In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πεπολέμηκε δὲ, ὡς ἔφην, καὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ [*](c) κατὰ καιροὺς ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς εἰς Χριστὸν ἀσεβείας ἐπράττετο δίκας, γυμνὴν καὶ ἀσχήμονα ἀναδεικνύων καὶ τῆς ἄνωθεν περιστολῆς ἀμοιροῦσαν παντελῶς. καὶ τοῦτο προ- [*](Hos. ii. 9, 10) ἀνεφώνει διὰ φωνῆς Ὠσηὲ, λέγων “Διὰ τοῦτο ἐπιστρέψω “καὶ κομιοῦμαι τὸν σῖτόν μου καθ’ ὥραν αὐτοῦ καὶ τὸν “οἶνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου “καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν αἰσχύνην αὐτῆς· “καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐναντίον τῶν [*](d) “ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός “μον.” ἡ μὲν γὰρ ἐξ ἐθνῶν ἐκκλησία δοξολογήσει λέγουσα [*](2. σου assumptum ex Β. D. b. 3. δὴ aseumptum ex D. βασιλείαις Β (ex corr.). D. βασιλεῦσι Edd. ABBREY 5. φησίν pro ἔφη D. 6. ὀφρυωμενη Edd. 8. εὐσθενής D. εὐσθενὲς B. εὐσθενῶς iid. ἄγαν κα hoc ordine D, κατὰ pro παρὰ iid. 10. εἰδόσιν αὔην inverso ordine D. 12. μάτην] μᾶλλον iid. 14. καὶ τεθήσεται hoc ordine D. Statnn εἰς assumptum ex D. 15. πεπόρθηται πεπόρθηκέ Edd. 19. ἐπράττετο δίκας D. τὰς δ. ἐπράττετο Edd. δεικνύων D. 21. διὰ τοῦτο] Pergit ἡ κατοικοῦσα (508 b. folio amisso) D. 23. μου prius] + κα iid. 25. ἐναντίον Β. (Alex. XII.) ἐνώπιον Edd. (Vat.) 26. ἐξέληται] ἀφέληται Edd. ἐκ assumptum ex B.)

55
“Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με Πη [*](Es. lxi. 10.) “ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης·” ἡ δὲ, ὡς ἔφην, γυμνὴ καὶ ἀσχήμων καὶ ἀκαλλὴς ὁρᾶται λοιπὸν καὶ τῶν θείων χαρισμάτων οὐκ ἔχουσα τὴν περιστολὴν, γέγονε δὲ καὶ εἰς παράδειγμα καὶ βδελυρωτάτη, καὶ πᾶν εἶδος νοσοῦσα κοσμικῆς ακαθαρσίας.

Καὶ ἔσται, πἄς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σου κω ἐρεῖ Δειλαία Νιωευΐ, τίς στενάξει αὐτὴν; πόΘει ζητήσω παράκλησιν αὐτῇ;

[*](c)

Εἴ τις, φησὶ, τῶν πάλαι προεγνωκότων τὰς σὰς δυναστείας πεσοῦσάν τε καὶ ἠρημωμένην καταθεάσαιτο, κατοιμώξει μέγα καὶ ἀποφοιτήσει γοργῶς, ἐκεῖνο λέγων Τις στενάξει αὐτήν; ὡς γὰρ ὄντος οὐδενὸς, ἤγουν ὑπολελειμμένου, τοῦ κἂν οἵου τε ὄντος καταθρῆσαι μόνον, τὰ τοιάδε φησί. σφόδρα δὲ σοφῶς προστέθεικε τούτῳ τό Ποθεν ζητήσω παράκλησιν αὐτῇ; καὶ ἔστι τῶν εἰρημένων τοιοῦτός τις ὁ νοῦς. πολέμου καὶ μάχης συγκροτουμένων κατὰ πόλεις τυχὸν ἢ [*](a 508 A.) χώρας, ἀδικεῖται μὲν ἔσθ’ ὅτε μέρος, σώζεται δέ τε καὶ τυχὸν τοὺς νενικηκότας διέδρα· καὶ τοῦτό ἐστι τοῖς ἐνοικοῦσι παράκλησις. ἢ γὰρ οὐκ ἐμπέπρησται πᾶσα, καὶ μεμένηκεν ἀπόρθητος μοῖρα, ἢ πεπτώκασι μέν τινες, σέσωσται δὲ πληθὺς ἑτέρα· ἐπὶ δέ γε τῆς Νινευῒ, πόθεν ἄν τις ἕλοιτο παράκλησιν; ἢ ποῖος αὐτὴν παραμυθήσεται τρόπος; πᾶσα γὰρ ἥλω καὶ πᾶσα πεπόρθηται καὶ διόλωλεν ἅπας ὁ ἐν [*](b) αὐτῇ. τὸ δέ Τίς στενάξει αὐτήν; καὶ ἑτέρως ἂν νοοῖτο πάλιν· ὅμοιον γὰρ εἰπεῖν Ἄρα τίς ἔσται τεχνίτης οὕτως εἰς θρήνους καὶ τὰς ἐπικηδείους ᾠδὰς, ὡς ἐπάξιόν τι τῶν συμβεβηκότων εἰπεῖν, καὶ τὸ ἀρκοῦν τοῖς πάθεσι καταστάξαι δάκρυον.

Ἑτοίμασαι μερίδα, ἅρμοσαι χόρδην, ἑτοίμασαι μερίδα Ἀμμών, ἡ [*](10. ἐρημωμένην Edd. 15. αὐτῇ] αὐτῆς iid. ante Migne. 16. πόλεις] πόλιν Edd. 17. χώραν iid. 25. γὰρ assuraptum ex B. 28. Ἀμὼν Β.)

56
κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἄρμ᾿ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς· καὶ Αἰθιοπία ἰσχὴς αὐτῆς [*](c) καὶ Αἴγυπτος, καὶ οὐκ ἔστι πέρας τῆς φυγῆς σου, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς· καὶ αὐτὴ εις μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπις αὐτὴς ἐδαφιοῦσιν ἀπ᾿ ἀρχῆς πασῶν τῶν ὁδῶι αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντε οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.

Ἀσυμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς, νοηθείη δ᾿ ἂν οὐχ ἑτέρως, εἰ μή τις γένοιτο προαφήγησις τῆς ἐν [*](d) αὐτοῖς ἱστορίας· ἔχει δὲ οὕτως. τραπομένου πρὸς ἀπόστασιν τοῦ Ἰσραὴλ, καὶ εἰδώλοις λελατρευκότος, καὶ διὰ μυρίων ὅσων ἀσεβημάτων ἐφ᾿ αὑτῷ καταθήγοντος τὸν τῶν ὅλων Θεὸν, ὡπλίζετο κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῶν Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ, θείας αὐτὸν εἰς τοῦτο διανιστάσης ὀργῆς. εἶτα δέον τοὺς ἐξ Ἰσραὴλ καταλῆξαι τῆς ἐν χερσὶν ἀσεβείας, καὶ ἀποσχέσθαι μὲν τοῦ προσκυνεῖν ἐθέλειν θεοῖς ἑτέροις, ἀνατρέψαι δὲ βωμοὺς καὶ κατεμπρῆσαι τεμένη καὶ συντρίψαι [*](e) μὲν τὰ χωνευτὰ, ταῖς δὲ εἰς μετάγνωσιν σπουδαῖς καὶ ἐπιεικείαις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἐπικουρίαν, τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ᾤοντο δὲ, ὅτι ταῖς ἐξ ἀνθρώπων συνδρομαῖς ἐπικουρούμενοι, καὶ ἀμείνους ἔσονται τῶν Βαβυλωνίων καὶ κατευμεγεθήσουσι τῶν ἐχθρῶν, κἂν εἰ μὴ σώζειν αὐτοὺς ἕλοιτο Θεός. τοιγάρτοι κατεμισθοῦντο πολλοὺς τῶν προσοίκων ἐθνῶν, ἐπρέσβευον δὲ καὶ πρὸς τοὺς Αἰγυπτίους, καὶ εἰς τὴν καλουμένην Ὢν, ἤτοι Ἀμμὼν, ἢ νῦν [*](2. τὰ om. D. ἰσχὺς] ἡ ἰσχὺς F. Edd. (Alex.) invitis B.D. (Vat. ℵ) 4. μετοικησίαν F. αἰχμάλωτος πορεύσεται B. (153.) 5. ἀπ᾿ ἀρχῆς B.D.F. (68. al.) ἐπ’ ἀρχὰς Edd. (A.V. ℵ) 7. καὶ om. D. 10. προαφήγησις] + τῶν Edd. invito D. 12. λελατρ. εἰδώλοις inverso ordine D. δία om. D. 13. ἐφ᾿ αὑτῷ καταθήγοντος] καταθηγόντων ἐφ᾿ ἑαυτὸν D. 15. διαναστάσης D. διανιστώσης Edd. 16. δέον post καταλῆξαι transp. D. Statim τοῖς Edd. 18. ἀνατρέψαι] ἀναστρέψαι iid. Statim τε pro δὲ B. 19. μὲν om. 1). ταῖς δὲ B. καὶ ταῖς D. iid. haec καὶ ἐπιεικείαις accesserunt ex B.D. 22. συνδρομαῖς ἐπίκουρ. hoc ordine B.D. 23. καὶ pro κἂν D. 24. αὐτοὺς om. B. habet D. 25. προσοίκων] περιοίκων D. τοὺς om. D. 26. ὢν] ὠγ Edd. ἀμμὼν D. ἀμὼν iid.)

57
ἐστιν Ἀλεξάνδρεια. οἱ δὲ συνασπίζειν ἐπηγγέλλοντο, καὶ [*](a 509 A.) ἀποσοβεῖν εὐκόλως δύνασθαι τοὺς Βαβυλωνίους, καὶ γεγόνασιν ἀφορμὴ τοῖς ἐξ Ἰσραὴλ τοῦ νομίζειν, ὅτι κἂν εἰ μὴ σώζοι Θεὸς, αὐτοὶ πρὸς τοῦτο ἀρκέσουσι, δεηθέντες οὐδενός. ἐπειδὴ δὲ τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλε, Θεοῦ προασπίζοντος καὶ ὑποστρωννύντος αὐτῷ τοὺς ἀνθεστηκότας, κεχώρηκε μετὰ τοῦτο καὶ κατὰ τῆς Αἰγυπτίων, θείας αὐτὸν πεμπούσης ὀργῆς, εἷλέ τε πᾶσαν, καὶ αὐτὴν δὲ τὴν Ὢν, ἤτοι τὴν Ἄμμων· ὠνόμαστο γὰρ οὕτω κατὰ καιροὺς, ὡς ἔφην, ἡ Ἀλεξάνδρεια· [*](b) ἣ δὴ καὶ μάλιστα παρὰ τὰς ἄλλας τῆς Αἰγύπτου πόλεις λαμπρά τε ἦν ἄγαν, ἄσυλόν τε καὶ ἀσφαλὲς ὁρμητήριον, διάτοι τὸ ὕδασι πανταχῆ διεζῶσθαι, καὶ ἐκ μὲν μοίρας τῆς βορειοτέρας ἔχειν τὴν θάλασσαν, ἐκ δὲ τῆς εἰς νότον εὐρεῖάν τε καὶ μακρὰν καὶ οἷον ἑτέραν θάλασσαν, λίμνην δὴ λέγω τὴν Μαριώτιδα, πεπυργῶσθαι δὲ καὶ ἑτέροις ποταμοῖς καὶ τελμάτων περιβολαῖς. ἐπήμυνον δὲ αὐτῇ καὶ οἱ τῆς ὁμόρου Λιβύης οἰκήτορες, παρατεινούσης μέχρι τῆς Αἰθιόπων γῆς, [*](c) τῆς πρὸς ἑσπέραν καὶ νότον· Γαράμαντες δὲ οὗτοι, κατόπιν τῆς Ἄφρων κείμενοι γῆς· συνωπλίζοντο δὲ καὶ τῶν εἰς ἠῶ καὶ νότον Αἰθιόπων τινὲς, οἳ Μερόην τε τὴν ἐσωτάτω πόλιν ποιοῦνται, καὶ ἀγρίαν καὶ μέλαιναν κατανέμονται γῆν.

Αλλ' ὧδε μὲν ἡμῖν ὁ τῆς ἱστορίας ἐχέτω λόγος, ἴωμεν δὲ ἤδη πρὸς διασάφησιν τῆς ἐννοίας τῶν ἐγκειμένων. ἑτοίμασαί φησι μεριδα, ὅμοιον ὡσεὶ λέγοι Ὦ ἀθλία Νινευῒ, μερίδα σαυτῇ· ἐπειδὴ γὰρ μέγα πεφρόνηκας, οἴει τε πάντη τε καὶ πάντως ἀπόρθητος ἔση διά τοι τὸ τείχεσι [*](d) [*](3. εἰ om. D. σώζει Edd. 5. εἷλε ante τὴν Ἰουδ. transponit D. συνασπίζοντος D. 7. Αἰγυπτίων Β. Αἰγύπτου D. iid. 8. εἷλέ τε πᾶσαν κοὶ αὐτὴν δὲ τὴν Ὢν] εἷλε δὲ καὶ αὐτὴν ἄποσον τὴν ὢν D. Ωγ pro Ων (sic) Edd. τὴν alt. assumptum ex D. Statim Ἄμμων D. Ἀμὼν Edd. 11. ἦν] + καὶ D. 12. πανταχοῦ iid. διεζῶσθαι ante πανταχῆ transp. D. 13. τὴν θάλασσαν ἔχειν inverso ordine D. εὐρύν Aiib. εὔρην Pont. 14. δὴ] δὲ D. 15. μαριώτιδα Β. μαιώτιδα (sic) D. Μαρεώτιδα Edd. 20. μερώην τε D. ἐσωτάτην iid. Statim ποιοῦνται πόλιν inv. ordine D. οἰκοῦνται pro ποιοῦνται e suo Migne. 23. ἐννοίας τῶν ἐγκειμένων] τῶν προκειμένων ἐννοίας D. ἑτοίμασαι] + δὲ Edd. invitis B.D. 25. σαυτῇ] ἑαυτῇ D. μεγάλα Edd. μέγα post πεφρόνηκας transp. D. 26. τε πάντη pro π. τε D. τοι om. D. )

58
περικεκλεῖσθαι μεγάλοις καὶ ἀναριθμήτους ἔχειν τοὺς συνασπίζειν ἐθέλοντας· κατὰ τίνα θέλεις εἶναι τῶν χωρῶν, αἳ πεπόρθηνται παρὰ σοῦ, καίτοι πλείστην ὅσην ἀπιτηδειότητα λαχοῦσαι, φησὶ, πρός γε τὸ δύνασθαι δυσαλώτως ἔχειν τε καὶ ἀλήπτως. ἅρμοσαι χορδὴν, τουτέστιν, ᾠδὴ καὶ μέλος καὶ αὐτὴ γενοῦ πόλεσί τε καὶ χώραις, παθοῦσα τοιαῦτα παρὰ Περσῶν καὶ Μηδῶν, ὁποῖα δέδρακας εἰς ἑτέρους αὐτή. ἑτοίμασαι μερίδα Ἄμμων, ἔστω σοί φησι μερὶς [*](e) καὶ κλῆρος ἡ Ἄμμων· ἃ δέδρακας ἐπ’ ἐκείνῃ, τὰ αὐτὰ καὶ σὲ παθεῖν ἀναγκαῖον. καὶ τίς ἦν ἡ Ἄμμων, ἡ κατοικοῦσα ἐν ποταμοῖς; τουτέστιν, ἡ θαλάσσῃ καὶ ποταμοῖς εὖ μάλα τετειχισμένη, ἢ ταῖς Αἰγυπτίων ἐπικουρίαις καὶ τοῖς Αἰθιόπων τοξεύμασιν ἐπαυχήσασα, ἡ τὴν τῶν Λιβύων ἀλκιμωτάτην λαχοῦσα πληθύν. ἀλλὰ καὶ οὕτως ἔχουσα θέσεως τε καὶ ῥώμης καὶ τῆς ἔξωθεν ἐπικουρίας, εἰς μετοικεσίαν πεπόρευται, γέγονε δὲ αἰχμάλωτος καὶ ἠδαφίσθη [*](510 A. a) αὐτης τοὶ νήπις, κληρωτοὶ δὲ γεγόνασιν οἱ διαφανεῖς, καὶ μερίδες τῶν νενικηκότων οἱ ἐνδοξότεροι, καὶ δέδενται πειροπέδαις. ὥσπερ οὖν εἷλες τὴν Ἀμμὼν ἀπόρθητον οὖσαν, ὅσον εἰς ἐπικουρίαν καὶ θέσιν· Θεὸς γὰρ ἦν ὁ παραδιδούς· οὕτω καὶ αὐτὴ δοθήσῃ πάντως εἰς χεῖρας ἐχθρῶν, κἂν εἰ μεγάλην ἔχοις ἐπί τε πληθύι· τῶν μαχίμων καὶ τείχεσι τὴν ὀφρύν. ἐγὼ γὰρ ἐπὶ σὲ, καὶ τὴν ἐμὴν οὐδεὶς ἀποστρέψει χεῖρα.

Καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ παρεωραμένη, καὶ οὐ ζητήσεις σεαυτῇστάσιν [*](b) ἐξ ὠρῶ.

[*](1. περικεκλεῖσθαι μεγάλοις D. μεγάλοις περιβεβλῆσθαι Edd. συνασπίζοντας pro συνασπίζειν ἔθελ’. D. 2. κατὰ τίνα θέλεις εἶναι] κατά τινα θέλεις iid. 3. παρὰ D. περὶ iid. 4. λαχοῦσαι] λαχοῦσα Edd. Statim φησὶ om. Β. γε et τε om. 1). 6. γίνου 1). 8. ἑτοίμασαι] + δὲ Edd. invitis B.D. Ἄμμων D. Ἀμὼν seinper Edd. φησι post ἡ Ἄμμων transp. 1). 9. ταῦτα pro τὰ αὐτὰ D. 10. τίς] τι Edd. ἤτοι pro ἡ alt. iid. 11. εὖ μάλα desunt in D. 15. ἡ assumptum ex B. 13. τῶν om. 1). 14. πληθύν] ἰσχύν D. 16. δὲ assuinptum ex D. 17. αὐτοῖς pro αὐτῆς D. 19. ὅσον] + ἥκει Edd. 20. οὕτω καὶ αὐτὴ D. αὐτὴν, καὶ αὐτὴ Edd. 22. ἔχοις] ἔχῃς iid. τὴν ὀφρύν] τὴν ἰσχὺν κοὶ τὴν ὀφρύν D. 24. παρεωραμένη F. (23. al.) cf. infra. ὑπερεωραμένη Β.Ό. Edd. (A.V. ℵ) σεαντῇ] ἑαυτῇ D. (23, 42, 3401.) 24. ἐξ om. D. ℵ))
59

Ὅνπερ γὰρ τρόπον, φησὶν, ἡ Ἄμμων τεταλαιπώρηκε τὰ ἐκ τῆς σῆς ἀγριότητος βέλη ὑπενεγκοῦσα, καὶ τὰς ἐκ τῆς ἐφόδου συμφορὰς, οὕτω καὶ αὐτὴ σκοτοδινιάσεις, καὶ οἷον ἐν μέθη γενήσῃ, στάσιν οὐκ ἔχουσα, τουτέστι, κατασειομένη τε καὶ πίπτουσα παρ’ ἐχθρῶν, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀπεστερημένη. οὓς γὰρ ἃν ἐπισκέπτοιτο Θεὸς, ἐλεεῖ δὴ πάντως καὶ ἐν τοῖς κατ’ εὐχὴν ἑστάναι ποιεῖ.

Μεμεθυσται δὲ ὥσπερ καὶ ἡ θεομάχος ‘Ιερουσαλὴμ, τὸ [*](c) νήφειν οὐκ ἔχουσα, διάτοι τὸ θείῳ μὴ καταλάμπεσθαι φωτὶ, μήτε μὴν ἐπαΐειν ἐθέλειν λέγοντος τοῦ Χριστοῦ “Ἐγώ εἰμι [*](S.Joan. viii. 12 xii. 35.) “τὸ φῶς τοῦ κόσμου.” καὶ πάλιν “Ἕως τὸ φῶς ἔχετε, “περιπατεῖτε περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.” μέθη δ’ ἃν νοοῖτο καὶ σκότος εἰς νοῦν καὶ νὺξ εἰς καρδίαν ἡ τοῦ συμφέροντος ἀγνωσία, καὶ τὸ μηδαμόθεν δύνασθαι κατιδεῖν τὴν τῆς σωτηρίας ὁδόν. ὅτι δὲ καὶ σεσάλευται, καὶ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα τὸ ἐρηρεισμένον οὐκ ἔχει, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; ἐκπέπτωκε γὰρ τῆς τῶν [*](d) ὅλων κρηπῖδος, καὶ τὸν ἀρραγῆ θεμέλιον οὐκ ἔχει, τουτέστι Χριστόν. παρεώραται δὲ καὶ τοῖς ἐχθροῖς δέδοται, ἢ ‘Ρωμαίοις τυχὸν, ἤγουν τοῖς εἰς πᾶν ὁτιοῦν κατακομιοῦσι τῶν παθῶν, φημὶ δὴ τοῖς ἀκαθάρτοις πνεύμασι. Χριστὸς οὖν ἄρα, καὶ πίστις ἡ εἰς αὐτὸν, παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ, καὶ τῆς τῶν ἐχθρῶν δυστροπίας ἀποτελέσει κρείττονας, καὶ ἐν ὀφθαλμοῖς ἵστησι τοῦ Θεοῦ. [*](e) περιόψεται γὰρ οὐδαμῶς τοὺς ἀγαπῶντας αὐτόν.

Πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι. ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος.

[*](1. τεταλαιπώρηκε ante φησιν transp. D. 2. ὑπενεγκοῦσα βλάβη pro βέλη ὑπενεγκ. D. 5. τε assumptum ex D. ἀπεστερημένη D. ἐστ’. Edd. 9. θείῳ μὴ καταλ. D. θείῳ post καταλ. transp. Edd. 10. μηδὲ pro μήτε D, ἐθέλ. ἐπαίειν inv. ordine D. 11. τοῦ κόσμου om. D. 14. τοῦ συμφέροντος] τῆς συμφορᾶς Edd. 15. καὶ om. D. 19. δέδοται τοῖς ἐχθροῖς inverso ordine D. 20. ἢ pro ἤγουν D. κατακομιοῦσι D. Edd. κατακομίζουσι Β. 21. δαίμοσι pro πνεύμασι D. 24. ἵστησι D. Edd. στήσει Β. 27. καὶ assumptum ex Β. (Alex. XII.) deest in D. Edd. ἔσθοντος B.D. (A.V. ℵ) ἐσθίοντος Edd. (22. al.) )
60

Τὰ πέπειρα τῶν συκῶν ἀποπίπτει ῥᾳδίως, εἰ δὴ κραδαίνοιτο τὸ φυτὸν, μονονουχὶ δὲ καὶ πρὸς τὴν τοῦ κατασείοντος καταθρώσκει χεῖρα, καὶ τοῖς δεομένοις τοῦ φαγεῖν αὐτομάτως ἐπιφοιτᾷ. οὐκοῦν ἐπειδήπερ Κύρου προσβαλόντος [*](511 A. a) καὶ πολιορκοῦντος ἤδη τὴν Νινευΐ, τοῖς τείχεσί τε αὐτῆς ἐφιστάντος τὰς ἑλεπόλεις ἤτοι τοὺς Κρίους, τὰς ἐπάλξεις ἐτήρουν οἱ ἐπαμύνοντες· εἶτα τοξεύοντες οἱ μαχόμενοι, κατεκόμιζον εἰς γῆν εὐκόλως αὐτούς. δέχεται τὴν ὁμοίωσιν ἀπὸ τοῦ πεφυκότος γίνεσθαι περὶ τὰ πέπειρα τῶν συκῶν. ταύτῃτοί φησιν ὅτι παντα τὼ ὀχυρώματά σου, τουτέστι τὰ τείχη, συκαὶ σκοποὺς ἔχουσαι, οἳ πρὸς τὴν τοῦ φαγεῖν ἐθέλοντος ἵενται χεῖρα, καὶ μάλα εὐκόλως, εἰ δή τις μόνον καταδονήσειε τὸ φυτόν.

[*](b)

Ἔσται δὲ οὕτω καὶ πᾶσα ψυχὴ, τῆς ἄνωθεν ἐπικουρίας ἐκπίπτουσα καὶ ἐστερημένη, εὐχερὴς καὶ εὐάλωτος καὶ οὐ σὺν ἱδρῶτι ληπτὴ τῷ κατεσθίοντι σατανᾷ. γέγραπται γὰρ [*](Abac. i. 16.) ὅτι “Τὰ βρώματα αὐτοῦ ἐκλεκτά.”

Ἰδοὺ ὁ λαός σου ὡς γυναὶκες έν σοι, τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου.

[*](c)

Ματαίαν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα. ᾤοντο μὲν γὰρ, ὡς οὐκ ἂν ἁλοῖέν ποτε, πληθὺν ἀμέτρητον τῶν αὐτοῖς συνασπιζοντως συναγηγερκότες, καὶ ἀρρήκτοις τείχεσι πεπυργωμένην οἰκοῦντες πόλιν. ἀλλ’ ὅτι καὶ ταῦτα παντελῶς ἀνόνητα αὐτοῖς προαναπεφώνηκεν ἐναργῶς, κακανδρίας εἰς τοῦτο κατοιχήσεσθαι λέγων τοὺς ἐπαμύνοντας, ὡς γυναίων ἀσθενῶν διενεγκεῖν οὐδέν· διανοιχθήσεσθαι δέ φησι καὶ τὰς [*](2. καὶ assumptum ex Β. δὲ καὶ om. D. 4. περ om. D. προσβάλλοντος Edd. invitis B.D. 5. τε om. D. 6. ἐφιστάντος D. Edd. ἐφιστῶντος Β. 8. αὐτοὺς εὐκόλως εἰς γῆν inverso ordine D. δέχεται] + οὖν Edd. 9. γίνεσθαι πεφ. iriv. ordine D. 12. ἵενται] ἰέναι iid. τις post καταδονήσειε transp. D. 19. αἱ πύλαι Υ. (42.) σου] + καὶ F. Edd. (Alex.) κα om. B.D. (Vat. ℵ) 22. ποτε D. πώποτε Edd. συνασπιζ. αὐτοῖς inv. ordine D. 24. αὐτοῖς ἀνόνητα παντελῶς inverso ordine D. 26. γυναικῶν D. 27. δέ assumptum ex B.D. Slatim φησι assumptum ex B. post πύλας transponit D.)

61
πύλας, εἰσβιαζομένων μένων δηλονότι τῶν ἐχθρῶν. ἀληθὲς γὰρ ὅτι “Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ [*](Ps. cxxvi. 1.) “φυλάσσων.”

[*](d)

Χρὴ δὴ οὖν ἄρα τὴν ἄνωθεν ἀσφάλειαν ἔχειν, πεποιθέναι τε ἡμᾶς ἥκιστα μὲν ἐφ’ ἑαυτοῖς, ἐπὶ Θεῷ δὲ μᾶλλον τῷ σώζοντι, καὶ μὴ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις μεγαλαυχεῖν, μήτε μὴν οἴεσθαι διεκνεύειν δύνασθαι τὴν ὀργὴν, εἰ δὴ παροτρύνοιτο Θεός. ἀπαλλάξει γὰρ οὐδεὶς θορύβου καὶ κακῶν, τὸν ᾧπερ ἂν ἐπιμηνίσειεν ὁ τῶν ὅλων κύριος. καὶ σοφὸς ἦν λίαν ὁ θεσπέσιος Δαυεὶδ ψάλλων τε καὶ λέγων “Οὐκ [*](Ps. xliii. 6.) “ἐπὶ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ὁ βραχίων μου οὐ σώσει με.” [*](e) “Ποιήσομαι γὰρ δύναμιν ἐν Θεῷ” κατά γε τὴν αὐτοῦ πάλιν [*](Ps. cvii. 14.) φωνήν.

Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ.

Φᾶσίν ὅτι Κύρου τε καὶ τῶν σὺν αὐτῷ τὰς περιοίκους τῆς Νινευΐ καταδῃούντων χώρας, καὶ πάσας αὐτῶν προαποκειρόντων ἐπικουρίας, τὴν πόρθησιν ἤδη δεδιότες οἱ Νινευῖται λοιπὸν εἰς πολλὰς καὶ μακρὰς ἀνέτεμον τάφρους τὰ περὶ τὸ ἄστυ χωρία, καὶ δὴ καὶ δυσπόρευτα τοῖς ἐχθροῖς ἀπετέλουν, [*](a 512 A.) παροχετεύοντες ποταμοὺς, καὶ ὑδάτων ἐμπιπλῶντες, καὶ τελμάτων ἔμπλεω ποιοῦντες τὴν γῆν. ἀλλ’ ἦσαν καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀμείνους οἱ μαχόμενοι, μᾶλλον δὲ ἡ θέλησις τοῦ παραδιδόντος Θεοῦ. ὅτι τοίνυν οὐδὲν ἔσται καὶ τοῦτο αὐτοῖς τὸ σπούδασμα, δείκνυσι λέγων Ὕδωρ περιοχῆς ἐπισπασαι σεαυτῇ. δοκεῖ δέ τισιν ὕδωρ ἐνθάδε νοεῖν τὸ ἐπισπώμενον, τὴν τῶν ἐπικεκλημένων ἐθνῶν εἰς ἐπικουρίαν [*](1. εἰσβιαζομένων D. Edd. εἰσβιβαζ. Β. 2. φυλάσσῃ Edd. –13 χρὴ δὴ — πάλιν φωνήν om. Β. 4. ἀσφάλειαν ἔχειν hoc ordine D. 8. θορύβου] θορύβων Edd. 9. ἐπιμηνίσῃ iid. Κύριος] Θεός iid. 12. ἐν] + τῷ iid. πάλαι iid. 14. ἐπισπάσασθαι D. 16. χώρας] πόλεις D. 17. δεδιότες ἤδη τὴν πόρθ. inverso ordine D. 18. τὸ περὶ ἄστυ χωρίον D. 19. καὶ prius] ὃ D. δυσπόρευτον D. Edd. 21. καὶ om. D. Statim ἀμείνους transponit D. 23. παραδιδόντος D. πδιδόντος B. περιδιδ. Edd. αὐτοῖς καὶ τοῦτο inverso ordine D. 25. ἐπισπάσασθαι D. ut supra. ἐνταῦθα pro ἐνθάδε D. 26. ἐπικεκλ. D. κεκλ. Edd.)

62
ἄθροισιν ἢ πληθύν. βαδιεῖται γὰρ καὶ οὕτως ἡμῖν ὁ λόγος [*](b) οὐκ ἀπὸ σκοποῦ, ὕδατα γὰρ πολλαχῆ ἡ τῶν ἐθνῶν ὠνόμασται πληθύς.

Κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν καὶ συμπάτει ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον.

Οὐ προτρέποι δ' ἂν τὰ τοιάδε Θεός· ἐπειὴ δὲ πάντως τὰ ἐσόμενα προηπίστατο, διαγελᾶ τὴν σκέψιν, καὶ ὅτι, καθάπερ ἔην ἀρτίως, μάταιον αὐτῶν ἔσται σπούδασμα πᾶν, δείκνυσι διὰ τούτων. ἐπειδὴ γὰρ συμβέβηκεν ἢ ἐπάλξεων, ἤγουν [*](c) ἑτέρας τινὸς ἐπιμελείας δεῖσθαι τὰ τείχη, πλίνθους εἰργάζοντο τὰς ἐκ πηλοῦ δηλονότι, πλὴν ὀχυρωτάτας· ὀπτωμένη γὰρ ἡ πλίνθος ἀναγκαιοτάτη πρὸς ἔργα, καὶ οὐκ ἂν ἔχοι τὸ εὐδιάθρυπτον. συμπάτει δὴ οὖν φησιν ἐν ἀχύροις, ἐργάζου καὶ πλίνθους. γενοῦ δὴ οὕτως ἰταμὸς καὶ ἀτεράμων εἰς μάχην, καθάπερ ἀμέλει καὶ ἡ πλίνθος αὐτή· ἔση γὰρ καὶ οὕτως εὐάλωτος, καὶ ἄθραυστος μὲν οὐδαμῶς, εὔκολος δὲ λίαν τοῖς [*](d) κατασείειν εἰδόσι, καὶ τῆς σῆς σκληρότητος ἀλκιμωτέραν ἔχουσι τὴν ὁρμὴν.

Ἐκεῖ καταφάγεταί σε πῦρ, έξολοθρεύσει σε ῥομφαία, καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος.