In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πιστώσεται δὲ τὸν ἐπὶ τῷδε λόγον καὶ ἑτέρα γραφή. ἔφη γὰρ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων “ Ἐν [*](2 Par. xxxiv. 3-5.) “ τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ.” δῆλον δὲ ὅτι τῆς Ἰωσίου· “ καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι “ κύριον τὸν Θεὸν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ “ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι “ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ “ τῶν ἀλσέων καὶ ἀπὸ τῶν χωνευτῶν, καὶ κατέσκαψαν κατὰ “ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βάαλ, καὶ τὰ “ ὑψηλὰ τὰ ἐπ’ αὐτῶν, καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, [*](a 493, Α.) “ καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἒῤῥιψεν ἐπὶ “ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς· καὶ “ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθά “ ρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ.” οὐκοῦν διολώλασιν ἐπ’ αὐτοῖς τεμένεσιν, ὡς ἔφην, καὶ βωμοῖς, καὶ τοῖς χωνευτοῖς μονονουχὶ συνεθάπτοντο, κατὰ τὸν τοῦ Προφήτου λόγον. ἰστέον δὲ, ὅτι κατά γε τοὺς χρόνους Ἐζεκίου προεφήτευσεν [*](b) τευσεν ὁ Ναούμ. εἶτα γέγονεν ἐκ μὲν Ἐζεκίου Μανασσῆς, ὃς βεβασίλευκεν ἔτη πέντε καὶ πεντήκοντα· Μανασσῆ δὲ υἱὸς Ἀμὼς, ὃς ἔτη μόλις διεβίω δύο, καὶ μετ’ ἐκεῖνον ὁ Ἰωσίας, ἐφ’ οὗ τὰ τῆς προφητείας πεπλήρωται, καθὰ δέδειχεν ἡμῖν ἀρτίως ὁ λόγος.

[*](1. αὐτοὺς Β. αὐτὸ Edd. (74, 243.) αὐτὸν Vat.] τῶν assumptum ex Β. 2. οὕτων B.D. (245,) αὐτοῦ Edd. 3, τὰ χωνευτὰ ὥσπερ τις ταφή ; inverso ordine D. 7, τῷ δευτέρῳ D. 8. τῷ om. D. τῆς Ἰωσίου δὲ δηλονότι inverso ordine D. 10. Δαυεὶδ assumptum ex D. [deest in XI. 19, 71, 108.] 13. ἀπὸ τῶν] + γλυπτῶν καὶ Edd. κατέσκαψαν Β. (60, 64, 119, 158, 243.) κατέκαυσαν D. κατέσκαψε Edd. (19. al.) κατέσπασε Vat. κατέστρεψαν Alex.] 14. τῶν B.D. τοῦ Edd. 18. ἐπὶ τὰ θυσιαστήρια D. ἐπὶ τὸ θυσιαστήριον Β. Edd. 20. ὡς ἔφην τεμένεσι inverso ordine D. 21. τοῦ προφήτου D. τῆς προφητείας Edd. 22. γε om. D. Ἐξεκίου χρόνους inv. ord. D. 23. Μανασῆς et Μανασῆ D. 25, Ἀμὼν Edd. iuvitis B.D. ὁ deest in Edd.)
32

Ὃτι ταχεῖς ἰδοὺ ἐπὶ τὰ ορη οἱ πόδες εὺαγγελιζομενου καὶ ἀπαγγέλλοντος εἰρήνην.

Διέτριβον μὲν ἐν Βαβυλῶνι γεγονότες αἰχμάλωτοι οἱ [*](c) υἱοὶ Ἰσραὴλ, ἦσαν γεμὴν ἐν ἐλπίσι τοῦ καὶ αὖθις ἀνακομισθήσεσθαι κατὰ καιροὺς, καὶ εἰς τὴν ἄνωθεν αὐτοῖς καὶ ἐκ πατέρων εὐγένειαν ἀναφοιτήσειν οὐκ εἰς μακρὰν, τοῦτο προφητῶν ἁγίων ὡς Θεοῦ λαλοῦντος ἐπηγγελμένων. ἦν δὲ αὐτοῖς ὁ τῆς ἐλπίδος καιρὸς, τῆς Κύρου βασιλείας μέλλοντος αἱρήσειν κατὰ κράτος τὴν Νινευΐ, καὶ τοῦτο πάλιν αὐτοῖς [*](Es. xlv. 1, 2.) Ἡσαΐου προαπηγγελκότος. ἔφη γάρ “ οὕτω λέγει κύριος “ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἐμπροσθὲν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ “ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς [*](Ib) “συνθλάσω. ” καὶ μεθ’ ἕτερα πάλιν “ οὗτος οἰκοδομήσει “τὴν πόλιν Ἰερουσαλήμ, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ “μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε “Kύριος σαβαώθ.” ἥξει τοίνυν, φησὶν, ἄγγελος τοῖς ἐξ [*](e) Ἰσραὴλ φήνης, τὴν Κύρου σημαίνων ἐκστρατείαν, ὅτε καὶ τὸν τῆς αἰχμαλωσίας ἀπεσείοντο ζυγὸν, καὶ τὴν τῶν κρατούντων ῥάβδον συνέτριψαν, καὶ τῆς ἀσυνήθους δουλείας ἀπορρήξαντες τὰ δεσμὰ, οἴκαδε πάλιν γεγονότες, ἐσώζοντο.

