In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετά θυμοῦ, [*](c) ἐκδικῶ Κύριος Τοὺς ὑπενατίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἠ ἰσχὺς αὐτοῦ, καὶ ἀθῳῶν οὐκ ἀθῳώσει.
Βαθὺς ὁ λόγος, καὶ οὐχ ἕτοιμος ἑλεῖν, πλὴν ὅτι μόνοις τοῖς ἐθέλουσι περιαθρεῖν εὖ μάλα τὰ ἐν αὐτῷ. καὶ εἰ μὲν νοοῖτο γεγονὼς ὡς πρός γε τοὺς Ἰουδαίους, ἐπιπλήξει μετρίᾳ κεκερασμένην ἐπιεικῶς εὑρήσομεν τὴν παράκλησιν. εἰ δὲ δή τις οἴοιτο κατὰ τῆς Νινευΐ γενέσθαι καὶ λέγεσθαι, πρὸς [*](d) ἕτερόν τι τετράψεται τῶν θεωρημάτων ὁ νοῦς, καὶ τοῖς πεπονθόσι τὴν δήωσιν τοῦ καὶ αὖθις ἀνασφῆλαι δίδωσί τε καὶ ἐμπεδοῖ τὰς ἐλπίδας. τῆς οὖν ἐπ’ ἀμφοῖν ἐννοίας τὸν σκοπὸν 1 ὡς ἔνι ἐμφανῆ καταστήσομεν. ἀπολακτίσαντες γὰρ Ἰουδαῖοι τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας τὸ γνήσιον δι’ οὐδενὸς παντελῶς ποιούμενοι λόγου, κατέθορον εἰς πολυθεΐαν καὶ ἀλλόκοτον πλάνησιν καὶ τὴν ἔξω νόμου ζωὴν, ἀνεδείμαντό τε βωμοὺς, ἔστησαν τεμένη τοῖς ἔργοις τῶν [*](e) ἰδίων χειρῶν, τελετὰς καὶ θυσίας προσῆγον, τῇ Ἀστάρτῃ, τῷ Χαμῶς, τῷ Βεελφεγὼρ, ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ τὸ ἔτι τούτων ἀλογώτερον, αὐταῖς ἀνέθεσαν ᾠδὰς τὰς χαριστηρίους. [*](Exod. xxxii. 4.)τηρίους, ἔφασκον γὰρ ἐξ ἀποπληξίας οἱ δείλαιοι “ Οὗτοι “ οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἶ’. [*](1. τὸ B.b. τοῦ D. Edd. 2. ἀναγνωσμάτων B.D.b. ἀναγνωσκόντων Pont. ἀναγινωσκόντων Aub. 4. καὶ deest in D. ἐκδ. κύριος alt. om. Β. (ℵ Alex.) 5. ἐκδικῶν κύριος om. D. 7. ἀθῳῶν ὀθῷον 1). Edd. (Vat. ℵ) ἀθοων (Alex. XII, ω suprascripto.) 8. μόνοις] μόνον Edd. 10. γε assumptum ex B.D. 12. δή om. D. 14 δήωσιν D. δήλωσιν Β. ἅλωσιν Edd. τε om. D. 15. τῆς] τὰς Edd. καὶ τῆς pro τῆς οὖν D. 16. ὡς ἒνι Β. ὡς ἂν Edd. Neutrum habel D. καταστήσωμεν Edd. invitis B.D. οἱ pro γὰρ D. 17. τὸ γνήσιον assumptum ex D. Statim δι’ οὐδ’. παντ’. π. λόγου π. λ. παντ’. Edd.] D. Edd. οὐδένα π. λόγον παντ’. Β. 19. καὶ prius] + εἰς D. 20. τε assumptum ex D. ἐστήσαντο D. 23. τούτοις D. 25. Ἰσραὴλ om. D.)
Εἷλον μὲν γὰρ ‘ Ασσύριοι τὴν τῶν Ἰουδαίων χώραν, κατανεύοντος Θεοῦ τὸ νικᾶν αὐτοῖς, διάτοι τὸ πλείστοις ὅσοις [*](e) ἐνέχεσθαι πλημμελήμασι τοὺς ἐξ Ἰσραήλ. οἱ δὲ ἦσαν ἀνήμεροί τε καὶ ἀλαζόνες καὶ ἄγροικον ἔχοντες παντελῶς τὴν φρένα, κατέληγον δὲ οὐδαμῶς καὶ αὐτὴν τὴν τοῦ Θεοῦ δόξαν μονονουχὶ καταπαίοντες σκληραῖς τε καὶ ἐπαράτοις φωναῖς. ᾤοντο γὰρ ὅτι νενικήκασι καὶ οὐχ ἑκόντος αὐτοῦ, 1 καὶ ὁμοῦ τοῖς Ἰουδαίοις τὴν ἐπαμύνουσαν αὐτοῖς πεπλεο- [*](4. Reg. xviii. 28. sqq.) νεκτήκασι χεῖρα. καὶ γοῦν ὁ Ῥαψάκης παλιμφήμοις ἐχρῆτο φωναῖς, τοῖς ἐν τῳ τείχει τῶν Ἰεροσολύμων ἐκείνα λέγων, [*](478 Α. a) ἃ μόναις ἃν πρέποι ταῖς τῶν οὐκ εἰδότων τὸν φύσει καὶ ἀληθῶς Θεὸν ἀνοσίαις ἀθυροστομίαις. ἀλλ’ ἐκτέτικεν εὐθὺς τῆς ἀλαζονείας τὰς δίκας. πλὴν ᾑρηκότες τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις οἱ ἀμφὶ τὸν Σαλμανασὰρ, καὶ ἑτέρας δὲ [*](Ib. 34 ssq.) ταύταις προσκατεμπρήσαντες, κατηλαζονεύοντο τῶν ἑαλωκότων, καὶ τῆς θείας δόξης κατεθρασύνοντο. παραμυθεῖται δὴ οὖν ὁ Προφήτης ἀλύοντας τοὺς δήμους τῶν Ἰουδαίων οὐ μετρίως, καὶ ὅτι πάντη τε καὶ πάντως τοῖς αὐτοὺς πεπολεἒσθ’ [*](4 ὃτε τινῶν invcrso ordine D. 5. μακρὰν Edd. 6. ὡς assumptum ex B.D. Statim ἀπεσκληκότας D. ὁ λόγος ἓξει τε inverso ordine D. 10. διότοι τὸ] διὰ τοῦ Edd. II. ἐνίσχεσθαι D. 12. καὶ prius assumptum ex B.D. ἀγροίκην Edd. 13. μονονουχὶ καὶ αὐτοῦ (sic) τὴν τ. Θ. δόξον inverso ordine D. 17. καὶ pro ὁ D. ἐχρήσατο Edd. invitis B.D. 19. ἂν πρέποι D. πρέπει Edd. 20. ἀληθῆ iid. ἀνοσίαις Oin. 1). 21. πλὴν D. Edd. πάλιν Β. 23. προσκατεμπρήσαντες Β. συγκαταπρήσ. D. προσκαταπρήσαντες Edd. 25. οὐ μέτρ’. τῶν Ἰουδ. τοὺς δήμους inverso ordine D. 26. τε πάντη pro πάντη τε D. πεπολ. αὐτοῖς pro αὐτοὺς πεπ. D.)
Τὸ ’δε γε Θεὸς ζηλωτὴς καὶ τὰ ἐφεξῆς, ἁρμόσειεν ἂν εἰ- κότως καὶ τοῖς οὐκ ἐθέλουσι τὴν ἐπιεικῆ καὶ φιλόθεον ἰέναι d τρίβον, ἀπονενευκόσι δὲ μᾶλλον ἐπὶ τὸ βιοῦν ἑλέσθαι σαρκικῶς. ὅτι γὰρ ἐκδικήσει, κολάσεσιν ὑποφέρων καὶ ποιναῖς ὑποτιθεὶς τὸν ἐξήνιόν τε καὶ ἀλιτήριον, πῶς ἔστιν ἀμφιβαλεῖν, εἴπερ ἀληθές ἐστιν ὅτι “ Τοὺς πάντας ἡμᾶς δεῖ φανερω- [*](2 Cor. v. 10.) “ θῆναι ἐμπροσθὲν τοῦ βήματος τοῦ Χριστου, ἵνα κομίσηται “ ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν “ εἴτε φαῦλον.’’
[*](1. ἐπαρτήσει] ἀπαρτίσει Edd. 2. μετὰ θυμοῦ ἐκδικῶν om. D. 4. μακρόθυμος] + καὶ πολυέλεος D. αὐτοῦ om. D. 5. πάντως pro πὼς D. 6. ἐστι μακρόθ. inverso ordine D. 7. ὡς assumptum ex D. 8. τῶν ὅλων Θεὸν hoc ordine D. 9. τῶν om. B. 10. μετρίως] μικρῶς D. II. τῶν deest in Edd.12. δέδωκας D. 13. καὶ om. Β. Haec πάλιν οὕτως assumpta ex D. 14. μέγα D. 18. Τὸ δέ γε] τὸ δὲ λέγειν D. 20. ἀπονενευκόσι] ἀπονενευκότες Edd. Statim δὲ D. δὴ iid. 21. κολάσεσιν] κολάσει D. 23. ἐστιν ἀληθὲς inverso ordine D. 25. τοῦ assumptum ex D. ὃ pro ἃ D. 26. φαῦλον] κακόν D.)Οὐδὲν δὲ ἧττον ὁ λόγος πῥέποι ἃν εἰκότως καὶ τοῖς Ἰουδαυίων [*](e) καθηγηταὶς, τοῖς γραμματεῦσι λέγω καὶ Φαρισαίοις, οἳ τὴν εἰς Χριστὸν παρωθούμενοι πίστιν, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους διολλύντες ἡλίσκοντο. πεφρονήκασι γὰρ ἐχθρὰ, καὶ πεπολεμήκασι τῆ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς, [*](S. Luc. xi. 52) ἔλαβόν τε τὴν κλεῖδα τῆς γνώσεως, καθά φησιν αὐτὸς, καὶ οὔτε εἰσῆλθον αὐτοὶ, οὔτε μὴν ἑτέρους συγκεχωρήκασιν εἰσελθεῖν. οὐκοῦν εἰ καί ἐστι μικρόθυμος, ἀλλ’ οὖν ἀθῳῶν οὐκ ὰθῳῶσει τοὺς τῇ ἀληθεῖ πίστει πεπολεμὴκοτᾷς.
[*](479 Α. a)Κὐριος ἑ συντελείᾳ κω ἔ συσσεισμῷ ἡ ὁδὸς αὐτου, κοὶ ωεφέλαι κοντορτὸς ποδῶν αὐτοῦ.
Μέλλων ὁ Προφήτης τῆς Νινευΐ τὴν ἅλωσιν εἰς παράκλησιν τῶν πεπονθότων προαναφωνεῖν, καὶ ὅτι κατασεισθήσεται παρὰ Θεοῦ καταδηλοῦν τοῖς ἠδικημένοις, προαφηγῆται χρησίμως τὸ τῆς θείας φύσεως παναλκὲς, καὶ ὅτι πᾶν ὁτιοῦν κατορθοῦν ἑλομένη τὸ ἀντιστατοῦν οὐδὲν, πάντα δὲ μᾶλλον ἕψεται ῥᾳδίως, καὶ ἰσχύσει τὸ αὐτῇ δοκοῦν, κἂν εἴτι τῶν b ἐπιγείων πραγμάτων ἡμῖν τε καὶ τοῖς καθ’ ἡμᾶς δυσκατόρθωτον εἶναι δοκῇ. ᾤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι δυσαλωτάτους ἔσεσθαι τοὺς Βαβυλωνίους, καὶ ἄμαχον οὕτως χεῖρα λαχεῖν, ὡς μηδ’ ἃν εἰ βούλοιτο Θεὸς, ἀτονῆσαι πρὸς ἐχθρούς. ἐκάλει γὰρ οἶμαι δυσθυμίας εἰς τοῦτο αὐτοὺς τὰ κατὰ πάσης αὐτῶν τῆς χώρας ὠμῶς τε καὶ ἀνημέρως παρ’ ἐκείνων τετολμημένα. ἵνα τοίνυν εἰδεῖεν, ὡς κείσονται μὲν ἀκονιτὶ κατεξανιστάντος αὐτοῖς τὴν ὀργὴν τοῦ Θεοῦ, ἁλώσονται δὲ, [*](1. ὁ λ. post ἀν’ transp. D. 6. καὶ οὒτε Β. οὔτε δὲ D. οὒτε 7. αὐτοὶ εἰσῆλθον inveiso ordine R. 8. ἀθῳῶν assumptuin ex Β. ἀθῷον D. 9. τῇ ἀληθείᾳ pro τῇ ἀληθεῖ πίστει D. 10. Κύριος pro καὶ piius D. 12. τῆς assumptum ex B.D. 14. ἠδικημένοις] ἠδικηκόσι Edd. 16. ἑλομένῃ] ἕλοιτο iid. ἀστατοῦν (sic) iid. 18. πραγμάτων om. D. 19., οἱ om. Β. δυσαλωτότους D. δυσαλώτους Edd. 22. οἶμοι deest in D. κατὰ πόσης αὐτῶν τῆς κώρας B.D. πάση αὐτῶν τῇ χώρᾳ Edd. 25. κατεξαναστόντος iid. τοῦ Θεοῦ τὴν ὀργὴν inverso ordine D.)
Εἰ δὲ δὴ προσήκοι καὶ τὸν ἀπόρρητον νοῦν τῶν προκειμένων [*](e) ἐκβασανίσαι, ἐκεῖνο εἰπεῖν οἰήσομαι δεῖν, ὅτι τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν ὁδὸν, ἤγουν τὴν ἐκπλήρωσιν ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ πεποιῆσθαί φαμεν τὸν Μονογενῆ Λόγον τοῦ Θεοῦ. ἐπειδὴ γὰρ γέγονε καθ’ ἡμᾶς, συντετέλεκε καὶ συνέσεισεν “ ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμο [*](Eph. vi. 12.) [*](1. Κύριος pro καὶ alt. D. (ut supra.) –4. Haec καὶ νεφέλαι — ὡς ἐν συσσεισμῷ accessenint ex D. 5. δυσδιόφ. κομιδῇ hoc ordine D. 6. κονιορτοῦ δίκην ἱπτάμεναι D. δίκην ἐγειρόμενοι κονιορτοῦ Β. δίκ’. αἰνιττόμεναι κονιορτοῦ Edd. καταπυκ. τὸν οὐp. inverso ordine D. 8. ἀναφ. αὐτοὺς inverso ordine D. ἀνθρώπου Edd. 10. πεπόρευται] + ὁ D. 11. ἐξαναστὰς Edd. Statim καὶ assumptum ex D. 12. ἀσχέτοις ὑετοῖς inverso ordine D. 13. πρὸς ὅλην εὐκόλως hoc ordine Β. 14. τοὺς ἐν αὐτῇ B.D. ἐν αὐτῷ Edd. 16. νεφέλαι κονιορτὸς] νεφελαῖον κονιορτὸν iid. 17. τε om. Β. invitis D. b. 19. καταπυκάζην ( = καταπυκάζειν) b. invito D. 21. προσήκοι D. προσήκει Edd. νοῦν post ἐκβᾶσ’. transp. D. 23. ὃδον] εἴσοδον Edd. 25. τοῦ Θεοῦ Λόγον inverso ordine D. )
Ἀπολῶ θαλάσσῃ καὶ ζηραίνων αὐτἡν, καὶ πάντας τοὺς ποταμούς [*](b) ἐξερηῶν.
Ἐξ ὧν ᾔδεσάν τε καὶ πεπείραντο τὸν τῆς διηγήσεως λόγον διατεκταίνει, ἀποστήσας αὐτὸν τῶν ἄγαν ἀρχαιοτέρων. ὅτε γὰρ τῆς Αἰγυπτίων ἀνοσιότητος καὶ τῆς ἀφορήτου πλεονεξίας τὸν Ἰσρὴλ ἐξεκόμιζεν ὁ προασπίζων Θεὸς, διεβίβασε μὲν διὰ μέσης θαλάσσης αὐτοὺς, ἐκέλευε δὲ βαδίζειν ὡς ἐπὶ [*](Exod. xv. 8.) ξηρᾶς· “ ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὓδατα,” κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἠπείλησε μὲν τῇ θαλάσσῃ, καὶ βάσιμος ἦν οἷά τις ζηρά. εἰ δὲ δή τις βούλοιτο ταῖς περὶ τούτων ἐννοίαις τὰ [*](Supra ver. 3. c) πρῶτα συνείρειν, φημὶ δὴ τό “ κύριος ἐν συντελείᾳ καὶ ἐν “ συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, ” τὰ εἰκότα καὶ οὕτω φρονήσει. μονονουχὶ γὰρ συντελέσας τε καὶ συσσείσας τὴν Αἰγυπτίων, ὁ τῶν ὅλων κύριος διὰ τῶν ἐν αὐτῇ γεγονότων σημείων καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· διολώλασι γὰρ ἐν μιᾷ νυκτὶ, [*](2 ἀποσοβήσας ἰσχύος hoc ordine D. ἴσχ’. ὀπὸς. B. ἴσχ’. κατασοβήσος Edd. 3. αὐτὸν τὸν θάνατον pro αὐτὸ τοῦ θαν. τὸ κράτος Edd. 5, βαδίζοντος] βαδίσματος D. Statiin προανίπταται D. προανίσταται Edd. 9. τὸν πεπείρανται ex B. D. 10. κατάρδοντα Edd. 13. ᾔδεισάν τε καὶ πεπείρανται D. τῆς] + ἐπὶ σφᾶς Edd. repugnantibus B.D. Statim ὑφηγήσεως D. Post h. V. διατεκτ. λόγον inverso ordine D. 14. αὐτοὺς pro οὐτὸν D. 16. ἐξεκόμιζε τὸν Ἰσραὴλ inverso ordine D. 17. ἐκέ.λευε habet D. ἐκέλευσε e suo Mogne. 19. μὲν assumptum ex D. 22. οὕτω 1), Edd. οὗτος Β. 23. τε om. D. Αἴγυπτον pro Αἰγυπτίων D. 25. τῶν deest in Edd.)
Ἔφη τι τοιοῦτον καὶ ὁ μακάριος Δαυείδ. ψάλλει γὰρ ὧδε “ Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ [*](d Ps. lxvii. 8, 9.) “ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ “ γὰρ οἱ οὐρανοὶ ενσταξαν.’’ γῆν δὲ σεσεισμένην, καθάπερ ἐγῷμαι, τὴν Αἰγυπτίων φησίν. ὅτι δὲ καὶ νεφέλη κατεκρέματο, προβαδίζουσα τῶν υἱῶν Ἰσραὴλ, ἀσυμφανὲς μὲν οὐδενί, πιστώσεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς τοῦ Ισραὴλ πατέρας βεβαπτίσθαι λέγων ἅπαντας “ ἐν τῇ νεφέλῃ [*](1 Cor x. 2.) “ καὶ ἐν τῆ θαλάσσῃ.”
Προσεπήγαγε δὲ ὁ Προφήτης τῷ ξηραίνεσθαι τὴν θάλασσαν, καὶ τὸ ἐρημοῦσθιιι τοὺς ποταμοὺς, εἰς ἀνάμνησιν ἀναφέρων [*](e) ἑτέρου θαύματος. ὅτε γὰρ εἰς τὴν τῆς ἐπαγγελίας εἰσεκομίζοντο γῆν, Ἰησοῦ μετὰ Μωυσέα προεστηκότος, τότε κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνησ, τὴν τῶν ναμάτων καταφορὰν [*](Jos. iii. 16.) ἀρρήτοις νεύμασι καὶ δεσμοῖς ἀνακόπτοντος του πάντα τσχυοντος Θεοῦ. ἀξιοῖ δὲ ταῦτα τοῦ μεγίστου θαύματος καὶ ὁ μακάριος Δαυεὶδ, οὕτως λέγων “ Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ [*](Ps. lxv. 5, 6.) “ Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· • ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διε- ” λεύσονται ποδί. ποδὶ γὰρ πάλιν τὸν Ἰορδάνην διέβησαν. [*](a 481 Α.) εἰ δὲ δὴ καὶ πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς τὸ ἐφ’ ἑνὶ γεγονὸς ὅτι καὶ πᾶσι συμβήσεται Θεοῦ κατανεύοντος, διακεῖσθαι κελεύει.
[*](1. ὡς ἔφησε assumptum ex D. πεπλήρωται D. 2. μέσης] + ὡς ἔφην Edd. invito D. κατηρτημένης D. κατηρτισμένης Edd. Statim αὐτῷ iid. invitis B.D. 3. οὐρανῶν D. 7. οἱ assumptura ex B.D. 8. Αἰγυπτίων Β. Αἴγυπτον D. Αἰγυπτίαν Edd. 9. προβαδίζουσα post Ἰσραὴλ transp. D. 13. τῷ B.D. τὸ b. Edd. 14. τοὺς assumptum ex b. ἀναφέρων B.D. b. φέρων Edd. 15. ὃταν D. τῆς ἐπ’. εἰσεκ. γῆν hoc ordine D. b. γῆν ante τῆς ἐπ’. transp. Edd. iS. νεύμασι καὶ δεσμοῖς D. νεύμασιν b. δεσμοῖς Edd. 20. Haec δεῦτε — ἀνθρώπων assumpta ex D. 23. πόλιν om. D. Statim διέβ. τὸν Ἰορδ. inverso ordine D. 24. καὶ assumptira ex D. πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς b. πάντ’. ξήρ’. τ. π. λέγοι D. τοὺς ποτ’. λέγοι παντ’. ξηραίνεσθαι Β. τοὺς ποτ’. λέγει (sic) παντ’. ξήρ’. Edd. 25 καταν. τοῦ Θεοῦ pro Θεοῦ κατ’. b. )Δοκεῖ ’δε τισι καὶ καθ’ ἕτερόν τινα τρόπον τῷ τῶν προκειμένων προσφέρεσθαι νῷ. εἰ γὰρ ἕλοιτο, φησὶν, ὁ τῶν ὅλων Δεσπότης τὴν κατὰ τῆς Νινευϊ ποιεῖσθαι καταδρομὴν, ποιήσεται δὴ πάντως ἐν συντελείᾳ καὶ ἐν συσσεισμῶ· συντελέσει γὰρ αὐτὴν καὶ καταδονήσει ῥᾳδίως· πλατεῖαν δὲ οὖσαν, b καὶ οἷον θαλάσσης δίκην τοῖς ἄλλοις ἔθνεσι τοὺς πολέμους ἐπικυμαίνουσαν, ἀμελλητὶ καταξηρανεῖ. κἂν εἰ ἀνέρχοιντο, φησὶν, ὡς χείμαρροι τὰ παρ’ αὐτῆς ἔ, πάντη τε καὶ πάντως ἐρημωθήσονται. θάλασσαν δὲ καὶ ποταμοὺς ἐπικλύζοντάς τε καὶ καταπνίγοντας , οὐδὲν ἧττον εἶναί φαμεν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, καὶ πρό γε τῶν ἄλλων τὸν σατανᾶν. ἀλλ’ ὅλην αὐτῶν τὴν δύναμιν κατεξήρανεν ὁ Χριστὸς, καὶ ἄμαχον οὖσαν πάλαι, τοῖς τῶν σεβομένων αὐτὸν ὑπέστρωσε ποσίν.
[*](c)Ὠλιγώφθη ἡ Βασανπιτις κὼ ὁ κάρημηλος, κω τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. τὰ ὂρη ἐσείσθησαν ἀπ’ αὀτοῦ, κω οἱ βουνοὶ ἐσαλεύθησαν, κω ἀνεστἀλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα, καὶ πάντες οἱ κατοικοῦντες έν αὐτῇ.
Καὶ δι’ ἑτέρων εὐθὺς ἀποδείξεων ὁ λόγος ἔρχεται, τῇ θείᾳ φύσει τὸ παναλκές τε καὶ ἄμαχον εἰς ἐξουσίαν ἐπιμαρτυρῶν. χώρα μὲν γὰρ ἡ Βασανῖτις ἐστιν εὐθαλής τε καὶ πίειρα· Κάρμηλος d δὲ καὶ Αίβανος, τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰουδαίας ὄρος, εὐδενδρότατα δὲ ἄμφω, καὶ ἀμφιλαφέσι κομῶντα δρυμοῖς. ἀλλὰ ταυτὶ δὴ πάντα, τήν τε Βασανῖίν φημι, [*](2. ἕλοιτο] ἔθε D. 4. δὲ Migne. 5. καταδονήσει ῥᾳδίως· πλοτεῖαν δὲ D.b. ῥᾳδίως καταδονήσει πλατεῖαν Edd. 7. κἀν εἰ ἀνέρχοιντο b. κἂν εἰ ἔρχοιντο D. κἂν εἰσέρχοιντο εἰσέρχοιτο Edd.) Β. Edd. 8. κατ’ pro παρ’ Edd. invitis omnibus. αὐτοῖς b. 9. ἐρημωθήσονται Β. b. ἐρημωθήσενται (sic) Β.] ἐρημωθήσεται D. Edd. 10. καταπνίγοντας 1). κατnκλύζ. Edd. εἶναί φαμεν τὰς πονηρὰς hoc ordine D. εἶναι post πον. transp. iid. 15. ὠλιγώθη] + γὰρ D. 16. ἐσείσθησαν] ἐσείσθη F. (36 al.) statim ὑπ’ D. (XII sed ὄπ suprascr. 42, 153.) 19. ἑτέρων] + ῥημάτων καὶ (oinittens εὐθὺς) D. Statim καταδείξεων Edd. invitis B.D. 21. τε assumtum ex B.D. 22. τε pro δὲ D. τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰουδαίας B.D. Φοινίκης et ’Iουδiιας inter se transp. Edd. 23. κομῶνται προ κομῶντα iid.)
Εἶτα, πῶς οὐκ ἃν ἁλοίη Θεοῦ κατανεύοντος ἡ διαβόητος Νινευΐ ; πρὸς δὲ δὴ τῇ Βασανίτιδι καὶ τῷ Καρμηλῳ, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. Λίβανος μὲν οὖν, ὡς ἔφην, ὄρος τῆς Φοινίκης ἐστιν, ἀπ’ αὐτοῦ δὲ σημαίνει τὴν ὑπ’ αὐτῷ τε κειμένην καὶ περὶ αὐτὸ σύμπασαν χώραν. ἐξανθοῦντας δὴ οὖν τοῦ Λιβανίου τοὺς Δαμάσκου καὶ Φοινίκης βεβασιλευκότας φησὶ [*](a 482 A.) κατὰ καιροὺς, οἱ καὶ ὑπὸ χεῖρας δέδονται τῶν υἱῶν Ἰσραήλ· νενίκηνται γὰρ καὶ αὐτοὶ κατὰ καιροὺς, καίτοι πλείστην ὅσην ἔχοντες χεῖρα, δειναῖς τε καὶ δυσαντήτοις ἐπικουρίαις ἀναφυσώμενοι. εὑρήσομεν δὲ τὰ τῶν βασιλειῶν ἐπερχόμενοι βιβλία πεπορθημένην κατὰ καιροὺς τὴν Δαμασκηνῶν βασιλείαν, [*](2 Reg. vii. 6; 4 Reg. xiv. 28.) διὰ τῶν ἐκ φυλῆς Ἰούδα βεβασιλευκότων. εξέλιπον δὴ οὖν τὼ ἐξανθοῦντα τοῦ Λιβάνου, τουτέστιν, ἐξῄρηνται [*](b) καὶ ἀπολώλασι πλειστάκις καὶ αὐτὰ τῆς Φοινίκης ἤγουν τοῦ Λιβάνου, τὰ ἐξαίρετα, τουτέστιν, οἱ τῶν ἐκεῖσε κρατοῦντες πραγμάτων.
Καὶ τί ταῦτα λέγω, φησὶν, ὅτε καὶ μάλα ῥᾳδίως, Θεοῦ γε θέλοντος, κατασεισθεῖεν ἂν καὶ αὐτὰ τὰ ὄρη ὂρη οἱ βουνοὶ μεταστήσονται καὶ συμπασα δὲ η γῆ μέτα τῶν εωοικουντων [*](1. δὲ Β. δὴ D. Edd. 2. ἀμαχώτατα pro μαχιμ. D. 3. ἐξῄρηνται] ἐξήρανται Edd. 4. καὶ κεκλ.] κεκληρ. γὰρ D. 5. λέγοι Β. λε’ D. λέγει Edd. 11. δὴ orn. D. 13. ἐστὶ τῆς φοινίκης inverso ordine D. ἐπ’ pro ὑπ’ Edd. αὐτὸ D. Statim τε assumptum ex D. 14. ἐξανθοῦντας] ἐξανθοῦντα Edd. 19. ἀναφυσσώμενοι Β. 20. πεπορθημένην (sic) Edd. ante Migne. 23. τῆς Φοινίκης ἤγουν]. ἃ τῆς Φοινίκης ἦν Edd. 24. ἐκεῖσε] ἐκεῖ Β. 20. ῥᾳδίως et γε om. D. 28. μεταστήσοντα D. σολευθήσονται Β. ἐπαναστήσονται Edd. Statim καὶ assumptum ex B.D.)
Ὡς γὰρ ἤδη προεῖπεν “Ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ.’’ ὅτι δὲ οὐδὲν ἡ σύμπασα γῆ, καὶ ὀλίγου παντελῶς ἀξιωθεῖεν ἂν λόγου τὰ ἐν αὐτὴ, τὴν θείαν τε καὶ ἀπόρρητον εἴ τις [*](d) ἕλοιτο δόξαν ἀναμετρεῖν, ἐπιμαρτυρήσει λέγων ὁ προφήτης [*](Es. xl. 15—18.) ‘Ησαΐας “ Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ “ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· “ ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετρά- “ πόδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς “ οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν· τίνι ὡμοιώσατε “ Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν ;
Δοκεῖ δὲ πάλιν ἑτέροις εὖ ἔχειν, εἰ καὶ ἐπ’ αὐτῆς ἐλογίσθη [*](e) τῆς Νινευΐ τὰ τοιάδε πλαγίως. βούλονται γὰρ αὐτὴν παρεικάζεσθαι τῇ τε Βασανίτιδι ὡς ἀρίστῃ τε καὶ διαβοήτῳ χώρα, καὶ Καρμήλῳ τε καὶ Λιβάνῳ πάλιν, ὡς ἐπισήμοις τε καὶ διαφανεστάτοις ὄρεσι· θαυμαστὴ δὲ καὶ ἐπίσημος ἡ Νινευΐ ἦν. καὶ ὠλιγῶσθαί φησιν, ὡς ὅσον οὐδέπω δῃωθησομένης ὁμοῦ τοῖς ἐξανθοῦσιν ἐν αὐτῇ, τουτέστιν, ἡγουμένοις τε καὶ στρατηγοῖς καὶ τοῖς τῶν ἄλλων λαῶν ἐπιφανεστέροις. ἐπειδὴ γὰρ [*](1. μὴ ὂν D. μηδὲν Edd. 3. που om. D. 4. προκειμένοις] D. 5. ἔσται pro ἐστὶ Edd. 6. σοι Β. (Alex. Syro-Hex.) σὺ D. Edd. (Vat.) II. δὲ om. D. ἀξιωθείη Β. invitis D. Edd. 12. τε assumptum ex B.D. 14. κάδδου B.D. κάδου Edd. 15. ἐληίσθη iid. 17. ὡς] εἰς 1). (41, 90, 144.) 18. εἰς B. ὡς D. Edd. (93.) ὡμοιώσατε] + τὸν B. (62. al.) 20. ἐλογίσθη] λέγοιντο D. 23. καὶ Καρμήλῳ τε D. Καρμήλῳ δὲ Edd. 24. θαυμαστὴ δὲ D. θαυμαστή τε Edd. 25. ἦν assumptum ex D. ἣν pro ἦν Β. οὐδέπω D. οὔπω Edd. Statim διωθησομένης iid. 27. λαῶν assumptum ex D.)
Ἀνασκοπούμενος δέ τις τὰ παρὰ τῶν Ἰουδαίων εἰς Χριστὸν τολμήματα, καὶ τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐρήμωσιν καὶ τὴν ὁλοτελῆ συντριβὴν καὶ ἀπώλειαν, μετά γε τὸ ἀναβιῶναι καὶ ἀνελθεῖν εἰς τὸν οὐρανὸν, ἐφαρμόσαι ἂν εἰκότως αὐτοῖς καὶ τάδε. Βασανῖτις μὲν γὰρ καὶ Δάρημλος καὶ μέντοι καὶ [*](b) Λίβανος νοοῖτο ἂν εἰκότως ἡ Ἰουδαία· καὶ Βασανῖτις μὲν, ἐπείτοι καὶ ὠνόμασται γῆ ῥέουσα μέλι καὶ γάλα, γῆ σίτου καὶ ἐλαίου καὶ ἀμπελώνων· Κάρημλος δὲ καὶ Λιβιινος διάτοι τὸ ὑψοῦ τε ἦρθαι κατὰ τὴν δόξαν, γενέσθαι τε διαφανῆ καὶ περίοπτον, καὶ οἷον ἀκαταλήκτοις δρυμοῖς τοῖς κατοικοῦσιν αὐτὴν ἐπιγάνυσθαι. ἀλλ’ ὠλιγῶσθαί φησιν αὐτήν· δεδαπάνηνται γὰρ τῆ Ῥωμαίων χειρὶ, μονονουχὶ δὲ καὶ δεινοῖς καὶ ἀλκιμωτάτοις περιπεσόντες δρυτόμοις, φυτοῖς ἐν ἴσῳ πεπτώκασι. κάσι. καί τι τοιοῦτον ὁ μακάριος προφήτης Ἠσαίας ὑπαινίττεται, [*](c) λέγων ὡς πρός γε τὴν Ἱερουσαλήμ “ Διάνοιξον [*](Zach. xi. 1, 2.) “ ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς “ κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, “ ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες “ τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος· 5 σαφέστερον δὲ καὶ ἑτέρωθί που φησί “ Καὶ ἔσται ὁ κοπετὸς [*](Ib. xii. 11.) [*](1. εὐδενδροτάτης Β. ἐνδενδροτάτης (sic) D. εὐδενδρότητος iid. 2. τὸ σχῆμα μέχρι παντὸς pro μέχρι π. τὴν τροπὴν D. 3. Haec τὴν πιοτάτην accesserunt ex D. ἐξανθοῦσαν D. ἐξανθοῦντος Edd. 4. διαφέροντας pro διαφᾶν. D. 5. ἠρμένους om. Aub. 6. πορὰ assumptum ex B.D. 8. τὴν assumptum ex Β. ἀναβιῶναι + αὐτὸν Edd. 9. ἐφαρμόσοι] ἐφαρμόσαι] iid. αὐτοῖς εἰκότως inverso ordine D. 10 γὰρ assumptum ex B.D. ii. νοοῖτο D, νοοῖτ6 Edd. 12. ἐπείτοι καὶ om. D. γάλα καὶ μέλι inverso ordine D. 14. διαφανῆ] καταφανῆ D. 15. ἀκαταλήπτοις D. 16. αὐτὴ alt. om. D. Statim δεδαπάνηνται Β. δεδαπάνηται D. Edd. 17. μονονουχὶ δὲ accesserunt ex B.D. Statim καὶ ora, D. 18. δρυτόμοις] δρυμοτόμοις Edd. περιπεπτώκασι iid. invitis B.D. 19. ὁ μακάριος προφήτης Ἠσαίας B.D. Ζαχαρίας Edd. 22. ὀλολυζέτω D. 23. μεγάλοι Edd. 24. κατεπόσθη (sic) iid. 25. καὶ prius assumptum ex B.D.)