In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀνὰ μέρος καὶ κατὰ καιροὺς τὰς ὁράσεις τοῖς ἁγίοις [*](c) προφήταις ἐξεκάλυπτεν ὁ Θεός. οὐ γάρ που φαμὲν ὡς ἀεί τε καὶ συχνὴ καὶ ἀδιάστατος παντελῶς ἡ τῆς θεοπτίας αὐτοῖς ἐχορηγεῖτο χάρις καὶ τῶν ἐσομένων ἡ ἀποκάλυψις· κατὰ καιροὺς δὲ μᾶλλον, τοὺς ἑκάστῳ πράγματι πρέποντας, καὶ κατὰ τὸ αὐτῶ δοκοῦν τῶ ἀποκαλύπτοντι τὰ κεκρυμμένα. καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο, κατὰ πολλούς τε καὶ διαφόρους ἐπαιδεύοντο τρόπους. ἔσθ’ ὅτε μὲν γὰρ ἁπλῆν ἐδέχοντο γνῶσιν, ἐνηχοῦντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος· ἐσθ’ ὅτε δὲ καὶ πρὸς τούτῳ καὶ ἐν αὐταῖς ταῖς ὁράσεσι τῶν [*](d) δρωμένων ἐγίνοντο, ἄλλοτε ἄλλως αὐτοῖς διαμορφοῦντος Θεοῦ καὶ ἀποκαλύπτοντος αἰνιγματωδῶς μυστήρια. ῾Ησαΐας μὲν γὰρ ὁ μακάριος τεθεᾶσθαί φησι “τὸν κύριον σαβαὼθ [*](Es. vi. 1, 2.) “καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, περιεστηκότων αὐτὸν τῶν Σεραφὶμ καὶ εὐφημούντων ἐξ ἀμοιβῆς. ὁ δέ γε θεσπέσιος Ἰεζεκιὴλ θρόνον τεθεᾶσθαί φησιν ἐπὶ στερεώματος, [*](Ezek. i. 25, 26.) μάτος, ὑποκειμένων τῶν Σεραφίμ. ἔφη δὲ, ὅτι τὸν ἐπὶ τοῦ e θρόνου καθήμενον ἑώρακε διφυᾶ, ὡς τὰ κάτω μὲν ἀπὸ ὀσφύος [*](Ib. 27.) ἐν εἴδει πυρὸς ὁρᾶσθαι σαφῶς, ἐν ὁράσει δὲ ἠλέκτρου τὰ ἄνω. καὶ βαθὺς ἂν γένοιτο καὶ μακρὸς ὁ ἐφ’ ἑκάστῳ λόγος, εἴπερ ἕλοιτό τις πολυπραγμονεῖν τὰς αἰτίας τοῦ πολυειδεῖς γενέσθαι παρὰ Θεοῦ τὰς ὁράσεις αὐτοῖς.

Οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Ζαχαρίας καιρὸν καὶ ἡμέρας καὶ μῆνα σαφῶς ὁρισάμενος, τεθεᾶσθαί φησι τὸν [*](1. ἐξαπέσταλκε B.D. (Alex. XII.) ἐξαπέστειλε Edd. (Vat. ℵ) τοῦ assumptum ex B.D.F. (Alex. XII.) 3. εἶπαν Περιωδεύκαμεν B.D. (Alex.) εἶπον περιωδεύσαμεν Edd. (Vat. ℵ) 6. ὁ om. D. 7. τε B.D. που Edd. ἡ om. D. 8. ἡ assumptum ex B.D. 10. τὸ] τῷ D. 14. καὶ prius assumptum ex D. τοῖς deest in Edd. 21. τοῦ assumptum ex D. 22. ἑώρακε D. Edd. ἑώρακα Β.)

292
Κύριον ἐν εἴδει τῷ καθ’ ἡμᾶς. ἰδοὺ γὰρ ἀνήρ φησιν ἐπιβε- [*](659 A. a) βηκὼς ἐφ’ ἵππον πυρρόν. αἰνίττεται δὲ διὰ τούτου τὸν οἱονεί πὼς ἐμπειροπόλεμον καὶ εἰδότα τὰ τακτικά. τὸ γὰρ ἵππῳ μὲν ἐφιζῆσαι, καὶ τούτῳ πυρρῷ καὶ τὴν οἷον ἐξ αἵματος ἔχοντι χροιὰν, τοιοῦτόν τι οἶμαί που σημαίνειν λοιπόν. μάχεται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς ἀντεξάγουσιν αὐτῷ, καὶ οἷά τις πολέμιος ἀνθοπλίζεται τοῖς ἀπειθῆ καὶ ἀγέρωχον ἀντανιστᾶσιν αὐτῷ τὸν τῆς διανοίας αὐχένα. ἔδρων δὲ τοῦτο, καὶ μάλα νεανικῶς, οἱ ἐξ αἵματος Ἰσραὴλ, οἵ τε τὴν Ιουδαίαν καὶ αὐτὴν οἰκοῦντες τὴν ῾Ιερουσαλὴμ, καὶ μὴν [*](b) καὶ οἱ τὴν Σαμαρειτῶν χώραν ἔχοντες, τουτέστιν, αἱ δέκα φυλαί. ἐτράποντο γὰρ εἰς πολυθείαν, καὶ τοῖς χειροκμήτοις τὸ σέβας ἀνάπτοντες, ἐπεφώνουν ταῖς δαμάλεσι ταῖς χρυ- [*](3 Reg. xii. 28.) σαῖς “οὗτοι οἱ θεοί σοι, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ “γῆς Αἰγύπτου, καὶ πρός γε δὴ τούτοις, τῶν τοῦ νόμου θεσπισμάτων ἀλογήσαντες παντελῶς, ἀπερισκέπτως ἐτράποντο πρὸς τὸ ἑκάστῳ φίλον δοκοῦν. ταύτῃσι λοιπὸν ὁ τῶν ὅλων Θεὸς, ἔφιππος δὲ ὥσπερ αὐτοῖς, ὡς ἐν εἴδει τῷ [*](c) καθ’ ἡμᾶς, αἰνιγματωδῶς ἐπιφοιτᾷ.

Ἕστηκε δὲ ανα μεσον τῶν δύο ὀρέων τῶν κατασκίων. ὄρη δὲ οἶμαι κατάσκια φησι τό τε τῆς Ἰουδαίας, τουτέστι, τὴν Σιῶν καὶ μὴν καὶ τὸ Σαμαρείας. ἔφη γάρ που περὶ αὐτῶν [*](Amos vi. 1.) ὁ Θεός “Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιῶν καὶ τοῖς πεποιθόσιν “ἐπὶ τὸ ὄρος Σαμαρείας.’’ ἄμφω δὲ κατάσκια διά τοι τὸ ἀμετρήτῳ πλήθει τῶν κατῳκηκότων στενοχωρεῖσθαι τάχα που, καὶ ὕλην ἀπομιμεῖσθαι δασεῖάν τε καὶ ἀμφιλαφῆ. κατόπιν γεμὴν τοῦ ἐπιβεβηκότος τὸν ἵππον τὸν πυῤῥὸν, ἵπποι [*](d) πάλιν ᾔεσαν ἕτεροι, καὶ οὐκ ἐν ὄψει μιᾷ, πυρροὶ γὰρ ἦσαν, [*](4. τότε pro τούτῳ D. 5. τι om. D. σημαίνει τὸ pro σημαίνειν D. 11. οἱ om. D. ἔχοντες χώραν inv. 01(1. b. 12. χειροτμήτοις 1). 15. νόμου D.b. νομοθέτου Edd. 16. ἀμελήσαντες b. 17. φίλον] φίλιον καὶ 1). 18. δὲ om. D. 21. φησὶ κατάσκια mverso ordine D. τε assumptum ex b. 22. τὸ] + τῆς Edd. invitis D.b. 23. ἐξουθενῶσι D. 24. τὸ alt. B.D. τῶ b. Eiid. 26. δασεῖάν D.b. βαθειᾶν Edd. 28. ᾔεσαν B.D. ἤεσαν b. ἦσαν Edd.)

293
καὶ μὴν καὶ ψαραὶ καὶ ποικίλοι καὶ λευκοί. σημαίνουσι δὲ καὶ αὐτοὶ βασιλέας, ἢ ἔθνη φιλοπόλεμά τε καὶ μαχιμώτατα, καὶ οὐχὶ δὴ μόνην τὴν ἐνεγκοῦσαν ἔχειν ἠγαπηκότα, κάτα. σκιδνάμενα δὲ ὥσπερ ἁπάσης τῆς γῆς, καὶ ὑφ’ ἑαυτὰ ποιεῖσθαι εῖσθαι σπουδάζοντα τὴν ὑπ’ οὐρανὸν, ὁποῖοι γεγόνασιν οἱ Βαβυλωνίων βασιλεῖς, Φουλὰ μὲν πρῶτος, ὃς εἷλε τὰς πέραν τοῦ Ἰαρδάνου φυλάς. εἶτα μετ’ ἐκεῖνον ὁ Σαλαμανασὰρ, ὃς πεπόρθηκε τὴν Σαμάρειαν, καὶ τρίτος Σεναχηρεὶμ, ὁ τῆς [*](e) Σαμαρείας τὸ λείψανον καταδῃώσας ἀγρίως, προσεμπρήσας δὲ πολλὰς καὶ τῆς Ἰουδαίας πόλεις. τέταρτος ὁ Ναβουχοδονόσορ, ὃς καὶ αὐτὴν εἷλε τὴν Ἱερουσαλὴμ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τὸ γεμὴν ἐν εἴδεσιν ὁρᾶσθαι τοὺς ἵππους, σημαίνει που τάχα τῆς ἑκάστου γνώμης τὸ διάφορον· καὶ τὸ ἐν αὐτοῖς ἑτερόχροον, αἴνιγμα τῆς ἑκάστου διανοίας παραδέξαιτο ἄν τις, καὶ μάλα εἰκότως. διηπόρηκε μὲν οὖν ὁ Προφήτης καὶ ἀποκάλυψιν αἰτεῖ· [*](a 660 A.) μανθάνει δὲ, ὅτι ὑτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος περιοδεῦσαι πᾶσαν τὴν γῆν, καὶ αὐτοὶ δὲ τοῦτό φασιν οἱ ἀπεσταλμένοι, περιωδευκέναι τὴν σύμπασαν διαβεβαιούμενοι, καὶ μὴν ὅτι καὶ ἠρεμεῖ, ταῖς αὐτῶν πλεονεξίαις ἀντιτείνειν οὐκ ἔχουσα, καὶ τὸν ὑπ’ αὐτοῖς ἀβούλητον μὲν, πλὴν ἀναγκαῖον ὑπομένουσα ζυγόν.

Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ Κύριε, ἕως τίνος οὐ μὴ ἐλεήσεις Τὴν Ἱερουσαλὴμ καὶ τὰc πόλεις Τῆς Ἰουδαίας ἃς [*](b) ὐπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;

[*](1. ψαῤῥοί D.b. 2. αὐτοὶ] + καὶ Edd. invitis Β. D. βασιλείας b. invitis B.D. καὶ pro ἢ D. 4. ὑφ᾿ ἑαυτοῖς D. 6. Φουλὰ D.b. Φούλας Edd. 9. προσεμπρήσας δὲ] προσέμπρησε D. Statim πολλὸς hoc ordine b. κοὶ πολλὰς D. Edd. 11. αὐτὴν D.b. Edd. αὐτὸς Β. 12. γε D.b. τε Edd. 13. που assumptum ex b. deest in D. τῆς ἐκ. γν. τὸ διάφορον assumpta ex B.D.b. τῆς ἐκ. γνώμης post αἴνιγμα transp. Edd. et καὶ addunt. 14. ἑτερόχρουν D. 15. παραδέξαιτ’ 1). 17. τοῦ περιοδεῦσαι Κύριος inverso ordine D. 18. πᾶσαν τὴν γῆν D.b. τὴν γῆν ἅπασαν Edd. φησιν D. 22. ἀναγκαῖον D. Edd. ἀναγκαίως b. 23. καὶ prius om. D. (95, 185.) ὁ deest in Edd. κύριε] + παντοκράτωρ Edd. (A.V. &c.) invitis B.D. 24. ἐλεήσεις F. Edd. (Alex.) ἐλεήσῃς D. (Vat. cf. infra. τῆς Ἰουδαίας F. Edd. cf. infra. Ἰούδα D. (A.V. &c.))
294

Τῶν ἀπεσταλμένων ἵππων, ἤγουν ἐθνῶν τε καὶ βασιλέων περιοδευσάντων τὴν σύμπασαν γῆν, εἶτα σαφῶς εἰρηκότων, [*](Supra ver. 11.) ὡς κατοικεῖται καὶ ἡσυχάζει καὶ τὸν ἐξ ἀνάγκης ἐπεῤῥιμμένον ὑπομένει ζυγὸν, τρέπεται παραχρῆμα πρὸς λιτὰς τὰς ὑπέρ γε τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας ὁ μακάριος ἄγγελος, ὃς τάχα που τέτακτο παρὰ Θεοῦ τὸ τῶν Ἰουδαίων ἔθνος παιδαγωγεῖν. εὑρήσομεν δὲ ὅτι καὶ ὅτε τῆς τῶν Αἰγυπτίων [*](c) ἐκδεδραμήκασι γῆς, δεινοῖς μὲν αὐτοὺς κατεπτόει δείμασιν ὁ ἀπόπληκτος Φαραὼ, τὸν πολέμου νόμον ἐξωπλισμένος, εἶτα διώκειν ἐπιχειρῶν, ἔστη, φησὶν, ὁ ἄγγελος Κυρίου ἀνὰ μέσον αὐτῶν, ‘‘καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.’’ ἀλλὰ [*](Exod. xiv. 20. Heb. ii. 2.) καὶ αὐτὸν τὸν νόμον δι’ ἀγγέλων λελαλῆσθαι ὁ νομομαθὴς ἔφη Παῦλος. ὑπεμφαίνει ’δε τι τοιοῦτον καὶ τῆς εὐαγγελικῆς παραβολῆς ἡ δύναμις. ἔφη γάρ που Χριστὸς περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, τὸ μέλλον αὐτῇ συμβήσεσθαι [*](S. Luc. xiii. 6.) προαναδεικνὺς αἰνιγματωδῶς “Συκῆν εἶχε τις πεφυτευμένην [*](d) “ἐν τῷ ἀγρῷ αὐτοῦ.’’ ἐπειδὴ δὲ ἄκαρπος ἢν, ἐκκόπτειν αὐτὴν ἤθελε, καὶ δὴ τοῦτο δρᾶν ἐκέλευε λέγων τῷ γηπόνῳ [*](Ib. 7.) “Ἔκκοψον αὐτὴν, ἱνατί καὶ τὴν γῆν καταργεῖ;” ὁ δὲ πρὸς [*](Ib 8, 9.) τοῦτό φησι ‘‘Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως “ἂν σκάψω περὶ αὐτὴν, καὶ βάλω κόπρια· κἂν μὲν ποιήση “ καρπὸν “καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μή γε, ἐκκόψεις γὰρ ἕτερον ἡμῖν ἐν τούτοις τὸ τοῦ γηπόνου πρόσωπον ὑπαι- [*](e) νίττεται, πλὴν ὅτι τὸ τοῦ προεστηκότος ἀγγέλου, καὶ παιδαγωγεῖν αὐτὴν, ὡς ἔφην, προστεταγμένου; ὁρίσαντος οὖν τοῦ Θεοῦ τῆς αἰχμαλωσίας τὸν χρόνον εἰς ἔτος τὸ ἑβδομηκοστὸν, οὔπω μὲν εἰς πέρας ἥκοντος τοῦ καιροῦ, σιωπᾶν ἦν ἀναγκαῖον, ὡς ἃν μὴ δοκοίη Δεσποτικοῖς ἀντεξάγειν νεύμασι. πεπερασμένου δὲ ἤδη τοῦ καιροῦ, ποιεῖται τὰς λιτὰς, καὶ τῆς τοῦ [*](4. Haec τρέπεται— Ἱερουσαλὴμ accesserunt ex B.D. 6. τέτακτο B.D. ἐτέτακτο Εdd. 9. πολέμου] πολέμιον D. 12. λελαλῆσθαι δι ἀγγ. inverso ordine D. 15. τῶν om. D. 20. τὸ ἔτος τοῦτο inverso online D. 21. βάλω B.D. βάλλω Edd. 26. τὸ assumptum ex B.D.b.)

295
προσκρούειν ὑποψίας οἷον ἐκ μέσου γεγενημένης, ἀψευδῆ δὲ ὄντα τὸν Δεσπότην εἰδὼς, ἀναμαθεῖν ἀξιοῖ, πότερόν ποτε συμπεπέρανται τοῖς ἡμαρτηκόσι τὰ ἐξ ὀργῆς κατὰ τὸ πάλαι [*](a 661A.) δόξαν εἰς ἔτος τὸ ἑβδομηκοστόν· ἤγουν ἔσται τις έτέρα πάλιν ἀνάβλησις προστεθειμένων ἁμαρτιῶν, καὶ εἰς μῆκος ἔτι τὰ τῆς ταλαιπωρίας αὐτοῖς ἐκτείνεται. ταύτῃσί φησιν Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τας τῆς πόλεις ὑπερεωραμένας ἤδη τοῦτο ἑβδομηκοστὸν ἔτος;

Ελπὶς οὖν ἄρα τοῖς σεβομένοις Θεὸν χρηστὴ, καὶ ἀμφίβολος, ὡς εἰ δήπου γένοιτο προσκρούειν ἐξ ἀσθενείας, ἁλλ’ οὖν ἔχουσι παρὰ Θεῷ τοὺς λιπαροῦντας ὑπὲρ ἑαυτῶν, [*](b) οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, οἳ προσηνῆ τε καὶ μειλίχιον ἀποτελοῦσι Θεὸν, τῇ ἰδίᾳ καθαρότητι κατευνάζοντες τὰς ὀργὰς, καὶ οἱονείπως ἐκδυσωποῦντες ἀσχάλλοντα τὸν κριτήν. ἀλλὰ τότε μὲν ἄγγελος ὑπὲρ τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἐποιεῖτο τὰς λιτάς· ἡμεῖς δὲ, οἱ πεπιστευκότες καὶ ἡγιασμένοι λοιπὸν ἐν Πνεύματι, “Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν [*](1 S. Joan. ii. 1, 2.) “Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ- [*](c) “τιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἁλλὰ περὶ ‘‘ὅλου τοῦ κόσμου.” καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, αὐτὸν “ἱλαστήριον ὁ Θεὸς ἔθετο διὰ πίστεως, ἁμαρτιῶν [*](Rom. iii. 25.) ἀπαλλάττοντα τοὺς προσιόντας αὐτῷ.

Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλά καἰ λόγους παρακλητικούς. καὶ εἷπε πρὁς μὲ ὁ ἄγγελος ὁ λαλῶ ἑ ἐμοί Ἀνάκραγε λέΓω Κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ἱερουραλὴμ καὶ τὴν Σιὼν [*](d) ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπἰ τὰ ἔθνη τὰ [*](1, 2. οἷον et ποτε assumpta ex b. desunt in D. 4. δόξον b. δοκοῦν D. Edd. 5. προστιθεμένων b. 7. ἐλεήσῃ Edd. invitis omnibus. 10. ἀμφίλογος D. 16. τῶν om. D. 19. δίκαιον assumptum ex D. 20. μόνον D. Edd. μόνων Β. 24. ἐν om. D. 28. ἐγὼ deest in Edd.)

296
συνεπιτιθέμενα, ἀνθ’ ὧι ἐγὼ μὲν ὠργίσθην ὀλίγα, συνεπέθεντο εἰς κακά.

Ἀληθὲς εἰπεῖν, ὅτι κατὰ τὴν τοῦ ψάλλοντος φωνήν [*](Ps. cii. 8.) “Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,” καὶ αὐτὴ δὲ πραγμάτων ἡ πεῖρα διαβοήσειεν ἃν, ὡς ὧδέ τε ἔχει καὶ οὐχ [*](e) ἑτέρως. ἄθρει δὲ ὅπως δέχεται παραχρῆμα τὰς λιτὰς τὰς ὑπέρ γε τῶν πεπραχότων ἀθλίως, καὶ συντετριμμένων ἐν ἀλλοδαπῇ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀνατλάντων ζυγὸν, μόνον δὲ οὐχὶ τοῦ παρακαλοῦντος φθάνει τὴν αἴτησιν, καὶ ἀποκρίνεται παραχρῆμα ρηματα καλα καὶ λόγους παρακλητικούς· παρακλητικοὺς ’δε φησι τοὺς ἀνακτήσασθαί τε καὶ παρακάλεσαι δυναμένους τοὺς πεπονηκότας. παρ’ ὅλον γὰρ [*](662A. a) τῆς αἰχμαλωσίας αὐτῶν τὸν καιρὸν οὐ ῥῆμα τάχα που χρηστὸν εἰρηκὼς, οὐχ ἑτέρου τινὸς τῶν παρακαλεῖν εἰωθότων ἀξιώσας αὐτοὺς, ἄρχεται χρηστοεπεῖν, καὶ τῆς ἐπ’ αὐτοῖς ἡμερότητος καταβάλλεται τὴν ἀρχήν. ἐκ περιχαρείας δὴ οὖν τῆς ἄγαν ὁ θεσπέσιος ἄγγελος διακεκραγέναι λοιπὸν τῷ Προφήτῃ προστέταχε καὶ διακονεῖν εἰς ἅπαντας τὰ παρὰ Θεοῦ. ἐζηλωκέναι γάρ φησι τὴν Ἱερουσαλὴμ ζῆλον οὐκ αὐτῇ τὸν ζῆλον ἐνιεὶς, καθάπερ καὶ πρώην παρενηνεγμένῃ [*](b) πρὸς ἀλλοκότους λατρείας, ἀλλ’ ὑπὲρ αὐτῆς τοῖς πεπορθη- κόσιν, οἷς καὶ ὠργίσθαι φησὶν, οὐχ ὡς καὶ ἐν ἁπλῇ καὶ μεμετρημένῃ κινήσει τυχὸν, ἀλλ’ ὡς ἐν ἀκράτῳ τε καὶ ἀσχέτῳ θυμῷ. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπαίδευον τοὺς ἐμοὺς, καὶ οὐδὲν αὐτοὺς πέρα μέτρου πάσχειν ἤθελον· αὐτοὶ δὲ τῆς ἰδίας γνώμης τὴν ἀγριότητα δεινῶς τε καὶ ἀχαλίνως ἐπῆγον, παρέντες οὐδὲν τῶν εἰς ὠμότητα καὶ ἀπανθρωπίαν.

Τοῦτο οἶμαί ἐστι τὸ ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ συνεπέθεντο εἰς κακά. παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἡμαρδὲ [*](6. δὲ D. γὰρ Εdd. 8. ἀνατλάντων B.D. ἀπαλλάττων Edd. 11. φησὶ D. φημι Edd. 13. τὸν τῆς αἰχμαλωσίας τὸν (sic) pro τῆς οἰχμ. αὐτῶν τὸν D. 22. καὶ secundum assumptum ex D. 25. πέρα] παρά b. Statim τοῦ add. D. 29. γὰρ om. D.)

297
τηκότας ὁ τῶν ὅλων Θεὸς, καὶ συμμέτρους ἡμῖν ἐπιφέρων [*](c) αἰκίας, ἢ πόνους, μετασοβεῖ πρὸς τὸ ἄμεινον. οἱ δὲ δὴ πρὸς τοῦτο παρειλημμένοι, θηριοπρεπῶς ἐπιθρώσκουσι τοῖς παιδευομένοις ἔσθ’ ὅτε. ἀλλ’ ὀργίζεται Θεὸς ἐπ’ αὐτοῖς ὀργὴν μεγάλην. ὁ μὲν γὰρ ὡς πατὴρ ἐπανορθοῦν ταῖς αἰκίαις ἤθελεν· οἱ δὲ ὅλοις ὥσπερ ἱστίοις καὶ πάντα σείοντες κάλων ἀσχέτοις ὁρμᾶις τοῖς κάμνουσιν ἐπεφέροντο.

Τοῦτο παθούσης τῆς Ἐκκλησίας, ἠγνοήκασιν οἱ διώκοντες, ὅτι τοὺς τῆς εἰς αὐτὴν ἀγριότητος ἀποτιοῦσι λόγους, καὶ πικρὰς ἐξαιτηθήσονται δίκας παρὰ τοῦ προεστῶτος Θεοῦ.

[*](d)

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, κω μέτρον ἐκτεθήσεται ἐμὶ ετι.

Δέδειχεν ὅτι παθοῦσα τὴν ἀποστροφὴν τοῦ διασώζειν ἰσχύοντος, ἀθλιότητός τε καὶ ταλαιπωρίας εἰς τοῦτο κατώλισθεν, ἔσται δὲ πάλιν ἀκονιτὶ καὶ λίαν εὐκόλως ἐν οἷς ἦν [*](e) πάλαι, μετατεθέντος εἰς ἡμερότητα τοῦ παρωργισμένου· δῆλον δὲ ὅτι τοῦ πάντα ἰσχύοντος Θεοῦ· μόνον δὲ οὐχὶ καὶ ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ’, ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν [*](a 663 A.) [*](3. θηριοπρεπ ει ῶ ς B. habet θηριοπρεπῶς D. 4. ὀργίζετο D. 6. Haec ὅλοις—κάλων accesserunt ex D. 7. ἐπιφέρονται D. 9. τοὺς assumptum ex D. ἀποτιοῦσι D. ἀποτίσουσι Edd. 10. ἐξαιτοῦνται D. προεστηκότος D. 12. αὐτῷ D. 13. ἐκτεθήσεται Β. (Alex.) ἐκταθ. D. Εdd. (Vat. ℵ) 14. ἔτι ad Δέδειχεν conjungit D. 18. μετατεθέντες (sic) D. 21. οἱ assumptum ex B.D. 23. ἐμπέπρηστον Aub. νεώς D.)

298
ἐπαγγέλλεται πρὸς τὸ ἐν ἀρχαῖς, ὃ δὴ καὶ τετέλεστο, Κύρου μὲν ἀνέντος τῆς αἰχμαλωσίας, Δαρείου γενὴν καὶ αὐτὸν ἀναδείμασθαι προστάττοντος τὸν ναὸν, ἐφιέντος τε καὶ αὐτὴν τοῖς τείχεσιν ὀχυροῦν τὴν πόλιν.

Ὁρῶμεν δὲ, ὅτι διαγυμνάζων ἔσθ’ ὅτε Θεὸς τῶν ἁγίων τὴν πίστιν, καὶ τῶν προσκειμένων αὐτῷ τὴν ἀγάπησιν, ἐφίησι κατὰ καιροὺς διώκεσθαι τὴν Ἐκκλησίαν. ἀλλ’ ὀλίγα [*](b) παθοῦσαν εὐθὺς ἀνίστησι, καὶ ἀνατειχίζει πάλιν ταῖς ἐπικουρίαις, καὶ τῆ ἄνωθεν χάριτι τὸν ἴδιον οἶκον στεφανοῖ. καὶ ἕκαστος δὲ τῶν εὐσεβεῖν ᾑρημένων καὶ πόλις ἐστὶ καὶ οἰκος Θεοῦ. δοκιμάζεται δὲ πολλάκις, κατερεθιζούσης αὐτὸν εἰς φαυλότητα καὶ σαρκικῆς ἡδονῆς καὶ μερίμνης κοσμικῆς, ὡς δοκεῖν ἐμπεπρῆσθαί τε καὶ τειχῶν ἐρήμην, ἤγουν ἀσφαλείας, τὴν τοῦ παθόντος ἀπομεῖναι ψυχήν. ἀλλὰ κατοικτεί- ροντος Θεοῦ, καὶ ταῖς τῶν ἁγίων λιταῖς μετατιθεμένου πρὸς [*](Eph. ii. 21, 22. c) τὸ ἥμερον, οἰκοδομεῖται πάλιν “εἰς ναὸν ἅγιον, εἰς κατοι- “κητήριον Θεοῦ ἐν Πνεύματι,” καὶ δὴ καὶ ἁπάσης ἐπεληλαμένης ἀκαθαρσίας, ἀνατειχίζεται παρὰ Θεοῦ, καὶ γίνεται πόλις τοῦ μεγάλου βασιλέως, τουτέστι Χριστοῦ.

Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμώ Ἀνάκραγε λέγων Τάδε λέρει Κύριος παντοκράτωρ Ἔτι διαχυθήσονται ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τήν Σιὼν καὶ αἱρετιεῖ ἔτι ‘Ιερουσαλήμ.

[*](d)

Παρατείνοντος τοῦ χρόνου τῆς αἰχμαλωσίας, αἱ τῆς Ἱουδαίας πόλεις, οὐδὲν δὲ ἧττον καὶ τῆς Σαμαρειτῶν, ἐξηρήμωντο παντελῶς. οἶκοί τε γὰρ ἦσαν ἐμπεπρησμένοι καὶ μονονουχὶ τῆς Βαβυλωνίων ὠμότητος κατακεκραγότες, καὶ αὐτὰ δὲ τὰ τῶν πόλεων σχήματα κατηφανισμένα καὶ ἀνατετραμμένα [*](1. τετέλεστο B.D. τετέλεσται b. Edd. νεών D.b. 8. ἀνίστησι] + Θεὸς D. 17. καὶ alt. assumptum ex D. 20. ἀνάκραγε] ἔτι ἀνάκρ. Edd. ἔτι deest in Β.D. (ℵ Alex. XII.) 25. δὲ δὴ Edd. τῆς D. τῶν Edd.)

299
παντελῶς. εὐαριθμήτων δὲ κομιδῇ κατοικούντων, ἄνδρα μὲν οὐκ ἦν λαμπρὸν, ἢ καὶ ἑτέρως ἐπίσημον ἰδεῖν, ἀλλ’ οὐδὲ ἐν εὐπαθείᾳ ὄντας τινὰς, κατηφεῖς δὲ ἅπαντας, λιμῷ καὶ πενίᾳ κατηχθισμένους. τούτων ἁπάντων ἔσεσθαι πέρας [*](e) ἐπαγγέλλεται. διαχυθήσονται γάρ φησι πόλεις ἐν ἀγαθοῖς, τουτέστιν, ἐν ταῖς ἀρχαίαις εὐημερίαις ἔσονται, καὶ παρακειμένων αὐταῖς τῶν εἰς ἀφθονίαν ἀγαθῶν, μεταβαλοῦσι τὴν ὄψιν, καὶ ἀναδραμοῦνται πάλιν ἐν τοῖς κατ’ εὐχήν. ἐλεήσει γὰρ κύριος ἔτι τὴν Σιῶν καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.

Ἄθρει δὲ ὅπως εὐτέχνως ἡμῖν ὁ τῆς προφητείας πρόεισι λόγος. οὐ γὰρ εἰς ἅπαν αὐτὴν ἐλεήσειν κατεπαγγέλλεται, οὔτε μὴν εἰς πάντα χρόνον αἱρετιεῖν· ἀλλὰ τό Ἔτι φησὶ, [*](a 664 A.) μεμετρημένον ὥσπερ τὸν τῆς ἡμερότητος χρόνον ὑπισΧνούμενος. ἔμελλε γὰρ μετὰ τοῦτο τοῖς ἔτι χείροσιν ἐναλῶναι κακοῖς, ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις κατεγνωσμένη. οὐκοῦν τό Ἔτι μονονουχὶ καὶ ἐπιμετρεῖ τὸν τῆς ἡμερότητος χρόνον, ἀπειλὴν ἔχον ἀσυμφανῆ τῶν συμβησομένων αὐτῇ κατὰ τοὺς καιροὺς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας.

[*](b)

Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπε πρὸς μέ ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸ Ἰσραήλ. κω ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. καὶ εἶπα Τί οὖτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε πρὸς μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸ Ἰούδαν κα τὸ Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρε κεφαλήν· καὶ εἰσῆλθον οὖτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶ τά τέσσαρα [*](c) [*](1. ἄνδρασι D. 4. κατηχθεσμένους Edd. 5. γὰρ om. 6. Schol. brevissimum τουτέστιν ἐν ταῖς ἀρχαίαις ἐκείναις εὐημερίαις ἔσονται habet ἐκείναις non addit D. 15. κακοῖς—κατεγνωσμένη om. D. 16. μονονουχὶ καὶ ἐπιμετρεῖ D. μεμετρημένον ὥσπερ Edd. μεμ. ὥσπερ δηλοῖ Aub. 17. ἔχον D. ἔχοντα Edd. 18. τοὺς οm. D. 20. τοῦτο D. 22-24. Ἰούδαν ad Ἰούδαν transilit D. 22. Ἰσραὴλ] + καὶ Ἱερουσαλὴμ Edd. (ℵ Vat.) invito Β. (Alex. XII.) μοι Κύριος hoc ordine Β. 23. Haec μὲ accesserunt ex Β. (Alex. XII.) 25. εἰσῆλθον B.D.F. (Alex. XII.) cf. infra. εἰσήλθοσιν Edd. εἰσήλθοσαν Migne. [ἐξήλθοσαν Vat. ℵ])

300
κέρατα, τὰ ἔθνη τά ἐπαιρόμενα κέρας ἐπὶ τὴν τῆν τοῦ τοῦ διασκορπίσαι αὐτὴν.