Εἰ δὲ δή τις ἕλοιτο τὴν δύναμιν τῶν προκειμένων τοῖς τοῦ ἁγίου βαπτιστοῦ κηρύγμασιν ἐφαρμόσαι, παλινδρομήσειεν [*](1. οἱ πόδες ἐπὶ τὰ δρῆ inverso ordine D. 3. οἱ om. D. 4. ἀνακομισθεῖναι (=ῆναι) D. 5. αὐτοῖς] αὐτῶν Edd. Statim καὶ ex D. 6. ἀναφοιτήσειν εὐγένειαν 1). 8. αὐτοῖς D. αὐτὸς Edd. καιρὸς] + ὁ Edd. inv. D. 10 προαπηγγελκότος D. προηγγ. Edd. 12. ἐπυκούσομαι D. 13. οὐ deest in D. 14. ἐγὼ] + δὲ B. Edd. 15. χαλκᾶς] χαλκοῦς Edd. καὶ μοχλ. σιδ. συνθλάσω om. D. 17. Ἱερουσαλὴμ Β. Edd. μου D. Α.ν. etc.) 18. οὐ pro οὐδὲ D. 19. εἰρήνης τοῖς ἐξ Ἰσραὴλ inverso ordine D. 21. ἀπεσείοντο] ἀπεσείσαντο D. 22. συνέτριψαν ῥάβδον inverso ordine D. 23. ἀπορρήξαντες Β. διαῤῥήξαντες D. ἁπέῤῥηξαν Edd. 24. τῶν προκειμένων τὴν δύναμιν inverso ordine D. 25. ἐφαρμόζειν Edd. invitia B.D. Statiin παλινδρομήσειεν D. πάλιν δράσειεν Edd. δράσειεν B.)

33
ἃν καὶ οὗτος ὀρθῶς. ἐποιεῖτο γὰρ ἐν ἐρήμῳ τὰς διατριβὰς, καὶ οἷον ἐν ὄρεσι διακεκραγὼς εὐηγγελίζετο τὴν εἰρήνην, τουτέστι χριστόν. ὡραῖοι δὴ οὖν οἱ ποδες καὶ ταχεῖς τοῦ [*](a 494 Α.) λέγοντος “ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς [*](Es. xl. 3.) “ τρίβους τοῦ Θεοῦ ἡμῶν.”

Εόρταζε Ἰούδα τὰς ἑορτάς θοῦ, ἀπόδος τὰς εὐχάς θοῦ, Μου οὐ μὴ προσθῶσιν ἒτι τοῦ διελθεῖν εἰς παλαίωσιν.

Προστεταχότος τοῦ νόμου, μὴ δεῖν ἔξω θύειν τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, ἁλλ’ “ εἰς τὸν τόπον, ὃν ἃν ἐκλέξηται [*](Deut. vii. 11.) “ Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ,” ἐν ἀλλοδαπῇ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ τὴν Περσῶν τε καὶ [*](b) Μηδῶν χώραν οἰκοῦντες, ἄπρακτοί που πάντως περὶ τά σφισι νενομισμένα καὶ ἀνενέργητοι διετέλουν, οὐ τὰς ἐξ ἔθους πληροῦντες ἑορτ‘ὶς, οὐ θυσίας προσάγοντες, οὐκ ἀπαρχὰς, οὐ χαριστήρια κατὰ τὸν νόμον, οὐ τὸν ἀμνὸν σφάζοντες ἐν μηνὶ τῷ νέῳ· τάχα που καὶ πρὸς μόνας ὀκνοῦντες δοξολογίας. καὶ τοῦτό φαμεν τοῦ θεσπεσίου Δαυεὶδ ὡς ἐκ προσώπου λέγοντος τοῦ ἐν Βαβυλῶνι λαοῦ “ Ἐπὶ τὸν ποταμὸν [*](Ps.cxxxvi. 1, 2) Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνη [*](c) “ σθῆναι ἡμᾶς τῆς Σιῶν. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς “ ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.’’ καὶ πρὸς τούτοις ἔτι Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας ” ἔξω [*](Ib. 4) γὰρ, ὡς ἔφην, τῆς ἁγίας γῆς γεγονόσιν αὐτοῖς, ἔξω ναοῦ καὶ σκηνῆς, καὶ τὸν ἱερὸν οὐκ ἔχουσι χῶρον, ἀπρακτεῖν ἦν ἀνάγκη περὶ τὰ ἐκ νόμου. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν ὁ τοῦ [*](1, Haec καὶ οὗτος accesserunt ex Β. 4 Κυρίου ὁδὸν inverso ordine D. 5. τοῦ Θεοῦ ἡμῶν D. αὐτοῦ Edd. (309.) 7. προσθῶσιν B.D. (Alex. ℵ XII.) cf. infra. προσθήσωσιν Edd. (Vat.) διελθεῖν] + διὰ σοῦ Edd. (Vat. ℵ) inv. B.D. (Alex. XII.) 9. τε om. D. 12. οἰκοῦντες χώραν inverso ordine D, 13. κα ἀνενέργητοι] ἀνίεροι D. 14. ποιοῦντες pro πληροῦντες 15. τὸν priiis om. D. τὸν ἀμνὸν post νέῳ transp. D, 18. τοῦ ἐν Βαβυλῶνι λαοῦ D. Edd. τῶν ἐν Β. λαῶν Β. τῶν ποταμῶν D. 23. ἁγίας] ἰδίας ἂγαν Edd. 24. αἳ pro καὶ alt. D. 25. λοιπὸν ἀνεδείχθη inverso ordine D. )

34
ἀνεῖσθαι καιρὸς, ἐπιφθέγγεταί τις εἰκότως αὐτοῖς ἢ ὁ τῆς εἰρήνης ἄγγελος, οὗ καὶ ταχεῖς οἱ πόδες, ἤγουν αὐτὸς ὁ [*](d) Προφήτης, ὅτι μέτεστιν αὐτοῖς πληροῦν ἑορτας, ἀνάπτειν χαριστηρίους ᾠδὰς, καὶ ἀποπεραίνειν εὖ μάλα τὰ ἐν εὐχαῖς ἤγουν ὑποσχέσεσι. προσεπαγγέλλεται δὲ καὶ τὴν ὅσον οὐδέπω τῶν ἐχθρῶν ἐσομένην ἀπώλειαν. οὐ γὰρ μὴ προσθῶσί φησι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν οὐκ εἰς μακροὺς ἔτι χρόνους μενοῦσι, οὔτε μὴν παλαιουμένην ἤγουν ἀτελεύτητον ἕξουσι τὴν εὐημερίαν. πεπαύσεται γὰρ καὶ καταλήξει συστελλομένη.

Ακουέτω δὲ πρεπωδέστερον καὶ ὁ νοητὸς Ἰούδας τῶν [*](Rom. 11. 28, 29. e) τοιῶνδε φωνῶν. “ Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, “ οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ ὁ ἐν τῷ “ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ “ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ “ Θεοῦ.’’ ἑορτάσει μὲν οὖν ὁ τοιόσδε λαμπρῶς, ἐρηρεισμένην ἔχων τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ἡγιασμένος τῷ Πνεύματι, καὶ τῇ τῆς υἱοθεσίας διαπρέπων χάριτι. προσοίσει [*](495 Α. a) δὲ τῷ Θεῶ θυσίας πνευματικὰς, ἑαυτὸν ἀνατιθεὶς εἰς ὀσμὴν εὐωδίας, καὶ πᾶν εἶδος συνεπιτηδεύων ἀρετῆς, σωφροσύνην, ἐγκράτειαν, ἀνδρείαν, ὑπομονὴν, ἀγάπην, ἐλπίδα, [*](Heb. xiii. 16) φιλοπτωχείαν, χρηστότητα, μακροθυμίαν· “ τοιαύταις γὰρ “ θυσίαις εὐαρεστεῖται Θεὸς. ἴστω γεμὴν ὁ νοητὸς Ἰούδας περὶ παντὸς ἐχθροῦ καὶ τῶν πάλαι κεκρατηκότων, ὅτι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν ἐκ μέσου γενήσονται πεμπόμενοι δηλονότι πρὸς κόλασιν. ὃ δὴ καὶ [*](S. Luc. vii. 32, 33. b) πεπλήρωκεν ὁ Χριστὸς, ἐπιτάσσων τοῖς ἀκαθάρτοις πωεύ [*](1. τις om. Β. invito D. 3. ἑορτὰς πληροῦν inv. ordine D. Statim ἀναπέμπειν Θεῷ D. ἀνάπτειν D. 4. ἀποπεραίνειν D. περ. Edd. ἐν εὐχῆ ἤγουν ὑποσχέσει Edd. 5. οὐδέπω D. οὔπω iid. 8. μενοῦσι χρόνους inverso ordine E. 1 1. Ἰούδας] Ἰουδαῖος iid. Statim τὰς τοιαύτας φωνὰς pro τῶν τοιῶνδε φωνῶν D. 14. πνεύματι] + καὶ Edd. 16. δὴ ὦ μὲν D. 1 8. καὶ assumptum ex D. 21. ἀγάπην, ἀνδρείαν, ὑπομονὴν inverso ordine D. 22. χρηστότητα] + καὶ Edd. invito D. 25. προσθῶσιν προσθήσωσι iid. 26. κόλασιν] + τὴν ἀμήρυτον iid.)

35
μασιν εἰς τὴν ἄβυσσον ἀπελθεῖν, καὶ δοὺς τοῖς αὐτὸν ἀγαπῶσι τῶν ἐχθρῶν κατεξανίστασθαι, καὶ κατὰ παθῶν ἀνδρίζεσθαι καὶ ἁμαρτίας καταθλεῖν καὶ “ πατεῖν ἐπάνω [*](S. Luc. x. 19.) “ ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ ἐχθροῦ.” Συντετέλεσται, ἐξῇρται· ἄι’ ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος [*](Κεφ. β΄ 2 c) ἐκ θλίψεως.

Ὡς ἀραρότως ἤδη, καὶ πάντη τε καὶ πάντως συμβησομένου τοῦ δεῖν ἀπολέσθαι τὴν Νινευΐ, συντετελέσθαι φησὶν αὐτὴν, τὸ οἷον ἐλθεῖν εἰς συντέλειαν διὰ τούτου δηλῶν. καὶ μὴν καὶ ὲξῇρθαι, τουτέστιν ἐκκεκόφθαι τε εἰσάπαν καὶ ἀνῃρῆσθαι παντελῶς. εὖ δὲ δὴ σφόδρα καὶ τὸ ἀνεβη φησὶν ἐπὶ Κύρου, μετ’ ἐμφάσεως οἶμαί που τοιοῦτόν τι σημαίνων, d ὁποῖον ἔφη περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἱερεμίας, τὰ κατὰ καιροὺς ἐσόμενα τῇ Νινευΐ προαναφωνῶν “ Ανεβ́η λέων ἐκ [*](Hier iv. 7.) “ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε, καὶ ἐξῆλθεν “ ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν, “ καὶ αἱ πόλεις σου ἐρημωθήσονται, παρὰ τὸ μὴ κατοικεῖσθαι “ αὐτάς.” θηρὸς γὰρ ἀγρίου δίκην ἐπιθρώσκων τῆ Νινευΐ, τοὺς ἐν αὐτῇ κατεδήδοκεν. ἀλλ’ ἐκείνοις μὲν ὡς πολέμιος δεινός τε καὶ ἀτεράμων ἦν, καὶ ἄθραυστος εἰς ὀργὰς γέγονε, τοῖς δὲ ἐξ Ἰσραὴλ ἐμφυσῶν εἰς πρόσωπον καὶ ἐζαιρούμενος ἐκ e θλίψεως, τουτέστιν ἀπαλλάττων αὐτοὺς τῆς ἀσυνήθους δουλείας, δεσμῶν ἀνιεὶς, αἰχμαλώτους ὄντας ἀνακτώμενος , διὰ [*](1. δοὺς] διδοὺς D. 2. ἀγαπῶσιν αὐτὸν et κατεξανίστ. τῶν ἐχθρῶν et ἀνδρίζ. κατὰ παθῶν inverso ordine D. 3. καταθλεῖν Β. καθελεῖν D. Edd. καθελεῖν ἁμ. inverso ordine D. ἐπάνω ὀφ. καὶ σκορπ. πατεῖν inverso ordine Edd. invito D. 6. εἰς] + τὸ F. Edd. (49, 153, XII sed deletum ?) 8. καὶ πάντως om. D. Statim συμβησομένου post Νινευΐ transp. D. 12. φησι post Κύρου transp. D. 14. τὰ κατὰ κ. ἐσόμενα] κατὰ κ. τὸ ἐσόμενον D. 16, ἐξῆρε et ἐξῆλθε inter se tmnsp. D. (198.) 17, 18. σου utrumque assumptum ex D. (XII.) cf. supra 165 b. 18. ἐρημωθήσονται habet D. κατοικεῖσθαι D, κατοικίζεσθαι Edd. 20. κατεδήδοκεν] κατεδήδοκεν] D. ἐκείνων D. 21. γέγονε, τοῖς δὲ] γέγονε δὲ τοῖς D. 23. αὐτοὺς post δουλείας transp. D. )

36
τοῦ πέμψαι μὲν οἴκαδε, προστάξαι δὲ καὶ τὸν θεῖον αὐτοῖς ἀναδείμασθαι ναόν.

Τὸ δὲ ἐμφυσῶν εἰς πρόσωπον, ὡς ἐκ παραδόσεως τε καὶ συνηθείας φησὶν Ἰουδαϊκῆς. εὑρήσομεν δὲ καὶ τῶν τοιούτων τὴν μνήμην ὃτε ὅτε κειμένην παρὰ ταῖς θεοπνεύστοις [*](496 Α. a) γραφαῖς, ὁποῖόν ἐστι τὸ δεῖν οἴεσθαι τοὺς Ἰουδαίους ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις περιρρηγνύναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καιάφας Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος [*](S Matth. xxvi. 65) τοῦ Χριστοῦ περιέρρηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων Ἐδυσφήμησε. δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. γεγόνασι μὲν γὰρ ἐν Λυκαονίᾳ. ἐπειδὴ δέ τινα τῶν ἠρρωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν [*](b) ἤθελον αὐτοῖς τῆς θεοσημίας οἱ θεωροί. ἔφασκον γὰρ ὅτι [*](Acta SS. App. xiv. 11, 12.) “ Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον πρὸς ἡμᾶς· ἐκά “ λοῦν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον “ ὅτι αὐτὸς ἦν, φησὶν, ὁ ἡγούμενος τοῦ λόγου.’’ ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέρρηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσιν Ἰουδαικαῖς καὶ ἀγράφοις ἔθεσιν ἀκολουθοῦντες ἔτι. διαβέβληται δὲ τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου, καὶ ἀνόνητον νῆτον παντελῶς. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων πλαττομένους τὰ τοιάδε καὶ τῆς ἀληθοῦς εὐσεβείας [*](Joel. ii. 12, 13. c) ἀποφοιτῶντας μακράν “ Ἐπιστρέψατε πρὸς μὲ ἐξ ὅλης “ καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, “ καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια “ ὑμῶν.’’ ὥσπερ οὖν ἔθος ἦν περιρρηγνύναι τισὶ τὴν ἐσ- [*](1. αὐτοῖς] αὐτοὺς D. 2. ναόν B.D. νεών Edd. 5. τὴν deest in Edd. κειμένην ἐσθ’ ὃτε inverso ordine D. 6. Quae scqiiuntur citantiir in Cat. in Acta SS. App. a Crameru edita. Cf. supra vol. i. 335. Contuli cum solo d. 7. δυσθυμίαις (sic) D. S. καὶ γοῦν D.d. καὶ μὴν καὶ B. κοὶ μὴν Edd. Statim ὁ assumptum ex B.D.d. 8. τοῦ Θεοῦ λέγοντος τοῦ χριστοῦ D.d. τοῦ Σωτῆρος χριστοῦ λ. Θεοῦ Edd. 9. καὶ om. Edd. 12. ἐπεὶ δὲ D. Statim τινα pust ἠῤῥωστ. transp. D. 13. ἀπήλλοξαν D. inv. d. 14. ἤθελον αὐτοῖς hoc ordine D.d. οἱ θεωροί D.d. οἱ ἱερεῖς Edd. χάριν, οἱ ἱερεῖς e suo Migne. ὃτι asuinptuin ex D. 18. ἑαυτῶν D.d. αὐτῶν Edd. 19. ἐγγράφοις (sic) D.d. sed ἀγρ. habet c. teste Cramero. 20. ὡς οὐκ ὂν] ὡς Ἰουδαικὸν, οὐκ ὂν D. 22. τοιαῦτα pro τοιάδε et ἁληθείας pro ἀληθοῦς εὐσεβείας D. inv. d. 24. Haec ἐν νηστείᾳ καὶ ἐν κλ. καὶ ἐν κοπετῷ accesserunt ex B.D.d. 26. ἦν ἔθος inverso oidine D, τισὶ om. D. )

37
θῆτα, δεδυσφημηκότος τινὸς, οὕτω καὶ τὸ ἐμφυσᾶν εἰς πρόσωπον τῶν ἠρρωστηκότων καθ’ ὁντιναοῦν τρόπον. ἔδρων δὲ τοῦτο μάλιστα, καὶ ἄγαν ἐκτόπως, οἱ ἀφορκίζειν εἰωθότες καὶ περιέργοις ἐπῳδαῖς, πνευμάτων τε καὶ ἀλγημάτων τοὺς κάμνοντας ἀπαλλάττειν προσποιούμενοι. δέχεται τοίνυν ἐκ τῆς παρ’ αὐτοῖς συνηθείας τὸ παράδειγμα, καί φησιν Ἀνέβη [*](d) ἐμφυσῶν εἰς πρόσωπόν σου· Κῦρος δὲ δηλονότι· καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. τοῦτο γὰρ δύνασθαι κατορθοῦν, ὡς ἔφην, προσεποιοῦντό τινες, ἐμφυσῶντες ἑτέροις.

Σοφὸν δὲ καὶ ἀληθὲς εἰπεῖν, ὅτι καὶ τὸ τοῦ διαβόλου καὶ τὸ τῆς καθ’ ἡμῶν τυραννούσης ἁμαρτίας συνέσταλται κράτος, καὶ ἥλω μὲν ὥσπερ ὁ θάνατος, ἐξῇρται δὲ καὶ εἰς ἅπαν ἡ φθορά. ἀναβεβηκε γὰρ ἐξ ᾅδου καὶ ἀνεβίω χριστὸς, ὁ [*](e) ἐμφυσῶν εἰς πρόσωπον τῶν ἁγίων ἀποστόλων καὶ λέγων Λάβετε Πνεῦμα Ἃγιον.” ἀπηλλάγμεθα γὰρ οὕτω παντὸς [*](S. Joan. xx, 22.) κακοῦ, καὶ μέτοχοι γεγονότες τοῦ Ἀγίου Πνευματος, εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἀναστοιχειούμεθα κάλλος, καὶ εἰς εἰκόνα τὴν πρώτην νοητῶς μεταχαραττόμεθα. μορφοῦται γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός.

Σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἂνδριδαι τῇ ἰσχύι σου σφόδρα, [*](a 497 Α.) διότι ἀπέστρεψε Κύριος τὴν ὓβριν Ἰακὼβ καθὼς ὓβριν τοῦ Ἰσραή.

Ώς αὐτίκα δὴ μάλα βαδιουμένοις εἰς τὴν Ἰουδαίαν, οἴκαδέ τε ἰέναι μέλλουσιν, ἀναγκαίως ἐπιφωνεῖ τὸ χρῆναι λοιπὸν καὶ τὴν ὁδον κατασκέπτεσθαι καὶ χρατεῖν ὀσφύος, τουτέστιν [*](1. εἰς] + τὸ Edd. 2. τῶν οm. D. ὁντινοῦν (sic) iid. 3. λίαν pro ἂγαν D. ἀφορκίζειν Β. ἐφορκίζειν D. Edd. 7. ἐμφ. post σου tr. D. εἰς] + τὸ Edd. καὶ erasum est in Β. habet D. 8. σε habet D. 11, τυραννούσης] τυράννου Edd. συνέσταλται] συντετέλεσται D. 12. ἐξῄρηται D. 13. ὁ om. D. 17. ἀνεστοιχειώμεθα D. 18. ἀναχαραττόμεθα νοητῶς pro νοητῶς μεταχαραττόμεθα D. 19. δι’ ἁγίου πνεύματος Ἰησοῦς Ἰησοῦς D, ὁ alt. assumptum ex Β. 20. ἀνδρισαι] ἂνδριζε Edd. σου accessit ex B.D. (Alex.) 21. ὕβριν] + τοῦ D. cf. infra. τοῦ om. B. (153) 23. μάλα assumptum ex B.D. Cat. in S. Luc. xii. 35. Ἰουδαίων Aub. 24. τ' ἰέναι D. 25. κατασκέπτ. τὴν ὁδὸν inverso ordine D.)

38
ἑτοίμως τε καὶ ἐπιτηδείως ἔχειν πρὸς τοὺς τῆς ὁδοιπορίας [*](b) πόνους, καὶ παντὸς ὄκνου κατανδρίζεσθαι, καὶ μακρῶν διαστημάτων ἀμείνους ὁρᾶσθαι φιλεῖν, προθυμίαις ἀμάχοις εἰς τοῦτο χρωμένους. ἑτοιμότητος δὲ σημεῖον, τὸ οἷον εὐπρεπῆ καὶ διεζωσμένην ἔχειν τὴν ὀσφύν. καὶ γοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ καὶ [*](S. Luc. xii. 35) πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν “ Ἔστωσαν ὑμῶν αἱ ὀσφύες “ περιεζωσμέναι ” φησίν. ὁδοιπορικὸν γὰρ τὸ σχῆμα, καὶ ὅτι μάλιστα πρεπωδέστατον τοῖς τὸ θεῖον κηρύττουσιν εὐαγγέλιον, καὶ ἑτοιμοτάτους ἔχουσιν εἰς τοῦτο τοὺς πόδας. [*](c) κρατητὸν δὴ οὖν ὀσφύος φησὶν, ἀντὶ τῶν παρεσκευασμένος ἕσο καὶ οἷον εὐτρεπὴς εἰς ἀποδρομήν. ἀπέστρεψε γὰρ Κύριος τὴν ὕβριν φησὶ τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. ἐπιτήρει πάλιν ἐν τούτοις ἀναγκαίως εἰσκεκομισμένην τὴν διαστολήν. Ἰακὼβ μὲν γάρ φησι τοὺς ἐν τῇ Σαμαρείᾳ κατῳκηκότας, τουτέστι τὰς δέκα φυλὰς, ὧν βεβασιλεύκασιν οἱ ἐκ φυλῆς Εφραΐμ καὶ Μανασσῆ, οἳ γεγόνασιν ἐξ Ἰωσὴφ, ὃς ἦν ἐξ Ιακώβ· Ἰσραὴλ δὲ ὀνομάζει τοὺς ἐν Ἱεροσολήμοις Ἰούδαν τέ φημι καὶ Βενιαμίν. ἐπειδὴ δὲ τοῦ Σεναχηρεὶμ τὴν Σαμάρεινα πεπορθηκότος, οὐχ ἥλω τὰ Ἱεροσόλυμα, Θεοῦ τὸ [*](4. Reg. xix. 35. d)τηνικάδε προασπίζοντος καὶ δαπανῶντος ἀγγέλου χειρὶ τὸν Ἀσσύριον· ἀνῆκε δὲ Κῦρος οὐχὶ μόνους τοὺς ἐκ τῆς Σαμαρείας αἰχμαλώτους, ἀπενηνεγμένους εἰς τὴν Νινευΐ, ἀλλὰ γὰρ καὶ τοὺς ἐκ τῶν Ἱεροσλύμων, ἑλόντος τοῦ Ναβουχουδονόσορ τὴν χώραν· ἀναγκαίως φησὶν ὁ Προφήτης ὅτι ἀπέὂκνου [*](2. παντὸς inverso ordine D. 4. ἑτοιμότητος Β. ἑτοιμότατον ἑτοιμώτ. D. Pont.] D. Edd. σημεῖον] + τούτου Edd. εὐπρεπῆ B.D. ἀπρεπῆ iid. 6. ὁ assumptum ex Β. 7. ἃπασι pro πόσι D. εἰς αὐτὸν π. inverso ordine D. ἒστωσαν ὑμῶν οἱ ὀσφύες περιεζωσμέναι φησίν Β. ὤστ’. αἱ ὁ. ὑμῶν περιεζωσμένοι 1). ἔλεγεν· ἔστωσαν οἱ ὀσφύες ὑμῶν περιεζωσμέναι Kdd. 8. σχῆμα Β. D. Cat. χρῆμα iid. 9. κηρύττουσι D. Cat. ἀνακηρυττ. Edd. 12. εὐπρεπὴς D. 13. φησι ante Κύριος transp. D. 14. ἐπὶ pro ἐν 1). 16. βεβασιλεύκασιν] ἐβοσ̔λͅευσαν b. 17. Μανασῆ D. 18. ἐν] + τοῖς Edd. invito D. —20. Haec Ἰούδαν τἐ — τὰ Ἱεροσύλυμα accesserunt ex 20. πεπορθηκότος] πορθήσαντος b. τὸ τηνικάδε b. τὸ τηνικαῦτα Edd. ἐν τῶ τηνικάδε (quae ante Θεοῦ transp.) 1). 22. τῆς assumptum ex 1). b. 23. γὰρ om. D. habet b. 24. Haec ἑλόντος τοῦ τοὺς (sic) b.] Ναβουχοδονόσορ τὴν χώραν accesserunt ex D. b. Statim διὰ τοῦτο add. Edd. invitis B. D. b.)
39
στρεψε Κύριος τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. καὶ ὕβριν μέν φησι τὴν δουλείαν ἤτοι τὴν θητείαν. ὅτι δὲ ἅπαντας ἀνήσει Θεὸς, οὐ προασπίζων μὲν τινῶν, ἐναφιεὶς δὲ τοῖς πόνοις ἑτέρους ἐντρύχεσθαι, διδάσκει λέγων οὕτως [*](c) Ἀπέστρεψε τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ἀποστρέφεται καὶ ἡ τοῦ Ἰσραήλ. σύμπαντες γὰρ, ὡς ἔφημεν, ἀνέδραμον εἰς τὴν Ἰουδαίαν, τὰ ἐκ τῆς αἰχμαλωσίας διακρουσάμενοι βλάβη.

Χρῆναι δέ φημι ἔγωγε, καὶ μάλα εἰκότως, καὶ τοὺς ἐν Χριστῷ λελυτρωμένους ζῆν μὲν ἐθέλειν οὐκ ἀπερισκέπτως ἔτι· περιαθρεῖν δὲ μᾶλλον τῆς ἀρεσκούσης τῷ Θεῷ πολιτείας τὴν ὁδὸν καὶ τρίβον ἰέναι τὴν ἀγαθὴν καὶ κρατεῖν ὀσφύος, τουτέστιν ἀμείνους ὁρᾶσθαι γαστρὸς καὶ φιληδονίας, “ καὶ τῆς [*](a 498 Α.) σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν εἰς ἐπιθυμίας, καταωεανιευεσθαι [*](Rom. xiii. 14.) ἕσθαι δὲ καὶ παθῶν καὶ ὄκνου παντός· ἥξουσι γὰρ οὕτως εἰς τὴν ἁγίαν πόλιν τὴν ἐπουράνιον Ἰερουσαλὴμ, ἐκεῖ τε προσκομιοῦσι Θεῷ πνευματικὰς θυσίας, καὶ τῆς ἀρχαίας δουλείας τὸν ζυγὸν ἀποσεισάμενοι, τὸν εὐκλεᾶ καὶ ἐλεύθερον καὶ φαυλότητος ἁπάσης ἀπηλλαγμένον διαβιώσονται βίον.

Διότι ἐκτινάσσοντες ἐξετινάξαν αὐτοὺς καὶ τά καὶ τὰ κλήματα αὐτῶν. [*](b) διέφθειραν ὤλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἂνδρας δυνατούς ἐμπαίζοντας ἐν πυρί. αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐὺ ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται ἑ ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἃρματα καὶ συμπλακπσονται ἐν ταῖς πλατείαις· ἡ ὃρασις αὐτῶ ὡς λαμπάδες πυρός καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.

[*](1. τοῦ prius assumptum ex D. inv. b. 3. ἀνήσει] ἀνέσει Edd. 4. ἐτέρους accessit ex B.D. οὕτως· ἀπέστρεψε D. οὕτως ἀπεστράφθαι Edd. 5. τοῦ assumptum ex D. ἀποστρέφεται et ἡ om. D. 6. ἔφημεν D. ἔφην Edd. 7. τὰ ἐκ — βλαβη B.D. ἐκ — βλάβην Edd. 8. ἔγωγέ φημι inverso ordine D. 10. Haec τῷ Θεῷ accesserunt ex D. desunt in B. 13. πρόνοιαν μὴ ποιεῖσθαι inverso ordine D. ἐπιθυμίας B.D. ἐπιθυμίαν Edd. 14. καὶ priiis om. D. 15. τε assumptum ex D. 16. Θεῷ om. D. θυσίας πνευματικὰς et ἀποσεισ. τὸν ζυγὸν inverso ordine D. 19, οὕτων διέφθειραν.] Sic interpunxerunt B.D. sed cf. infra. 21. ἐμπαίζοντας] ἐμπυρίζοντες D. 2. αὐτοῦ B.D. Pont. (A.V. ℵ) αὐτῶν F. Aub. (23. al.))
40
[*](c)

Ἐνηχοῦντος μὲν τοῖς ἁγίοις προφήταις τὰ κατὰ καιροὺς ἐσόμενα τοῦ πάντα εἰδότος Θεοῦ, προαπήγγελλον ἀναγκαίως κατὰ τὸ αὐτῷ δοκοῦν. ἐγίνοντο δὲ πλειστάκις καὶ ἐν αὐταῖς ταῖς τῶν πραγμάτων ὁράσεσι. τοιγάρτοι καταπεπλήγασι καὶ μονονουχὶ πληρούμενα βλέποντες, τοὺς περὶ αὐτῶν ἐποιοῦντο λόγους· ὁποῖόν τι καὶ νῦν ὁ Προφήτης δοκεῖ πεπονθέναι ἐπί τε τοῖς οἰκοῦσι τὴν Νιευΐ, καὶ τοῖς Κύρῳ συνησπικόσιν, ὅτι καὶ ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλὴματα αὐτῶν. πεποίηται δὲ ὁ λόγος ὡς ἀπό γε τοῦ συμβαίνειν ταῖς ἀμπέλοις [*](d) εἰωθότος. ἐκτινιίσσεται γὰρ ὁ βότρυς καὶ τὰς ῥᾶγας ἀποπτύει, ἢ ῥαγδαιοτάτου προσβάλλοντος πνεύματος, ἣ καύσωνος καταφλέγοντος, ἢ καὶ ἑτέρας ἡστινοσοῦν συμβαινούσης βλάβης, ὡς καὶ αὐτὸ τοῖς καρποῖς τὸ κλημα συναναφαίνεσθαι καὶ αὐτῆς τῆς ἄνθης ἀπογυμνούμενον. οὕτω δὴ οὖν ἀπετίναξαν αὐτοὺς ὡς ἀμπέλους. διέφθαρται δὲ καὶ τὰ ὅπλα αὐτῶν, τουτέστιν ἡ δυναστεία· ὃπλα γὰρ ἔσθ’ ὅτε σημαίνει τὴν δυναστείαν. δεινοὺς δὲ ὄντας ἱππέας, e καὶ τὰς ἐφ’ ἁρμάτων εἰδότας μάχας ἐν ἀφορήτοις ἄγαν φησὶ γενέσθαι δείμασιν, ὡς τραπέσθαι μὲν εἰς φυγὴν, συμπλέκεσθαι δὲ ἀλλήλοις, καὶ συνθραύεσθαι προσρηγνυμένους, οἴεσθαι δὲ οὕτως καταθεᾶν αὐτὸν τὰς τῶν πολεμίων φάλαγγας, ὡς οὐδὲν λαμπάσι παραχωρεῖν, ἢ καὶ ἀστραπαῖς ἐν ἴσῳ καταφλέγειν αὐτοὺς ὀξεῖ καὶ ἀσχέτῳ διαττούσας δρόμῳ.

Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶι, καὶ φεύξονται ἡμέρας [*](1. ἁγίοις] + ἀποστόλοις ἤγουν Β. Edd. invito D. 2. ἐσόμενα κατὰ καιροὺς et δοκοῦν αὐτῷ inverso ordine D. 4. ταῖς πεπονθέναι ex B.D. Statiin ὀρός. τῶν πρᾶγμ’. inverso ordine D. 6. πεπονθέναι δοκᾶ inv. ordine D. Statim ἐπί γε Edd. invitis B.D. 8. Assumpta καὶ prius ex D. τὰ ex B.D. 10. εἴωθ’. ταῖς ἀμπ. et ἀποπτύει τὰς ῥᾶγας inveiso ordine D. 11, ῥαγδαίου D. 12. συμβαινούσης] συντεινούσης Edd. 18. εἰδότας] εἰδότες iid. ante Migne. 20. συνθραύεσθαι D. συνθραύεσθαι iid. 21. καταθεᾶν Β. καταθεἱν D. καταθλᾶν Edd. Statim αὐτοὺς Migne. πολέμων pro πολεμίων iid. 23. καταφλέγειν D. καὶ φλ. iid. διαττούσας assumptum ex D. 25. μνησθήσ. post αὐτῶν transp. Β. (153.))

41
κοὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ οὐτῶ, καὶ σπεύσουσιν ἐπὶ τὰ [*](a 499 Α.) τείχη, κω ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν.

Καταβρίθοντος τοῦ πολέμου καὶ αὐτοὺς τοῖς ἄλλοις ὁμοῦ τοὺς δυνατωτάτους, εἰς νοῦν δέξονται, φησὶν, ἃ δεδράκασιν ἑλόντες τὴν Ἰουδαίαν, ἤγουν ὧν ἐκτόπως εἰρήκασι, παλιμφήμους ἱέντες φωνὰς, καὶ οἷον τὴν τοῦ Θεοῦ δόξαν ταῖς παρὰ σφῶν ἀθυροστομίαις κατασφενδονῶντες οἱ δείλαιοι. εἶτα τούτων ἐνηνεγμένοι πρὸς ἀνάμνησιν, εἴσονται λοιπὸν, ὅτι Θεὸν ἔχουσι δυσμενῆ καὶ τοῖς τῶν πολεμούντων αὐτοὺς [*](b) ὑποστρωννύντα ποσὶ, καίτοι πάλαι δεινοὺς ὄντας ἄγαν, καὶ κομιδῆ δυσάντητον τὴν καθ’ ὧν ἂν ἴοιεν προσβολὴν ποιεῖσθαι μεμελετηκότας. εἰ δὲ δὴ καὶ τράποιντο πρὸς φυγὴν, δυσεξίτητον εὑρόντες τὸ χρῆμα, καὶ ἀσθενησαντες ἐν ταῖς πορείαις αὐτῶν μετοιχήσονται πρὸς βουλὰς ἑτέρας. ἐπιμελήσονται γὰρ τειχῶν, καὶ τὰς ἐπ’ αὐτῶν ποιήσονται φυλα,κάς. δείκνυσι δὲ διὰ τούτων ἠπορηκότας πανταχῆ, καὶ ὅ τι δράσαι προσήκοι μηδὲ εἰδότας ὅλως, ἀπό γε τοι τοῦ κατεσκοτίσθαι τὸν νοῦν, μονονουχὶ δὲ καὶ οἴνῳ μεμεθυσμένους ταῖς ἀκράτοις συμφοραῖς, τὴν τῆς σωτηρίας ἀπότευξιν c ὀλοφύρεσθαι καὶ διαρρίπτεσθαι πανταχῆ, μεθισταμένους εὐκόλως, ἐκ τούτων μὲν εἰς ἐκεῖνα, ἐξ ἐκείνων δὲ πρὸς ἕτερα, καὶ τὸν ἐφ’ ἅπασι τούτοις ἀνόνητον πόνον ἔχοντας. εἰ δὲ δὴ καὶ λέγοι ὅτι Καὶ φεύξονται ἡμέροις, ἐκεῖνο οἶμαί που δηλοῖ. δεινοὶ γὰρ ὄντες, ὡς ἔφην, δυσκαταγώνιστοί τε καὶ τραχεῖς, κατοιχήσονται λοιπὸν εἰς τοῦτο δειλίας ὡς ἀναφανδὸν ἑλέσθαι φυγεῖν, καὶ ἀκρύπτως ἤδη τοῦτο δρᾶν, καίτοι πάλαι [*](1. ἀσθενήσουσιν] ἐξασθενήσουσιν F. 5. ἐκτόπως D. ἐκτόπων 6. ἱέντες] Sic correxi post Migne. ἱέντες D. Edd. 7. παρὰ σφῶν] παρ αὐτῶν D. 9. πολεμίων D. II. δυσάντητον κομιδῇ inv. ordihe D. τὴν assumptum ex D. 16. πανταχῆ D. πανταχοῦ Edd. 17. προσήκοι Β. προσήκει D. Edd. Statim μηδὲ D. μὴ Β. Edd. τοι om. D. 18. μεμεθυσμένους Edd. μεμεθυσμενοι Β. μεθυσκομένους D. 20. πανταχῆ B.D. πανταχοῦ Edd. 22. ἔχοντας πόνον inverso ordine D. 23. καὶ et ὃτι assumpta ex D. δηλοῖ που inv. ord. D. 24. δυσκαταγώνιστοί τε D. καὶ δυσκαταγώνιστοι Edd. δυσκαταγώνιστοι Β. θρασεῖς pro τραχεῖς D. 26. δρᾶν τοῦτο inv. ord. D.)

42
[*](d) παραιτουμένους καὶ μόναις ταῖς εἰς τοῦτο κατηγορεῖσθαι ψιλαῖς ὑποψίαις.

Ἤττηνται δὲ καὶ αἱ πονηραὶ δυνάμεις ὑπὸ τῆς μεγαλειότητος τοῦ Χριστοῦ, καὶ ἀντιπράττειν οὐκ ἔχουσαι τοῖς θείοις αὐτοῦ νεύμασι, τοῖς ὑπὲρ ἡμῶν δηλονότι, κατεκλῶντό τε τοῖς δείμασι καὶ πεφεύγασιν ἀληθῶς ὑπ’ οὐδεμιᾶς ἀσφαλείας ἔτι σωζόμεναι. Θεοῦ γὰρ τὰς δίκας ἐπάγοντος, τίς ἃν διαφύγοι [*](e) ; ἢ τίς τοὺς προσκεκρουκότας ἐξονήσῃ τρόπος ;

Πόλοι τῶι πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσεν, καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὐτὴ ἀνέβαινε, κω αἱ δοῦλαι αὐτῆς ἢγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἑ καρδίαις αὐτῶν.

Οἱ μὲν οὖν μεγιστᾶνες, φησὶν, ἄπορον εὑρόντες τὴν φυγήν, ἐπὶ τὰ τείχη σπεύσουσι, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν. ἔσται δὲ ἀνόνητος ἡ σκέψις αὐτοῖς, ἀνοιγνύντος [*](500 Α. a) Θεοῦ τοῖς δι’ ἐναντίας τὰς τῶν πόλεων πύλαις καὶ τὰ βασίλειαι παραδιδόντος, τουτέστι τοὺς τῶν βασιλέων οἴκους, ἐκκαλύπτοντός τε τὰ ἐν αὐτοῖς κεκρυμμένα, καὶ προτιθέντος αὐτοῖς τὴν ὑπόσταλσιν εἰς διαρπαγήν. ὑπόσταλσιν δὲ τὸν πλοῦτον ἀποκαλεῖ τὸν ἐκ διαρπαγῆς δηλονότι καὶ πλεονεξίας τῆς καθ’ ἑτέρων συνειλεγμένον. εἶτα πάλιν ὡς ἐν θεωρίᾳ γεγονὼς τοῦ συμβησομένου, ἑλκομένους ἤδη πρὸς αἰχμαλωσίαν ὁρᾶ, τήν τε βασιλεύουσαν πόλιν, φημὶ δὴ τὴν [*](b) Νινευΐ, καὶ τὰς ὑπ’ αὐτῇ καὶ περὶ αὐτὴν, ἃς καὶ δούλας [*](3. ὑπὸ assumptum ex D. 4. ἀντιπράττειν οὐκ ἔχουσαι — νεύμασι D. οὐκ ἒχουσι τοῖς αὐτοῦ θ. ν. ἀντιπράττειν Edd. 5. τε assumptum ex D. Statim τοῖς om. D. 7. σωζόμενοι D. 8. ἐξονήσῃ Edd. ἐξονήσῃ D. ὀνήσοι Β. Statim τόπος e suo correxit Migne. 9. διέπεσον B.D. (153, 233 311) διέπεσεν Edd. (Vat. ℵ) διέπεσαν Alex. XII.] 10. ἀπεκαλύφθη] διεκαλύφθη Β, (153.) αὐτὴ B.D. αὕτη Edd. 13. σπ. ἐπὶ τὰ τείχη inv. ordine D. 14. αὐτοῖς] αὐτῶν Edd. ἀνοιγν.] + τοῦ D. 16. παραδόντος τὰ βᾶσ’. pro τὰ βᾶσ’. παραδιδ. D. τοὺς assumptum ex B.D. 17. ἐγκαλύπτοντός Edd. προτιθέντος] προστιθέντος iid. 19. καλεῖ D. δι’ ἁρπαγῆς pro ἐκ διαρπ. D. 21. ἑλκομένην Β. Statim δὴ pro ἤδη Edd. 22, δὴ D. δὲ iid. 23. ὑπ’ αὐτῇ Β. ὑπ’ αὐτὴν D. ὐπ’ αὐτῆς iid. καὶ ult. assuraptum ex B.D.)

43
ὀνομάζει, διάτοι τὸ ὑπεζεῦχθαι καὶ ὑποκεῖσθαι τάχα που καὶ ὑπηρετεῖν αὐτῇ. φθεγγεσθαι δέ φησιν αὐτὰς ὡς περιστερας ἐν καρδίαις αὐτῶν, τουτέστιν οὐκ ἀναφανδὸν ἀλλὰ λεληθότως. ἔθος μὲν γὰρ τῷ πτηνῷ βαρύ τι καὶ δυσαχθὲς ἐνολολύζειν τῇ καρδίᾳ. τοῖς γεμὴν πεσοῦσιν εἰς χεῖρας ἐχθρῶν, ὲλκομένοις τε λοιπὸν εἰς αἰχμαλωσίαν συμβαίνειν τι τοιοῦτον, τὸ ἀπεικὸς οὐδέν. κατοιμώζουσι γὰρ τὴν ἑαυτῶν συμφορὰν, μονονουχὶ καταπνίγοντες ἔν γε δή σφισιν αὐτοῖς τοὺς θρήνους, ἐπεὶ μὴ ἐλεύθερον ἐσθ’ ὅτε κἂν γοῦν αὐτὸ τὸ κλαίειν αὐτοῖς.

[*](c)