In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Αἱματων αὐτὴν πόλιν ὠνόμασεν· ἑτοιμότατοι γὰρ εἰς φόνους καὶ φιλαίματοι λίαν οἱ τῆς Νινευΐ βεβασιλευκότες· φιλοπόλεμοι δὲ καὶ ἑτέρως οἱ ἐν αὐτῇ, καὶ ἀτιθάσους ἀεὶ c καθ᾿ ὧν ἂν ἴοιεν τὰς ἐφόδους ποιεῖσθαι σπουδάζοντες. ψευδὴς δέ φησιν, ὅτι καὶ εἰδώλων μεστὴ, ἐφ᾿ ὧν μάλιστα τὸ ψεῦδος, οὐκ ἀναπόδεικτόν ἐστι. ψευδώνυμοι γὰρ, καὶ τὴν τῆς θεότητος δόξαν ὑποκλέπτοντες οἱ χειρόκμητοι θεοί [*](1. ἀξιάκουστον D. ἀξιόπιστον Edd. ἐπιφύεσθαι μὲν αὐτοὺς] αὐτοὺς ἐπιφ. D. 2. οἵων pro οἷς Edd. 4. γενέσθαι πολλοῖς inverso ordine D. 5. δὴ οὖν D. δὲ Edd. Statim φησι post θήραν transp. D. 6. καταθηρεύσειεν Aub. καταθηρεύειν D. 8. λεόντων δίκην et ἐπεφ. τοῖς ἀνθεστ. inverso ordine D. 10. κυριοκτόνοις D. 11. ἅπαντα (sic) D. 12. κατασκευασθ. συνδιολλέσθαι D. 13. τοῖς assumptum ex Β. Statim πολλοὺς D. οὐ φορ. γὰρ δεδυσσεβ.] δεδυσφορήκασι (forte legend. δεδυσφημήκασι) γὰρ οὐ φορητῶς D. 16. ψευδῆ D. 17. ὠνόμασε πόλιν inverso ordine D. 19. ἑτέρως] ἕτεροι Edd. αὐτοῖς pro οὕτη iid. ἀεὶ om. D. 23. ἐστι Β. δέ iid. Neutrum habet D. 23. ἀποκλέπτοντες δόξαν pro δ. ὑποκλ. D. )

50
[*](Ps. cxiii. 12. Hier. xxvii. 38.) “Ἀργύριον καὶ χρυσίον, κατὰ τὸ γεγραμμένον, ἔργα χειρῶν “ἀνθρώπων.” γῆν δὲ αὐτὴν τῶν γλυπτῶν ἀπεκάλεσέ που xxviii. καὶ ο σοφὸς ιερεμίας. ψευδης δ ἀν’ νοοῖτο καὶ καθ’ ἕτερον τρόπον, ὡς νοουμένου τοῦ ψεύδους εἰς πανουργίαν καὶ δόλους [*](d) καὶ ἀπάτην τὴν θεομισῆ, δηλονότι συνθεούσης καὶ ἀδικίας. οὗ γὰρ ἀπάτη καὶ δόλος, ἐκεῖ που πάντως ἕψεται καὶ τὸ ἀδικεῖν.

Αἱμάτων δὲ πόλις, ψευδὴς καὶ ἀδικίας πλήρης καὶ ἡ κυριοκτόνος Ἱερουσαλήμ. διαμεμνήμεθα γὰρ εἰπόντος τοῦ Χριστοῦ [*](S. Matt. 37) “Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτενοῦσα τοὺς τοὺς προφήτας, “καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. ἔφη [*](Hos. vii. 13.) δέ που καὶ διὰ φωνῆς προφητῶν “Οὐαὶ αὐτοῖς ὅτι ἀπεπή- “δησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· [*](e) “ἐγὼ ἐγὼ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ [*](S. Matt. xii. 24; xi. 19. S. Joan. viii. 48.) “ἐμοῦ ἐμοῦ ψευδῆ.” κατειρήκασι γὰρ τῆς δόξης Χριστοῦ, ποτὲ μὲν λέγοντες ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· ποτὲ δὲ κάτοινον ὀνομάζοντες, Σαμαρείτην τε πρὸς τούτῳ, καὶ τὰ πολὺ λίαν αἰσχίονα. ταῖς γὰρ ἐκείνων ἀθυροστομίαις πρέποι ἂν καὶ μόναις ἐκεῖνα ληρεῖν, ἃ καὶ φάναι τετολμήκασιν.

[*](505 A. a)

Οὐ ψηλαφηθήσεται θήρα. φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶ καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομφαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήθους τραυμάτων καὶ βαρείας πτώσεως, κὼ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.

[*](4. τρύπον deest in Edd. τοῦ ψ. νοουμένου inv. ordine D. δόλον pro δόλους Edd. 6. κοὶ alt. assumptum ex B.D. 8. ψευδὴς καὶ ἀδικίας πλήρης καὶ Β. καὶ ψ. ἀληθῶς Edd. καὶ ψευδὴς D. 9. μεμνήμ. D. τοῦ om. D. 10. ἀποκτενοῦσα] ἀποκτείνουσα iid. 11. αὐτήν] + ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον (sic) D. 15. Haec τῆς δόξης accesserunt ex D. Statim τοῦ add. iid. inv, D. 17. πρὸς τούτοις D. 21. τροχῶν σεισμοῦ inverso ordine D, 23. ἐκστραπτόντων Β. 24. τραυμάτων B.D. (153.) τραυματιῶν Edd. 26. αὐτῶν om. F. Edd.)
51

Ἐκ τοῦ πεφυκότος γίνεσθαι, πεποίηται πάλιν ὁ λόγος. τοὺς γάρ τοι δασὺ κομῶντας τῶν θάμνων καταπυκάζοντες [*](b) λίνοις οἱ ὀρνιθοθῆραι, καταδράττονται πολλάκις τῶν ὑπ’ αὐτοῖς κεκρυμμένων χερσὶν ἐπαφώμενοι. καὶ τέχνη τοῦτο αὐτοῖς. οὐκ ἔτι δὴ οὖν ψηλαφηθήσεται θήρω αὐτοῖς φησὶ, τουτέστιν οὐκ ἂν ἔτι θηρεύσειαν καθὰ καὶ πάλαι τινὲς, ἤγουν τὰ ἑτέρων εἰς ἑαυτοὺς διαρπάζοντες, οὐδ’ ἂν γένοιντο πάγη καὶ βρόχος τοῖς ἀσθενεστέροις, φροντίδος αὐτοῖς ἑτέρας ἐπεισπεσούσης, καὶ τοῦ περὶ τῶν ἐσχάτων ἀγῶνος ἐπηρτημένου. ἔσται γὰρ ἐν αὐτῇ φωνὴ μαστίγων. καί [*](c) μοι πάλιν ὁ Προφήτης δοκεῖ τὴν ἐκ τοῦ πολέμου τύρβην, οἷον ἐν ὄψει κειμένην, ἀφηγεῖσθαι σαφῶς. ὁρᾷ γὰρ ὥσπερ ἱπποκροτουμένην μὲν τὴν πόλιν, καὶ τοῖς τροχοῖς τῶν ἁρμάτων κατακτυπουμένην, καὶ παντευχίαις λαμπραῖς ἐναστράπτοντας τοὺς καταδῃοῦντας αὐτὴν, καὶ ἀριθμοῦ κρείττονας τοὺς διολωλότας, οἴκους τε τοὺς ἐν αὐτῇ κατασεσεισμένους· μέμνηται γὰρ καὶ βαρείας πτώσεως. κατατέθηπε δὲ, ὅτι πλείστη μὲν ὅση τῶν ἐν αὐτῇ συναγηγερμένων ἐθνῶν ἡ d πληθὺς, πάντες δὲ ἄνανδροι καὶ τὸ ἄναλκι νοσοῦντες ἐκτόπως, καὶ πολὺ λίαν εὔκολοι πρὸς δειλίαν. καὶ τὴν αἰτίαν εὐθὺς ἀποδίδωσι, λέγων ὅτι ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας. ἐπειδὴ γὰρ φαῦλοι γεγόνασι καὶ πονηροὶ τοὺς τρόπους, καὶ προσέτι καὶ εἰδωλολάτραι, καὶ εἰς πλάνησιν ἐκτόπως ἀπονενευκότες, ταύτῃτοι δικαίως ἀσθενεῖς ἔσονται καὶ περιδεεῖς, καὶ οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν ἐννοῆσαι μόνον ἀνασχόμενοι τὴν ἀντίστασιν.

[*](1. γίν. πεφυκότος et πάλιν πεπ. inverso ordine D. 2. Baael D. 3. ὀρνιθοθῆραι] ὀρνεοθῆραι D. ἐν pro ὑπ’ D. 5, 6. αὐτοῖς alt. et ἔτι accesserunt ex D. 6. καθὰ] καθὼς Edd. 7. ἑαυτοὺς D. αὐτοὺς iid. 8. ἑτέρας ἐπιπεσούσης αὐτοῖς pro αὐτοῖς ἔτ’. ἐπεισπεσ. D. 9. τῶν assumptum ex B.D. 10. μαστίγων retinui ex Edd. cf. sequentia. σαλπίγγων B.D. 12. ἐν ὄφει κειμένην] ἐπικειμένην ἐν ὄψει D. 13. μὲν om. D. τῶν ἁρμάτων τροχοῖς inv. ordine D. 14. κτυπουμ. D. ἐναστράπτοντας] καταστράπτοντας Edd. 16. τε assumptum ex Β.ϋ. 19. τὸ ἄναλκι νοσοῦντες hoc ordine D. 21. εὐθὺς om. D. 22. γεγόνασι φαῦλοι inv. ordine D. 24. ἐκτόπως εἰς πλάν. inverso ordine D. 26. ἀνεχόμενοι D. ἀπόστασιν Edd. invitis B.D. )
52
[*](e)

Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνεία αὐτῆς καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὐτῆς.

Ὁ ἐπ’ αἰσχροῖς ἔπαινος ἐπίτασιν ἔχει τῶν ἐγκλημάτων, οἷον ὡς εἴ τις ἕλοιτο λέγειν περί του τῶν ὄντων, ὅτι κλέπτης τεχνίτης καὶ λῃστὴς ἀνδρεῖος καὶ γόης εὐφυής. οὐκοῦν κἂν εἰ λέγοιτο περὶ τῆς Νινευΐ Πίρνη καλὴ καὶ ἐπίχαρις, οὐ πρὸς ἐπαίνου μᾶλλον αὐτῇ τὸ χρῆμα ἔσται, πολλοῦ γε καὶ δεῖ, [*](506 Α. a) χαλεπωτέραν δὲ μᾶλλον τὴν κατάρρησιν ἀπεργάσεται. γύναια γὰρ τὰ ἑταιριζόμενα τότε δὴ μάλιστα δοκοῦσι πολὺ τὸ ἐπίχαρι μελετᾶν, ὅτε φαίνοιντό γε στωμύλα τε καὶ κομψοεπῆ. τοιαύτη καὶ ἡ Νινευῒ, τεχνῖτις εἰς καὶ οὐκ ἀνικάνως ἔχουσα πόλεις τε καὶ χώρας ἑλεῖν, καὶ ἀναπεῖσαι φρονεῖν τὰ αὐτῇ δοκοῦντα καὶ φίλα. ταῦτα δὲ ἦν γοητεῖαί τε καὶ ψευδομαντεῖαι καὶ βέβηλοι τελεταὶ καὶ τὰ εἰδώλων παίγνια. καθίκετο γὰρ εἰς τοῦτο ληρωδίας, ὡς [*](b) ἐν εὐκλείας λόγῳ ποιεῖσθαι τὸ καὶ ἤδη δοκεῖν ἡγεῖσθαι φαρμάκων, αὔχημά τε ποιεῖσθαι τὰ οὕτως αἰσχρὰ καὶ τὴν ἐσχάτην λαχόντα καταβοήν. ἔθος δὲ ἦν τῶν ἐν αὐτῇ τισιν ἔθνη τε καὶ χώρας καταπωλεῖν ἐν τοῖς φαρμάκοις αὐτῶν. πῶς δὲ ἢ τίνα τρόπον, ἐροῦμεν ὡς ἔνι. ἔθος ἦν Ἀσσυρίοις πολεμεῖν ἐθέλουσι καὶ ὅπλα κινοῦσι καθ’ ἑτέρων, ταῖς τῶν μάγων τέχναις προαναμανθάνειν ἐπείγεσθαι τὰ ἐσόμενα, οἳ καὶ τὰς ἐκ βασιλέως τιμὰς ὑποτρέχοντες, κατευμεγεθεῖν πολέμου παντὸς ἐκέλευον, καὶ τοῖς σφῶν ἐπιτηδεύμασι προαπονευροῦν ἐψεύδοντο τοὺς ἀνθεστηκότας. ὁποῖόν τι πράτ- [*](3. Ὁ accessit ex B.D. 4. περί τινος λέγειν pro λῆ. περί του τῶν ὄντων Β. invito D. 6. λέγοιτο D. λέγοι Edd. πρὸς ἐπαίνου] πρὸς ἔπαινον iid. 7. ἔσται τὸ χρ. οὐτῇ inverso ordine D. γε assumptum ex B.D. 8. ἀπεργάσ. τὴν κατάῤῥ. inv. ordine D. 9. τὰ om. Edd. 10. γε assumptum ex B. φαίνονταί τισι pro φαίνοιντό γε D. τε assumptum ex D. 11. τοιαύτη] + δὲ D. 14. τε assuraptum ex D. 15. ληρωδίας 1). Edd. ληρίας Β. 16. ποιεῖσθαι λόγῳ inv. ord. D. Statim haec τὸ καὶ —ποιεῖσθαι accesserunt ex Β. τὸ δοκεῖν ἡγεῖσθαι φαρμακός αὔχημά τε ποιεῖσθαι D. 18. λαχόντα om. D. 20. ἰνὶ om. D. 22. ἐπείγεσθαι om. D, 23. καὶ assumptum ex D. Statim τὰς τῶν ἐκ βασιλέων τιμὰς pro τὰς ἐκ β. τιμὰς D. 24. ἐκέλευον πολέμου παντὸς inverso ordine D.)

53
τειν ἤθελεν ὁ Βαλὰκ, ὁ Μωαβιτῶν βασιλεύς. κατεμισθοῦτο [*](c Num. xxii. xxiii. Ib. xxiii. 7.) γὰρ τὸν ἀλιτήριον Βαλαὰμ καὶ δὴ καὶ εἰς ὄρος ἀνεκόμιζε “λέγων Δεῦρο κατάρασαί μοι τὸν Ἰσραήλ.” ᾤοντο γὰρ, ὅτι ταῖς τῶν μάγων ἀραῖς ἀκολουθήσει τὰ πράγματα. πορνείαν δὴ οὖν ἐν τούτοις τὴν γοητικήν τε καὶ μάγον ὀνομάζει τέχνην, δι’ ἧς κατεπώλουν ἔθνη καὶ φυλὰς οἱ ταῦτα σοφοὶ, ἀεὶ τὸ κρατήσειν ὑπισχνούμενοι τοῖς προσάγουσι μισθούς.

Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, κω ἀπ[οκαλύψω τὰ ὀπίσω ὅου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνει [*](d) τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου· καὶ ἐπιῤῥίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα.

Ὅτι μὴ πρὸς ἄνθρωπον ὁ λόγος αὐτῇ μήτε μὴν ὁ πόλεμος, ἐπεμήνισε δὲ μᾶλλον ὁ τῶν δυνάμεων κύριος, καὶ κατεξανίστησιν αὐτῆς Πέρσας τε καὶ Μήδους, κατασημαίνει πάλιν. τῷ δὲ δὴ πάντων κατεξουσιάζοντι Θεῷ καὶ τῷ τῶν [*](e) ὅλων ἔχοντι κράτος, τίς ὁ ἀντεξάγων, εἰ πολεμεῖν ἕλοιτό τισιν; εἶτά φησιν ὅτι καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου. γέγονε δὲ πάλιν ὁ λόγος ὡς ἐπὶ γυναικὸς ἑταιριζομένης, ἢ ὅσον μὲν ἧκεν εἰς πρόσωπον καὶ τὸν ἔξωθεν ὡραισμὸν, ἀξιέραστος εἶναι τοῖς ὁρῶσι δοκεῖ· εἰ δὲ δὴ πάθοι τὴν ἀπαμφίεσιν καὶ τοῦ κόσμου τὴν ἀπόθεσιν, γυμνῷ δὴ πάντως ἀσχημονήσει τῷ σώματι, τῶν μορίων τὸ ἀκαλλὲς ἀκρύπτως ἐκφαίνουσα. ἀποκαλύψω δὴ οὖν φησι τὰ ὀπίσω [*](1. ὁ prius om. Β. 2. γὰρ] + δὴ Edd. invito D. 5. οὑν assumptum ex D. τὴν γοητικήν τε τε om. B.] καὶ μάγον ὀνομάζει B.D. ὀνομάζει τὴν γοητικὴν Edd. 6. ἔθνη assumptum ex B.D. 8. ὁ Θεὸς ὁ orn. D. (87. al.) 9. δείξω ἔθνεσι τὴν αἰσχύνην ἀσχημοσύνην F. (Alex.)] σου D. Edd. τὴν αἰσχύνην σου δείξω ἔθνεσι Β. (153.) 11. σὲ] + τὸν Β. (153.) 15. κατασημαίνειν Edd. ante Migne. 16. ἐξουσιάζοντι pro κατεξ. Edd. 18. φησιν εἶτα pro τισιν; εἶτα φησιν et φησιν post σου add. D. Statim εἰς pro ἐπὶ τὸ D. cf. infra. 19. Haec ὁ λόγος assumpta ex B.D. 20. ἥκει Edd. 21. εἶναι] + τις iid. τοῖς ὁρῶσιν εῑναι inv. ordine D. 22. πάθῃ iid. Haec καὶ τοῦ κόσμου τὴν ἀπόθεσιν accesserunt ex B.D. 23. Assumpta δὴ ex B.D. τῷ ex D.)

54
σου, τουτέστι, πᾶν ὅσον ἐστὶν ἄσχημον ἐν σοὶ, καὶ πρό γε [*](507 A. a) τῶν ἄλλων παραδείξω σοι. τὸ γὰρ εἰς πρόσωπόν σου, τί ἕτερον ἡμῖν ἢ τουτὶ δὴ πάντως ὑπεμφήνειεν ἄν; αποκαλύψειν δὲ οὐδὲν ἧττον ἔθνεσί τε καὶ βασιλείαις τὴν ἀτιμίαν αὐτῆς διαρρήδην ἔφη. ἐδόκει μὲν γὰρ ὡραία τις εἶναι καὶ ἀξιέραστος ἡ Νινευῒ ταῖς τῶν μάγων τέχναις καὶ τὴν κατὰ πάντων ἀρχὴν καὶ δυναστείαν ἁρπάζουσα, εὐσθενής τε ἄγαν καὶ ἀμαχεὶ παρὰ πάντων λαβοῦσα τὸ νικᾶν. ἐπειδὴ δὲ ἥλω καὶ πέπτωκεν, ἀσχήμων καὶ ἀτερπὴς [*](b) παρά γε τοῖς αὐτὴν εἰδόσι κατεφαίνετο, οἳ καὶ βδελυρὰν ἡγοῦντο λοιπὸν, κατεγνωκότες που πάντως, ὡς μεγαλαυχήσασαν μὲν ἐπὶ μηδενὶ, ἐπιθαρσήσασαν δὲ μάτην ταῖς ἐκ μάγων ἐπικουρίαις, μᾶλλον δὲ φενακισμοῖς καὶ ἀπάταις. διεβεβαιοῦτο δὲ ὅτι καὶ τεθήσεται εἰς παράδειγμα, ὡς ἐρούντων ἐσθ’ ὅτε τινῶν, εἰ δὴ διόλοιτο πόλις ἢ χώρα, πεπόρθηταί τε καὶ πέπτωκε, καθὰ καὶ ἡ ταλαίπωρος Νινευΐ.

Πεπολέμηκε δὲ, ὡς ἔφην, καὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ [*](c) κατὰ καιροὺς ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς εἰς Χριστὸν ἀσεβείας ἐπράττετο δίκας, γυμνὴν καὶ ἀσχήμονα ἀναδεικνύων καὶ τῆς ἄνωθεν περιστολῆς ἀμοιροῦσαν παντελῶς. καὶ τοῦτο προ- [*](Hos. ii. 9, 10) ἀνεφώνει διὰ φωνῆς Ὠσηὲ, λέγων “Διὰ τοῦτο ἐπιστρέψω “καὶ κομιοῦμαι τὸν σῖτόν μου καθ’ ὥραν αὐτοῦ καὶ τὸν “οἶνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου “καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν αἰσχύνην αὐτῆς· “καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐναντίον τῶν [*](d) “ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός “μον.” ἡ μὲν γὰρ ἐξ ἐθνῶν ἐκκλησία δοξολογήσει λέγουσα [*](2. σου assumptum ex Β. D. b. 3. δὴ aseumptum ex D. βασιλείαις Β (ex corr.). D. βασιλεῦσι Edd. ABBREY 5. φησίν pro ἔφη D. 6. ὀφρυωμενη Edd. 8. εὐσθενής D. εὐσθενὲς B. εὐσθενῶς iid. ἄγαν κα hoc ordine D, κατὰ pro παρὰ iid. 10. εἰδόσιν αὔην inverso ordine D. 12. μάτην] μᾶλλον iid. 14. καὶ τεθήσεται hoc ordine D. Statnn εἰς assumptum ex D. 15. πεπόρθηται πεπόρθηκέ Edd. 19. ἐπράττετο δίκας D. τὰς δ. ἐπράττετο Edd. δεικνύων D. 21. διὰ τοῦτο] Pergit ἡ κατοικοῦσα (508 b. folio amisso) D. 23. μου prius] + κα iid. 25. ἐναντίον Β. (Alex. XII.) ἐνώπιον Edd. (Vat.) 26. ἐξέληται] ἀφέληται Edd. ἐκ assumptum ex B.)

55
“Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με Πη [*](Es. lxi. 10.) “ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης·” ἡ δὲ, ὡς ἔφην, γυμνὴ καὶ ἀσχήμων καὶ ἀκαλλὴς ὁρᾶται λοιπὸν καὶ τῶν θείων χαρισμάτων οὐκ ἔχουσα τὴν περιστολὴν, γέγονε δὲ καὶ εἰς παράδειγμα καὶ βδελυρωτάτη, καὶ πᾶν εἶδος νοσοῦσα κοσμικῆς ακαθαρσίας.

Καὶ ἔσται, πἄς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σου κω ἐρεῖ Δειλαία Νιωευΐ, τίς στενάξει αὐτὴν; πόΘει ζητήσω παράκλησιν αὐτῇ;

[*](c)

Εἴ τις, φησὶ, τῶν πάλαι προεγνωκότων τὰς σὰς δυναστείας πεσοῦσάν τε καὶ ἠρημωμένην καταθεάσαιτο, κατοιμώξει μέγα καὶ ἀποφοιτήσει γοργῶς, ἐκεῖνο λέγων Τις στενάξει αὐτήν; ὡς γὰρ ὄντος οὐδενὸς, ἤγουν ὑπολελειμμένου, τοῦ κἂν οἵου τε ὄντος καταθρῆσαι μόνον, τὰ τοιάδε φησί. σφόδρα δὲ σοφῶς προστέθεικε τούτῳ τό Ποθεν ζητήσω παράκλησιν αὐτῇ; καὶ ἔστι τῶν εἰρημένων τοιοῦτός τις ὁ νοῦς. πολέμου καὶ μάχης συγκροτουμένων κατὰ πόλεις τυχὸν ἢ [*](a 508 A.) χώρας, ἀδικεῖται μὲν ἔσθ’ ὅτε μέρος, σώζεται δέ τε καὶ τυχὸν τοὺς νενικηκότας διέδρα· καὶ τοῦτό ἐστι τοῖς ἐνοικοῦσι παράκλησις. ἢ γὰρ οὐκ ἐμπέπρησται πᾶσα, καὶ μεμένηκεν ἀπόρθητος μοῖρα, ἢ πεπτώκασι μέν τινες, σέσωσται δὲ πληθὺς ἑτέρα· ἐπὶ δέ γε τῆς Νινευῒ, πόθεν ἄν τις ἕλοιτο παράκλησιν; ἢ ποῖος αὐτὴν παραμυθήσεται τρόπος; πᾶσα γὰρ ἥλω καὶ πᾶσα πεπόρθηται καὶ διόλωλεν ἅπας ὁ ἐν [*](b) αὐτῇ. τὸ δέ Τίς στενάξει αὐτήν; καὶ ἑτέρως ἂν νοοῖτο πάλιν· ὅμοιον γὰρ εἰπεῖν Ἄρα τίς ἔσται τεχνίτης οὕτως εἰς θρήνους καὶ τὰς ἐπικηδείους ᾠδὰς, ὡς ἐπάξιόν τι τῶν συμβεβηκότων εἰπεῖν, καὶ τὸ ἀρκοῦν τοῖς πάθεσι καταστάξαι δάκρυον.

Ἑτοίμασαι μερίδα, ἅρμοσαι χόρδην, ἑτοίμασαι μερίδα Ἀμμών, ἡ [*](10. ἐρημωμένην Edd. 15. αὐτῇ] αὐτῆς iid. ante Migne. 16. πόλεις] πόλιν Edd. 17. χώραν iid. 25. γὰρ assuraptum ex B. 28. Ἀμὼν Β.)

56
κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἄρμ᾿ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς· καὶ Αἰθιοπία ἰσχὴς αὐτῆς [*](c) καὶ Αἴγυπτος, καὶ οὐκ ἔστι πέρας τῆς φυγῆς σου, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς· καὶ αὐτὴ εις μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπις αὐτὴς ἐδαφιοῦσιν ἀπ᾿ ἀρχῆς πασῶν τῶν ὁδῶι αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντε οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.

Ἀσυμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς, νοηθείη δ᾿ ἂν οὐχ ἑτέρως, εἰ μή τις γένοιτο προαφήγησις τῆς ἐν [*](d) αὐτοῖς ἱστορίας· ἔχει δὲ οὕτως. τραπομένου πρὸς ἀπόστασιν τοῦ Ἰσραὴλ, καὶ εἰδώλοις λελατρευκότος, καὶ διὰ μυρίων ὅσων ἀσεβημάτων ἐφ᾿ αὑτῷ καταθήγοντος τὸν τῶν ὅλων Θεὸν, ὡπλίζετο κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῶν Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ, θείας αὐτὸν εἰς τοῦτο διανιστάσης ὀργῆς. εἶτα δέον τοὺς ἐξ Ἰσραὴλ καταλῆξαι τῆς ἐν χερσὶν ἀσεβείας, καὶ ἀποσχέσθαι μὲν τοῦ προσκυνεῖν ἐθέλειν θεοῖς ἑτέροις, ἀνατρέψαι δὲ βωμοὺς καὶ κατεμπρῆσαι τεμένη καὶ συντρίψαι [*](e) μὲν τὰ χωνευτὰ, ταῖς δὲ εἰς μετάγνωσιν σπουδαῖς καὶ ἐπιεικείαις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἐπικουρίαν, τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ᾤοντο δὲ, ὅτι ταῖς ἐξ ἀνθρώπων συνδρομαῖς ἐπικουρούμενοι, καὶ ἀμείνους ἔσονται τῶν Βαβυλωνίων καὶ κατευμεγεθήσουσι τῶν ἐχθρῶν, κἂν εἰ μὴ σώζειν αὐτοὺς ἕλοιτο Θεός. τοιγάρτοι κατεμισθοῦντο πολλοὺς τῶν προσοίκων ἐθνῶν, ἐπρέσβευον δὲ καὶ πρὸς τοὺς Αἰγυπτίους, καὶ εἰς τὴν καλουμένην Ὢν, ἤτοι Ἀμμὼν, ἢ νῦν [*](2. τὰ om. D. ἰσχὺς] ἡ ἰσχὺς F. Edd. (Alex.) invitis B.D. (Vat. ℵ) 4. μετοικησίαν F. αἰχμάλωτος πορεύσεται B. (153.) 5. ἀπ᾿ ἀρχῆς B.D.F. (68. al.) ἐπ’ ἀρχὰς Edd. (A.V. ℵ) 7. καὶ om. D. 10. προαφήγησις] + τῶν Edd. invito D. 12. λελατρ. εἰδώλοις inverso ordine D. δία om. D. 13. ἐφ᾿ αὑτῷ καταθήγοντος] καταθηγόντων ἐφ᾿ ἑαυτὸν D. 15. διαναστάσης D. διανιστώσης Edd. 16. δέον post καταλῆξαι transp. D. Statim τοῖς Edd. 18. ἀνατρέψαι] ἀναστρέψαι iid. Statim τε pro δὲ B. 19. μὲν om. 1). ταῖς δὲ B. καὶ ταῖς D. iid. haec καὶ ἐπιεικείαις accesserunt ex B.D. 22. συνδρομαῖς ἐπίκουρ. hoc ordine B.D. 23. καὶ pro κἂν D. 24. αὐτοὺς om. B. habet D. 25. προσοίκων] περιοίκων D. τοὺς om. D. 26. ὢν] ὠγ Edd. ἀμμὼν D. ἀμὼν iid.)

57
ἐστιν Ἀλεξάνδρεια. οἱ δὲ συνασπίζειν ἐπηγγέλλοντο, καὶ [*](a 509 A.) ἀποσοβεῖν εὐκόλως δύνασθαι τοὺς Βαβυλωνίους, καὶ γεγόνασιν ἀφορμὴ τοῖς ἐξ Ἰσραὴλ τοῦ νομίζειν, ὅτι κἂν εἰ μὴ σώζοι Θεὸς, αὐτοὶ πρὸς τοῦτο ἀρκέσουσι, δεηθέντες οὐδενός. ἐπειδὴ δὲ τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλε, Θεοῦ προασπίζοντος καὶ ὑποστρωννύντος αὐτῷ τοὺς ἀνθεστηκότας, κεχώρηκε μετὰ τοῦτο καὶ κατὰ τῆς Αἰγυπτίων, θείας αὐτὸν πεμπούσης ὀργῆς, εἷλέ τε πᾶσαν, καὶ αὐτὴν δὲ τὴν Ὢν, ἤτοι τὴν Ἄμμων· ὠνόμαστο γὰρ οὕτω κατὰ καιροὺς, ὡς ἔφην, ἡ Ἀλεξάνδρεια· [*](b) ἣ δὴ καὶ μάλιστα παρὰ τὰς ἄλλας τῆς Αἰγύπτου πόλεις λαμπρά τε ἦν ἄγαν, ἄσυλόν τε καὶ ἀσφαλὲς ὁρμητήριον, διάτοι τὸ ὕδασι πανταχῆ διεζῶσθαι, καὶ ἐκ μὲν μοίρας τῆς βορειοτέρας ἔχειν τὴν θάλασσαν, ἐκ δὲ τῆς εἰς νότον εὐρεῖάν τε καὶ μακρὰν καὶ οἷον ἑτέραν θάλασσαν, λίμνην δὴ λέγω τὴν Μαριώτιδα, πεπυργῶσθαι δὲ καὶ ἑτέροις ποταμοῖς καὶ τελμάτων περιβολαῖς. ἐπήμυνον δὲ αὐτῇ καὶ οἱ τῆς ὁμόρου Λιβύης οἰκήτορες, παρατεινούσης μέχρι τῆς Αἰθιόπων γῆς, [*](c) τῆς πρὸς ἑσπέραν καὶ νότον· Γαράμαντες δὲ οὗτοι, κατόπιν τῆς Ἄφρων κείμενοι γῆς· συνωπλίζοντο δὲ καὶ τῶν εἰς ἠῶ καὶ νότον Αἰθιόπων τινὲς, οἳ Μερόην τε τὴν ἐσωτάτω πόλιν ποιοῦνται, καὶ ἀγρίαν καὶ μέλαιναν κατανέμονται γῆν.

Αλλ' ὧδε μὲν ἡμῖν ὁ τῆς ἱστορίας ἐχέτω λόγος, ἴωμεν δὲ ἤδη πρὸς διασάφησιν τῆς ἐννοίας τῶν ἐγκειμένων. ἑτοίμασαί φησι μεριδα, ὅμοιον ὡσεὶ λέγοι Ὦ ἀθλία Νινευῒ, μερίδα σαυτῇ· ἐπειδὴ γὰρ μέγα πεφρόνηκας, οἴει τε πάντη τε καὶ πάντως ἀπόρθητος ἔση διά τοι τὸ τείχεσι [*](d) [*](3. εἰ om. D. σώζει Edd. 5. εἷλε ante τὴν Ἰουδ. transponit D. συνασπίζοντος D. 7. Αἰγυπτίων Β. Αἰγύπτου D. iid. 8. εἷλέ τε πᾶσαν κοὶ αὐτὴν δὲ τὴν Ὢν] εἷλε δὲ καὶ αὐτὴν ἄποσον τὴν ὢν D. Ωγ pro Ων (sic) Edd. τὴν alt. assumptum ex D. Statim Ἄμμων D. Ἀμὼν Edd. 11. ἦν] + καὶ D. 12. πανταχοῦ iid. διεζῶσθαι ante πανταχῆ transp. D. 13. τὴν θάλασσαν ἔχειν inverso ordine D. εὐρύν Aiib. εὔρην Pont. 14. δὴ] δὲ D. 15. μαριώτιδα Β. μαιώτιδα (sic) D. Μαρεώτιδα Edd. 20. μερώην τε D. ἐσωτάτην iid. Statim ποιοῦνται πόλιν inv. ordine D. οἰκοῦνται pro ποιοῦνται e suo Migne. 23. ἐννοίας τῶν ἐγκειμένων] τῶν προκειμένων ἐννοίας D. ἑτοίμασαι] + δὲ Edd. invitis B.D. 25. σαυτῇ] ἑαυτῇ D. μεγάλα Edd. μέγα post πεφρόνηκας transp. D. 26. τε πάντη pro π. τε D. τοι om. D. )

58
περικεκλεῖσθαι μεγάλοις καὶ ἀναριθμήτους ἔχειν τοὺς συνασπίζειν ἐθέλοντας· κατὰ τίνα θέλεις εἶναι τῶν χωρῶν, αἳ πεπόρθηνται παρὰ σοῦ, καίτοι πλείστην ὅσην ἀπιτηδειότητα λαχοῦσαι, φησὶ, πρός γε τὸ δύνασθαι δυσαλώτως ἔχειν τε καὶ ἀλήπτως. ἅρμοσαι χορδὴν, τουτέστιν, ᾠδὴ καὶ μέλος καὶ αὐτὴ γενοῦ πόλεσί τε καὶ χώραις, παθοῦσα τοιαῦτα παρὰ Περσῶν καὶ Μηδῶν, ὁποῖα δέδρακας εἰς ἑτέρους αὐτή. ἑτοίμασαι μερίδα Ἄμμων, ἔστω σοί φησι μερὶς [*](e) καὶ κλῆρος ἡ Ἄμμων· ἃ δέδρακας ἐπ’ ἐκείνῃ, τὰ αὐτὰ καὶ σὲ παθεῖν ἀναγκαῖον. καὶ τίς ἦν ἡ Ἄμμων, ἡ κατοικοῦσα ἐν ποταμοῖς; τουτέστιν, ἡ θαλάσσῃ καὶ ποταμοῖς εὖ μάλα τετειχισμένη, ἢ ταῖς Αἰγυπτίων ἐπικουρίαις καὶ τοῖς Αἰθιόπων τοξεύμασιν ἐπαυχήσασα, ἡ τὴν τῶν Λιβύων ἀλκιμωτάτην λαχοῦσα πληθύν. ἀλλὰ καὶ οὕτως ἔχουσα θέσεως τε καὶ ῥώμης καὶ τῆς ἔξωθεν ἐπικουρίας, εἰς μετοικεσίαν πεπόρευται, γέγονε δὲ αἰχμάλωτος καὶ ἠδαφίσθη [*](510 A. a) αὐτης τοὶ νήπις, κληρωτοὶ δὲ γεγόνασιν οἱ διαφανεῖς, καὶ μερίδες τῶν νενικηκότων οἱ ἐνδοξότεροι, καὶ δέδενται πειροπέδαις. ὥσπερ οὖν εἷλες τὴν Ἀμμὼν ἀπόρθητον οὖσαν, ὅσον εἰς ἐπικουρίαν καὶ θέσιν· Θεὸς γὰρ ἦν ὁ παραδιδούς· οὕτω καὶ αὐτὴ δοθήσῃ πάντως εἰς χεῖρας ἐχθρῶν, κἂν εἰ μεγάλην ἔχοις ἐπί τε πληθύι· τῶν μαχίμων καὶ τείχεσι τὴν ὀφρύν. ἐγὼ γὰρ ἐπὶ σὲ, καὶ τὴν ἐμὴν οὐδεὶς ἀποστρέψει χεῖρα.

Καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ παρεωραμένη, καὶ οὐ ζητήσεις σεαυτῇστάσιν [*](b) ἐξ ὠρῶ.

[*](1. περικεκλεῖσθαι μεγάλοις D. μεγάλοις περιβεβλῆσθαι Edd. συνασπίζοντας pro συνασπίζειν ἔθελ’. D. 2. κατὰ τίνα θέλεις εἶναι] κατά τινα θέλεις iid. 3. παρὰ D. περὶ iid. 4. λαχοῦσαι] λαχοῦσα Edd. Statim φησὶ om. Β. γε et τε om. 1). 6. γίνου 1). 8. ἑτοίμασαι] + δὲ Edd. invitis B.D. Ἄμμων D. Ἀμὼν seinper Edd. φησι post ἡ Ἄμμων transp. 1). 9. ταῦτα pro τὰ αὐτὰ D. 10. τίς] τι Edd. ἤτοι pro ἡ alt. iid. 11. εὖ μάλα desunt in D. 15. ἡ assumptum ex B. 13. τῶν om. 1). 14. πληθύν] ἰσχύν D. 16. δὲ assuinptum ex D. 17. αὐτοῖς pro αὐτῆς D. 19. ὅσον] + ἥκει Edd. 20. οὕτω καὶ αὐτὴ D. αὐτὴν, καὶ αὐτὴ Edd. 22. ἔχοις] ἔχῃς iid. τὴν ὀφρύν] τὴν ἰσχὺν κοὶ τὴν ὀφρύν D. 24. παρεωραμένη F. (23. al.) cf. infra. ὑπερεωραμένη Β.Ό. Edd. (A.V. ℵ) σεαντῇ] ἑαυτῇ D. (23, 42, 3401.) 24. ἐξ om. D. ℵ))
59

Ὅνπερ γὰρ τρόπον, φησὶν, ἡ Ἄμμων τεταλαιπώρηκε τὰ ἐκ τῆς σῆς ἀγριότητος βέλη ὑπενεγκοῦσα, καὶ τὰς ἐκ τῆς ἐφόδου συμφορὰς, οὕτω καὶ αὐτὴ σκοτοδινιάσεις, καὶ οἷον ἐν μέθη γενήσῃ, στάσιν οὐκ ἔχουσα, τουτέστι, κατασειομένη τε καὶ πίπτουσα παρ’ ἐχθρῶν, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀπεστερημένη. οὓς γὰρ ἃν ἐπισκέπτοιτο Θεὸς, ἐλεεῖ δὴ πάντως καὶ ἐν τοῖς κατ’ εὐχὴν ἑστάναι ποιεῖ.

Μεμεθυσται δὲ ὥσπερ καὶ ἡ θεομάχος ‘Ιερουσαλὴμ, τὸ [*](c) νήφειν οὐκ ἔχουσα, διάτοι τὸ θείῳ μὴ καταλάμπεσθαι φωτὶ, μήτε μὴν ἐπαΐειν ἐθέλειν λέγοντος τοῦ Χριστοῦ “Ἐγώ εἰμι [*](S.Joan. viii. 12 xii. 35.) “τὸ φῶς τοῦ κόσμου.” καὶ πάλιν “Ἕως τὸ φῶς ἔχετε, “περιπατεῖτε περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.” μέθη δ’ ἃν νοοῖτο καὶ σκότος εἰς νοῦν καὶ νὺξ εἰς καρδίαν ἡ τοῦ συμφέροντος ἀγνωσία, καὶ τὸ μηδαμόθεν δύνασθαι κατιδεῖν τὴν τῆς σωτηρίας ὁδόν. ὅτι δὲ καὶ σεσάλευται, καὶ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα τὸ ἐρηρεισμένον οὐκ ἔχει, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; ἐκπέπτωκε γὰρ τῆς τῶν [*](d) ὅλων κρηπῖδος, καὶ τὸν ἀρραγῆ θεμέλιον οὐκ ἔχει, τουτέστι Χριστόν. παρεώραται δὲ καὶ τοῖς ἐχθροῖς δέδοται, ἢ ‘Ρωμαίοις τυχὸν, ἤγουν τοῖς εἰς πᾶν ὁτιοῦν κατακομιοῦσι τῶν παθῶν, φημὶ δὴ τοῖς ἀκαθάρτοις πνεύμασι. Χριστὸς οὖν ἄρα, καὶ πίστις ἡ εἰς αὐτὸν, παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ, καὶ τῆς τῶν ἐχθρῶν δυστροπίας ἀποτελέσει κρείττονας, καὶ ἐν ὀφθαλμοῖς ἵστησι τοῦ Θεοῦ. [*](e) περιόψεται γὰρ οὐδαμῶς τοὺς ἀγαπῶντας αὐτόν.

Πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι. ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος.

[*](1. τεταλαιπώρηκε ante φησιν transp. D. 2. ὑπενεγκοῦσα βλάβη pro βέλη ὑπενεγκ. D. 5. τε assumptum ex D. ἀπεστερημένη D. ἐστ’. Edd. 9. θείῳ μὴ καταλ. D. θείῳ post καταλ. transp. Edd. 10. μηδὲ pro μήτε D, ἐθέλ. ἐπαίειν inv. ordine D. 11. τοῦ κόσμου om. D. 14. τοῦ συμφέροντος] τῆς συμφορᾶς Edd. 15. καὶ om. D. 19. δέδοται τοῖς ἐχθροῖς inverso ordine D. 20. ἢ pro ἤγουν D. κατακομιοῦσι D. Edd. κατακομίζουσι Β. 21. δαίμοσι pro πνεύμασι D. 24. ἵστησι D. Edd. στήσει Β. 27. καὶ assumptum ex Β. (Alex. XII.) deest in D. Edd. ἔσθοντος B.D. (A.V. ℵ) ἐσθίοντος Edd. (22. al.) )
60

Τὰ πέπειρα τῶν συκῶν ἀποπίπτει ῥᾳδίως, εἰ δὴ κραδαίνοιτο τὸ φυτὸν, μονονουχὶ δὲ καὶ πρὸς τὴν τοῦ κατασείοντος καταθρώσκει χεῖρα, καὶ τοῖς δεομένοις τοῦ φαγεῖν αὐτομάτως ἐπιφοιτᾷ. οὐκοῦν ἐπειδήπερ Κύρου προσβαλόντος [*](511 A. a) καὶ πολιορκοῦντος ἤδη τὴν Νινευΐ, τοῖς τείχεσί τε αὐτῆς ἐφιστάντος τὰς ἑλεπόλεις ἤτοι τοὺς Κρίους, τὰς ἐπάλξεις ἐτήρουν οἱ ἐπαμύνοντες· εἶτα τοξεύοντες οἱ μαχόμενοι, κατεκόμιζον εἰς γῆν εὐκόλως αὐτούς. δέχεται τὴν ὁμοίωσιν ἀπὸ τοῦ πεφυκότος γίνεσθαι περὶ τὰ πέπειρα τῶν συκῶν. ταύτῃτοί φησιν ὅτι παντα τὼ ὀχυρώματά σου, τουτέστι τὰ τείχη, συκαὶ σκοποὺς ἔχουσαι, οἳ πρὸς τὴν τοῦ φαγεῖν ἐθέλοντος ἵενται χεῖρα, καὶ μάλα εὐκόλως, εἰ δή τις μόνον καταδονήσειε τὸ φυτόν.

[*](b)

Ἔσται δὲ οὕτω καὶ πᾶσα ψυχὴ, τῆς ἄνωθεν ἐπικουρίας ἐκπίπτουσα καὶ ἐστερημένη, εὐχερὴς καὶ εὐάλωτος καὶ οὐ σὺν ἱδρῶτι ληπτὴ τῷ κατεσθίοντι σατανᾷ. γέγραπται γὰρ [*](Abac. i. 16.) ὅτι “Τὰ βρώματα αὐτοῦ ἐκλεκτά.”