In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ τί ταῦτα λέγω, φησὶν, ὅτε καὶ μάλα ῥᾳδίως, Θεοῦ γε θέλοντος, κατασεισθεῖεν ἂν καὶ αὐτὰ τὰ ὄρη ὂρη οἱ βουνοὶ μεταστήσονται καὶ συμπασα δὲ η γῆ μέτα τῶν εωοικουντων [*](1. δὲ Β. δὴ D. Edd. 2. ἀμαχώτατα pro μαχιμ. D. 3. ἐξῄρηνται] ἐξήρανται Edd. 4. καὶ κεκλ.] κεκληρ. γὰρ D. 5. λέγοι Β. λε’ D. λέγει Edd. 11. δὴ orn. D. 13. ἐστὶ τῆς φοινίκης inverso ordine D. ἐπ’ pro ὑπ’ Edd. αὐτὸ D. Statim τε assumptum ex D. 14. ἐξανθοῦντας] ἐξανθοῦντα Edd. 19. ἀναφυσσώμενοι Β. 20. πεπορθημένην (sic) Edd. ante Migne. 23. τῆς Φοινίκης ἤγουν]. ἃ τῆς Φοινίκης ἦν Edd. 24. ἐκεῖσε] ἐκεῖ Β. 20. ῥᾳδίως et γε om. D. 28. μεταστήσοντα D. σολευθήσονται Β. ἐπαναστήσονται Edd. Statim καὶ assumptum ex B.D.)

14
αὐτὴν ανασταλησεται, τουτέστι, χωρήσει πρὸς τὸ μὴ ὂν, καὶ ἔσται πάλιν ὡς οὐχ ὑπάρχουσα ; ὁ γὰρ ποιήσας ἐν ἀρχῇ, C καὶ ἀφανιεῖ που πάντως εὐκόλως, καὶ οὐδὲν αὐτῷ τὰ μεγάλα παντελῶς. ἔοικε δὲ καὶ ὁ μακάριος Δαυεὶδ συνῳδὰ τοῖς προκειμένοις [*](Ps. cxiii. 5—7) ἐννενοηκέναι τε καὶ λέγειν “ Τί γάρ ἐστι σοὶ, “ θάλασσα, ὅτι ἔφυγές ; καί σοι, Ἰορδάνη, ὅτι ἐστράφης εἰς “ τὰ ὀπίσω ; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ “ βουνοὶ ὡς ἀρνία προβάτων ; ἀπὸ προσώπου Κυρίου ἐσα- “ λεύθη ἡ γῆ.’’

[*](Supra ver. 3.)

Ὡς γὰρ ἤδη προεῖπεν “Ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ.’’ ὅτι δὲ οὐδὲν ἡ σύμπασα γῆ, καὶ ὀλίγου παντελῶς ἀξιωθεῖεν ἂν λόγου τὰ ἐν αὐτὴ, τὴν θείαν τε καὶ ἀπόρρητον εἴ τις [*](d) ἕλοιτο δόξαν ἀναμετρεῖν, ἐπιμαρτυρήσει λέγων ὁ προφήτης [*](Es. xl. 15—18.) ‘Ησαΐας “ Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ “ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· “ ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετρά- “ πόδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς “ οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν· τίνι ὡμοιώσατε “ Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν ;

Δοκεῖ δὲ πάλιν ἑτέροις εὖ ἔχειν, εἰ καὶ ἐπ’ αὐτῆς ἐλογίσθη [*](e) τῆς Νινευΐ τὰ τοιάδε πλαγίως. βούλονται γὰρ αὐτὴν παρεικάζεσθαι τῇ τε Βασανίτιδι ὡς ἀρίστῃ τε καὶ διαβοήτῳ χώρα, καὶ Καρμήλῳ τε καὶ Λιβάνῳ πάλιν, ὡς ἐπισήμοις τε καὶ διαφανεστάτοις ὄρεσι· θαυμαστὴ δὲ καὶ ἐπίσημος ἡ Νινευΐ ἦν. καὶ ὠλιγῶσθαί φησιν, ὡς ὅσον οὐδέπω δῃωθησομένης ὁμοῦ τοῖς ἐξανθοῦσιν ἐν αὐτῇ, τουτέστιν, ἡγουμένοις τε καὶ στρατηγοῖς καὶ τοῖς τῶν ἄλλων λαῶν ἐπιφανεστέροις. ἐπειδὴ γὰρ [*](1. μὴ ὂν D. μηδὲν Edd. 3. που om. D. 4. προκειμένοις] D. 5. ἔσται pro ἐστὶ Edd. 6. σοι Β. (Alex. Syro-Hex.) σὺ D. Edd. (Vat.) II. δὲ om. D. ἀξιωθείη Β. invitis D. Edd. 12. τε assumptum ex B.D. 14. κάδδου B.D. κάδου Edd. 15. ἐληίσθη iid. 17. ὡς] εἰς 1). (41, 90, 144.) 18. εἰς B. ὡς D. Edd. (93.) ὡμοιώσατε] + τὸν B. (62. al.) 20. ἐλογίσθη] λέγοιντο D. 23. καὶ Καρμήλῳ τε D. Καρμήλῳ δὲ Edd. 24. θαυμαστὴ δὲ D. θαυμαστή τε Edd. 25. ἦν assumptum ex D. ἣν pro ἦν Β. οὐδέπω D. οὔπω Edd. Statim διωθησομένης iid. 27. λαῶν assumptum ex D.)

15
ὀρῶν ἐποιήσατο μνήμην καὶ χώρας εὐδενδροτάτης, φημὶ δὴ τῆς Βασανίτιδος, τετήρηκε τῷ λόγῳ μέχρι παντὸς τὴν τροπήν· τὴν πιοτάτην καὶ ἐξανθοῦσαν ἔφη τοὺς ἢ πλούτῳ τυχὸν [*](a 483 Α.) διαφανεστέρους, ἢ ταῖς τῶν σωμάτων ἀλκαῖς ἐμπρέποντας, ἢ καὶ καθ’ ἕτερόν τινα τρόπον ὑπεροχῆς τῶν ἄλλων ἠρμένους.

Ἀνασκοπούμενος δέ τις τὰ παρὰ τῶν Ἰουδαίων εἰς Χριστὸν τολμήματα, καὶ τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐρήμωσιν καὶ τὴν ὁλοτελῆ συντριβὴν καὶ ἀπώλειαν, μετά γε τὸ ἀναβιῶναι καὶ ἀνελθεῖν εἰς τὸν οὐρανὸν, ἐφαρμόσαι ἂν εἰκότως αὐτοῖς καὶ τάδε. Βασανῖτις μὲν γὰρ καὶ Δάρημλος καὶ μέντοι καὶ [*](b) Λίβανος νοοῖτο ἂν εἰκότως ἡ Ἰουδαία· καὶ Βασανῖτις μὲν, ἐπείτοι καὶ ὠνόμασται γῆ ῥέουσα μέλι καὶ γάλα, γῆ σίτου καὶ ἐλαίου καὶ ἀμπελώνων· Κάρημλος δὲ καὶ Λιβιινος διάτοι τὸ ὑψοῦ τε ἦρθαι κατὰ τὴν δόξαν, γενέσθαι τε διαφανῆ καὶ περίοπτον, καὶ οἷον ἀκαταλήκτοις δρυμοῖς τοῖς κατοικοῦσιν αὐτὴν ἐπιγάνυσθαι. ἀλλ’ ὠλιγῶσθαί φησιν αὐτήν· δεδαπάνηνται γὰρ τῆ Ῥωμαίων χειρὶ, μονονουχὶ δὲ καὶ δεινοῖς καὶ ἀλκιμωτάτοις περιπεσόντες δρυτόμοις, φυτοῖς ἐν ἴσῳ πεπτώκασι. κάσι. καί τι τοιοῦτον ὁ μακάριος προφήτης Ἠσαίας ὑπαινίττεται, [*](c) λέγων ὡς πρός γε τὴν Ἱερουσαλήμ “ Διάνοιξον [*](Zach. xi. 1, 2.) “ ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς “ κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, “ ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες “ τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος· 5 σαφέστερον δὲ καὶ ἑτέρωθί που φησί “ Καὶ ἔσται ὁ κοπετὸς [*](Ib. xii. 11.) [*](1. εὐδενδροτάτης Β. ἐνδενδροτάτης (sic) D. εὐδενδρότητος iid. 2. τὸ σχῆμα μέχρι παντὸς pro μέχρι π. τὴν τροπὴν D. 3. Haec τὴν πιοτάτην accesserunt ex D. ἐξανθοῦσαν D. ἐξανθοῦντος Edd. 4. διαφέροντας pro διαφᾶν. D. 5. ἠρμένους om. Aub. 6. πορὰ assumptum ex B.D. 8. τὴν assumptum ex Β. ἀναβιῶναι + αὐτὸν Edd. 9. ἐφαρμόσοι] ἐφαρμόσαι] iid. αὐτοῖς εἰκότως inverso ordine D. 10 γὰρ assumptum ex B.D. ii. νοοῖτο D, νοοῖτ6 Edd. 12. ἐπείτοι καὶ om. D. γάλα καὶ μέλι inverso ordine D. 14. διαφανῆ] καταφανῆ D. 15. ἀκαταλήπτοις D. 16. αὐτὴ alt. om. D. Statim δεδαπάνηνται Β. δεδαπάνηται D. Edd. 17. μονονουχὶ δὲ accesserunt ex B.D. Statim καὶ ora, D. 18. δρυτόμοις] δρυμοτόμοις Edd. περιπεπτώκασι iid. invitis B.D. 19. ὁ μακάριος προφήτης Ἠσαίας B.D. Ζαχαρίας Edd. 22. ὀλολυζέτω D. 23. μεγάλοι Edd. 24. κατεπόσθη (sic) iid. 25. καὶ prius assumptum ex B.D.)

16
17
δὲ ὄντες ἄγαν, συνεθραύοντο τοῖς κακοῖς, καὶ τῆς εἰς Χριστὸν παροινίας δίκας ἐξῄτηνται.

Συνέτριψε δὲ δι’ ἡμᾶς καὶ ἑτέρως ὁ Κύριος ἡμῶν Ἰησοῦς [*](b) ὁ Χριστὸς “ ‘Αρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκρά [*](Eph. vi. 12.) “τορας του σκότους του αἰῶνος τούτου, τὰ τε πνευματικὰ “ τῆς πονηρίας,’’ ἵνα ἡμᾶς ἐξέληται καὶ διασώσῃ. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ψάλλει Δαυείδ “ Σὺ φοβερὸς εἶ, καὶ τίς [*](Ps lxxv. 8-10.) “ ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου ; ἐκ τοῦ οὐρανοῦ “ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀνα- “ στῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς “ τῆς γῆς.’’ δέδωκε δὲ ἡμῖν “ πατεῖν ἐπάνω ὄφεων καὶ σκορ[*]( S. Luc. x. 19.) “ πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.’’ κατέταξε [*](c) γὰρ ἀρχας, συνέθραυσεν ὡς πέτρας τὰς τῶν ἀνοσίων πνευμάτων ἀλαζονείας. ὀργιζομένῳ δὲ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῖς ἠδικηκόσι, παραχωρεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκοῦσιν αὐτοῖς.

Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἑ ἡμέρα θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβομένους αὐτόν. καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθρούς αὐτοῦ διώξεται σκότεος.

Νουθετεῖ χρησίμως καὶ λίαν εὐτέχνως, οὔτε τῆς εὐημερίας [*](d) ἀποκείρων τὴν ἐλπίδα, δι’ ὧν ἔφη χρηστὸν ἔσεσθαι τοῖς ὑπομένουσι τὸν Κῦρον, οὔτε μὴν ἀνιεὶς εἰς ἄφετόν τινα καὶ ἐξίτηλον ζωήν· μετατιθεὶς δὲ μᾶλλον εἰς εὐκοσμίαν καὶ εἰς τὸ βιοῦν ἑλέσθαι ἐννόμως, διά τοι τοῦ φάναι πάλιν, ὅτι τὴν ὡς ἐν κατακλυσμῷ νοουμένην ὁδὸν εἰ δὴ ποιοῖτο κατά τινων, καἐξῂτηνται [*](2. Β. ἐζήτηνται Edd. εἰσπράττονται δίκας pro δίκας ἐξῃτ. D. 3. Συνέτριψε δὲ δι’ ἡμᾶς καὶ ἑτέρως] καὶ ἑτέρως δὲ συνέτρ. δι’ ἡμᾶς D. Statim καὶ add. D. 4. ὁ assumptum ex Β. τε om. Β. 5. τοῦ αὶῶνος om. D. τε assumptum ex D. 7. ψάλλει Δ. hoc ordine D. 8. ἀπὸ τότε ἡ ὀργή σου Β. ἀπὸ τῆς ὀργῆς σου D. Edd. (Vat.) ἠκούτ. κρίσιν ἐκ τοῦ οὐρανοῦ inverso ordine D. –16. ὀργιζ. — αὐτοῖς om. Β. ὑπὲρ D. πρὸς Edd. 33. τὸν Κύριον] τὸν Θεὸν D. b. ἀφιεὶς D. ἐξιτήλην pro ἐζ́ͅτηλον (sic) Edd. 26. ἐν assumptum ex B.D.b. )

18
θάπερ τινὰ σεισμὸν ποιήσεται, καὶ ὥσπερ ὑδάτων πολλῶν τε καὶ ἀφορήτων ὁρμὴ κατὰ πρανοῦς ἰοῦσα χωρίου χρῆμά τι e δεινὸν καὶ δυσδιάφυκτον παντελῶς, οὕτως εἰ διάττοι κατά τινων τὰ ἐκ θείας ὀργῆς, ἄρδην ἅπαντας ἀπολέσει τοὺς καθ’ ὧν ἂν ἴοι καὶ φέροιτο.

Σκότω γεμὴν τοὺς ἐχθροὺς αὐτοῦ καταδιωχθήσεσθαι καὶ καταληφθήσεσθαι λέγει. καὶ οὐχὶ δή που πάντως τῷ τῆς νυκτὸς, ἀλλ’ ἑτέρας οἶμαι τῆς νοητῆς καὶ ὡς ἐν τρόπῳ τοῦ παθεῖν νοουμένης. κατασκοτάζειν γὰρ οἶδε τὸν ἀνθρώπινον νοῦν, καὶ ἀμείλικτος συμφορὰ καὶ πικρὸν καὶ ἀδόκητον πάθος, ὃ δὴ [*](485 A. a) τοῖς ἀρχαιοτέροις συμβέβηκεν, ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν, καὶ ἁλούσης αὐτοῖς τῆς χώρας. τοιγάρτοι Θεὸς οἴνῳ καὶ μεθύσματι τὰ τοιάδε τῶν κακῶν παρεικάζων, εὖ μάλα [*](Hier. xxxii. 1, 2.) πρὸς τὸν μακάριον ἔφασκεν Ἱερεμίαν “ Λάβε τὸ ποτήριον “ τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς “ πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτοὺς, “ καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ μανήσονται ἀπὸ προσώπου [*](b) “ τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν· καὶ [*](Es. li. 17.) μὴν καὶ διὰ φωνῆς Ἠσαίου πρὸς αὐτήν “ Τὸ ποτήριον γὰρ “ τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας. μέθῃ δὴ οὖν καὶ σκότῳ καταληφθήσεσθαί φησι τοὺς ἐχθρὰ φρονοῦντας Θεῷ, μετασοβῶν εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν ἅπερ ἦν ἄμεινον εἰδέναι τε καὶ δρᾶν αὐτούς.

Κεχώρηκε δὲ καὶ κατὰ τῶν Ἰουδαίων ἐν κατακλυσμῷ πορείας ὁ τῶν ὅλων Θεὸς, καὶ συντετέλεκεν αὐτοὺς τὰς ἐπὶ χριστῷ εἰσπραττόμενος δίκας. γεγόνασι δὲ καὶ ἐν σκότω, [*](S.Matth. xxii.17 c) καὶ τοῦ θείου φωτὸς ὁλοτρόπως ἠμοιρηκότες, μωροὶ καὶ [*](1. συσσεισμὸν Β. invitis D. b. τε om. D. 2. ἰοῦσα B.D. b. Ἰούδα Edd. Statim χωρίου Β. χώρου D.b. χώρας Edd. τι Om. D. 6. γεμὴν] μέν Edd. καταληφθήσεσθαί τε κα κατuδιωχθ. pro κατοδιωχθ. καὶ καταλ. D. 7. δή assumptum ex D. 8. ἑτέρας οἶμαι τῆς νοητῆς καὶ ὡς ἐν τρόπῳ τοῦ τῷ Edd.] παθεῖν νοουμένης D. Edd. ἑτέρῳ οἶμαι τῷ νοητῷ καὶ ὡς ἐν τρ. τῷ πόθει (sic) νοουσε μένω Β. iStalim κατασκοτίζειν Β. 12. Θεὸς] ὁ Κύριος D. 16. ἐξαποστελῶ B. Edd. σε ἀποστελῶ D. 17. ἐκμανήσονται D. (Vat.) invitis Edd. (Alex. Frid-Aug.) 19. Haec μὴν καὶ assunipta ex D. 23. ἅπερ D. ὃπερ Edd. 24. καὶ om. D. 26. εἰσπραττομένους D. invito B.)

19
τυφλοὶ διατελοῦσιν οἱ τάλανες. οὐ γὰρ ἤθελον ἀκολουθεῖν ἐπιφωνοῦντι χριστῷ “ Ἕως τὸ φῶς ἔχετε, περι- [*](S. Joan. xii. 35) “ πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβη. ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς καὶ ἐξήνιοι, ταύτῃτοι λοιπὸν, καθά φησιν ὁ προφήτης “ Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐ- [*](Es. lix. 9.) “ τοῖς σκότος, μείναντες δὲ αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. γεγόνασι γὰρ ἐχθροὶ τοῦ θείου φωτὸς, καὶ κατεξανέστησαν ἀνοσίως τῆς δόξης Χριστοῦ.

[*](d)

Τι λογίζεσθε ἐπὶ τὸν κύρω ; συντέλεινα αὐτός ποιήσεται, καὶ οὑκ ἐκδικήσει δὶς ἐμ τὸ αὐτὸ ἐν θλίψει.

Ἔφην ἤδη καὶ ἐν ἀρχαῖς, ὅτι τοῦ Σαλμανασὰρ βασιλέως Ἀσσυρίων τὴν Σαμαρείαν πεπορθηκότος, συγκαταδῃώσαντος δὲ αὐτῇ καὶ ἑτέρας πόλεις τε καὶ κώμας τοῖς Ἰούδα σκήπτροις ὑποκειμένας, εἶτα τῶν ἐκ τοῦ πολέμου περιλελειμμένων ἐν ἀφορήτοις ὄντων δείμασι καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν ἀναφευγόντων χώρας· ᾤοντο γὰρ κατὰ τὸ εἰκὸς, τοῖς ἴσοις [*](e) κακοῖς περιπεσεῖσθαι καὶ δεύτερον ἐπ’ αὐτοὺς τῶν Βαβυλωνίων ὑπονοστούντων· ἀναγκαίαν ἐποιεῖτο Θεὸς τὴν παράκλησιν διὰ τῆς τοῦ Προφήτου φωνῆς, δύο ταῦτα καθυπισχνούμενος, ὅτι καὶ τοὺς ἤδη κατειλημμένους τῷ πολέμῳ καὶ ἐν ἀφορήτοις ἲς ὄντας συμφοραῖς ἐλεήσει κατὰ καιροὺς, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλλάξει δεσμῶν, καὶ ὅτι παραδώσει τὴν Νινευῒ πρὸς ἐρήμωσιν καὶ ἀπώλειαν.

Ινα τοίνυν μὴ καὶ αὖθις τοῖς ἴσοις περιπεσεῖσθαι κακοῖς [*](a 486 Α.) [*](1. ἀκολουθεῖν] ἀκολουθῆσαι Edd. 3. μὴ] + Β. 4. ἀπειθεῖς B.D. ἀπαθεῖς Edd. τοι om. D. 6. μείναντες δὲ Β. Edd. καὶ μείναντες D. ἐν om. D. 8. Χριστοῦ D. αὐτοῦ Edd. 9. αὐτὸς] αὐτοὺς (sic) Edd. καὶ assumptum ex Β. (22 al.) 12. πεπορθ. τὴν Σᾶμ’. inverso ordine D. 13. αὐτῇ post ἑτέρας transp. D. τε assumptnm ex B.D. Ἰουδαίων D. 17. καὶ om. D. ὑπονοστ. ἐπ’ αὐτοῖς τῶν Βαβ. pro ἐπ’ αὐτοὺς ο τῶν Βαβ. ὑπον. D, 18. ἐποιεῖτο Θεὸς] ἐποιεῖτο Θεὸς D, Statim ἐπ’ αὐτοὺς add. D. 20. τῷ πολέμῳ κατειλημμένους inverso ordine D. 24. αὖθις Β. εἰς αὖθις D. αὐτοῖς Edd. )

20
προσδοκήσαντες εὐάφορμον ἤδη ποιοῖντο τὴν ἀποδρομὴν, τὴν ἐκ τῆς Ἰουδαίας εἰς ἀλλοφύλους, μονονουχὶ καὶ ἀναπυνθάνεται λέγων τί ἄρα λογίζονται καὶ φρονεῖν ἐγνώκασι περὶ τοῦ κυριοῦ· σκληρὸν ἆρα, φησὶ, καὶ βαρύμηνιν ὑπάρχειν οἴεσθε τὸν τῶν ὅλων Δεσπότην, ὡς διττὰς ἐπὶ τοῖς αὐτοῖς πλημμελήμασι τὰς δίκας αἰτεῖν ; ἁλλὰ πολὺ τοῦ πρέποντος [*](b) ἀποσφάλλεσθε. προστεθεικότων γὰρ ὑμῶν οὐδὲν τῶν ὅσα ἐστὶν ἔξω νόμου καὶ κατερεθίζει πρὸς ὀργὰς τοῦ νόμου τὸν ὁριστὴν, οὐδ’ ἂν αὐτὸς ἔτι δευτέραν ἐποίσῃ πληγήν. ἔθλιψεν ἀρκούντως ἐφ’ οἷς ἤδη δυσσεβοῦντες ἡλίσκεσθε. στήσατε τὴν ἁμαρτίαν, καὶ τὴν ὀργὴν ἀνακόψει. πεπαίδευκεν ἀποχρώτως, κατελεήσει λοιπὸν σωφρονεῖν ᾑρημένους. μέμικται τοίνυν ὁ λόγος, καὶ κεκραμένην ἔχει τὴν παραίνεσιν. ἐν ταὐτῷ γὰρ ἀναπείθει καὶ τὰ ἁνδάνοντα τῷ Θεῷ κατορθοῦν ἑλέσθαι γνησίως, καὶ τοῦτο δρᾶν ἑλομένοις δίδωσι θαρρεῖν, [*](c) ὅτι χρηστὸς ἔσται περὶ αὐτοὺς, οὐκ ἀχάλινον αὐτοῖς ἐφιεὶς τὴν ὀργὴν, καθάπερ ᾤοντο κατὰ σφᾶς. ἄθρει δὲ ὅπως τετήρηκε πάλιν ὁ λόγος τῷ Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐ συντελέσει ὁ Θεὸς αὐτοὺς, προαναπεφώνηκεν ἐναργῶς, ὡς ἐν ἐρωτήσει λέγων Τὶ λογίζεσθε ἐπὶ τὸν Κύριον ; συντλειαν αὐτὸς ποιήσεται ; οὐ γὰρ ποιήσεταί φησι τὴν συντέλειαν οὐδ’ ἂν ἐκ βάθρων αὐτῶν κατασείσας τὸν Ἰσραὴλ, εἰς ὄλεθρον παραδώσει παντελῆ. φείσεται δὲ διὰ τοὺς πατέρας, καὶ σωθήσονται κατὰ καιροὺς, κατόπιν ἐθνῶν εἰσβαίκαταδρομὴν [*](1. Edcl. 4. φησιν post ὑπάρχειν transp. D. 5. Δεσπότην D. b. Θεὸν Edd. 7. ἡμῶν D. 8, κατερεθίζει 8. b. κατεθίζει (sic) D. κατερεθlζουσι Edd. 9. ἔηι assumptum ex D. b. ἐποίσῃ Β. ἐποίσει D. b. ἐποφσε Edd. ἔθλιψε]. + γὰρ D. 11. τὴν ὀργὴν post ἀνακόψει Iransp. D.b. 12. λοιπὸν] + τοὺς Edd. invitis omnibus. 1.5. ἑλομένοις δρᾶν inverso ordine D. 16. ἐφιεὶς B. Edd. αὐτοῖς ὄφ’. (pro ὲφ.) D. 17. ὅπως] ὅτι D, 18. τὸν Ἰσραὴλ Edd. invitis B.D.b. 19. ὁ assumptum ex D.b. 20. τὸν om. D. 21. Haec οὐ γὰρ ποιήσεται accesserunt ex B.D. b. Statim αὐτὸς add. D. τὴν συντέλειαν accesserunt ex B.b. συντέλειον D. 23. παντελῆ D. b. Edd. παντελῶς Β. 24. συνθήσεται (συντέλειαν Pont.) pro σωθήσονται invitis B.D.b. εἰσβαίνοντες B.D.b. εἰσβάλλοντες Edd.)
21
νοντας διὰ πίστεως τῆς εἰς χριστὸν εἰς ἁγιασμὸν καὶ [*](d) οἰκειότητα τὴν ὡς πρὸς Θεὸν δι’ Υἱοῦ ἐν Πνεύματι.

Ὂτι ἓως θεμελίων αὐτῶι χερσωθήσονται, καὶ ὡς σμίλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου πονηρὰ βουλευόμενος ἐναντία.

Ἀποφήνας διὰ πολλῶν, ὅτι καὶ τὸ πάντα δύνασθαι κατορθοῦν εὐκόλως τῷ τῶν ὅλων ἐνυπάρχει Θεῷ, ἀνήνυτον δὲ [*](e) αὐτῷ παντελῶς οὐδὲν, μετακομίζει τὸν λόγον ἐπ’ αὐτὴν ἤδη τὴν Νινευΐ, καί φησιν, ὅτι κἂν εἰς τοῦτο προήκοι λαμπρότητος, ὡς ἐν ἴσῳ φαίνεσθαι τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν, Λιβάνῳ τέ φημι καὶ Καρμήλῳ, πολλοῖς καὶ ἀναριθμήτοις κομῶσα λαοῖς· κἂν εἰ μηδὲν ἀποδέοι τῆς Βασσανίτιδος, ἀλλ’ ἥξει καιρὸς, ὅτε καὶ εἰς ἅπαν ἐρημωθήσεται. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ἕως θεμελίου χερσωθήσεσθαι, τετηρηκότος τοῦ λόγου τὴν τροπὴν ὡς ἐπ’ ὁρῶν τε καὶ γῆς, ξύλων τε καὶ [*](a 487 Α.) ὕλης. βρωθήσεσθαι δέ φησιν αὐτὴν κατανεμηθέντων τρόπον τινὰ Περσῶν τε καὶ Μηδῶν. εἷλον γὰρ οὗτοι τὴν Νινευΐ, πολεμαρχοῦντος τοῦ Κύρου. σμίλακι δὲ παρεικάζει τὴν τῶν Ἀσσυρίων πληθὺν, κατῴκουν γὰρ οὗτοι τὴν Νινευΐ. καὶ τίς ἂν γένοιτο λόγος τοῦ τοιοῦδε πάλιν ; ἔστι μὲν γὰρ ἡ σμίλαξ κιττοειδές τι φυτὸν, ἕρπει δὲ ἀεὶ πρὸς τὸ ὑψοῦ καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράττεται φυτῶν, ὡς καταπνίγεσθαι πολλάκις ὑπ’ αὐτῆς καὶ τὰ εὐμηκέστατα [*](b) τῶν ξύλων. ἔδρων δὲ τοῦτο καὶ Ἀσσύριοι, καταθρώσκοντες ἀεὶ χωρῶν καὶ πόλεων, καὶ οἷον συμπνίγοντές [*](1. ἐν Χριστῷ D. 3. θεμελίων Β. Edd. (49. al.) cf. infra et contra 489 b. Ambiguus D. χερσωθήσονται D.F. Edd. (Alex.) χερσωθήσεται Β. (Vat.) cf. infra 489 b. 4. βρωθήσεται B.U.(A.V. ℵ) βρωθήσονται F. Edd. (22. al.) 8. κα ἀνήνυτον pro όνήν. δὲ D. 9. ἐπὶ pro ἐπ’ αὐτὴν ἤδη D. 10. προήκει (sic) D. 13. εἰς (sic) pro εἰ D. ἀποδέῃ D. 14. ὅταν pro ὅτε καὶ D. 15, θεμελίου] θεμελίων Edd. 16. τε prius om. D. 21, τοῦ τοιοῦδε λόγος inverso ordine D. μὲν om. D. Statim γὰρ assumptum ex B.D. 22. τι om. D. ὑψοῦν Edd. ὑψοῦ ἀεὶ pro ἀεὶ πρὸς τὸ ὑψοῦ D.)

22
τε καὶ καταβρίθοντες ταῖς τῶν πολέμων συμπλοκαῖς καὶ ταῖς ἀφορήτοις καταδυναστείαις. ἔφη δὲ αὐτὴν καταπρησθήσεσθαι, καὶ ὡς Καλάμην ξηρασίας μεστήν. ἑτοιμότατον δὲ τῆς καλάμης τὸ χρῆμα πρὸς τὸ δαπανᾶσθαι πυρί. κατεμπιπραμένῃ δὲ ὥσπερ τῆ Νινευΐ καὶ πασχούσῃ τὰ εξ [*](c) ὀργῆς καταδῃουμένῃ τε λοιπὸν ὁ Προφήτης ἐπιφθέγγεται καὶ τοῦ τὰ τοιάδε παθεῖν τὴν πρόφασιν καταλευκαίνει λέγων Κε σοῦ έξελεύσεται λογισμὸς κατὰ τοῦ κυροῦ πονηρα βουλευλομενος ἐναντία. προκείσῃ φησὶν εἰς ἐρήμωσιν, ἔση δὲ καὶ ὡς χέρσος, καὶ μὴν καὶ καταφλεχθήσῃ πυρὶ, λογιῇ γὰρ κατὰ τοῦ Θεοῦ δεινὰ καὶ ὑπέροπτα καὶ τὰ ἐναντία. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς πλημμελοῦντα τὸν Ἰσραὴλ κολάζων, εὐάλωτον ἀπετέλει καὶ τοῖς σοῖς αὐτὸν ὑπεκόμιζε ποσί. διακείσῃ γεμὴν οὐχ οὕτως αὐτὴ, νομιεῖς δὲ μᾶλλον [*](d) ᾑρηκέναι τὴν Ἰουδαίαν καὶ οὐχ ἑκόντος αὐτοῦ. ἔχουσαν γὰρ οὕτως εὑρήσομεν τὴν Ῥαψάκου περιττοεπ́ειανι ὅτε τὴν τοῦ Θεοῦ κατεκερτόμει δόξαν, λέγων τοῖς καθημένοις ἐν τῷ [*](Es. xxxvi. 14. 15, 20.) τείχει “ Μῆ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνή- “σονται ῥύσασθαι ὑμᾶς καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας “ ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.” πρὸς δὴ τὴν οὕτως ἀβουλοτάτην καὶ ἀνόσιον ἀληθῶς ἀθυροστομίαν [*](Ib. x. 15.) ἀπελογεῖτο ὁ Θεὸς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων “ Μῆ [*](e) “ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ, ἢ ὑψω- “ θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν “ ὥσπερ γὰρ ἡ ἀξίνη, κἂν τομωτάτη τις εἴη καὶ εὔχαλκος, οὐκ ἃν ἐνεργήσῃ περὶ τὰς τῶν δένδρων ἀποτομὰς, εἰ μή τις αὐτὴν ἰδίαις [*](4. δαπανᾶσθαι] καταδαπανᾶσθαι Edd. κατεμπιπραμένῃ D. καταπιμπρ. Edd. 5. τὴν (sic) D. 7. παθεῖν B.D. λέγειν Edd. 10. λογιῇ H.D. λογιζῃ iid. 11, τοῦ assurnptum ex Β. 1 3. κολάζων τὸν Ἰσραὴλ inverso ordine D. 13. αὐτῶν (sic) D. ἀπεκόμιζε D. 16. περισσοεπείαν D. 17. δόξον κατεκερτόμει et ἐν τῷ τείχει καθημένοις inverso ordine D. 18. Ἐζεκίας λόγοις hoc ordine D. οὐ δυνήσονται D. (XII.) cf. in Es. 173 c. οὐ μὴ δυνηθήσ. Edd. 20. ἐκ] + τῆς Edd. 21. ἀβουλοτάτην καὶ ἀν’. ἅλ’. ἀθυροστομίαν] ἀβουλότητα κοὶ ἀν’. ἅλ’. ἀθυροστομοῦντα iid. 22. ὁ assiimptum ex D. καὶ om. Β. λέγων om. D. 25. ἐνεργήσειε D.)
23
δυνάμεσι κατά τινος ἐπιφέροι, ὡσαύτως δὲ καὶ ὁ πρίων ἀπρακτήσει πάντως περὶ τὰ οἰκεῖα, καθέλκοντος αὐτὸν ἢ ἀνέλκοντος οὐδενός· οὕτω καὶ ἡ τῆς τῶν Νινευιτῶν βασιλείας ἤγουν στρατιᾶς ἰσχὺς οὐκ ἃν ἐκράτησε τῆς Σαμαρείας, μὴ οὐχὶ θείας ὀργῆς πόλεσί τε αὐτὴν ἐπιφερούσης καὶ κώμαις, [*](a 488 Α.) καὶ οἷον ἐργαλείῳ χρωμένης, ὃ κινεῖται μὲν παρ’ ἑτέρου, καί ἐστι χρήσιμον εἰς ὑπουργίαν παραληφθὲν, ἐνεργήσειε δ' ἃν οὐδὲν αὐτὸ καθ’ ἑαυτό. κολάζεται τοίνυν ἡ Νινευΐ διάτοι τὸ πονηρὰ κατὰ Θεοῦ λογίζεσθαι καὶ τὰ ἐναντία μᾶλλον, ἢ ὡς ἃν ἔχοι κατὰ τὸ ἀληθὲς ἡ φύσις τοῦ πράγματος. παραδέδωκε γὰρ ὁ τῶν ὅλων Θεὸς ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ οὐκ αὐτὴ μᾶλλον εἷλεν ἐπαμύνοντος Θεοῦ καὶ σώζειν αὐτοὺς θέλοντος ἔτι.

[*](b)

Τάδε λέγει Κύριος κατὰρχων ὑδάτων πολλῶ καὶ οὓτως διασταλήσονται, καὶ ἡ ἀκῶ θοῦ οὐκ ἐνακουσθήσεται ἒτι.

Ἒστι μὲν οὖν ὁ λόγος πρὸς τὴν Νινευΐ τὴν ἀλαζόνα καὶ θεομάχον. ὓδατα δὲ εἶναί φησιν ἐν τούτοις τὰς ἀμετρήτους κατά τε χώρας καὶ πόλεις καὶ ἔθνη πληθῦς, ποταμῶν ἢ θαλάσσης δίκην καταχεομένας εὐκόλως, ὧν ἃν ἕλοιτο Θεός. αὐτὸς γάρ ἐστιν αὐτῶν ὁ κατάρχαιν, ὡς Δημιουργὸς, ὡς τῶν ὅλων κύριος καὶ Θεὸς, ὡς ἰδίοις νεύμασι τὰ ὑπ’ αὐτοῦ γεγονότα πηδαλιουχῶν, καὶ τῆς ἁπάντων καρδίας [*](c) τὸ νεῦμα μετατιθεὶς πρὸς τὸ αὐτῷ δοκοῦν, οὕτω τε [*](1. ἐπιφέροι] διαφέρῃ Edd. ἐπιφέροι κατά τινος inverso ordine D. οὕτως pro ὡσαύτως D. 2. καθἑλκ.] + γε Edd. invitis B.D. καὶ pro ἢ D. λ ἡ Νινευὶ τῶν βᾶσί (sic) pro ἡ τ. τ. Ν. β. D. 4, στρατιά pro στρατιᾶς ἰσχὺς D. 6. χρωμένης accessit ex B.D. 9. ληίς. κατὰ τοῦ Θεοῦ pro κατὰ Θ. λογ. D. Statim κατὰ pro καὶ Edd. εἰ pro ἢ iid. Statim ὡς ἂν ἔχοι D. ὡς ὦι iid. 10. τοῦ πρόγμ. φύσις inverso ordine D. 11. καὶ assumptum ex B.D. 12. μᾶλλον] + ἂν Edd. αὐτοὺς assumptum ex D. 13. ἒτι B.D. υἱόν (sic) Edd. 16. οὖν om. D. 17. ἀμετρήτους] τῶν ἐθνῶν Edd. invito D. 18. χώρας] + καὶ κώμας D. πληθῦς] πληθύας iid. 19. καταχεομένας] καταρχομένας iid. ὃτ’ pro ὧν iid. 20. θέλοι ὁ pro ἕλοιτο D. ὁ κατάρχων ἔστιν αὐτῶν inverso ordine D. 23. αὐτῷ] ἑαυτῶ Edd. δοκοῦν αὐτῷ inverso ordine D. καὶ pro τε iid.)

24
25
Κύρος δὲ ἦν ὁ Καμβύσου· ἐντέλλεται δὲ οὐχὶ πάντως ὡς ἁγίῳ καὶ προφήτη προσλαλῶν, ἀλλ’ εἰς νοῦν ἐνιεὶς τὸ ἴδιον θέλημα, καὶ ὑπουργὸν ἀποφήνας τῶν δοκούντων αὐτῷ, καίτοι βέβηλον ὄντα καὶ εἰδωλολάτρην. ὥσπερ γὰρ ἐνετείλατο [*](Jon. ii. 1; iv. 6.7.) τῷ κήτει καταπιεῖν τὸν Ἰωνᾶν, καὶ τῇ κολοκύντῃ πάλιν, ἀναφῦναί τε ὑπὲρ κεφαλῆς αὐτοῦ καὶ ἐπισκιάζειν αὐτὸν, καὶ μὴν καὶ τῆ σκώληκι τῇ ἑωθινῇ πατάξαι τὴν κολοκύνταν· [*](b) οὕτω φαμὲν ἐντετάλθαι καὶ Κύρῳ.

Καὶ ταυτὶ μὲν ἱστορικῶς· ἐπιφωνήσειε δ' ἃν ὁ Θεὸς καὶ Ηατὴρ κυριοκτόνῳ γεγενημένῃ τῆ Ἱερουσαλὴμ, ἤτοι τῇ τῶν Ἰουδαίων χώρᾳ “ ὅτι ἕως θεμελίων αὐτῶν χερσωθήσεται,[*](Supra 10, 11.) “ καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς κα- “ λάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς “ κατὰ τοῦ κυρίου πονηρὰ βουλευόμενος ἐναντία.” καταπέπρησται γὰρ καὶ κεχέρσωται, καὶ ὡς καλάμη ξηρὰ δεδαπάνηται. τετολμήκασι γὰρ λογίσασθαι πονηρὰ κατὰ τοῦ c κυριοῦ, καὶ μὴν καὶ ἀθύρῳ γλώττη χρήσασθαι· ποτὲ μὲν γὰρ Σαμαρείτην καὶ κάτοινον καὶ ἐκ πορνείας γεγεννημένον [*](S. Joan. viii. 48 et 41. S. Math. xi. 19. S. Joan. vii. 12. ) ὠνόμαζον. ποτὲ δὲ καὶ ἔφασκον ὅτι “ πλανᾶ τὸν ὄχλον, καίτοι ταύτης ἕνεκα τῆς αἰτίας ἀπεσταλμένου πάρα του Θεοῦ καὶ Παρρὸς, ἵνα τοῦ πλανᾶσθαι τὸ πλανώμενον ἀπαλλάξῃ καὶ προσκομίσῃ Θεῷ τὸ ἀποσκιρτῆσαν αὐτοῦ, καὶ προσάγῃ διὰ τῆς πίστεως τὸ πολυτρόπως ὠλισθηκὸς εἰς ἀπόστασιν, καὶ καταφωτίσῃ μὲν τὸ ἐν σκότει, καταδήσῃ δὲ [*](d Ezek. xxxiv. 16) τὸ συντετριμμένον. ἐπειδὴ δὲ οὐκ εἰσάπαν ὠλόθρευσε τὸν Ἰσραὴλ, τετήρηται δὲ, ὡς ἔφην ἤδη πλειστάκις, αὐτῷ τὸ [*](Cf. supra 486 c.) [*](3. ἴδιον] θεῖον D. inv. b. 5. καταπιεῖν] καταπίνειν Edd. 6. ἀναφῦναι ἀναφῆναι D. Statim assumpta τε ex D. ὑπὲρ κεφ. αὐτοῦ ex B.D. αὐτὸν] αὐτῷ D. 7, τῇ ἑωθινῇ assumpta ex B.D. κολοκύνταν Β. (Alex.) κολοκύντην Edd. κολόκυν τ D. 8. καὶ om. D. 11. θεμελίων habet B. ambiguus D. 14. τοῦ assumptum ex B.D. 17. χρήσασθαι γλώττῃ inverso ordine D. 18. γὰρ assumptum ex B.D. γεγενημένον (sic) Edd. 19. κα om. D. 20. ἀπεσταλμένον D. τοῦ om. D. 22. προσάγῃ] προσαγάγῃ Β. invitis D. Edd. 25. ἐπεὶ pro ἐπειδὴ D. 26. δὲ assumptum ex B.D. αὐτῷ] αὐτῶν D.)

26
κατάλειμμα· πεπιστεύκασι γὰρ καὶ ἐξ Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ τοῖς ἔθνεσιν ἀναμὶξ δοξολογοῦσι Χριστόν· ἀκουέτωσαν μὲν οἱ ἐκ τῆς κατὰ σάρκα περιτομῆς ὅτι Συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ δοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύρος. ποίαν δὲ ἄρα φησὶ [*](e) τὴν ῥάβδον, ἢ τίνας ὅλως δεσμοὺς, πῶς οὐκ ἀναγκαῖον εἰπεῖν ; ὑπέκειντο μὲν γὰρ οἷά τινι σκήπτρῳ, κατηχθισμένοι τῇ τῶν γραμματέων τε καὶ Φαρισαίων ἀπονοίᾳ τε καὶ ἀγριότητι, καὶ μονονουχὶ δεσμοῖς συνεχόμενοι τοῖς ἐκείνων ἐντάλμασιν, οὐ παρεδέχοντο τὴν πίστιν. ἀλλ’ ἐξῄρηται μὲν ἡ ῥιίβρος, τουτέστιν ἡ ἀρχὴ, διεῤῥάγη δὲ τὰ δεσμὰ, καὶ λοιπὸν ἐλευθέρῳ φρονήματι προσδεδραμήκασι τῷ χριστῷ, μονονουχὶ προτροπάδην ἐπιφωνοῦντες ἀλλήλοις, κἀκεῖνο λέγοντες τὸ διὰ [*](490 Α. a Ps. ii. 3.) τῆς τοῦ ψάλλοντος λύρας “ Διαρρήξωμεν τοὺς δεσμοὺς αὐ- “ τῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.’’ Ακουέτεσαν δὲ πρὸς ἐκείνοις οὐδὲν ἧττον οἱ ἐξ ἐθνῶν Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος. πάλαι μὲν γὰρ τοῖς τοῦ διαβόλου σκήπτροις ὑπεζευγμένοι, καὶ τοῖς τῶν κοσμικῶν ἡδονῶν κατεσφιγμένοι δεσμοῖς προσεκύνουν “ τῇ [*](Rom. i. 25) “ κτίσει παρὰ τὸν κτίσαντα·’’ Θεὸν οὐκ ᾔδεσαν τὸν φύσει καὶ [*](b) ἀληθῶς, καὶ κτηνῶν ἀλόγων ὀλίγα διενεγκόντες ταῖς ἡδοναῖς ἐδούλευον τῆς σαρκὸς, οἰκτρόν τε καὶ ἀλογώτατον διέζων βίον. ἀλλ’ ἠλευθέρωνται καὶ αὐτοὶ, χριστοῦ τὴν ἀρχαίαν ἐκείνην ῥάβδον συντρίψαντος καὶ διαῤῥηγνύντος τὰ δεσμὰ, καὶ ἁμαρτίας ἐξέλκοντος, καὶ μετατιθέντος ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ, καὶ δικαιοῦντος τῇ πίστει, καὶ ἐντελλομένου λοιπὸν ὑπὲρ αὐτῶν, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀγγέλοις. [*](1. ἐξ assumptum ex D. 4. συντρίψω τὴν ῥ’. αὐτοῦ hoc ordine D. 7. κατηχθισμένοι Β. κατισχημένοι D. κοτηχθημένοι Edd. 8. τε prius om. D. 10. ἡ om. D. 18. ὑπὲρ] περὶ Edd. 21. Θεὸν om. Aub. Interpungit κτίσαντα Θεὸν· οὐκ D. ᾔδεισαν D. 22. διενεγκόντες ὀλίγα et τῆς σαρκὸς ἐδούλ. ἡδ’. inverso ordine D. 24. αὐτοὶ,] + τοῦ D. 25. συντρίβοντος ῥ. pro ῥ. συντρίψαντος D. 21. γνῶσιν D. 28. ὑπὲρ B.D. περὶ Edd.)
27
γέγραπται γὰρ ὅτι “ Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, [*](Ps. xc 1.) “ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐντελεῖται γὰρ τοῖς ἁγίοις ἀγγέλοις διαφυλάσσειν ἡμᾶς ἐν πάσαις ταῖς [*](c Ib. 11, 12.) ὁδοῖς καὶ λαμβάνειν ἐπὶ χειρῶν, μήποτε προσκόψωμεν πρὸς λίθον τὸν πόδα. καὶ ἀτρεκὲς ὅτι “ Παρεμβαλεῖ ἄγγελος [*](Ib. xxxiii. 8.) “ Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ- “τούς.”

Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι.