καὶ ἅρμασιν ἐποχούμενοι, [*](Ps. lxxvii. 9.) χούμενοι, “καὶ βάλλοντες τόξοις,” κατὰ τὸ γεγραμμένον, κατεχειροῦντό τε οὕτω καὶ πικροῖς ἐνίεσαν πόνοις. ἀπὸ δὴ τοῦ συμβαίνειν εἰωθότος, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν λαμπρότητα δηλοῖ. ὁ γάρ τοι σώζων, φησὶν, ὁ δίκαιός [*](d) τε καὶ πραότατος βασιλεὺς, ἀφίξεται μὲν, καὶ οὐκ εἰς μακράν· πλὴν οὐ πολλῷ πλήθει τῶν ὑπασπιστῶν δορυφορούμενος, οὐ μυρίους ἔχων τοὺς εἰδότας τὰ τακτικά· ἐπασκήσας δὲ οὕτως ἐν ἤθει τὸ μέτριον, ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ. πλὴν ἔσται τοσοῦτος εἰς ἀρετὴν, ὀνήσει τε οὕτω τοὺς ἐπ’ αὐτῷ πεποιθότας, ὡς περιελεῖν μὲν ἅρματα ἐξ Ἐφραῒμ, ἀποστῆσαι δὲ καὶ ἵππον ἐξ ̔Ιερουσαλὴμ, ὀλοθρεῦσαι δὲ καὶ τόξον πολεμικὸν, καὶ εἰρήνην ἁπλῶσαι βαθεῖαν, τὴν ἐκ [*](e) πάντων τῶν ἐθνῶν. Ἐφραῒμ δέ φησι τὰς ἐν τῆ Σαμαρείᾳ δέκα φυλὰς, ̔Ιερουσαλὴμ δὲ τοὺς ἐν αὐτῇ κατοικήσαντας, Ἰούδας δὲ οὗτοι καὶ Βενιαμίν. οὐκοῦν ἀσφαλείας ὑπόσχεσιν καὶ εἰρήνης ἡμῖν ὁ προφητικὸς εἰσκομίζει λόγος. οὐ γὰρ ἄν γένοιτο, φησὶν, εὐκατάδρομος τοῖς ἐθέλουσι κακοῦν ἡ ἁγία [*](1. Tim. iii 15.) πόλις, τουτέστιν ἡ νοητὴ Σιῶν, ἤγουν ̔Ιερουσαλὴμ, “ἥτις “ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,” κατευρύνει δὲ οὕτω τὴν ἑαυτοῦ βασιλείαν ὁ σώζων αὐτὴν, ὡς ὅλης κατάρξαι τῆς Ἰουδαίας, ἀπὸ θκλάσσης εἰς ποταμούς. αὗται γάρ εἰσιν αἱ διεκβολαὶ τῆς γης, τουτέστι τὰ πέρατα. ψάλλει δέ που καὶ ὁ θεσπέσιος [*](2. ὑπεμφαίνει b. ἴεσαν C. 6. δὴ C.b. γοῦν Edd. 7. διὰ] ἐπὶ iid. 9. τε om. C. habet b. 10. δορυφορούμενος C.b. οὐ δορυφόρους D. Edd. Statim οὐ om. D. 11. δὲ b. τε C.D. Edd. 12. ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ C.b. ὥστε κοὶ μ. ἐπιβῆναι τοῦ πώλου D. ω ι Edd. 15. ἀποστῆσαι C.D.b. Aub. ἀποστῆσαι Β. ἀπωστῆσαι Pont. ὀλοθρεῦσαι C.D.b. ἐξολοθρ. Edd. 16. δὲ om. C. habent D.b. 18. δὲ om. C. 19. ὑπόσχεσιν C.D.b. ὑπόθεσιν Edd. 22. Haec τουτέστιν — ζῶντος accesserunt ex C.D.b. ἡ ἱεροὺς. D. 23. κατευρύνει B.C.D.b. κατευρυνεῖ Edd. 24. ὁ om. b. 25. εἰς ποταμοὺς C.D. ἕως ποταμῶν Edd.)
419
Δαυεὶδ, ὡς περὶ ἀμπέλου λέγων τῆς Ἰουδαίων Συναγωγῆς [*](a 738 A.) “ Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποτα- [*](Ps. lxxixx.12.) “μῶν τὰς παραφυάδας αὐτῆς.” τερματίζεται γὰρ ἡ τῶν Ἰουδαίων χώρα θαλάσσῃ τε τῇ πρὸς νότον καὶ Ἰνδικῇ, καὶ τῇ καλουμένη Μέσῃ τῶν ποταμῶν. ἀλλ’ οὐκ ἐν τούτοις τοῖς ὅροις ἡ Χριστοῦ βασιλεία· πολλοῦ γε καὶ δεῖ· ἕρπει δὲ ὁ λόγος ὡς ἐκ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου καὶ γενικώτατον. βεβασίλευκε γὰρ οὐ τῆς Ἰουδαίας μόνης, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ’ οὐρανὸν, καὶ ἀπὸ περάτων εἰς [*](b) πέρατὰ τὰ τῆς ἐξουσίας αὐτῷ κατευρύνεται.

Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε έν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι.

Μέτεισιν ὁ λόγος ἐπ’ αὐτὸν ἤδη τὸν δίκαιόν τε καὶ σώζοντα βασιλέα, καὶ μέντοι καὶ πρᾶον, τουτέστι Χριστόν· καὶ τὰ λαμπρά τε καὶ ἀξιάγαστα τῆς ἐπιδημίας αὐτοῦ [*](c) κατορθώματα καθίστησιν ἐναργῆ. κεκένωκε γὰρ ἑαυτὸν [*](Phil. ii. 7.) ἑκὼν, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέθεικε [*](Heb. xii. 2.) τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ’ οὐρανὸν ἐν [*](Cf. ib. xiii. 20.) αιματι δὶαθηκης αἰωνίου, ἦς ἢν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιρρανθέν. λαβὼν γὰρ, φησὶ, Μωυσῆς τὸ αἷμα, “αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν [*](Ib. ix. 19,20. d) “ἐρράντισε, λέγων τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο [*](4. χώρα, θαλάσσῃ τε C. θάλασσά τε καὶ χώρα B.D. θαλάσσῃ τε καὶ χώρᾳ Edd. 6. γε] δὲ C. δεῖν C. 10. αὐτῷ B.C. αὐτοῦ Edd. 11. τοὺς assumptum ex C.D. (Alex. XII.) σου om. B. (240.) 12. ὀχυρώματι C.D. (Alex. XII.) ὀχυρώμασι Edd. (Vat. ℵ 13. παροικησίας F. παροικίας Β. (49. al.) 15. τὸν deest in Edd. 17. τε assumptum ex C.D. 22. καὶ prius om. Edd.)

420
“πρὸς πρὸς ὑμᾶς ὁ Θεός. ἀλλ’ ἐκεῖνα μὲν τύποι, καὶ τῆς ἀληθείας μόρφωσις ἦν· αὕτη δὲ λοιπὸν ἡ ἀλήθεια Χριστὸς, ὁ πάντας ἡμᾶς ἀγοράσας ἐν αἵματι διαθήκης. ἐκλελυτρώμεθα γὰρ ὡς [*](1 S. Pet. i. 18, 19.) ὁ αὐτοῦ φησι μαθητὴς “οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ‘ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.” σὺ τοίνυν, φησὶν, ὦ δικαιότατε καὶ πραότατε [*](e) βασιλεῦ, ἐν αἵματι διαθήκης τοὺς σοὺς γεγονότας δεσμίους· τουτέστιν οὓς δεσμοῖς ἀγάπης κατέσφιγξας, καὶ ταῖς σαῖς ζεύγλαις ὑπενεγκεῖν καὶ ἐγκαταδῆσαι σαφῶς τὸν τῆς διανοίας πέπεικας αὐχένα· ἐξαπέστειλας, τουτέστιν ἐξεκόμισας ἤγουν ἐξήγαγες ἢ ἀνήνεγκας ἐκ λά,κκου οὐκ ἔχοντος ὕδωρ· σημαίνειν δὲ διὰ τούτου φαμὲν αὐτὸν ἢ τὸν ᾅδην, τὸν οὐκ ἔχοντα ζωήν· ἐκδεξόμεθα γὰρ εἰς τύπον ζωῆς τὸ ὕδωρ, καὶ γάρ ἐστι ζωοποιόν· ἤγουν λάκκον καταλογιούμεθα, καὶ μάλα ὀρθῶς, τὴν ἐπί γε τοῖς ψευδωνύμοις θεοῖς ἀπάτην. βόθρος [*](739 A. a) γὰρ ἀληθῶς τὸ χρῆμά ἐστιν, εἰς ὃν εἴπερ τις ὅλως κατολισθήσειε, ζωῆς ἀμοιρήσει τῆς εἰς αἰῶνα τὸν μέλλοντα. ὅτι δὲ κεκένωκε τὸν ᾅδην ἀποθανὼν ὁ Χριστὸς, καὶ ἀνῆκε τοῖς ἐν φυλακῇ πνεύμασι τὰς κάτω πύλας παντί που σαφές. ἔφη ’δε που καὶ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ̔Ιερεμίου περὶ τῶν ἐξ Ἰσραὴλ. καταλελοιπότων μὲν αὐτὸν, τραπομένων δὲ [*](Hier. ii. 12, 13.) φληνάφως εἰς ἀπάτην εἰδωλομανῆ “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ “τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος· ὅτι [*](b) “δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον “πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους σὺν- “τετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.” ὥσπερ γάρ ἐστι ζωοποιὸς καὶ πηγὴ ζωῆς, ἡ ὀρθή τε καὶ ἀπλανὴς [*](2. μόρφωσις] ἡ μόρφ. C. αὕτη C. αὐτὴ Edd. 8. κατέσφιγξας D. Edd. κατέσφιξας C. συνέσφιγξας b. 9. ἐγκαταδῆσαι C. ἐνκ. Cod.] ἐγκαταδεῖσαι b. καταδῆσαι Edd. σαφῶς CD. Edd. σοφῶς b. 11. ἀνήνεγκας C. ἀνῆκας b. Edd. 12. σημαίνει C αὐτὸν om. C. invitis D.b. ἢ om. b. 13. ἐκδεξώμεθα C. Haec καὶ γάρ ἐστι ζωοποιόν accesserunt ex C.D.b. ζωοποιόν D.b. ζωοποιοῦν C. 14. λάκκον C.b. ᾅδην D. Edd. 16. ἐστιν om. C. κατολισθήσειε C. κατολισθήσει Edd. 21. καταλελοιπότων Β. καταλειπόντων C. καταλελειπότων Edd. 24. ἐγκατέλιπεν C. (239.) 27. ζωοποιὸς καὶ πηγὴ ζωῆς C. πηγὴ ζωῆς καὶ πηγὴ ζωοποιὸς Edd.)
421
περὶ Θεοῦ γνῶσις· οὕτως ἄνυδροι καὶ οἱονεὶ λάκκοι συντετριμμένοι νοηθεῖεν ἂν τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, καὶ ἡ περὶ αὐτοῦ πλάνησις. εἶτα πρὸς αὐτοὺς διαλέγεται τοὺς δεσμίους, καὶ εἰς ἐλπίδας αὐτοὺς ἀγαθὰς παραθήγει, λέγων Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς. καὶ ὀχύρωμα μὲν, καθάπερ ἐγῷμαι, τὴν Ἐκκλησίαν ἀποκαλεῖ ὡς τετειχισμένην [*](c) ἐν Χριστῷ, καὶ ἀκλονήτως ἔχουσαν· κάθισιν δέ φησι τὸ οἷον ἱδρυμένον ἐν πίστει. γέγραπται γὰρ περὶ Θεοῦ “Ὅτι σὺ καθήμενος τὸν αἰῶνα” τουτέστιν, ἱδρυμένην [*](Bar. iii. 3.) ἔχων καὶ ἀκατάσειστον φύσιν. ἔσεσθε δὴ οὖν ἐν ἀσφαλείᾳ, φησὶ, τὸ βεβηκὸς ἔχοντες εἰς πίστιν, ὦ δέσμιοι τῆς ἐμῆς συναγωγῆς· εἶεν δ’ ἂν οὗτοι τῶν ἐν Χριστῷ δεδικαιωμένων ἡ ἁγία πληθύς. ὅτι δὲ οὐκ ἄμισθον ἕξουσι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις ὑπομονὴν, καὶ μὴν καὶ τὸ ἐρηρεισμένον εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ, κατασημαίνει λέγων Καὶ ἀντὶ μιᾶς [*](d) ημερας παροικεσιας σου διπλα ανταποδωσω σοι.

Καί τι τοιοῦτόν ἐστιν ὃ βούλεται λέγειν. πάροικοι μὲν γὰρ ἐπὶ τῆς γῆς καὶ παρεπίδημοι πάντες εἰσὶν οἱ ἅγιοι, [*](Cf. Heb. xi. 13.) βραχὺς δὲ δὴ λίαν ὁ ἐν σώματι βίος ἀνθρώπου παντὸς, κἂν εἴ τις αὐτὸν καταλογίσαιτο πρὸς αἰῶνα τὸν μέλλοντα, καταθρήσειεν ἂν αὐτὸν ὀλίγον ὄντα παντελῶς, ὡς τάχα που καὶ ἡμέρᾳ παρεικάζεσθαι μιᾷ. οὐκοῦν ἀντὶ μιᾶς ἡμέρας τῆς παροικεσίας σου φησὶ, τουτέστιν; ἀντὶ τοῦ βραχέος τε καὶ συνεσταλμένου χρόνου τῆς ἐν σώματι ζωῆς διπλᾶς τε καὶ [*](e) ἐν πλεονασμῷ τὰς ἀμοιβὰς ἀποδώσω. ἔφη δέ που καὶ ὁ Χριστὸς, ὅτι “Μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον [*](S. Luc. vi. 38.) “ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. οὐ γάρ [*](3. περὶ αὐτὰ C. 5. καθίσεσθε D.b. (95, 185, 233.0 7. κάθ,ισιν Β. καθήσειν C. καθίσειν D. κάθησιν Edd. 9. καθήμενος] + εἰς Edd. repugnantibus B.C.D. 13. ἕξουσι C.b. ἔχουσι Edd. 14. κα alt. assumptum ex C. 16. παροικεσίας C.b. παροικίας Edd. 18. τῆς assumptum ex B.C.b. 19. δὴ assumptum ex B.C.D. 20, 21. καταλογίσαιτο — ὂν αὐτὸν accesserunt ex B.C.D.b. καταλογίσαιται (sic) D. καταλογίσαι τὸ (sic) b. 23. παροικεσίας b. παροικίας C. Edd. του assumptum ex C.b. 26. πεπιεσμένον] + καὶ Edd. inv. C. σεσαλευμένον] + καὶ Edd. repugn. B.C.)

422
τοι τὰς ἰσοστάθμους ὧν ἂν δράσαιμεν προσδοκῶμεν ἀμοιβὰς, ἀλλ’ ἐν προσθήκῃ πολλῇ· πλουσιόδωρος γὰρ ὁ διδούς.

Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ.

[*](740 A. a)

τίνα δὴ τρόπον κληθήσεταί τε καὶ εἰσελάσει διὰ τῆς πίστεως ἢ ἐξ ἐθνῶν ἀγέλη, ταλαιπωρήσει δὲ καὶ ὁ πάλαι τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων μένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις. ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνετεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω [*](b) τοὺς ὑπεναντίους· καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἔπιστήμονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι καὶ ἄφυκτον καὶ οἷον ἀσχέτοις ὁρμαῖς ἀναπηδῶντά τε καὶ διιπτάμενον τὸν ἰὸν ἤτοι τὸ βέλος. ἔστι τοίνυν αὐτὸ διαφόρως πεφρασμένον. τόξον σε πεποίημαί φησιν, ὦ Ἰούδα, ἔπλησα δὲ καί σε, ὦ Ἐφραΐμ. Ἰούδας δὲ καὶ Ἐφραῒμ ἅπαν ἐστὶ τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐκοῦν τόξον ὥσπερ τι πεποίηται τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τε πρὸ τῶν ἄλλων, [*](c) καὶ γνώμης εἰς τοῦτο προεληλυθότας, ὡς ἔθνη παιδαγωγεῖν, καὶ τῶν πλανωμένων ἀποσοβεῖν τὰς τῶν δαιμονίων ἀγέλας, καταπαίειν τε τὸν σατανᾶν καὶ ἁπαξαπλῶς τοὺς τοῖς θείοις [*](1. τοι C. που Edd. ὡς pro ὧν C. 3. Ἰούδα ἐμαυτῷ hoc ord. C.D. inv. ord, F. Edd. (22. al.) Statim ὡς add. D.F. Edd. invito C. cf. infra 740 a. 748 e. 5. ἐξ om. C. habent D.b. ταλεπωρήσειε b. 14. τουτέστιν C. 15. νευρὴν C.D.b. νευρὰν Edd. 16, 17. Haec τε — ἀναπηδῶντά τε accesserunt ex B.C.D. 18. αὐτὸ D. Edd. αὐτῶ C. τοαυτὸ b. 19. πεφρασμένον B.C.b, περιπεφρασμένον D. πεφαμένον Edd. 22. τε assumptum ex C. 24. δαιμονίων B.C. δαιμόνων Edd.)

423
δόγμασιν ἀντεξάγοντας καὶ ταῖς δι’ αὐτῶν μαχομένους μυσταγωγίαις οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Τὰ βέλη σου ἠκονη- [*](Ps. xliv. 6.) “μένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ “τῶν ἐχθρῶν τοῦ βασιλέως.’ πλήττουσι μὲν γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς καρδίαν ἔσω καὶ νεφροὺς [*](d) “τὰ τοῦ δυνατοῦ βέλη,” τουτέστι Χριστοῦ. βέλη δὲ αὐτοῦ [*](Ps. cxix. 4.) πάλιν οἱ μυσταγωγοὶ, τοὺς δέ γε πεπλανημένους καὶ τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν οὐκ εἰδότας, πλήττουσιν οὐκ εἰς θάνατον, ἀλλ’ εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν χριστῷ, ἵνα καὶ ὑποκάτω πίπτοιεν αὐτοῦ. ὁποία τις ἐστὶν ἡ ἐν τῶ ᾄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, λέγουσά τε σαφῶς “ Ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι.” ὅτι δὲ γεγόνασιν ἀλκιμώτατοί [*](Cant. v. 8.) τε καὶ εὐσθενεῖς οἱ θεσπέσιοι μαθηταὶ, πιστώσεται λέγων περὶ αὐτῶν ὁ σοφώτατος ψαλμῳδὸς ἐν Πνεύματι “Ὡσεὶ [*](e Ps. cxxvi. 4.) βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.” ἐκτετιναγμένους μένους μὲν γὰρ τοὺς ἐξ Ἰσραὴλ ἀποκαλεῖ, ὡς τῆς θείας χάριτος ἐκπεπτωκότας διά τοι τὸ ἐμπαροινῆσαι Χριστῷ. οἱ γεμὴν ἐξ αὐτῶν υἱοὶ, βέλη γεγόνασιν ὡς ἐκ χειρὸς δυνατοῦ τοῦ πεμπόμενα. ἔφη ’δε που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν δὴ πάλιν τὸν Ἐμμανουὺλ περὶ τῶν ἁγίων ἀποστόλων “Βολίδες σου γὰρ πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων [*](Hab. iii. 11.) “σου.”

Καὶ ἐπεγερῶ τὸ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶι ̔Ελλήνων, καἰ [*](a 741 A.) ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ.

Ἰδοὺ δὴ σαφῶς τοὺς ἐξ Ἰουδαίων μυσταγωγοὺς τόξον [*](1. καὶ] + τοὺς Edd. inv. C. μαχόμενοι C. 3. σωτῆρα] + καὶ Edd. invitis C.D. 9. οὐκ alt.] πλὴν οὐκ Nik. in Ps. xliv. 10. ἀποφέροντες Nik. 1. c. Edd. ἐπιφέροντες C. ἐπὶ pro ἐν C. 11. καὶ om. C καὶ habet Niket. Codd. nonnulli. πίπτοιεν] τύπτοιεν Edd. [τύπταιεν ἡ deest in Edd. 12. τε assumptum ex C. 14. τε assumptum ex C. 15. σοφώτατος C. σοφὸς Edd. 17. μὲν om. C. invito Nik. in Ps. cxxvi. 18. ἐκπεπτωκότας Nik. Edd. ἀποπεπτ. C. 19. ἐξ assumptum ex C, Nik. 22. γὰρ assumptum ex C.)

424
ἴδιον ὀνομάζει. ποῖα γὰρ τὰ τέκνα τῆς Σιῶν τὰ κατὰ τῶν Ἑλληνικῶν κατεξανιστάμενα τέκνων, εἰ μὴ οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, καὶ [*](2 Tim. ii. 15.) τῆς ἀληθείας ὀρθοτομοῦντες τὸν λόγον; Σιῶν γὰρ ἡ νοητὴ, [*](b) πῶς ἃν ἑτέρα νοοῖτο παρὰ τὴν Ἐκκλησίαν; καταθλοῦσι δὲ τῶν τέκνων τῶν Ἑλληνικῶν, καὶ καταστρατεύονται τῶν πεπλανημένων, Θεοῦ τεθεικότος αὐτοὺς ὡς ῥομφαίαν μαχητοῦ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοού- [*](eph. vi. 14.) μένον στρατιώτην κατακαλλύνων ὁρᾶται. θώρακα μὲν γὰρ τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης περιτίθησιν αὐτῷ· καὶ μὴν [*](Ib. 17.) καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν. εἶτα δίδωσι τὴν μάχαῖραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. ταύτῃ δὴ οὖν τῇ μαχαίρᾳ κατὰ τῶν ̔Ελληνικῶν κεχρημένοι τέκνων, ἀποκείρουσι [*](c) μὲν τὴν ἐν αὐτοῖς βλαστοῦσαν ἀπάτην, καὶ τὸν [*](Heb. iv. 12.) τομώτατον τοῦ Θεοῦ λόγον ἐπιφέροντες αὐτοῖς, ὅς ἐστι ζῶν τε καὶ ἐνεργὴς, τὸ πονηρὸν καὶ ἀκάθαρτον ἐκκόπτουσι πνεῦμα, ἵνα δύναιντο λοιπὸν νῷ καθαρῷ τε καὶ ἐλευθέρῳ καὶ τῆς τῶν δαιμονίων πλεονεξίας ἀπηλλαγμένῳ, τὸν τῆς ἀληθοῦς θεογνωσίας παραδέξασθαι λόγον.

Καὶ ἔσται Κύριος ἐπ᾿ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς.

Ὅτι καὶ συνέσται Κύριος ὁ Θεὸς αὐτοῖς, καὶ συνασπιεῖ, [*](d) συγκαταδῃώσει τε τοὺς ἀνθεστηκότας διὰ τούτων ὑποδηλοῖ· ἔσται γάρ φησι Κύριος ἐπ’ αὐτοὺς, δῆλον δὲ ὅτι τοὺς ἀντανίστασθαι μεμελετηκότας τοῖς ἱερουργοῦσι τὸ εὐαγγέλιον αὐτοῦ. ἑκάστη δὲ βολὶς, τουτέστιν μυσταγωγὸς ἢ ἀπόστολος· βέλει γὰρ ἤτοι βολίδι παρεικάζει πάλιν αὐτοὺς Θεοῦ [*](2. κατεξανιστάμενα C.D.b. κατεξιστ. Edd. 14. βλαστῶσαν C. βλαστήσασαν D. 18. δαιμόνων C. 20. αὐτοὺς] + ὀφθήσεται F. Edd. invitis C.D. βολὶς] + αὐτοῦ F. Edd. (22. al.) invitis C.D. 21. Κύριος ὁ om. C.b. habet D. 22. συγκαταδῃώσει C.b. καταδ. Edd. 23. ἀντανίστασθαι C. ἀνθίστ. iid. 25. τουτέστιν assumptum ex C.b.)

425
πέμποντος· ὡς ἀστραπὴ δραμεῖταί φησι, δῆλον δὲ ὅτι καὶ τοῖς ἁπάντων ὀφθαλμοῖς ἀμογητὶ προσπίπτουσα. γεγόνασι γὰρ οὕτω λαμπροὶ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν τοῦ Σωτῆρος εὐαγγελίων οἱ κήρυκες, καὶ [*](c) οἱ μετ’ ἐκείνους λαῶν ἡγούμενοι καὶ προεστηκότες ἐκκλησιῶν, ὡς ἀγνοῆσαι μηδένα τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὴν φαιδρότητα. καὶ τοῦτο αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’ “Οὐδεὶς [*](S. Luc. viii. 16.) λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι “τὸ φῶς.” καὶ πάλιν ἑτέρωθι “Οὕτω λαμψάτω τὸ φῶς S.Matth. v. 16. ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.”

Καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν [*](a 742 Α·) σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶ· καὶ καταναλώσουσιν αὐτοὺς, καὶ καταχώσουσιν αὐτοὺς έν λίθοις σφενδόνης, καὶ ἐκπίονται τὸ αἶμα αὐτῶν ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ.

Συνασπιστὴν, ὡς ἔφην, καὶ σύνοπλον αὐτοῖς παρίστησιν ἐναργῶς ὁ λόγος τὸν τῶν ὅλων κρατοῦντα Θεὸν, παραταττόμενόν τε οὕτω. καὶ συναθλεῖν ᾑρημένον, ὡς ἤδη δοκεῖν [*](b) καὶ ἐξηρτύσθαι πολεμικῶς, καὶ, οἷον χωρεῖν μέλλοντα κατ’ ἐχθρῶν, ὅλη χρήσασθαι δυνάμει καὶ ταῖς ἐνούσαις εὐσθενείαις [*](1. ἀστραπὴ] + δὲ Edd. invitis C.D.b. 2. ἀμογητὶ] ἀμαχεὶ C.b. 3. γὰρ 4. δὲ Edd. 4. οἱ assumptum ex C. 7. αὐτὸς C. αὐτὸ D. Edd. Statim δηλῶν add. Edd. invitis C.D. 9. λυχνίαν C. λυχνίας Edd. εἰσπ. C. ἐκπ. iid. 11. εἴδωσιν C, ὑμῶν τὰ καλὰ C. τὰ κ. ὑμῶν Edd. 14. σαλπίζει manu prima ut opinor C. 16. αὐτοὺς alt. assumptum ex C. deest in F. Edd. καὶ καταχ. αὐτοὺς om. B.D. (23. al.) 18. τὸ θυσιαστ. F. (22, al.) 21, 22. κρατοῦντα et τε assnmpta ex C. deest utrumque in D. εἰρημένον C. 23. ἐξηρτύσθαι C. ἐξηρτῆσθαι Β. ἐξηρτῆσθαι D. Edd. μέλλοντα C. μᾶλλον καὶ τῇ D. Edd. 24. χρήσασθαι C. χρῆσθαι 1). Edd. ταῖς ἐνούσαις εὐσθενείαις αὐτῷ C.D. τῆς ἐνούσης εὐσθενείας αὐτοῖς Edd.)

426
αὐτῷ. καταστρατεύεσθαι γεμὴν εὖ μάλα φησὶν, οὐχὶ τῶν διὰ πίστεως εἰς δικαίωσιν σαγηνευομένων, ἀλλὰ κατὰ τῶν ἀνοσίως ἀνθεστηκότων τῷ θείῳ κηρύγματι, οὓς καὶ ὁ Παῦλος ἡμῖν [*](1 Cor. xvi. 9.) κατεσήμαινε λέγων “Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐν- “εργὴς, καὶ ἀντικείμενοι πολλοί.” σαλπιεῖ τοίνυν, φησὶν, ὁ [*](c) Κύριος ἐν σάλπιγγι. λελάληκε γὰρ ὁ Χριστὸς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς πᾶσαν διάττον τὴν ὑπ’ οὐρανὸν, ἐξάκουστον γὰρ τοῖς ἁπανταχοῦ τὸ Χριστοῦ μυστήριον. ἦν μὲν γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁ Μωυσῆς· τοιγάρτοι καὶ μόλις ἠκούετο κατὰ μόνην τὴν Ἰουδαίαν· ἥκιστα γεμὴν ἐν τούτοις ἐστὶν ὁ παρὰ Χριστοῦ λόγος. ἀναπεφώνηκε γὰρ οἷά τις σάλπιγξ μακρὰ καὶ εὐηχεστάτη, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἠχὴν ἐνιεῖσα τὴν διαπρύσιον. βαδιεῖται δὲ ὥσπερ ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, ὑπερασπιεῖ τε οὕτω τῶν [*](d) ἑαυτοῦ δορυφόρων, ὡς οἷον ὑπὸ πυρὸς δαπανᾶσθαι τοὺς ἀνθισταμένους, μόνον δὲ οὐχὶ καὶ σφενδοναις αὐτοὺς καταχῶσαι καταπαίοντας γεννικῶς. ἐκπίονται δὲ καὶ τὸ αιμα αὐτῶν, τουτέστιν, οἷά τινες θῆρες ἐπιθρώσκοντες περιέσονται ῥᾳδίως, καὶ νεκροὺς ἀποφανοῦσι. προσκομιοῦσι δὲ τῷ τῶν πεπτωκότων αἵματι φιάλας πεπληρωμένας, καθάπερ τινὰ σπονδὴν ἐπὶ τὸ θυσιαστήριον. εὐωδία γὰρ τῷ Θεῷ καὶ θυσία δεκτὴ τῶν οὐκ ἐώντων σώζεσθαι τοὺς πεπλανημένους ὁ θάνατος· [*](e) εἰ γὰρ τῶν σωμάτων τοὺς φονευτὰς οὐκ ἄξιον ἐλεεῖν· ὑποφέρεσθαι δὲ μᾶλλον ταῖς δίκαις, τὰ ἴσα παθόντας, τί ἄν τις λέγοι περὶ τῶν οἳ ψυχῶν ὀλετῆρες γεγόνασι καὶ φθόροι;

[*](2. κατὰ assumptum ex C.D.b. ἀνοσίως C.D.b. ἀθλίως Edd. 3. ἡμῖν assumptum ex C. deest in D. 4. κατεσήμαινε C.D. κατησήμηνε Edd. ἐνεργὴς D. ἐναργὴς Edd. καὶ ἐνεργ. om. C. 5. κοὶ] + οἱ Edd. repugn. C.D. φησὶν ὁ Κύριος hoc ordine C.b. φησι κύριος D. 6. Χριστὸς Cb. Κύριος D. Edd. 7. διατάττων (sic) b. 8. χριστοῦ deest in Edd. invitis B.C.b. 9. ὁ om. C. habet b. 11. παρὰ C.D. περὶ Edd. Neutrum habet b. 12. μακρὰ C.D. λαμπρὰ Edd. 13. ἠχεῖν C. 14. ὑπερασπιεῖ τε B.C.D.b. καὶ ὑπερασπιεῖται Edd. 15. δαπανᾶσθαι] ἀνασπάσθαι b. invitis C.D. 16. σφενδόναις C,D. σφενδόναις λίθοις b. σφενδόνης λίθοις Edd. καταχῶσαι καταπαίοντας C.D. καταχώσουσι καταπαίοντες Edd. 17. γεννικῶς retinui ex Edd. γενικῶς B.C.D. 23. ἐλεεῖν C.D. ἐλεεῖσθαι Edd. 25. περὶ τῶν οἳ D. Edd. πέρι τινων εἰ C. φθόροι C.D. φθορεῖς Edd.)
427

Εἰεν δ᾿ ἃν οὗτοι πάλιν οἱ Ἑλλήνων λογάδες, καὶ τῆς ἐν κόσμῳ σοφίας ἡμμένοι τὴν δόξαν, οἱ ἄνω τε καὶ κάτω θεοὺς καὶ θεὰς ὀνομάζοντες, καὶ τῇ κτίσει παρὰ τὸν ποιητὴν ἀναπείθοντες προσκυνεῖν, καὶ ἑκάστῳ τῶν στοιχείων τὴν Θεῷ [*](a 743 Α.) πρέπουσαν ἀνατιθέντες δόξαν. οὗτοι πεπλανήκασι τὴν ὑπ’ οὐρανὸν, καὶ οὐχὶ δὴ μόνον κατά γε τὸν χρόνον τῆς ἐν σώ. ματι ζωῆς· ἀλλὰ γὰρ καὶ εἰς χρόνους τοὺς ἐφεξῆς. μύριοι γὰρ ὅσοι κατὰ καιροὺς διολώλασι τῆς ἐκείνων ψευδοεπείας ἡττώμενοι, καὶ ψυχροῖς καὶ γραώδεσι μυθαρίοις προσεσχήκότες [*](Cf. 1 Tim. iv. 7.) κότες. ἀνῄρηνται δὴ οὖν οἱ τοιοίδε λοιπόν. οἴχεται γὰρ τῆς ἐκείνων συγγραφῆς ἡ βεβήλωσις, ἀπρακτοῦσιν οἱ μῦθοι, καὶ οἷον ἐκπεποται τὸ αἷμα αὐτῶν, καὶ τοῖς τῆς ἀληθείας [*](b) δόγμασι καθάπερ τισὶ λίθοις τοῖς ἐκ σφενδόνης καταπαιόμενοι καταχώννυνταί τε καὶ γέγονεν, ὡς ἔφην, εὐωδία Θεῷ τῆς ἐκείνων ἀθυροστομίας ἡ ἀπώλεια. καὶ σέσωκε Κύριος ὡς πρόβατα τὸν λαὸν αὐτοῦ. ἐπειδὴ γάρ ἐστι τῶν ὅλων αὐτὸς ποιητὴς, λαὸς αὐτοῦ λέγοιντο ἂν εἰκότως καὶ οἱ πάλαι πλανώμενοι· πλὴν ὡς ἀγέλην ἀπεληλαμένην ὑπὸ λῃστῶν σέσωκεν ὁ χριστὸς, τοὺς ψευδοποιμένας ἐκβαλὼν, κα ὑπὸ χεῖρα τιθεὶς ἰδίαν τὸ ἀνθρώπινον γένος. ἐστι γὰρ αὐτὸς ὁ [*](S. Joan x. 14, 15.) ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων.

[*](c)

Διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γὴς αὐτοῦ. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ’ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.