In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ἝKΑΣTΟΣ τῶν ἁγίων προφητῶν ἐπί τινι χρησίμῳ καὶ [*](a) ἀναγκαίῳ παρελαμβάνετο πράγματι κατὰ καιροὺς τοῖς θείοις ὑπηρετήσων νεύμασι, καὶ τὰς ἄνωθεν εἰς ἀνθρώπους διαπορθμεύσων φωνάς. καὶ οἱ μὲν ἐκδεδιττόμενοι πλημμελοῦντα τὸν Ἰσραὴλ, τὰς ἐσομένας αὐτοῖς προαπήγγελλον συμφορὰς, καὶ εἰ μὴ δρᾶν ἕλοιντο τὰ θυμήρη Θεῷ, δεινοῖς καὶ ἀφύκτοις περιπεσεῖσθαι κακοῖς ἠπείλουν ἀναφανδόν· οἱ [*](b) ο δὲ καὶ αὐτὰ τὰ συμβεβηκότα παραφέροντες εἰς μέσον, καὶ τοῖς πεπονθόσιν ἐπιστυγνάζοντες, ἀνέπειθον εὐφυῶς διαβιῶναι ἐθέλειν ἐπεικέστερον, οὕτω τε λοιπὸν ἐκκρούεσθαι τὴν ὀργήν· οἱ δὲ πεπονθότα τὸν Ἰσραὴλ εἰς ἐλπίδα βόσκουσιν ἀγαθὴν, καὶ διακεῖσθαι παρεσκεύαζον, ὅτι πεπραχότες ἀθλίως ἐπί γε ταῖς σφῶν ἁμαρτίαις, εὐημερήσουσι πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ’ ἀρχῆς, ἐλέῳ τε καὶ χάριτι καὶ δυνάμει Θεοῦ τοῦ τὰ πάντα εὐ- [*](Codices B.D. ι. Sic B.D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Ηροφήτην Ναούμ Edd. 2. Sic B.D. 4 πράγματι παρελαμβάνετο inverso ordine D. κατὰ] + τοὺς Edd. κατὰ καιρὸν (pro καιροὺς) post ὑπηρετήσων transp. D. 5. ἐπ’ pro εἰς D. 7. αὐτοῖς] αὐτῷ Edd. προοπήγγειλε iid. προαπήγγελον D. 8. ἄρα ἂν pro δρᾶν Edd. 9. ἀφύκτοις] ἀπείροις D. ΙΙ. διαβιῶναι Β. διαβιοῦν D. Edd. 12. ἀποκρούεσθαι D. 13. βόσκουσιν εἰς ἐλπίδα inverso ordine D. 16. ἀνενεγκόντων] ἀνενεχθέντων D. Statim αὐτοῖς Β. αὐγῶν Edd. Neutrum habet D. 17. τὰ assumptum ex D. )

2
[*](475 A.) a κόλως πρὸς ὅπερ ἃν βούλοιτο μεταπλάττοντος. τοιοῦτόν τινα καὶ νῦν τῆς προκειμένης ἡμῖν πραγματείας εὑρήσομεν τον σκοπὸν.

Ἐπειδὴ γὰρ ἥλω τῶν Ἰουδαίων ἡ χώρα, καὶ εἰς τὴν Περσῶν τε καὶ Μηδῶν ἐξεκομίσθησαν δορίληπτοι γεγονότες οἱ ταῖς ἐκτόποις ἀποστασίαις καταλυπήσαντες τὸν ἀεὶ προεστηκότα καὶ ὑπεραθλοῦντα Θεὸν καὶ ἀμείνους ἀποφαίνοντα τῶν ἀνθεστηκότων αὐτοὺς, οἱ μὲν ἤδη τοῦτο πεπονθότες, τοῖς τῆς αἰχμαλωσίας ἐνισχημένοι κακοῖς καὶ δύσοιστον ἔχοντες [*](b) ἀθλιότητα διετέλουν· οἱ δὲ δὴ μόλις ἰσχύσαντες ἔξω βρόχων γενέσθαι, καὶ τὴν τῶν Βαβυλωνίων διαφυγεῖν ἀγριότητα, ἐν ἀκαταλήκτοις ἦσαν δείμασι καὶ ἐν ὑποψίᾳ πολλῇ, μὴ ἄρα πὼς καὶ αὐτοὶ τοῖς ἴσοις κακοῖς ἢ τοῖς ἔτι χείροσι περιπέσωσιν, ἐπιμηνίσαντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος Θεοῦ, ἀνέντος τε οὔπω τὴν ἀγανάκτησιν· εἰς τοῦτο δὲ ἤδη δειμάτων ἤεσαν, ὡς ἐν ταῖς τῶν ὁμόρων ἐθνῶν κατασκίδνασθαι χώραις, μονονουχί τε θητεύειν ἑτέροις, καὶ τούτοις ἀλλογενέσι καὶ εἰδωλολάτραις. οὐκ ἀζήμιον δὲ ἦν τὸ χρῆμα αὐτοῖς· ἐμάν- [*](c) θανον γὰρ τοῖς ἐκείνων ἔθεσι διαζῆν, καὶ παρ’ οἷς ἃν εὑρεθεῖεν ἕκαστοι, τὸ αὐτῶν ποιεῖσθαι σέβας ἐν τάξει Θεοῦ. διὰ τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐμπεπρησμένων τῶν Ἱεροσολύμων κατὰ καιροὺς διὰ χειρὸς τοῦ Ναβουχοδονόσορ, Hier. τοῖς διασεσωσμένοις ἐπέταττε μὴ καταβαίνειν εἰς Αἴγυπτον, [*](Hier. xiix. 10 sqq) ἱζήσαντας δὲ μᾶλλον οἴκοι τῆς πατρῴας ἔχεσθαι λατρείας, ἐπικούρου ’ντὸς αὐτοῦ. ἵνα τοίνυν τὴν τοῦ ἐπανήξειν κατὰ καιροὺς ἔχοντες ἐλπίδα, μὴ λίαν ἄθυμοι διατελοῖεν οἱ ἐξ [*](1. περ ἄν om. D. Statim βούλεται D. 2. πραγματείας Β. Edd. cf. e προφητείας D. Statim τὸν σκοπὸν εὑρήσομεν inverso ordine D. 4. εἰς τὴν Περσῶν τε καὶ Μήδων ἐξεκομἰσθ.] ἀπεκομίσθησαν εἰς τὴν περσῶν κοὶ μηδῶν D. Statitn δορύληπτοι Edd. 7. ἀποφαίνοντα] ἐμφαίνοντα iid. 8. αὐτοῖς D. 9. δύσοιστον] δεινὴν D. 10 ἰσχύσαντες] ἴσχυσαν τὸ Edd. γενέσθαι βροτῶν (sic corr. e βρόχων) pro βρόχων γενέσθαι D. II. τῶν assumptum ex B.D. ματαιότητα διαφ. pro διαφ. ἀγριότ. D. 12. μὴ ὄρα] εἰ μὴ ἔτι Edd. 14. ἐπιμηνύσαντος (sic) D. 17. δὲ pro τε D. τούτοις D. τότε Β. τοῦτο Edd. 20. ποιcισθαι σέβας ἐν τάξει D. σέβας ἐν τάξει π. Edd. 23. ἐπέταττε τοῖς διασεσ. inverso ordine D. 24. οἴκοι δὲ μ. ἱζ́ησ. inverso ordine D. 25. του] αὐτοῦ καὶ Edd. 26. καιρὸν D. ἔχοντας Edd. ἄθυμοι D. ῥᾴθυμοι Edd.)

3
Ισρὴλ, παραιτοῖντο δὲ μᾶλλον τὴν ἀπόγνωσιν οἱ γεγονότες [*](d) αἰχμάλωτοι, καὶ ἀεὶ συντείνοιντο πρὸς εὐχὰς, ἕλοιντό τε προσκυνεῖν τῷ καὶ ἀπαλλάττειν ἰσχύοντι καὶ λυτρῶσαι δυναμένῳ· οἱ ’δε γε τὴν Ἰουδαίαν οἰκοῦντες μὴ ἔτι ταῖς τῶν ἐθνῶν ἐπιμίσγοιντο χώραις· δέχεται τὴν ὅρασιν ὁ Ηροφήτης παρὰ Θεοῦ κατὰ τῆς Νινευΐ· πόλις δὲ αὕτη τῶν Ἀσσυρίων ἡ προὔχουσα· καὶ ὅτι πεσεῖται προαπαγγέλλει, συγκαταδῃωθείσης αὐτῇ καὶ ἁπάσης τῆς χώρας, ὃ δὴ καὶ τετέλεσται e Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ Πέρσας τε καὶ Μήδους καὶ Ἐλαμίτας καὶ ἕτερά τινα τούτοις συγκαθοπλίσαντος ἔθνη κατὰ τῆς Νινευΐ εἷλε γὰρ αὐτὴν κατὰ κράτος, καὶ τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, οἴκαδε τε [*](1 Esdr. i. 2 ssq.) ἰέναι προστέταχεν ὅμου τοῖς σκεύεσι τοῖς ἱεροῖς· οὕτος μὲν οὖν ἡμῖν ὁ σκοπὸς τῆς προκειμένης πραγματείας· τὰ δὲ ἐφεξῆς, ὡς ἔνι, καὶ ἀνὰ μέρος προσθήσομεν. [*](a 476 A.)
  • λῆμμα Νινεΐ, βιβλίον ὁράσεωσ Ναούμ τοῦ Ἐλκεσαίου.
  • [*](Κεφ. α΄.) Ὁρίζεται πρῶτον τῆς προφητείας τὸν σκοπὸν, καὶ ἐφ’ ὅ τι τε καὶ ὅποι βλέπει χρησίμως διατρανοῖ· εἶτα τίς ὁ λέγων καὶ πόθεν, καθίστησιν ἐναργές. τὸ μὲν γὰρ λῆμμά φησιν, τουτέστιν, ἡ ληφθεῖσά τε καὶ προκεψεν́η καὶ ἐν χερσὶν προφητεία [*](b) νοοῖτ’ ἂν οὐκ ἐφ’ ἑτέροις τισὶ μᾶλλον, ἢ κατὰ τῆς Νινευΐ, ἤγουν τὸ τῆς προφητείας λῆμμα νοείσθω Νινευΐ. ἐπιγράφεται δὲ τὸ βιβλίον Ὃρασις Ναοὺμ τοῦ ἀπὸ τῆς Ἐλκεσαι. κώμη δὲ αὕτη πάντως που τῆς Ἰουδαίων χώρας. ἐκληψόἀπόγνωσιν [*](1. D. ἀποκατάγνωσιν Β. (?) κατάγνωσιν Edd. Statirn οἱ assumptum ex B.D. 3. λυτρώσασθαι D. 4. οἰκοῦντες B.D. ἐνοικοῦντες Edd. Statim μὴ ἒτι B. μὴ D. ἵνα οὐκέτι Edd. 6. τῆς assumptum ex B.D. δὲ om. D. 8. πόσης D. 9. Μανδήνης Edd. ante Migne. correxi ex D. 11. Νινευΐ B.D. Νινευιτῶν Edd. 12. οἴκαδέ τε] καὶ οἴκαδε D. 14. κειμένης Edd. τῆς προκ. ἡμῖν προφητείας ὁ σκοπὸς D. 15 καὶ om. D. 17. τῆς προφητείας] τῆς προφήτου (sic) Pont. τοῦ προφήτου Aub. ἐφ’ ὃ τὲ pro ἐφ’ ὃ τι τε D. 18. βλέπει B.D. βλέποι Edd. Statim διατρ. χρησίμως inverso ordine D. 19. μὲν γὰρ et τουτέστιν om. D. 20. ληφθεῖσά D. λειφθεῖσά Edd. καὶ alt. assumiJtvim ex D. 21 νοοῖτο D. τῆς — νοείσθω om. D. 22. ἤγουν Β. ἢ Edd. 23, ἐλκεσαί B.D. ἐλκεσέ b. Edd. 24. που πάντως inverso ordiiie D. )
    4
    μέθᾳ γὰρ οὐχ ὡς ἐκ πατρὸς, ἀλλ’ ὡς ἐκ τόπου μᾶλλον τὸ Ἐλκεσαίου. καὶ τοῦτό φαμεν ἐξ ἀναγνωσμάτων ἔχοντες τὴν παράδοσιν.

    Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετά θυμοῦ, [*](c) ἐκδικῶ Κύριος Τοὺς ὑπενατίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἠ ἰσχὺς αὐτοῦ, καὶ ἀθῳῶν οὐκ ἀθῳώσει.

    Βαθὺς ὁ λόγος, καὶ οὐχ ἕτοιμος ἑλεῖν, πλὴν ὅτι μόνοις τοῖς ἐθέλουσι περιαθρεῖν εὖ μάλα τὰ ἐν αὐτῷ. καὶ εἰ μὲν νοοῖτο γεγονὼς ὡς πρός γε τοὺς Ἰουδαίους, ἐπιπλήξει μετρίᾳ κεκερασμένην ἐπιεικῶς εὑρήσομεν τὴν παράκλησιν. εἰ δὲ δή τις οἴοιτο κατὰ τῆς Νινευΐ γενέσθαι καὶ λέγεσθαι, πρὸς [*](d) ἕτερόν τι τετράψεται τῶν θεωρημάτων ὁ νοῦς, καὶ τοῖς πεπονθόσι τὴν δήωσιν τοῦ καὶ αὖθις ἀνασφῆλαι δίδωσί τε καὶ ἐμπεδοῖ τὰς ἐλπίδας. τῆς οὖν ἐπ’ ἀμφοῖν ἐννοίας τὸν σκοπὸν 1 ὡς ἔνι ἐμφανῆ καταστήσομεν. ἀπολακτίσαντες γὰρ Ἰουδαῖοι τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας τὸ γνήσιον δι’ οὐδενὸς παντελῶς ποιούμενοι λόγου, κατέθορον εἰς πολυθεΐαν καὶ ἀλλόκοτον πλάνησιν καὶ τὴν ἔξω νόμου ζωὴν, ἀνεδείμαντό τε βωμοὺς, ἔστησαν τεμένη τοῖς ἔργοις τῶν [*](e) ἰδίων χειρῶν, τελετὰς καὶ θυσίας προσῆγον, τῇ Ἀστάρτῃ, τῷ Χαμῶς, τῷ Βεελφεγὼρ, ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ τὸ ἔτι τούτων ἀλογώτερον, αὐταῖς ἀνέθεσαν ᾠδὰς τὰς χαριστηρίους. [*](Exod. xxxii. 4.)τηρίους, ἔφασκον γὰρ ἐξ ἀποπληξίας οἱ δείλαιοι “ Οὗτοι “ οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἶ’. [*](1. τὸ B.b. τοῦ D. Edd. 2. ἀναγνωσμάτων B.D.b. ἀναγνωσκόντων Pont. ἀναγινωσκόντων Aub. 4. καὶ deest in D. ἐκδ. κύριος alt. om. Β. (ℵ Alex.) 5. ἐκδικῶν κύριος om. D. 7. ἀθῳῶν ὀθῷον 1). Edd. (Vat. ℵ) ἀθοων (Alex. XII, ω suprascripto.) 8. μόνοις] μόνον Edd. 10. γε assumptum ex B.D. 12. δή om. D. 14 δήωσιν D. δήλωσιν Β. ἅλωσιν Edd. τε om. D. 15. τῆς] τὰς Edd. καὶ τῆς pro τῆς οὖν D. 16. ὡς ἒνι Β. ὡς ἂν Edd. Neutrum habel D. καταστήσωμεν Edd. invitis B.D. οἱ pro γὰρ D. 17. τὸ γνήσιον assumptum ex D. Statim δι’ οὐδ’. παντ’. π. λόγου π. λ. παντ’. Edd.] D. Edd. οὐδένα π. λόγον παντ’. Β. 19. καὶ prius] + εἰς D. 20. τε assumptum ex D. ἐστήσαντο D. 23. τούτοις D. 25. Ἰσραὴλ om. D.)

    5
    “ γύπτου.’’ ἀλλὰ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασι διαλελήθασι σφᾶς αὐτοὺς καταθήγοντες ἐφ’ ἑαυτοῖς τὸν πάλαι προεστηκότα καὶ ἀνασώζοντα Θεὸν, ᾧ γεγόνασιν ἐχθροὶ, καὶ ἐν τῇ τῶν πολεμίων τέθεινται μοίρᾳ, τοῖς μὴ κατὰ φύσιν [*](a 477 Α.) θεοῖς προσνέμοντες ἑαυτοὺς, καίτοι πάλαι Μωυσέως βοῶντος περὶ Θεοῦ, ὡς εἴη τε καὶ ζηλωτὴς, καὶ ὡς πῦρ ἀναλίσκον, [*](Deut. iv. 24.) καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο καταλυπεῖν ᾑρημένων. προανεφώνει γὰρ ὅτι “ Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώρ. [*](Ib. xxxii. 21) “ γισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παρασζηλώσω αὐ- “ τοὺς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. προσκεκρουκότες δὴ οὖν πολυτρόπως, εἰκότως καὶ διολώλασι. τοῦτο καὶ νῦν ὁ Προφήτης φησὶ, μονονουχὶ καὶ ἀσχάλλοντας ἐπὶ τοῖς συμβεβηκόσι τοὺς δήμους τῶν Ἰουδαίων, ἐλέγχων τε [*](b) ὁμοῦ καὶ παραμυθούμενος. ναὶ γὰρ, φησὶ, καταλγύνεσθε πεπονθότες ἀδοκήτως τὴν ἐρήμωσιν, οἴκων τε καὶ χώρας καὶ πόλεων ἐκσεσοβημένοι, καίτοι νικῶντες ἀεὶ τοὺς ἀνθεστηκότας· πεπτώκατε δὲ καὶ ὑπὸ πόδας ἐχθρῶν. εἶτα πῶς οὐκ ἔδει πρὸ πείρας ἐννοεῖν, ὅτι Θεὸς ζηλωτής ἐστι, καὶ ἐκδικῶν Κύρος μετά, θύμου, εκδικων τοὺς υπεναντιους αυτου, καὶ εζαιρων τοὺς ἐχθροῦς αὐτοῦ ; εἰ δὲ δὴ καὶ ἡμεῖς ἐξῃρήμεθά φησι, [*](c) καὶ γεγόναμεν ἐκ μέσου, καὶ ὑπὸ χεῖρα δυσμενῶν, ἀλλ’ ἒστημεν εἰς ἐχθροὺς, πεπολεμήκαμεν ἀνοσίως τῷ πάντα ἰσχύοντι, καὶ πρὸς πᾶν ὁτιοῦν ᾠχόμεθα τῶν ἀπᾳδόντων αὐτῷ. Ἂλλ’ ἐρεῖς, ὅτι μακρόθυμος ὁ Δεσπότης. ναὶ, σύμφημι καὶ αὐτὸς, καὶ γάρ ἐστι κατὰ φύσιν τοιοῦτος. πλὴν ἀθῳῶν οὐκ ἀθῳώσει, τουτέατιν, οὐκ ἀπαλλάξει παντελῶς αἰτιαμάτων [*](1. διαλελ. σφᾶς αὐτοὺς om. Β. 2. ἑαυτοὺς pro ἑαυτοῖς Edd. accessit ex D. 3. ἀνασώζοντα D. σώζοντα Edd. ᾧ D. οὗ Edd. Neutrum habet Β. 4. τέθειντο D. μὴ] οὐ iid. 5. καὶ αὐτοὺς pro ἑαυτοὺς iid. ἑαυτ. προσνέμω. inverso ordine D. 6. καὶ prius om. D. ὡς alt. assumptum ex D. 7. καταλυπεῖν] ποιεῖν γλυπτὸν Edd. προσανεφώνει D. inv. B. 10 ἔθνει ἀσυνέτῳ hoc ordine B.D. 11. καὶ om. D. 12. ἀσχάλλων ἐπὶ τ. σ. τοῖς δημοὺς Edd. δημοὺς post ‘Ιουδ. tr. D. 114. ναὶ] καὶ Edd. 18. ὃτι] + ὁ Edd. (42) invito D. 19 θυμοῦ] + καὶ Edd. Statim ἐκδικῶν Om. D. 20. εἰ δὲ] ἰδὲ iid. 21. ἔστημεν B.D. ἔστη μὲν Edd. 32. πεπολεμ.] + γὰρ iid. 25. καὶ γάρ— τοιοῦτος deest in D. ἀθῳῶν Β. ἀθῷον D. ἀθῴων Edd. 26. ἀθῳώσειε D.)
    6
    καὶ δίκης τοὺς προσκεκρουκότας αὐτῷ, καὶ τοῦτο ἀκαταλήκτως [*](d) καὶ πέρα δὴ μέτρου. ἀναβάλλεται μὲν γὰρ τὴν ὀργὴν ἐξ ἡμερότητος τῆς ἐμφύτου, καὶ ἀνέχεται πλημμελούντων τινῶν ἔσθ’ ὅτε, περιμένων τὴν μετάγνωσιν· μέλλοντας δὲ καὶ ἀναδυομένους μακρὰ, κολάζει λοιπὸν καὶ ὑπάγει ποιναῖς ὡς κατεσκληκότας. ὧδε μὲν οὖν ἕξει τε ὁ λόγος ἡμῖν καὶ νοοῖτο γεγονὼς, εἰ βλέποι πρὸς Ἰουδαίους· εἰ δὲ δὴ φέροιτο κατὰ τῆς Νινευΐ, νοήσομεν ἑτεροίως.

    Εἷλον μὲν γὰρ ‘ Ασσύριοι τὴν τῶν Ἰουδαίων χώραν, κατανεύοντος Θεοῦ τὸ νικᾶν αὐτοῖς, διάτοι τὸ πλείστοις ὅσοις [*](e) ἐνέχεσθαι πλημμελήμασι τοὺς ἐξ Ἰσραήλ. οἱ δὲ ἦσαν ἀνήμεροί τε καὶ ἀλαζόνες καὶ ἄγροικον ἔχοντες παντελῶς τὴν φρένα, κατέληγον δὲ οὐδαμῶς καὶ αὐτὴν τὴν τοῦ Θεοῦ δόξαν μονονουχὶ καταπαίοντες σκληραῖς τε καὶ ἐπαράτοις φωναῖς. ᾤοντο γὰρ ὅτι νενικήκασι καὶ οὐχ ἑκόντος αὐτοῦ, 1 καὶ ὁμοῦ τοῖς Ἰουδαίοις τὴν ἐπαμύνουσαν αὐτοῖς πεπλεο- [*](4. Reg. xviii. 28. sqq.) νεκτήκασι χεῖρα. καὶ γοῦν ὁ Ῥαψάκης παλιμφήμοις ἐχρῆτο φωναῖς, τοῖς ἐν τῳ τείχει τῶν Ἰεροσολύμων ἐκείνα λέγων, [*](478 Α. a) ἃ μόναις ἃν πρέποι ταῖς τῶν οὐκ εἰδότων τὸν φύσει καὶ ἀληθῶς Θεὸν ἀνοσίαις ἀθυροστομίαις. ἀλλ’ ἐκτέτικεν εὐθὺς τῆς ἀλαζονείας τὰς δίκας. πλὴν ᾑρηκότες τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις οἱ ἀμφὶ τὸν Σαλμανασὰρ, καὶ ἑτέρας δὲ [*](Ib. 34 ssq.) ταύταις προσκατεμπρήσαντες, κατηλαζονεύοντο τῶν ἑαλωκότων, καὶ τῆς θείας δόξης κατεθρασύνοντο. παραμυθεῖται δὴ οὖν ὁ Προφήτης ἀλύοντας τοὺς δήμους τῶν Ἰουδαίων οὐ μετρίως, καὶ ὅτι πάντη τε καὶ πάντως τοῖς αὐτοὺς πεπολεἒσθ’ [*](4 ὃτε τινῶν invcrso ordine D. 5. μακρὰν Edd. 6. ὡς assumptum ex B.D. Statim ἀπεσκληκότας D. ὁ λόγος ἓξει τε inverso ordine D. 10. διότοι τὸ] διὰ τοῦ Edd. II. ἐνίσχεσθαι D. 12. καὶ prius assumptum ex B.D. ἀγροίκην Edd. 13. μονονουχὶ καὶ αὐτοῦ (sic) τὴν τ. Θ. δόξον inverso ordine D. 17. καὶ pro ὁ D. ἐχρήσατο Edd. invitis B.D. 19. ἂν πρέποι D. πρέπει Edd. 20. ἀληθῆ iid. ἀνοσίαις Oin. 1). 21. πλὴν D. Edd. πάλιν Β. 23. προσκατεμπρήσαντες Β. συγκαταπρήσ. D. προσκαταπρήσαντες Edd. 25. οὐ μέτρ’. τῶν Ἰουδ. τοὺς δήμους inverso ordine D. 26. τε πάντη pro πάντη τε D. πεπολ. αὐτοῖς pro αὐτοὺς πεπ. D.)

    7
    μηκόσιν ἐπαρτήσει τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διδάσκει λέγων Θεὸς ζηλωτὴς καὶ ἐδικῶν Κύριος μετά θυμοῦ, ἐκδικῶν [*](b) τοὺς ὐπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς Θροῦς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. περιέσται γάρ πὼς, φησὶν, ἄμαχον ἔχων τὴν δύναμιν, καὶ κατακρατήσει τῶν λελυπηκότων . εἰ γὰρ καὶ μακρόθυμός ἐστι, καὶ ὁρᾶται τέως ὡς ἀνεξικακῶν, ἀλλ’ εἰς τέλος οὐκ ἀθῳώσει· ζηλωτὴς γάρ ἐστι. εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ὅλων Θεὸν ἐφ’ οἷς πεπόνθασιν οἱ ἐξ Ἰσραὴλ διὰ τῆς τῶν Βαβυλωνίων ὠμότητος οὐ μετρίως κεκινημένον. ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς c τὴν τῶν Βαβυλωνίων πληθὺν ἢ πόλιν “ Ἐγὼ δέδωκα αὐτοὺς [*](Es. xlvii.6.) “ εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἒλεος.” καὶ μὴν καὶ διὰ φωνῆς Ζαχαρίου πάλιν οὕτως φησίν “ Ἐζήλωκα [*](Zach i. 14. 15.) “ τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, καὶ ὀργὴν “ μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, “ ἀνθ’ ὧν ἐγὼ μὲν ὀργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο “ εἰς κακά.’’

    Τὸ ’δε γε Θεὸς ζηλωτὴς καὶ τὰ ἐφεξῆς, ἁρμόσειεν ἂν εἰ- κότως καὶ τοῖς οὐκ ἐθέλουσι τὴν ἐπιεικῆ καὶ φιλόθεον ἰέναι d τρίβον, ἀπονενευκόσι δὲ μᾶλλον ἐπὶ τὸ βιοῦν ἑλέσθαι σαρκικῶς. ὅτι γὰρ ἐκδικήσει, κολάσεσιν ὑποφέρων καὶ ποιναῖς ὑποτιθεὶς τὸν ἐξήνιόν τε καὶ ἀλιτήριον, πῶς ἔστιν ἀμφιβαλεῖν, εἴπερ ἀληθές ἐστιν ὅτι “ Τοὺς πάντας ἡμᾶς δεῖ φανερω- [*](2 Cor. v. 10.) “ θῆναι ἐμπροσθὲν τοῦ βήματος τοῦ Χριστου, ἵνα κομίσηται “ ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν “ εἴτε φαῦλον.’’

    [*](1. ἐπαρτήσει] ἀπαρτίσει Edd. 2. μετὰ θυμοῦ ἐκδικῶν om. D. 4. μακρόθυμος] + καὶ πολυέλεος D. αὐτοῦ om. D. 5. πάντως pro πὼς D. 6. ἐστι μακρόθ. inverso ordine D. 7. ὡς assumptum ex D. 8. τῶν ὅλων Θεὸν hoc ordine D. 9. τῶν om. B. 10. μετρίως] μικρῶς D. II. τῶν deest in Edd.12. δέδωκας D. 13. καὶ om. Β. Haec πάλιν οὕτως assumpta ex D. 14. μέγα D. 18. Τὸ δέ γε] τὸ δὲ λέγειν D. 20. ἀπονενευκόσι] ἀπονενευκότες Edd. Statim δὲ D. δὴ iid. 21. κολάσεσιν] κολάσει D. 23. ἐστιν ἀληθὲς inverso ordine D. 25. τοῦ assumptum ex D. ὃ pro ἃ D. 26. φαῦλον] κακόν D.)
    8

    Οὐδὲν δὲ ἧττον ὁ λόγος πῥέποι ἃν εἰκότως καὶ τοῖς Ἰουδαυίων [*](e) καθηγηταὶς, τοῖς γραμματεῦσι λέγω καὶ Φαρισαίοις, οἳ τὴν εἰς Χριστὸν παρωθούμενοι πίστιν, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους διολλύντες ἡλίσκοντο. πεφρονήκασι γὰρ ἐχθρὰ, καὶ πεπολεμήκασι τῆ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς, [*](S. Luc. xi. 52) ἔλαβόν τε τὴν κλεῖδα τῆς γνώσεως, καθά φησιν αὐτὸς, καὶ οὔτε εἰσῆλθον αὐτοὶ, οὔτε μὴν ἑτέρους συγκεχωρήκασιν εἰσελθεῖν. οὐκοῦν εἰ καί ἐστι μικρόθυμος, ἀλλ’ οὖν ἀθῳῶν οὐκ ὰθῳῶσει τοὺς τῇ ἀληθεῖ πίστει πεπολεμὴκοτᾷς.

    [*](479 Α. a)

    Κὐριος ἑ συντελείᾳ κω ἔ συσσεισμῷ ἡ ὁδὸς αὐτου, κοὶ ωεφέλαι κοντορτὸς ποδῶν αὐτοῦ.

    Μέλλων ὁ Προφήτης τῆς Νινευΐ τὴν ἅλωσιν εἰς παράκλησιν τῶν πεπονθότων προαναφωνεῖν, καὶ ὅτι κατασεισθήσεται παρὰ Θεοῦ καταδηλοῦν τοῖς ἠδικημένοις, προαφηγῆται χρησίμως τὸ τῆς θείας φύσεως παναλκὲς, καὶ ὅτι πᾶν ὁτιοῦν κατορθοῦν ἑλομένη τὸ ἀντιστατοῦν οὐδὲν, πάντα δὲ μᾶλλον ἕψεται ῥᾳδίως, καὶ ἰσχύσει τὸ αὐτῇ δοκοῦν, κἂν εἴτι τῶν b ἐπιγείων πραγμάτων ἡμῖν τε καὶ τοῖς καθ’ ἡμᾶς δυσκατόρθωτον εἶναι δοκῇ. ᾤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι δυσαλωτάτους ἔσεσθαι τοὺς Βαβυλωνίους, καὶ ἄμαχον οὕτως χεῖρα λαχεῖν, ὡς μηδ’ ἃν εἰ βούλοιτο Θεὸς, ἀτονῆσαι πρὸς ἐχθρούς. ἐκάλει γὰρ οἶμαι δυσθυμίας εἰς τοῦτο αὐτοὺς τὰ κατὰ πάσης αὐτῶν τῆς χώρας ὠμῶς τε καὶ ἀνημέρως παρ’ ἐκείνων τετολμημένα. ἵνα τοίνυν εἰδεῖεν, ὡς κείσονται μὲν ἀκονιτὶ κατεξανιστάντος αὐτοῖς τὴν ὀργὴν τοῦ Θεοῦ, ἁλώσονται δὲ, [*](1. ὁ λ. post ἀν’ transp. D. 6. καὶ οὒτε Β. οὔτε δὲ D. οὒτε 7. αὐτοὶ εἰσῆλθον inveiso ordine R. 8. ἀθῳῶν assumptuin ex Β. ἀθῷον D. 9. τῇ ἀληθείᾳ pro τῇ ἀληθεῖ πίστει D. 10. Κύριος pro καὶ piius D. 12. τῆς assumptum ex B.D. 14. ἠδικημένοις] ἠδικηκόσι Edd. 16. ἑλομένῃ] ἕλοιτο iid. ἀστατοῦν (sic) iid. 18. πραγμάτων om. D. 19., οἱ om. Β. δυσαλωτότους D. δυσαλώτους Edd. 22. οἶμοι deest in D. κατὰ πόσης αὐτῶν τῆς κώρας B.D. πάση αὐτῶν τῇ χώρᾳ Edd. 25. κατεξαναστόντος iid. τοῦ Θεοῦ τὴν ὀργὴν inverso ordine D.)

    9
    καὶ μάλα ῥᾳδίως, ἀναγκαίως φησί Κύρος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδος αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδων αὐτου. [*](c) εἰ γὰρ δὴ, φησὶ, βουλεύσαιο κατά τινων· τοῦτο γὰρ ἢ ὀδός· καταδραμεῖται πάντως ὡς ἐν συσσεισμῷ. ἄμαχον δὲ χρῆμα καὶ δυσδιάφυκτον κομιδῆ συσσεισμὸς καὶ συντέλεια, καὶ νεφελαι πρὸς τούτοις κονιορτοῦ δίκην ἱπτάμεναι καὶ τὸν οὐρανὸν καταπυκάζουσαι. ἔοικε δὲ ὁ Προφήτης εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρειν τοῦ κατὰ παντὸς ἀνθρώπων γένους ἐπὶ Νῶε γεγονότος κατακλυσμοῦ, ἐν συντελείᾳ γὰρ τότε καὶ ἐν συσσεισμῷ τῷ κατὰ πάντων οἱονεὶ πεπόρευται Θεὸς, νεφἑλας ἐξανιστὰς, καὶ, καθὰ φησὶ τὸ γράμμα τὸ ἱερὸν, ἀνοίγων τοὺς [*](Gen, vil. 11.) καταῤῥάκτους τοῦ οὐρανοῦ, καὶ ὑετοῖς ἀσχέτοις ἐπικλύζων τὴν ὑπ’ οὐρανόν. ὁ τοίνυν, φησὶ, πρὸς ὅλην εὐκόλως [*](d) ἰσχύσας τὴν γῆν, καὶ ψήφῳ μιᾷ τοὺς ἐν αὐτῇ πάντας ἀνελὼν, πῶς ἃν ἀτονήσειε πρὸς ἔθνος ἓν τὸ Βαβυλώνιον ; θεοπρεπῶς δὲ σφόδρα φησὶ τό Νεφέλαι κονιορτὸς πόνων αὐτοῦ. ὡς γὰρ εὔκολον ἀνθρώπῳ χοῦν τε καὶ κόνιν ἀνακινῆσαι ποδὶ, τὸν αὐτὸν οἶμαι τρόπον εὐχερὲς καὶ τῷ πάντων κατεξουσιάζοντι Θεῷ, χειμῶνί τε καὶ νεφέλαις καταπυκάσαι τὸν οὐρανὸν.

    Εἰ δὲ δὴ προσήκοι καὶ τὸν ἀπόρρητον νοῦν τῶν προκειμένων [*](e) ἐκβασανίσαι, ἐκεῖνο εἰπεῖν οἰήσομαι δεῖν, ὅτι τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν ὁδὸν, ἤγουν τὴν ἐκπλήρωσιν ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ πεποιῆσθαί φαμεν τὸν Μονογενῆ Λόγον τοῦ Θεοῦ. ἐπειδὴ γὰρ γέγονε καθ’ ἡμᾶς, συντετέλεκε καὶ συνέσεισεν “ ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμο [*](Eph. vi. 12.) [*](1. Κύριος pro καὶ alt. D. (ut supra.) –4. Haec καὶ νεφέλαι — ὡς ἐν συσσεισμῷ accessenint ex D. 5. δυσδιόφ. κομιδῇ hoc ordine D. 6. κονιορτοῦ δίκην ἱπτάμεναι D. δίκην ἐγειρόμενοι κονιορτοῦ Β. δίκ’. αἰνιττόμεναι κονιορτοῦ Edd. καταπυκ. τὸν οὐp. inverso ordine D. 8. ἀναφ. αὐτοὺς inverso ordine D. ἀνθρώπου Edd. 10. πεπόρευται] + ὁ D. 11. ἐξαναστὰς Edd. Statim καὶ assumptum ex D. 12. ἀσχέτοις ὑετοῖς inverso ordine D. 13. πρὸς ὅλην εὐκόλως hoc ordine Β. 14. τοὺς ἐν αὐτῇ B.D. ἐν αὐτῷ Edd. 16. νεφέλαι κονιορτὸς] νεφελαῖον κονιορτὸν iid. 17. τε om. Β. invitis D. b. 19. καταπυκάζην ( = καταπυκάζειν) b. invito D. 21. προσήκοι D. προσήκει Edd. νοῦν post ἐκβᾶσ’. transp. D. 23. ὃδον] εἴσοδον Edd. 25. τοῦ Θεοῦ Λόγον inverso ordine D. )

    10
    “ κράτορας τοῦ αἰῶνος τούτου,’’ τῆς καθ’ ἡμῶν ἐξελάσας πλεονεξίας, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποσοβήσας ἰσχύος, καθελὼν δὲ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος καὶ πρός γε [*](480 A. a) τούτῳ τὴν ἁμαρτίαν. γεγόνασι δὲ καὶ νεφέλαι κονιορτὸς πόνων αὐτοῦ. ὥσπερ γὰρ τοῦ βαδίζοντος πρόαν ἵπταται κόνις, οὕτω τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς προεβάδιζον αἱ νοηταὶ νεφέλαι, τουτέστιν οἱ μακάριοι προφῆται, σκοτεινοτέρῳ μὲν καὶ οὐ λίαν ἐμφανεστέρῳ χρώμενοι λόγῳ, πλὴν ζωοποιοῖς κηρύγμασι τὸν τῶν συνιέναι δυναμένων κατάρδοντες νοῦν.

    Ἀπολῶ θαλάσσῃ καὶ ζηραίνων αὐτἡν, καὶ πάντας τοὺς ποταμούς [*](b) ἐξερηῶν.

    Ἐξ ὧν ᾔδεσάν τε καὶ πεπείραντο τὸν τῆς διηγήσεως λόγον διατεκταίνει, ἀποστήσας αὐτὸν τῶν ἄγαν ἀρχαιοτέρων. ὅτε γὰρ τῆς Αἰγυπτίων ἀνοσιότητος καὶ τῆς ἀφορήτου πλεονεξίας τὸν Ἰσρὴλ ἐξεκόμιζεν ὁ προασπίζων Θεὸς, διεβίβασε μὲν διὰ μέσης θαλάσσης αὐτοὺς, ἐκέλευε δὲ βαδίζειν ὡς ἐπὶ [*](Exod. xv. 8.) ξηρᾶς· “ ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὓδατα,” κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἠπείλησε μὲν τῇ θαλάσσῃ, καὶ βάσιμος ἦν οἷά τις ζηρά. εἰ δὲ δή τις βούλοιτο ταῖς περὶ τούτων ἐννοίαις τὰ [*](Supra ver. 3. c) πρῶτα συνείρειν, φημὶ δὴ τό “ κύριος ἐν συντελείᾳ καὶ ἐν “ συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, ” τὰ εἰκότα καὶ οὕτω φρονήσει. μονονουχὶ γὰρ συντελέσας τε καὶ συσσείσας τὴν Αἰγυπτίων, ὁ τῶν ὅλων κύριος διὰ τῶν ἐν αὐτῇ γεγονότων σημείων καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· διολώλασι γὰρ ἐν μιᾷ νυκτὶ, [*](2 ἀποσοβήσας ἰσχύος hoc ordine D. ἴσχ’. ὀπὸς. B. ἴσχ’. κατασοβήσος Edd. 3. αὐτὸν τὸν θάνατον pro αὐτὸ τοῦ θαν. τὸ κράτος Edd. 5, βαδίζοντος] βαδίσματος D. Statiin προανίπταται D. προανίσταται Edd. 9. τὸν πεπείρανται ex B. D. 10. κατάρδοντα Edd. 13. ᾔδεισάν τε καὶ πεπείρανται D. τῆς] + ἐπὶ σφᾶς Edd. repugnantibus B.D. Statim ὑφηγήσεως D. Post h. V. διατεκτ. λόγον inverso ordine D. 14. αὐτοὺς pro οὐτὸν D. 16. ἐξεκόμιζε τὸν Ἰσραὴλ inverso ordine D. 17. ἐκέ.λευε habet D. ἐκέλευσε e suo Mogne. 19. μὲν assumptum ex D. 22. οὕτω 1), Edd. οὗτος Β. 23. τε om. D. Αἴγυπτον pro Αἰγυπτίων D. 25. τῶν deest in Edd.)

    11
    θρήνου τε καὶ οἰμωγῆς, ὡς ἔφησε, τὰ πάντα πεπλήρωτο· διὰ μέσης θαλάσσης διεβίβασε τὸν Ἰσραὴλ, κατηρτημένης αὐτῶν τῆς ἐξ οὐρανοῦ νεφέλης.

    Ἔφη τι τοιοῦτον καὶ ὁ μακάριος Δαυείδ. ψάλλει γὰρ ὧδε “ Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ [*](d Ps. lxvii. 8, 9.) “ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ “ γὰρ οἱ οὐρανοὶ ενσταξαν.’’ γῆν δὲ σεσεισμένην, καθάπερ ἐγῷμαι, τὴν Αἰγυπτίων φησίν. ὅτι δὲ καὶ νεφέλη κατεκρέματο, προβαδίζουσα τῶν υἱῶν Ἰσραὴλ, ἀσυμφανὲς μὲν οὐδενί, πιστώσεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς τοῦ Ισραὴλ πατέρας βεβαπτίσθαι λέγων ἅπαντας “ ἐν τῇ νεφέλῃ [*](1 Cor x. 2.) “ καὶ ἐν τῆ θαλάσσῃ.”

    Προσεπήγαγε δὲ ὁ Προφήτης τῷ ξηραίνεσθαι τὴν θάλασσαν, καὶ τὸ ἐρημοῦσθιιι τοὺς ποταμοὺς, εἰς ἀνάμνησιν ἀναφέρων [*](e) ἑτέρου θαύματος. ὅτε γὰρ εἰς τὴν τῆς ἐπαγγελίας εἰσεκομίζοντο γῆν, Ἰησοῦ μετὰ Μωυσέα προεστηκότος, τότε κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνησ, τὴν τῶν ναμάτων καταφορὰν [*](Jos. iii. 16.) ἀρρήτοις νεύμασι καὶ δεσμοῖς ἀνακόπτοντος του πάντα τσχυοντος Θεοῦ. ἀξιοῖ δὲ ταῦτα τοῦ μεγίστου θαύματος καὶ ὁ μακάριος Δαυεὶδ, οὕτως λέγων “ Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ [*](Ps. lxv. 5, 6.) “ Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· • ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διε- ” λεύσονται ποδί. ποδὶ γὰρ πάλιν τὸν Ἰορδάνην διέβησαν. [*](a 481 Α.) εἰ δὲ δὴ καὶ πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς τὸ ἐφ’ ἑνὶ γεγονὸς ὅτι καὶ πᾶσι συμβήσεται Θεοῦ κατανεύοντος, διακεῖσθαι κελεύει.

    [*](1. ὡς ἔφησε assumptum ex D. πεπλήρωται D. 2. μέσης] + ὡς ἔφην Edd. invito D. κατηρτημένης D. κατηρτισμένης Edd. Statim αὐτῷ iid. invitis B.D. 3. οὐρανῶν D. 7. οἱ assumptura ex B.D. 8. Αἰγυπτίων Β. Αἴγυπτον D. Αἰγυπτίαν Edd. 9. προβαδίζουσα post Ἰσραὴλ transp. D. 13. τῷ B.D. τὸ b. Edd. 14. τοὺς assumptum ex b. ἀναφέρων B.D. b. φέρων Edd. 15. ὃταν D. τῆς ἐπ’. εἰσεκ. γῆν hoc ordine D. b. γῆν ante τῆς ἐπ’. transp. Edd. iS. νεύμασι καὶ δεσμοῖς D. νεύμασιν b. δεσμοῖς Edd. 20. Haec δεῦτε — ἀνθρώπων assumpta ex D. 23. πόλιν om. D. Statim διέβ. τὸν Ἰορδ. inverso ordine D. 24. καὶ assumptira ex D. πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς b. πάντ’. ξήρ’. τ. π. λέγοι D. τοὺς ποτ’. λέγοι παντ’. ξηραίνεσθαι Β. τοὺς ποτ’. λέγει (sic) παντ’. ξήρ’. Edd. 25 καταν. τοῦ Θεοῦ pro Θεοῦ κατ’. b. )
    12

    Δοκεῖ ’δε τισι καὶ καθ’ ἕτερόν τινα τρόπον τῷ τῶν προκειμένων προσφέρεσθαι νῷ. εἰ γὰρ ἕλοιτο, φησὶν, ὁ τῶν ὅλων Δεσπότης τὴν κατὰ τῆς Νινευϊ ποιεῖσθαι καταδρομὴν, ποιήσεται δὴ πάντως ἐν συντελείᾳ καὶ ἐν συσσεισμῶ· συντελέσει γὰρ αὐτὴν καὶ καταδονήσει ῥᾳδίως· πλατεῖαν δὲ οὖσαν, b καὶ οἷον θαλάσσης δίκην τοῖς ἄλλοις ἔθνεσι τοὺς πολέμους ἐπικυμαίνουσαν, ἀμελλητὶ καταξηρανεῖ. κἂν εἰ ἀνέρχοιντο, φησὶν, ὡς χείμαρροι τὰ παρ’ αὐτῆς ἔ, πάντη τε καὶ πάντως ἐρημωθήσονται. θάλασσαν δὲ καὶ ποταμοὺς ἐπικλύζοντάς τε καὶ καταπνίγοντας , οὐδὲν ἧττον εἶναί φαμεν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, καὶ πρό γε τῶν ἄλλων τὸν σατανᾶν. ἀλλ’ ὅλην αὐτῶν τὴν δύναμιν κατεξήρανεν ὁ Χριστὸς, καὶ ἄμαχον οὖσαν πάλαι, τοῖς τῶν σεβομένων αὐτὸν ὑπέστρωσε ποσίν.

    [*](c)

    Ὠλιγώφθη ἡ Βασανπιτις κὼ ὁ κάρημηλος, κω τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. τὰ ὂρη ἐσείσθησαν ἀπ’ αὀτοῦ, κω οἱ βουνοὶ ἐσαλεύθησαν, κω ἀνεστἀλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα, καὶ πάντες οἱ κατοικοῦντες έν αὐτῇ.

    Καὶ δι’ ἑτέρων εὐθὺς ἀποδείξεων ὁ λόγος ἔρχεται, τῇ θείᾳ φύσει τὸ παναλκές τε καὶ ἄμαχον εἰς ἐξουσίαν ἐπιμαρτυρῶν. χώρα μὲν γὰρ ἡ Βασανῖτις ἐστιν εὐθαλής τε καὶ πίειρα· Κάρμηλος d δὲ καὶ Αίβανος, τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰουδαίας ὄρος, εὐδενδρότατα δὲ ἄμφω, καὶ ἀμφιλαφέσι κομῶντα δρυμοῖς. ἀλλὰ ταυτὶ δὴ πάντα, τήν τε Βασανῖίν φημι, [*](2. ἕλοιτο] ἔθε D. 4. δὲ Migne. 5. καταδονήσει ῥᾳδίως· πλοτεῖαν δὲ D.b. ῥᾳδίως καταδονήσει πλατεῖαν Edd. 7. κἀν εἰ ἀνέρχοιντο b. κἂν εἰ ἔρχοιντο D. κἂν εἰσέρχοιντο εἰσέρχοιτο Edd.) Β. Edd. 8. κατ’ pro παρ’ Edd. invitis omnibus. αὐτοῖς b. 9. ἐρημωθήσονται Β. b. ἐρημωθήσενται (sic) Β.] ἐρημωθήσεται D. Edd. 10. καταπνίγοντας 1). κατnκλύζ. Edd. εἶναί φαμεν τὰς πονηρὰς hoc ordine D. εἶναι post πον. transp. iid. 15. ὠλιγώθη] + γὰρ D. 16. ἐσείσθησαν] ἐσείσθη F. (36 al.) statim ὑπ’ D. (XII sed ὄπ suprascr. 42, 153.) 19. ἑτέρων] + ῥημάτων καὶ (oinittens εὐθὺς) D. Statim καταδείξεων Edd. invitis B.D. 21. τε assumtum ex B.D. 22. τε pro δὲ D. τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰουδαίας B.D. Φοινίκης et ’Iουδiιας inter se transp. Edd. 23. κομῶνται προ κομῶντα iid.)

    13
    καὶ αὐτὴν δὲ τὴν τοῖς ὄρεσι παρακειμένην χώραν, δεινά τε καὶ μαχιμώτατα κατενέμοντο γένη καὶ υἱοὶ γιγάντων, κάτα [*](Deut. i. 28.) τὸ γεγραμμένον. πλὴν ἐξῄρηνται καὶ νενίκηνται πάρα τῶν υἱῶν Ἰσραὴλ, Θεοῦ προασπίζοντος, καὶ κεκληρονομήκασι τὴν γῆν αὐτῶν. ὅμοιον οὖν ὡς εἰ λέγοι πάλιν Αἱ πάλαι δεινοῖς καὶ ἀλκιμωτάτοις ἀνδράσι βρύουσαι χῶραι, καὶ οἷον δρυμοῖς τῶν ἐν αὐταῖς μαχίμων κομῶσαι πολλοῖς, ᾤχοντο [*](e) καὶ πεπόρθηνται τῶν ἐνοικούντων παθοῦσαι τὴν ἐρημίαν. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ὠλιγῶσθαι λέγειν αὐτάς.

    Εἶτα, πῶς οὐκ ἃν ἁλοίη Θεοῦ κατανεύοντος ἡ διαβόητος Νινευΐ ; πρὸς δὲ δὴ τῇ Βασανίτιδι καὶ τῷ Καρμηλῳ, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. Λίβανος μὲν οὖν, ὡς ἔφην, ὄρος τῆς Φοινίκης ἐστιν, ἀπ’ αὐτοῦ δὲ σημαίνει τὴν ὑπ’ αὐτῷ τε κειμένην καὶ περὶ αὐτὸ σύμπασαν χώραν. ἐξανθοῦντας δὴ οὖν τοῦ Λιβανίου τοὺς Δαμάσκου καὶ Φοινίκης βεβασιλευκότας φησὶ [*](a 482 A.) κατὰ καιροὺς, οἱ καὶ ὑπὸ χεῖρας δέδονται τῶν υἱῶν Ἰσραήλ· νενίκηνται γὰρ καὶ αὐτοὶ κατὰ καιροὺς, καίτοι πλείστην ὅσην ἔχοντες χεῖρα, δειναῖς τε καὶ δυσαντήτοις ἐπικουρίαις ἀναφυσώμενοι. εὑρήσομεν δὲ τὰ τῶν βασιλειῶν ἐπερχόμενοι βιβλία πεπορθημένην κατὰ καιροὺς τὴν Δαμασκηνῶν βασιλείαν, [*](2 Reg. vii. 6; 4 Reg. xiv. 28.) διὰ τῶν ἐκ φυλῆς Ἰούδα βεβασιλευκότων. εξέλιπον δὴ οὖν τὼ ἐξανθοῦντα τοῦ Λιβάνου, τουτέστιν, ἐξῄρηνται [*](b) καὶ ἀπολώλασι πλειστάκις καὶ αὐτὰ τῆς Φοινίκης ἤγουν τοῦ Λιβάνου, τὰ ἐξαίρετα, τουτέστιν, οἱ τῶν ἐκεῖσε κρατοῦντες πραγμάτων.

    Καὶ τί ταῦτα λέγω, φησὶν, ὅτε καὶ μάλα ῥᾳδίως, Θεοῦ γε θέλοντος, κατασεισθεῖεν ἂν καὶ αὐτὰ τὰ ὄρη ὂρη οἱ βουνοὶ μεταστήσονται καὶ συμπασα δὲ η γῆ μέτα τῶν εωοικουντων [*](1. δὲ Β. δὴ D. Edd. 2. ἀμαχώτατα pro μαχιμ. D. 3. ἐξῄρηνται] ἐξήρανται Edd. 4. καὶ κεκλ.] κεκληρ. γὰρ D. 5. λέγοι Β. λε’ D. λέγει Edd. 11. δὴ orn. D. 13. ἐστὶ τῆς φοινίκης inverso ordine D. ἐπ’ pro ὑπ’ Edd. αὐτὸ D. Statim τε assumptum ex D. 14. ἐξανθοῦντας] ἐξανθοῦντα Edd. 19. ἀναφυσσώμενοι Β. 20. πεπορθημένην (sic) Edd. ante Migne. 23. τῆς Φοινίκης ἤγουν]. ἃ τῆς Φοινίκης ἦν Edd. 24. ἐκεῖσε] ἐκεῖ Β. 20. ῥᾳδίως et γε om. D. 28. μεταστήσοντα D. σολευθήσονται Β. ἐπαναστήσονται Edd. Statim καὶ assumptum ex B.D.)

    14
    αὐτὴν ανασταλησεται, τουτέστι, χωρήσει πρὸς τὸ μὴ ὂν, καὶ ἔσται πάλιν ὡς οὐχ ὑπάρχουσα ; ὁ γὰρ ποιήσας ἐν ἀρχῇ, C καὶ ἀφανιεῖ που πάντως εὐκόλως, καὶ οὐδὲν αὐτῷ τὰ μεγάλα παντελῶς. ἔοικε δὲ καὶ ὁ μακάριος Δαυεὶδ συνῳδὰ τοῖς προκειμένοις [*](Ps. cxiii. 5—7) ἐννενοηκέναι τε καὶ λέγειν “ Τί γάρ ἐστι σοὶ, “ θάλασσα, ὅτι ἔφυγές ; καί σοι, Ἰορδάνη, ὅτι ἐστράφης εἰς “ τὰ ὀπίσω ; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ “ βουνοὶ ὡς ἀρνία προβάτων ; ἀπὸ προσώπου Κυρίου ἐσα- “ λεύθη ἡ γῆ.’’

    [*](Supra ver. 3.)

    Ὡς γὰρ ἤδη προεῖπεν “Ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ.’’ ὅτι δὲ οὐδὲν ἡ σύμπασα γῆ, καὶ ὀλίγου παντελῶς ἀξιωθεῖεν ἂν λόγου τὰ ἐν αὐτὴ, τὴν θείαν τε καὶ ἀπόρρητον εἴ τις [*](d) ἕλοιτο δόξαν ἀναμετρεῖν, ἐπιμαρτυρήσει λέγων ὁ προφήτης [*](Es. xl. 15—18.) ‘Ησαΐας “ Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ “ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· “ ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετρά- “ πόδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς “ οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν· τίνι ὡμοιώσατε “ Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν ;