In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Καὶ δἰ ἑτέρου τρόπου καθίστησιν ἐναργὲς, ὅτι τῆς δι᾿ αἱμάτων προσαγωγῆς οὐδεὶς ὁ καρπὸς, ὀνήσειε δ᾿ ἂν οὐ μετρίως τινὰ τῆς πνευματικὴς λατρείας ἡ δύναμις. τέθεικε [*](1. καὶ ἡμᾶς Α. ἡμᾶς καὶ Edd. καὶ ἡμᾶς καὶ B. 3. καὶ assumptum ex A. 4. τουτέστι Χριστοῦ om. B. 5. Habent οἱκτιρμῶν Α.Β. 6. καὶ om. A. ὑμῶν] + ὁ οὐράνιος manu eadem A mg. 7. τε om. B. 11. Φησίν assumptum ex A. 14. μέν A. τε Edd. 15. προσαποκαθαίρειν pro πρὸς ἀποκάθαρσιν Α. 16. ὑπερκειμένη post δύναμις transponit B. 17. ἡ παράδεκτα pro ápar;adekta (sic) A. 20. δέ om.A. 21 σώσιε] + τοὺς F.(Alex. 26, 106.) 23. Καὶ deest in A. 24. ὄνησιν (sic) pro ὀνήσειε A. 25. τινἀς A. τέθεικε] ἔοικε A.)
Ἄκουε φυλὴ, καὶ τί κοσμήσει πόλιν; μὴ πῦρ καὶ οἶκος ἀνό- [*](1. κλήσεως pro ἐπικλήσ. Β. 2. δὲ om. B. πόλις pro τῇ πόλει Α. 4. φησὶ Α. φημὶ Edd. 5. μεθυσίαις pro με θυσίαις Aub. εἰ μὴ προσάγοι] ἣ μὴ προσάγει Β. 8. μὲν om. B. Statim καθαιμάττοι Α. (et rasura litterarum duarum) Β. καθαιμάττοιτο Edd. 9. πρὸς pro εἰς A. assumptum ex. A. 13. καὶ prius om. A. 14. τῆς assumptum ex. B. 15. δύναμις τοιάδε hoc ordine B. 15—24. ἔφη τι usque ad fin. scholii desunt in B. 17. Haec ὁ Θεὸς accesserunt ex. A. 19. ἐστὶ Α. εἰσὶ Edd. 21. ἐκπίοιτο pro ἐκπίοι τὸ Α. 25. τί Α. Β. (Αlex.) τίς Edd. (Vat.) Statim κοσμήσεις Α.)
Κατὰ φυλὰς γὰρ καὶ γένος κατῳκήκασι τὴν Ἰουδαίων, καὶ μέντοι καὶ τὴν Σαμάρειαν, οἱ ἐξ αἵματος Ἰσραὴλ, κατακληροδοτοῦντος αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ ἐπίκλην Ναυῆ. διαλέγεται τοίνυν ὁ Θεὸς οὐ πρὸς μίαν φυλὴν, ἀλλ᾿ οἷον πρὸς πάσας, ἤτοι πρὸρς ἑκάστην, πρέποντος τοῦ λόγου καὶ ἰδικῶς ἑκάστῃ, καὶ πάσαις. ἄκουε δὴ οὖν, ὦ πᾶσα φυλὴ, σώζεται μὲν πόλις ᾗπερ ἂν ἐπιφημίζοιτο τὸ ὄνομα τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς φοβου- [*](c) μένους αὐτὸν, ἀλλ᾿ ἔσται τεῖχος ἀπόρθητον, κόσμημά τε καὶ δόξα τοῖς ἐθέλουσι κατορθοῦν τὸ θεοφιλές. εἰ δὲ δὴ βούλεσθε, φησὶ, καὶ τὸ ἐναντίον ἰδεῖν, τί κοσμήσει πόλιν; οἶκος ἀνόμων, ἢ μετὰ ὕβρεως ἀδικία; ἆρα, φησὶ, διὰ πολλὴν ἁμαρτίαν εἰ δαπανῷτο πόλις ὑπὸ πυρὸς ταῖς τῶν πολεμίων ἁλοῦσα χερσὶν, εὐσχήμων ἔσται καὶ καλὴ, λαμπρὰν δὲ αὐτὴν καὶ εὐκλεεστάτην ἀποφήνειν ἂν οἶκος ἀνόμων, ὁ θησαυρίζων θησαυρους ἀδικίας, ὠφελήσει δὲ αὐτὴν μετα ὕβρεως ἀδικία; ἀλλ᾿ ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν ὀρθὰ φρονεῖν εἰω- [*](d) θότων, ὅτι δυσκλεᾶ καθίστησι τὰ τοιάδε. οὐ γὰρ ἂν ἥλω πόλις, καὶ δεδαπάνητο πυρὶ μὴ οὐχὶ πάντως προσκρούσασα διὰ πολλὴν ἁμαρτίαν. τί τοίνυν μεθέντες, φησὶ, τὰ δι᾿ ὧν ἂν σώζοιτό τε καὶ κατακαλλύνοιτο πόλις, ζηλωτὰ πεποίησθε μᾶλλον τὰ κατασίνεσθαι πεφυκότα, τετιμήκατε δὲ τὰ δι᾿ ὧν [*](1. ἀνομίας Α.B. (Alex. XII sed corr.) ἀνόμους Edd. (Vat.) ὑβρισμάτων Α. 2. ἀδικίαν Β. (62, 147) ἀδικια (Alex. XII.) cf. infra et 451 c. 3. φυλὰς γὰρ Α. φυλήν τε Edd. Ἰουδαίων Α. Ἰουδαίαν Edd. 4. κατακληροῦτος pro κατακληροδ. Β. 5. τοῦ Α.Β. τὸ Edd. Statim ἐπίκλην om. B. 6—8. Haec οὐ πρὸς—τοῦ λόγου accesserunt ex A. 7. οἷον correxi. οἷ Α. 9. μὲν] + ἡ Edd. invito A. ἐπιφημίζοιτο Α. ἀναφημ. Edd. 12. ἐθέλουσι] θέλουσι iid. 16. αὐτὴν assumptum ex A.B. 17. καὶ εὐκλ. post ἀποφήνειε transp. B. ἂν assumptum ex A. 18. τε pro δὲ Β. 19. ἀλλ᾿] + οὐκ Edd. repugnantibus A.B. ὀρθὰ Α. ὀρθῶς Edd. Neutrum habet B. 20. οὐ γὰρ ἂν ἥλω πόλις Α. πόλιν. οὐ γὰρ ἂν ἥλω Εdd. 21. προσκρούουσα B 22. πολλὴν] + ἀδικίαν καὶ Β. 23. ἂν σώζοιτό] ἀνασώζοιτό Edd. 24. κατασίνειν B. Statim πεφυκότα Α. εἰωθότα Edd.)
Καὶ εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου, ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν;
Ἆρα γὰρ οἴεσθε, φησὶν, ἐν ζυγῷ δικαιωθήσεσθαι τὸν ἄνομον; τουτέστιν, εἰ δοκιμάζοιμί τε καὶ οἱονεὶ ταλαντεύοιμι τὸν ἑκάστου βίον, δικαιοσύνης τοῖς ἀδίκοις ψῆφον ἐπενεγκεῖν [*](451 Α. a) ἀνέχεσθαί ποτε τὸν φιλάρετον ἐμὲ πεπιστεύκατε; τοὺς δὲ ἐν μαρσίππῳ στάθμια δόλου, τουτέστι, τοὺς ἐκ πλεονεξίας καὶ ἀνισότητος καὶ φιλοκερδείας ἐκτόπου καταπλουτεῖν ἐθέλοντας διαφυγεῖν δύνασθαι νενομίκατε τὴν ὀργήν; ἀπὸ γὰρ τοιούτων λημμάτων τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνεπλησαν. γεγόνασι δὲ καὶ ψεῦσται καὶ ἀλαζόνες. παρέπεται γὰρ ἀεὶ τὸ μὲν ψεύδεσθαι φιλεῖν τοῖς τῆς ἀνισότητος ἐρασταῖς, καὶ λημμάτων αἰσχρῶν ἡττωμένοις καὶ φιλοκερδείας· μεγεαλη- [*](b) γορία δὲ καὶ ὑπεροψία τοῖς ἤδη πεπ λουτηκόσιν.
Ἔχουσιν ἐν μαρσίπποις σταθμια δόλου καὶ οἱ τῶν ἀνοσίων [*](Supra iii. 9.) δὲ δογμάτων εὑρεταὶ, οἱ “ πάντα τὰ ὀρθὰ διαστρέφοντες,” καὶ τὸν τῶν ἁπλουστέρων ὑποτρέχοντες νοῦν ἀπάταις καὶ δόλοις, καὶ πλουτοῦντες μὲν διὰ τοῦ θηρᾶσθαι πολλούς· πλὴν ἀσεβείας ἐπίμεστον τὸν τοιοῦτον ἑαυτοῖς συναγείροντες [*](1. ὁρῷτο] + τὸ Εdd. ἔχουσα τοὺς om. A. 3. ἀνομίαν Α.Β. ἀνόμως Edd. 4. Καὶ accessit ex A.B. (Alex. XII.) μαρσιπίῳ Β. (μαρσιππίῳ 130, 198.) 5. ἐνέπλησαν F. Edd. (Alex.) ἔπλησαν A. (Vat.) 9. τε assumptum ex A. 10. δικαιοσυνης τοῖς ἀδίκοις Α. τῷ ἀδίκῳ post ἐπενεγκεῖν praebet B. τῶν ἀδίκων, δικαιοσύνης Edd. 11. ἀφιλάρετον (sic) Aub. Statim ἐμὲ assumptum ex A. 12. μαρσιπίῳ (ut supra in textu) B. 13. Haec ἀνισότητος καὶ accesserunt ex A. πλουτεῖν pro ἐκτόπου καταπλ. Β. 16, 17. ἀεὶ et τῆς om. A. 17. ἐρασταῖς] εὑρεταῖς Α. 19. φιλοκερδεία pro ὑπεροψία Α. 20. μαρσίποις Β. (cf. supra 333 d.) 21. δὲ assumptum ex B. 23. πλουτοῦντας δὲ pro πλουτοῦτνες μὲν Α. 24. συναγείραντες Edd. invitis A.B.)
Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐν ταῖς ἀμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται· σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου. καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως [*](e) παραδώσω σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε.
Ἐπειδὴ γὰρ οἶκοι γεγόνασιν ἀσεβῶν θησαυρίζοντες ἀνομίαν, [*](Supra ver. 10.) καὶ συναγείροντες πλοῦτον ἐξ ἀδικιῶν, λοιπὸν ἀπειλεῖ τὴν δίκην, καὶ τῶν ἔσεσθαι προσδοκωμένων τὴν ἔφοδον ἐν [*](1. λαλοῦσιν] + δὲ Α. 3. οἱ τοιοίδε πάλιν om. B. 4. ἀδικίαν λαλοῦντες κατὰ Θεοῦ α. ἀδικίας [183] κατὰ Θεοῦ λαλ. Edd. ἀδικίας λαλ. κατὰ Θεοῦ post γεγραμμένον transp. B. 5. καὶ assumptum ex B. ἀποφθ.] + τε Α. 6. οἷς ἀκόλουθον εἰπεῖν om. B. 7. τί] τίς Edd. θησαυρίζων θησαυροὺς hoc ordine A. 8. ἀδικία Α. (Alex.) ἀδικίαν Edd. 12. καὶ alt. accessit ex A.B. (Alex.) cf. infra 456 b. 13. ἐμπλησθήσῃ Α. ἐξοίσω (sic) A. 15. διασωθῶσιν A. σωθῶσιν F. Edd. cf. infra 452 c. 19. αὐτῶν] αὐτοῦ Edd. (153. et ex corr. 22.) invito A. 20. παραδώσσει Α. (153.) invito F. οἰκοῦντας pro κατοικ. F. (86, 130.) 21. λαῶν om. B. 22. γεγόνσιν οἶκοι inverso ordine B. 23. συναγ. γὰρ pro καὶ συναγ. Α.)
Ὅτι δὲ καὶ τῆς ἐξ ἀγρῶν εὐκαρπίας ἐστερημένοι, καὶ ταῖς τῶν ἀναγκαίων ἐνδείαις ἐκτετηγμένοι διαβιώσονται μὲν ἀθλίως, ἀποτίσουσι δὲ δίκας τῶν ἀνοσίως αὐτοῖς εἰργασμέων, καθίστησιν ἐναργὲς, διά γε τῶν ἐφεξῆς. σπερεῖς γάρ φησι [*](d) καὶ οὐκ ἀμήσεις, καταφθείροντος οἶμαι Θεοῦ τοὺς καρποὺς, καὶ πιέσεις μὲν ἐλαίαν αὐτός· ἐλαιοφόρος γὰρ ἡ Σαμαρειτῶν χώρα· ἔσῃ δὲ οὕτως ἐλαίου, φησὶν, ἐνδεὴς, ὡς μηδ᾿ ἂν εἰ ἕλοιο, πρὸς ἀλοιφὴν εὑρεῖν εὐπορῆσαί που τάχα. πολυαμπέλου δὲ λίαν οὔσης ὑμῖν τῆς χώρας καὶ εὐοινούσης ἄγαν, ὡς καὶ πόλεσιν αὐτὸν διανέμειν ἑτέραις, οὐκ ἂν εὕροις πιεῖν αὐτός. ἀργήσει δὲ καὶ τὰ νόμιμά φησιν, ἃν σὺ τέθεικας τοῖς [*](e) εἰδώλοις προσκομίζων αὐτοῖς τῆς εὐκαρπίας τὰς ἀφορμάς. ποῖος γὰρ ἔτι λοιπὸν ἀπαρχῆς ἀνάθεσις, εἰ ἅπας ὑμῖν διόλωλεν ὁ καπρὸς καὶ κατεφθάρη τὰ ἐν ἀγροῖς; ἢ ποῖα προσοίσεις χαριστήρια, καὶ ἐπὶ τίσιν εἰκότως, ὁ πίπτων ἀθλίως καὶ δαπανώμενος;
Εἶτα διδάσκων ὄτι οὐχ ἕτερος αὐτῷ παραίτιος ἂν νοοῖτο τῆς συμφορᾶς γενονὼς, ἀλλ᾿ αὐτὸς ἑαυτὸν ἀδικήσας ἁλώσεται τῶν ὅτι μάλιστα δεδυσσεβηκότων ζηλώσας τοὺς τρόπους, ἐπιφέρει καί φησι Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε [*](a 453 A.) ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμόν. Ζαμβρὴ γέγονε βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ, αὐτὸς δέ ἐστιν ὁ Ἀχαὰβ πατὴρ, ἀλλ᾿ ὡς τὸ γράμμα φησὶ τὸ ἱερὸν, πεπόρευται μὲν “ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ,” ὃς ἐξήμαρτε [*](3 Reg. xvi. 26. Ib. 25.) τὸν Ἰσραήλ· “ἐπονηρεύσατο δὲ ὑπὲρ πάντας τοὺς πρὸ [*](2. ἐκτετηγμένοι B. ἐντετηγμένοι Α. ἐκτετρυμένοι Edd. 4. γε om. B. 6. μὲν pro γὰρ Α. ἐστιν post Σαμ. suprascr. A. post γὰρ add. Edd. invito B. 7. ἐτελοῖτο (sic) pro εἰ ἕλοιο Α. 9. ὑμῖν οὔσης inverso ordine B. ἅμα pro ἄγαν ὡς A. 10. αὐτὴν pro αὐτὸν Edd. invitis A.B. εὑρήσεις προ εὕροις Β. 12. ἀφορμάς Β. ἀπαρχάς Edd. 13. ποῖος γὰρ ἔτι λ. ἀπαρχῆς ἀνάθεσις Α. ποίας γὰρ ἔ. λ. ἀπαρχὰς ἀναθήσεις; Edd. Statim haec εἰ [modo ῆ, modo ὴ, ut vid.] A.B. Ζαμβρὶ Edd. 22. αὐτοῦ iid. 23. Ζαμ- βρὴ A.B. Ζαμβρὶ Edd. Pro Ἀμβρὶ, Achaabi pater, habent Ζαμβρὶ Alex. XI. unde Zimri cum Omri, Achaabi patre, confundit B. Cyrillus ut patet ex his quae sequuntur. 25. ὁδῷ A. ὁδοῖς Edd.)
Ἁρμόσομεν δὲ τὸν τοιόνδε λόγον καὶ τοῖς τῆς ἀληθείας ἐχθροῖς, οἳ ταῖς ἑαυτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ ἀθλίων νοημάτων συναγείροντες συρφετοὺς, πλουτοῦσιν ὥσπερ ἐξ ἀδικίας, συλλέγοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν, [*](c) καὶ τὰς τῶν ἁπλουστέρων ἀγέλας πολεμίων δίκην καταδῃοῦν εἰωθότες, καὶ εἰς ἔκτοπον αὐτὰς ἀποφέροντες πλάνησιν. ἀκουέτωσαν τοίνυν Θεοῦ λέγοντος Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς. περιτυγχάνοντες γὰρ ταῖς θείαις γραφαῖς, εἶτα τῶν τῆς ἀληθείας δογμάτων οὐκ ἐμφορούμενοι, καίτοι δοκοῦντες ἐσθίειν, φθείρονται λιμῷ, οἰόμενοι δὲ καὶ καταλαμβάνειν τὴν τῆς σωτηρίας, οὐκ ἂν εὕροιεν, ὁδὸν, σπείροντες δὲ, ὥς γε νομίζουσιν, οὐδένα τῶν πόνων [*](d) εὑρήσουσι τὸν μισθὸν, καὶ τὴν νοητὴν ἐλαίαν ἐκθλίβοντες, τουτέστι, τὸ γράμμα τὸ ἱερὸν, τῇ τοῦ Πνεύματος χάριτι μακρὰν εὐφροσύνης ἔσονται τῆς πνευματικῆς· τετηρήκασι γὰρ τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, τουτέστιν, ἐπονηρεύσαντο, πεπλεονεκτήκασι, καὶ διωγμοὺς εἰργάσαντο κατὰ τῶν ἁγίων. ἔσονται δὴ οὖν εἰς [*](3. Ἀχαὰβ] ὁ praemittit A. τὴν] + ἐξ Edd. repugnantibus A.B. 4. ἐν assumptum ex A. 5. καί σε inverso ordine B. 8. Ἁρμόσωμεν Α. Statim δὲ om. A. 9. ἀναθαρσήσαντες Edd. invitis A.B. 11. αὐτοῖς τὰ Edd. 12. δίκην πολεμίων inverso ordine A. 15. ταράξαι pro om. A. 23. πιαίνονται B. Statim οἷον pro οἶνον Edd. 25. γὰρ assumptum ex A. δὲ pro γὰρ B. Ζαμβρὶ Edd. 26. πεπλεονάκασιν iid.)
Οἴμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς Κεφ. ζ΄. ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.
Ἐξ ἀγάπης ὁ Προφήτης κατοιμώζει τοῦ Ἰσραὴλ, ὡς ὅσον οὐδέπω κατοιχησομένου εἰς ὄλεθρον, καὶ εἰς τοῦτο [*](a 454 A.) λοιπὸν ἥξοντος ἀριθμοῦ, ὡς ὀλίγους κομιδῇ καὶ μόλις περιλιμπάνεσθαι, ἐοικέναι δὲ τοῖς ἀποπίπτουσι τῶν σταχύων, οὓς αἱ τῶν ἀμώντων παρατρέχουσι χεῖρες, ὀλίγοι δὲ οὗτοι καὶ τοῖς τὴν καλάμην συλλέγουσι σπανιάκις ἁλώσιμοι. ἐοικέναι δὲ οὐδὲν ἧττον καὶ ταῖς καλουμέναις ἐπιφυλλίσιν, ἃς αἱ τῶν τρυγώντων παρῆλθον δρεπάναι. οἶμαι δὲ ὅτι καὶ τὸ τῶν ἁγίων δυσεύρετον διὰ τούτων ὑποδηλοῖ, ὡς ἐν ὀλίγοις ὄντων λειψάνοις κατ᾿ ἐκεῖνο καιροῦ, εὑρισκομένων δὲ οὕτως, ὡς ἂν εἰ καὶ ἄσταχυς εἷς ἐν ληΐοις τεθερισμένοις, [*](b) ἢ καὶ ἐν τοῖς πρωτογόνοις τῶν βοτρύων αἱ τῶν δευτέρων ἐπεκβολαί. ἀέρος μὲν γὰρ καταθάλποντος, ἐκβράττεται τῶν κλημάτων ὁ βότρυς ὁ ἐν ἀρχαῖς τε καὶ πρῶτος. προϊόντος γεμὴν τοῦ καιροῦ, νόθη τις ἔσθ᾿ ὅτε καὶ δευτέρα μετ᾿ ἐκείνους ἀκολουθεῖ βοτρύων διεκβολή. ταῦτα δή ἐστι τοῖς τρυγῶσι δυσεύρετα, διάτοι τὸ ὡς ἐν πολλῇ τῇ φυλλάδι διαλανθάνειν εὐκόλως, καὶ ἐν ὀλίγαις εἶναι ῥαξί. ταῦτα συλλέγουσιν οὐκ ἀνιδρωτὶ, περιεργότερον ταῖς ἀμπέλοις ἐνιέντες [*](c) [*](3. ἐγενόμην B. (Alex. XII lect. Vat. suprascripto 23, 49, 86, 106, 130, 311.) ἐγενάμην Α. ἐγενήθη Edd. ὡς alt. om. a. Statim ἐπιφυλίδας pro ἐπιφυλλίδα Edd. (Co.) 6. τοῦ—κατοιχησομένου B. τὸν—κατοιχησομένους Edd. 8. ἥξοντος correxi ex B. ἥξοντας iid. μόλις Α. μόνους Edd. εὐαριθμήτους B. in lacunam, sed a prima manu, effarcitum. 10. ὀλίγοι Α. οὗτοι Edd. οὗτοι Α. οὕτω iid. Neutrum habet B. 11. σπανίως Edd. invitis A.B. 13. δρεπάναι Α. χεῖρες Eud. 14. Haec διὰ τούτων accesserunt ex A. b. 15. ἐκεῖνο] + τοῦ Edd. invitis B.b. 16. στάχυς Β. Statim εἷς om. A. ληΐνοις pro ληΐοις Aubertus. 18. ἐπεκβολαί A. ἐπεμβολαί Edd. 19. ὁ alt. om. A. 20. νόθη τις A.B. εἰκότως Edd. 21. δή Α. δέ iid. 22. ὡς assumptum ex A.)
Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει, πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ, ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ.
Ἀτρεκὴς, ὡς ἔοικεν ἡμῖν, ὁ λόγος. ὀδύρεται γὰρ ὁ Προ- [*](e) φήτης ὡς οὐκ ὄντος εὐλαβοῦς ἐν ὅλῃ τῇ γῇ, δῆλον δὲ ὅτι τῇ τῶν Ἰουδαίων, καίτοι κομώσῃ πάλαι πλείσταις τε ὅσαις ἁγίων κεφαλαῖς, καὶ διαφανῆ τὴν δόξαν ἐχούσαις. ταύτῃτοί [*](Es. i. 21.) φησι καὶ διὰ φωνῆς Ἡσαΐου Θεός “Πῶς ἐγένετο πόρνη [*](1. οἱ deest in Edd. 2. ὁ προφητικὸς ἡμῖν ἐν τ. κατολ. λόγος Α. ὁ Προφήτης ἡμῖν ἐν τ. κατολοφύρεσθαι Edd. 5. κήδεται Α.Β. φείδεται Edd. 6. ἀφίησιν Α. ἀνίησιν Edd. φιλάνθρωπος ὢν Α. Θεὺς ὢν φιλ. Edd. 7. αὐταῖς Α. Statim ηὑρημένων correxi ex A. εὑρ. Edd. 8. ἐσώθησαν αἱ Σοδομιτῶν ποτὲ πόλεις Α. ἔσωθεν οἱ Σοδομιτῶν ποταμοὶ Edd. Verba κἂν—πόλεις desunt in B. 9. Θεοῦ] + καὶ Edd. invitis A.B. τοὺς om. A. λόγοις pro ὀλίγους A. 10. καὶ assumptum ex B. ἀνακοπτόντων pro ἀν- ακόπτοντος A. 12. κατορθῶν] ὁ κατορθῶν B. (36 al.) οὐκ ἔστιν pro οὐχ ὑπάρχει B. 13. ἐνθλιβῇ pro ἐκθλιβῇ F. Edd. 14. κακῷ pro τὁ κακὸν F. 15. λόγους εἰρηνικοὺς inverso ordine A. (87, 91, 310.) 16. αὐτοῦ] + ἐστιν Edd. (A.V. etc.) invitis A.B. 17. Ἀτρεκὴς Α. Ἔστιν ἀτρ. Edd. ὁ προφήτης accesserunt ex B. 19. κατακομώσῃ pro καίτοι κομώσῃ Α. 20. κεφαλαῖς ἁγίων inverso ordine A. ἐχούσῃ] ἐχούσἠ᾿ [ =ἐχούσῃ et ἐχούσαις] B. Statim ταύτῃ Α. τοῦτό Edd. 21. καὶ assumptum ex A. λοιπόν pro Θεός Α.)
Ἆρ᾿ οὖν αἰτιάσαιτό τις τὸν εἰς εἰρήνην συλλέγοντα τοὺς μεμερισμένους εἰς διαφοράν; εἶτα πῶς ἂν ἀληθὲς εἴη, ὅτι [*](S.Matth. v. 9.) “Μακάριοι οἱ εἰρηνοποιοὶ,” καὶ ποὶος αὐτῶν ὁ μισθός; ἀλλὰ σώζεται μὲν τοῖς τῆς εἰρήνης βραβευταῖς τὰ ἐ'ντεὺθεν αὐχήματα. πλὴν ὁ κρίνων ὀρθῶς, τὸ τῷ θείῳ δοκοῦν διερμηνεύει [*](d) ωόμῳ, καὶ τοὺς μὲν ἀδικοῦντας ἐλέγξει, συναγορεύσει δὲ πάντως τοῖς ἠδικημένοις. ὅταν δὲ τοῖς ἀδικοῦσι λέγωμεν λόγους εἰρηνικοὺς, οὐκ ἐλέγχοντες αὐτοὺς ὡς ἡμαρτηκότας, τότε δὴ τότε παραλύσομεν ἐναργῶς τὸ τῷ Νομοθέτῃ δοκοῦν. [*](Mal.ii.7.) ἔφη γὰρ ὅτι “Στόμα ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον “ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.” παρέπεται δέ πως ἀεὶ τοῖς δωροδοκεῖν εἰωθόσι τὸ μήτε δύνασθαι κρίνειν ὀρθῶς, μήτε μὴν ἐκ παῤῥησίας ἐλέγχειν τοὺς ἡμαρτηκότας, συμβου- [*](e) λεύειν δὲ μᾶλλον τὰ πρὸς εἰρήνην, κἂν εἰ πλείστην ὅσην ἐπιφέρωσί τισι τὴν πλεονεξίαν. καὶ τῆς νόσου τὴν αἰτίαν σαφῆ καθιστὰς ὁ Προφήτης, φησί Καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· ἀρέσκει γὰρ ἴσως αὐτῷ, φησὶ, καὶ τὸ ἐκτόπως γεγενημένον. εἶτα πῶς ἐπιτιμήσει τοῖς ἠδικηκόσιν; ὃ γὰρ ἐπαινέσας ἔχει, πῶς ἂν ἔτι καταμωμήσαιτο; χρῆμα δὴ οὖν ἀνόσιόν τε καὶ ἐπιζήμιον ἀληθῶς ἡ πλεονεξία καὶ τὸ καταθλίβειν ἑτέρους.
Ἐπάρατον δὲ πρὸς τούτῳ καὶ τὸ αἰσχρῶν ἡττῆσθαι λημ- [*](456 A. a) μάτων, ἥκειν δὲ εἰς τοῦτο δυσβουλίας, ὡς ἀλογῆσαι λοι[]ον καὶ τῶν εἰς ὀρθότητα τρόπων, καὶ τὸ κρίνειν ἀδεκάστως, [*](2 λόγους εἰργνικοὺς inverson ordine (ut supra) A. 3. αἰτιάσαιτό A. αἰτιάσεταί Edd. τῇ εἰρήνῃ pro εἰς εἰρήνην A. 4. διαφοράν] Sic correxi ex B. διαφθοράν A. Edd. ἂν et εἴη desunt in A. 6. τῆς om. A. 7. διερμηνεύει] Sic edidi. διερμηνεύειν (sic) A. διερμηνεύσει b. ἑρμηνεύει Edd. 8. ἀδικοῦντας A.b. ἀδίκους Edd. 9. λέγωμεν B.b. λέγωσι Edd. 10. αὐτοὺς assumptum ex B. τοὺς pro αὐτοὺς ὡς b. 11. παραλύσομεν A.B. παραλύσωμεν b. παραλύουσι Edd. 13. ἐκζητοῦσιν Edd. invitis A.B. 14. δωροδοκεῖν] δωροληπτεῖν B. invito b. 17. τῆς νόσου τὴν hoc. ordine A.b. τὴν alt. om. B. 21. ἔχει B. ἔχειν A. ἔχῃ Edd. verbum hoc om. b. καταμωμήσεται Edd. invitis A.B.b. 22. ἡ assumptum ex A. 24. ἡττᾶσθαι A. 25. τε pro δὲ A. 26. ἀδίκως pro ἀδεκάστως A.)
Καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σῆς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς.