In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἥλω μὲν ἥλω τῶν Ἰουδαίων ἡ χώρα, καὶ δορίληπτος εἰς [*](d) Βαβυλῶνα καὶ Μήδους ἀπεκομίσθη κατὰ καιροὺς ὁ Ἰσραὴλ, οὐκ ἰδίαις δυνάμεσι κατευμεγεθοῦντος αὐτῶν τοῦ κεκρατηκότος, ἀποστρεφομένου δὲ μᾶλλον αὐτὸν ὡς ἡμαρτηκότα τοῦ διασώζοντος Θεοῦ, καὶ οἷον ὑπὸ χεῖρα φέροντος τῶν ἐχθρῶν, διὰ τὸ καὶ εἰδώλοις ἀψύχοις ἑλέσθαι προσκυνεῖν, ἀποσείεσθαι δὲ καὶ τὸν πάλαι διὰ Μωυσέως ὁρισθέντα νόμον, καὶ ἁπαξαπλῶς ἀπονεῦσαι πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, οὐδένα τε φαυλότητος τρόπον ἀνεπιτήδευτον ἐᾶν. εἶτα λα- [*](e) [*](2. ἐσκοτισμένην] κατεσκοτισμένην Edd. invitis A.B. λαμπρὰν ἀποφήνῃ inverso ordine A. 5. τε A.B. δὲ Edd. δεικνὺς B. ἑαυτοῦ A. αὐτοῦ Edd. 7. λόγῳ] λόγος iid. 10. τῶν deest in A. Staim ὅλων pro πάντων B. 12. ἐξημερότητος pro ἐξ ἡμ. Edd. 14. λέγουσα F. Edd. (153) sed cf. ἡ λέγ. infra 464 fin. 15. οἱ ὀφθαλμοί μου] + νῦν Β. (153). Statim ὄψονται A. (Co.) 17. ἡμέρας A. (Alex.) cf. in Es. 232 a. ἡμέρα Edd. (Vat.) 18. ἥλω om. A. δορύληπτος Edd. 21. ὡς ἡμαρτ. αὐτὸν inverso ordine B. 23. τὸ καὶ hoc ordine A.B. 26. οὐδένα τε—ἐᾶν desunt in B.)

724
βόντες οἱ Βαβυλώνιοι, καὶ ταῖς ἑαυτῶν δυνάμεσιν ἀνάπτοντες τὸ νικᾶν, καὶ αὐτῆς τῆς θείας κατεσοβαρεύσαντο δόξης, ᾤοντό τε κρατήσειν τῆς Ἰουδαίας, κἂν εἰ ἕλοιτο σώζειν αὐτοὺς ὁ τῶν ὅλων Θεός· καὶ λαβόντες ὑπὸ χεῖρα τοὺς ἡμαρτηκότας, δεινοῖς τε καὶ ἀφορήτοις κατῃκίσαντο πόνοις, χαλεπὴν αὐτοῖς ἐπαρτήσαντες τὴν δουλείαν. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Ἀσσυρίων [*](463A. a Hier. xxvii. 31.) ἀνοσίαν πληθὺν, ἤγουν πρὸς τὴν Βαβυλῶνα “Ἰδοὺ ἐγὼ “πρὸς σὲ τὴν ὑβρίστριαν” καὶ μέντοι καὶ περὶ αὐτῶν τῶν [*](Es. xlvii. 6,7.) ἐξ Ἰσραήλ “Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χειράς σου, σὺ δὲ “οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν “ζυγὸν σφόδρα, καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα.” οὐ γὰρ ἦν ἔλεος παρ᾿ ἐκείνοις, οὐ φειδὼ ἡλικίας, οὐ γήρως αἰδὼς, οὐ σπλάγχνα οἰκτιρμοῦ. δέδονται δὴ οὖν ταύτῃτοι δικαίως εἰς χεῖρας καὶ αὐτοὶ Περσῶν τε καὶ Μήδων, κατα- [*](b) στρατηγοῦντος Κύρου, ὃς εἷλε τὴν Βαβυλῶνα. καὶ περὶ [*](Hier. xxvii. 24, 25.) αὐτῶν που τάχα φησὶν ὁ προφήτης Ἱερεμίας “Ἐπιθήσον- “ταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης “καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. ἤνοιξε Κύριος τὸν “θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ.” σκεύη δὲ φησι τῆς ὀργῆς τοὺς πεπορθηκότας αὐτήν. συμβέβηκε τοίνυν ληφθῆναι μὲν ὑπὸ Κύρου τὴν Βαβυλωνίων, ἀνεθῆναι δὲ τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. ταύτῃτοί φασιν οἱ λελυτρωμένοι, ὅτι ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται [*](c) αἰσχύνην. ὅταν γὰρ ἴδῃ κείμενα μὲν εἰς γῆν τὰ ἴδια τέκνα οἰκτρῶς τε καὶ ἀδοκήτως ἀπολωλότα, τοὺς δὲ ὑπὸ χεῖρέχοντας, πῶς οὐ πάντη τε καὶ πάντως περιβαλεῖται αἰσχύνην, [*](2. κατεσοβαρεύσαντο A. κατεσοβαρεύοντο Edd. 7. φωνῆς assumptum ex A. 8. ἀνοσίαν om. A. 9. πρὸς Edd. (Alex.) ἐπὶ B. (Vat.) 10. τὰς assumptum ex A. cf. infra 478 c. in Es. 216 d. 11. ἐβάρυνας A. βαρύνας B. Edd. 13. οὐ secundum A. οὐδὲ Edd. Statim φειδὼς A. 14. σπλάγχνα (σπλάγχνον B.) οἶκτιρμοῦ A.B. σπλάγχνων οἰκτιρμοί Edd. 17. αὐτῶν] αὐτοῦ iid. 18. καὶ οὐ γνώσῃ om. B. 21. τῆς deest in A. 23. φησιν A. 25. εἰς] + τὴν Edd. invitis A.B. 27. ἀνιεμένους A. ἀνειμένους Edd. οἴκοι τε] καὶ οἴκοι B.)
725
καίτοι λέγουσά ποτε Ποῦ Κύριος ὁ Θεός σου; ἐπόψομαι γὰρ αὐτὴν ὡς πηλὸν ἐν ὁδοῖς ὑπὸ πόδας ἐχθρῶν ἐῤῥιμμένην τε καὶ πεπατημένην. εἶτα πρὸς αὐτὴν ὁ λόγος τὴν Βαβυλῶνά φησιν Ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, ἀντὶ τοῦ Ὁ καιρὸς καθ᾿ ὃν ἂν γένοιο, φησὶν, ὑπὸ πόδας ἐχθρῶν, Κύρου δηλονότι [*](d) συμπατοῦντός τε καὶ καταθλίβοντος ἐν ἴσω πηλοῖς τὴν ἀλαζόνα τε καὶ ὑβρίστριαν.

Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ χρῆναι νοεῖν τὰ τοιάδε πάλιν ἱστορικῶς, ἀποχρώντως ἡμῖν εὖ μάλα καὶ εὖ ἔχων ἐκπεποίηται λόγος. ἐφαρμόσειε δ᾿ ἂν οὐδὲν ἧττόν τις αὐτὰ καὶ τῇ νοητῇ Σιὼν, τουτ;στι τῇ Ἐκκλησίᾳ κατευμεγεθούσῃ τῶν ἐχθρῶν καὶ πατούσῃ τοὺς διώκοντας καὶ τῶν πολεμεῖν εἰωθότων αὐτὴν κατακερτομούσῃ τὸ ἀδρανὲς, κἂν εἰ δοκεῖεν [*](e) ἔσθ᾿ ὅτε περιγίνεσθαι καὶ κρατεῖν. πολλοὶ μὲν γὰρ λίαν οἱ καὶ ὀδόντας αὐτῇ δυσσεβῶς ἐπιτρίζοντες καὶ ὀργὰς ἐπιθήγοντες καὶ πᾶν εἶδος συνιστάντες ἐπιβουλῆς· τοῦτο μὲν Ἑλλήνων παῖδες τοῖς σφῶν αὐτῶν ἀσυνέτοις εὑρήμασιν οὐ μετρίως ἐπαγωνιζόμενοι, καὶ τῆς τῶν εἰδώλων ἀπάτης ὑπεραθλοῦντες γενικῶς· τοῦτο δὲ καὶ οἱ κατὰ τῶν ἁγίων μάλιστα φονῶντες αἱρετικοὶ, καὶ ἀπηνέστερόν που τάχα κατὰ τῶν [*](a 464A.) ὀρθὰ φρονεῖν ᾑρημένων ἀγριαίνοντες, ἢ ἐκεῖνοι μᾶλλον οἱ καὶ τὴν πίστιν οὐ προσηκάμενοι. διαγυμνάζοντος γὰρ ἔσθ᾿ ὅτε τοὺς ἁγίους τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ πειρασμοῖς περιπίπτειν ἐῶντος, καὶ οἷάπερ ἐν πυρὶ δοκιμάζοντος τοὺς γνησίους προσκυνητὰς, ὀφρὺν οἱ δείλαιοι κατ᾿ αὐτῶν ἐπαίρουσι τὴν ἀγέρωχον, μονονουχὶ δὲ πονοῦντας ὁρῶντες, τό [*](2. τε assumptum ex b. 5. γένοιο A.b. Statim φησὶν om. A. invito b. 6. τε deest in b. πηλοῖς A.B. πολοῖς (sic) b. πηλῷ Edd. 8. ἧκεν] ἥκει iid. 9. ἀποχρώντως correxi ex A. ἀποχρῶν iid. 10. πεποίηται pro ἐκπεπ. B. οὐδὲν deest in A. 13. αὐτὴν A. αὐτῇ Edd. δοκοῦσιν pro δοκεῖεν A. 14. κατακρατεῖν pro καὶ κρατ. A. 16. συνιστάντες A. συνιστῶντες Edd. 19. γενικῶς A.B. γενναίως iid. 20. φωνῶντες iid. ἀπηνέστερόν A. ἀγριώτεροί B. ἀγριώτερόν Edd. 21. εἰρημένων (sic) A. Statim ἀγριαίνοντες assumptum ex A. 22—24. γὰρ—δοκιμάζοντος desunt in A. 24. ἐῶντος B. πειρῶντος Edd. 25. γνησίους correxi ex A. γνησίως iid. ἐπαίρουσι A. αἴρουσι Edd. 26. μόνον δὲ οὐχὶ inverso ordine A. τό om. A.)

726
Ποῦ Κύριος ὁ Θεός σου, φηλνάφως κατακεκράγασιν. ἀλλ᾿ [*](Eph. v. 27.) b ἥ γε σοφή τε καὶ πάναγνος καὶ ἁγία παρθένος, ἡ σπίλον τε [*](Supra ver. 7.) καὶ ῥυτίδα μὴ ἔχουσα, φήσειεν ἂν εἰκότως “Ἐγὼ δὲ ἐπὶ τὸν “Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, “εἰσακούσεταί μου ὁ Θεός μου·” καταπατήσει δὲ ὅτι τοὺς ἀνθεστηκότας ὡς πηλὸν ὁδῶν, καὶ ὡς οὐκ ἂν ἐφησθεῖεν εἰσάπαν αὐτῇ, κἂν εἰ κατασείοιτό πως, οἱ πειράζειν εἰωθότες, πῶς [*](S.Matth. vii. 25.) ἔστιν ἀμφιβαλεῖν; “τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν,” καὶ ἔστιν αὐτῆς ἔρεισμα Χριστὸς, κρηπὶς ἀκράδαντος, καὶ διηνεκὴς ἀσφάλεια, Σωτήρ τε καὶ Λυτρωτής.

[*](Supra ver. 8. c)

Φαίη δ᾿ ἂν οἶμαί που τό “Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου “ὅτι πέπτωκα,” καὶ ὅσα τούτοις συνήρμοσται, καὶ ἀνθρώπου ψυχὴ, πλημμελήσασα μὲν καὶ κατεγνωσμένη, μεταχωροῦσα δέ πως ἐπὶ τὸ χρῆναι μετανοεῖν καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἐκδεχομένη τὴν χάριν. ἐρεῖ γὰρ ὡς πρὸς ἐχθρὰν τὴν τυραννήσασαν ἁμαρτίαν Μὴ ἐπίχαιρέ μοι· πέπτωκα μὲν γὰρ ὁμολογουμένως, τὸ τῷ Θεῷ δοκοῦν παραλύσασα, καὶ τὸν ἐμαυτῆς καθεῖσα νοῦν εἰς φιληδονίας κοσμικάς. ἀλλ᾿ οὐ [*](d) μακρὰν ἐλπίδος εἰμὶ ὅτι καὶ ἀναστήσομαι, κἂν εἰ γέγονά πως ἐν ἀχλύϊ καὶ σκότῳ· φῶς γὰρ καὶ αὐτὴ εὑρήσω Χριστὸν, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος εἰς νοῦν ἀνατείλας λελευκα- [*](Supra. ver. 9.) σμένην ἀποφανεῖ. “Ὀργὴν Κυρίου ὑποίσω, ὅτι καὶ ἥμαρτον “αὐτῷ.” εἰ γὰρ καὶ γέγονα, φησὶν, ἐκ προσώπου βραχὺ, δέδομαι δὲ καὶ εἰς νοῦν ἀδόκιμον, ἀλλ᾿ οὖν ἔσομαι σοφὴ, καὶ παθοῦσα δικαίως τὴν ἀποβολὴν εἴσομαι τὸ κρῖμα, καὶ δὴ καὶ ὀρθῶς γενέσθαι φημί· κεκόλασμαι γὰρ οὐ μάτην. ἐπειδὴ δὲ τὴν πρεπωδεστάτην ἐκτέτικα δίκην, “ὄψομαι τὴν δικαιο- [*](1. πλὴν σαφῶς (sic) pro φληνάφως A. 2. τε prius deest in A. τε alt. om. B. 3. φήσει pro φήσειεν Edd. 4. μου] + καὶ iid. invito A. 5. καταπατήσειε δὲ ἔτι pro καταπατήσει δὲ ὅτι iid. 7. κατασείοιτό A. καταμειοῖτό iid. 8. ἀμφιβάλλειν iid. invitis A.B. 14. πως deest in B. 15. γὰρ om. B. 16. μὲν om. B. 17. τῷ om. A. 18. καθεῖσα A. καθιεῖσα Edd. 19. εἰμὶ assumptum ex B. 20. γὰρ assumptum ex B. αὐτὸν pro αὐτὴ A. 21. εἶεν οὖν (sic) pro εἰς νοῦν A. 22. ἀποφαίνει pro ἀποφανεῖ A. καὶ assumptum ex B. 25. εἴσομαι A.B. οἴσομαι Edd. 26. καὶ om. B.)

727
“σύνην αὐτοῦ.” δικαιοσύνη δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς ἂν [*](e) εἴη λοιπὸν, πλὴν ὅτι Χριστός; οὕτω γὰρ ἡμῖν αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ ἀποκαλεῖ λέγων “Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη [*](Es. li 5; lvi. 1.) “μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.” εἶτα τῆς ἐν Χριστῷ δικαιοσύνης τὴν χάριν καὶ τῆς ἁμαρτίας τὴν καταστροφὴν ἐννοήσασά που κατὰ τὸ εἰκὸς ἡ τοιάδε ψυχὴ, σοφῶς καὶ ἀγχίνως ἀνακεκράξεται Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς [*](a 465 A.) καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς· ἡμέρα ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη. ἐπειδὴ γὰρ ἐπιδεδήμηκεν ὁ Χριστὸς, δικαιῶν τῇ πίστει τοὺς ἠμαρτηκότας, ἐμπέφρακται [*](Ps.cvi, 42.) μὲν τῆς ἀνομίας τὸ στόμα, κατῃσχύνθη δὲ ὥσπερ καὶ ὁ ταύτης εὑρετής. καὶ ὁ μὲν ἀπελήλαται, καὶ τῆς καθ᾿ ἡμῶν ἀποπέπτωκεν ἀρχῆς, ἡ δὲ ὡς πηλὸς ἐν ὁδοῖς πεπάτηται λοιπὸν, τοῖς τῶν ἁγίων ποσὶν οἱονείπως ὑπενηνεγμένη. γέγονε δὲ αὐτῇ καὶ ἐξάλειψις ἡ ἡμέρα Χριστοῦ, καθ᾿ ἣν [*](b) ἕκαστον τῶν προσιόντων αὐτῷ καθαρὸν ἀποφαίνει τῶν ἀρχαίων αἰτιαμάτων διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ κατασφραγίζει τῷ Πνεύματι πρὸς ἁγιασμὸν,κ καὶ ἐν τέκνοις καταγράφει Θεοῦ.

Καὶ ἀπώσεται νόμιμα ἡ ἡμέρα ἐκείνη· καὶ αἱ πόλεις σου ἥξουσιν [*](12) εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων, καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως ποταμοῦ, καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους. [*](c) [*](3. ἀποκαλεῖ Α. ἀπεκάλει Edd. 7. σοφῶς] ὀρθῶς Α. καὶ alt. assumptum ex A. 9. ἐπόψομαι pro οἱ ὀφθ. μου ἐπόψονται Α. εἰς deest in B. 10. ἡμέρα habet A. ἡμέρας e. 12. τῇ deest in B. ἠδικημένους pro ἡμαρτηκ. Β. Statim ἐκπεφρ. Β. 13. ἀνομία] Sic correxi ex A. ἀνόμου Edd. 17. αὐτῇ καὶ Α. καὶ αὐτῆς Edd. καὶ ἐξάλ. αὐτοῦ pro αὐτῇ καὶ ἐξάλ. Β. 18. ἀποφαίνει Α.Β. ἀποφανεῖ Edd. 19. κατασφραγίσει iid. 20. εἰς pro πρὸς Α. 21. καταγράψει iid. Statim Θεῷ Aub. 23. ὁμαλισμὸν] συγκλείσμὸν Β. (ΧΙΙ mg. 22. al.) 24. ἕως] + τοῦ Edd. invitis A.B. (19, 97, 228, 310.))

728
καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων αὐτὴν, ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.

Διὰ μέσου τέθειται τὸ τῆς Σιὼν πρόσωπον, ἤτοι τῆς Ἱερουσαλὴμ τετραμμένης ἤδη πως πρὸς μετάγνωσιν, καὶ τὴν ἐλπίδα θεμένης επὶ Θεῷ, διατεθειμένης τε ὅτι καὶ λυτρωθή- [*](Supra ver. 10.) σεται, καὶ πατουμένην ἐπόψεται τὴν Βαβυλωνίων, καίτοι λέ- [*](d) γουσαν ἐξ ὑπεροψίας αὐτῇ “Ποῦ Κύριος ὁ Θεός σου;” τὴν δέ γε τῶν προκειμένων διάνοιαν ἐφαρμόσαι τις ἂν οὐχὶ τοῖς διὰ μέσου μᾶλλον, ἀλλὰ τοῖς ἀνόπιν βραχύ· ποῖα δὲ ἦν ἄρα ταυτὶ, δι᾿ ὀλίγων ὑπομνήσομεν. μὴ γὰρ δὴ χρῆναι πιστεύειν [*](Supra ver. 5.) αὐτοὺς ἐν φίλοις, μήτε μὴν ἐλπίζειν ἡγουμένοις προστέταχεν. ἐδήλου δὲ, ὅτι καὶ γύναιον μὲν ὀλιγωρήσει πρὸς [*](Ib.6.) ἄνδρα, καὶ πατρὸς ἀλογήσει τέκνον, καὶ τῆς εἰς μητέρας [*](e) αἰδοῦς ἀφειδήσουσι θυγτέρες, καλούντων εἰς τοῦτο τῶν ἐκ τοῦ πολέμου δειμάτων. ἔνθα γὰρ ἂν ὁ τοῦ παθεῖν φόβος κατὰ πάντων ἐν ἴσῳ φαίνοιτο τρέχων, ἐκεῖ δή που πάντως ἑκάστῳ φροντὶς ἡ προυργιαιτέρα τῆς οἰκείας ἔσται ζωῆς, τῆς ἑτέρου πάντως κατημελημένης.

Κατ᾿ ἐκεῖνο δὴ οὖν φησὶ τοῦ καιροῦ, ἤγουν κατ᾿ ἐκέίνην τὴν ἡμέραν, καθ᾿ ἣν ἂν ῥᾴθυμοι γένοιντο τῆς περὶ πατέρας φιλοστοργίας υἱοὶ, θυγατέρες δὲ αὖ τῆς περὶ μητέρας, ἀπωσθήσεται τὰ νόμιμα, τουτέστιν, ἀτονήσει λοιπὸν καὶ ὁ τοῦ πρέποντος λόγος· οὐ γὰρ ἐν σχολῇ μὲν αἰτιάσεται πατὴρ τὸν [*](466 Α. a) υἱὸν ὡς ἠμεληκότα καὶ φύσεως νόμων, οὔτε μὴν τοῖς ἐκ τοῦ καθήκοντος ἐπιτιμίοις ὑποθήσει θυγατέρα μητὴρ λελυπημένη, φροντίδος ἑτέρας ἐπηρτημένης, μᾶλλον δὲ ὀλέθρου καὶ τῶν εἰς ἄκρον κακῶν. οἰχήσονται γὰρ εἰς ἐρήμωσιν αἱ [*](2. ἐκ Α. (Alex. XII.) ἀπὸ Edd. (Vat. XII mg.) 5. ἐπὶ deest in A. δὲ pro τε Α. 6. ὄψεται Β. Βαβυλωνίων Α. Βαβυλῶνα Edd. Statim καὶ pro καίτοι iid. 10. βραχέων pro ὀλίγων Α. Statim ὑπομνησόμεθα Εdd. 12. καὶ deest in A. ὠλιγώρησε Edd. invitis A.B. 15. τοῦ prius deest in A. ἂν assumptum ex A.B. 20. πατέρας Β. πατέρα Εdd. 21. αὖ τῆς retinui ex Edd. αὐτῆς Α.Β. ἀπωσθήσεται] ἀποθήσονται Α. 23. λόγος assumptum ex A.B. 24. καὶ accessit ex A. Statim φύσει Edd. repugnantibus A.B.)

729
πόλεις, καὶ εἰς διαμερισμὸν καὶ καταστροφήν. οἱ μὲν γὰρ ἐκείνης, οἱ δὲ τῆς γείτονος, ἕτεροι δὲ τῆς ὁμόρου καταστρατεύσονται, καὶ ἁπάσης καταδραμοῦνται τῆς γῆς ἐξ ὄρους εἰς ὄρος, ἐξ ἠοῦς εἰς δύσιν, ὡς ἐκ βορέου πρὸς νότον, ὡς μέχρι τερμάτων ἅπασαν ἁπλῶς καταδῃοῦσθαι τὴν γῆν, ἀπὸ [*](b) Τύρου ἔως ποταμοῦ καὶ ἐξ ὄρους εἰς ὄρος. εἰκὸς δὲ δὴ πάλιν νόμιμα λέγειν ἐν τούτοις τὰς ἐν ἔθει τεθειμένας τοῖς τῶν εἰδώλων τεμένεσιν ἑορτὰς, ἤγουν τὰς θυσίας. ἀνῃρημένων γὰρ αὐτοῖς τῶν πόλεων, οἴκων τε καὶ τῶν ἐν αὐτοῖς ἁπάντων διηρπασμένων, τίς ὁ πληρώσων ἔτι τὰ νενομισμένα, καὶ τοῖς τῶν εἰδώλων ἕδεσι καὶ ναοῖς προσκομιῶν τὸ σέβας;

Ἴοι δ᾿ ἂν ὁ λόγος, καὶ μάλα εἰκότως, καὶ ἐπ᾿ αὐτοὺς εἴπερ ἕλοιτό τις τοὺς ἑτερόφρονας καὶ δοκησισόφους καὶ τὰ ὀρθὰ τῆς Ἐκκλησίας δόγματα διαστρέφοντας. ἥλωσαν [*](c) γὰρ ὡς πόλεις, καὶ εἰς διαμερισμὸν γεγόνασι τοῖς ἐχθροῖς· δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου· καὶ μερίδες γεγόνασιν ἀλωπέκων, κατὰ τὸ γεγραμμένον, μερισάμενοι [*](Ps. lxii. 11.) τὴν ἀσέβειαν καὶ τοὺς τῆς βλασφημίας τρόπους καὶ τῆς ἀληθείας τὴν κατάῤῥησιν. συμβέβηκε δὲ ταυτὶ καὶ τοῖς Ἰουδαίων δήμοις, ὅτε τὸν Ἐμμανουὴλ ἀνοσίως περιυβρίσαντες, ἐκβεβλήκασι μὲν ἔξω τοῦ ἀμπελῶνος, κατὰ τὸ [*](S.Matth. xxi. 39.) γεγραμμένον, σταυρῷ δὲ παρέδοσαν, καίτοι λέγοντες καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος. τοιγάρτοι πεπόρθηνται [*](d Ib. 38.) καὶ ἀκλεῶς διολώλασιν, οὐχ ἑτέρου του χάριν, ἢ ἐκ καρπῶν ἐπιτηδευμάτων. δέον γὰρ ἄγασθαι τὸν Δημιουργὸν, τῆς εἰς τὸν κόσμον ἀγάπης, ὅτι “ τὸν Υἱὸν αὐτοῦ [*](S. Joan. iii. 16.) “τὸν Μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ [*](3. ἐξ ὀροῦς Α. ἐξ ὀρῶν Edd. εἰς ὄρος] εἰς ὄρη Α. 4. ἐξιούσης εἰς βρῶσιν (sic) pro ἐξ ἠοῦς εἰς δύσιν Α. Statim ὡς assumptum ex A.B. 5. ἁπλῶς Α. αὐτοὺς Edd. Staim καταδῃοῦν iid. invitis A.B. 6. εἰκὸς] οἶκος (sic) A. 7. νόμιμον Edd. invitis A.b. 8. τὰς deest in b. 9. αὐτοῖς prius A. b. αὐτῶν Edd. παρ᾿ pro γὰρ praecedens b. 10. πληρῶν Β. Statim ἔτι om. B. 11. προσκομίζων (sic) A. 14. ἥλωσαν γὰρ ὡς πόλεις Α. ἥλω γὰρ ἡ πόλις Edd. 17. γεγόνασιν] + τῶν Β. μερισ.] + δὲ Edd. invitis A.B. 18. Haec καὶ τοὺς τῆς βλ. τρόπους accesserunt ex A. 19. τοῖς] + τῶν Β. 20. ὅτι pro ὅτε Edd. repugnantibus A.B. 24. του οm. A. 27. δέδωκεν] ἔδωκεν Α.)

730
“ἀπόληται ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον,” τοῦτο μὲν οὐκ ἔδρων· πόθεν; ἀναφυσώμενοι δὲ πρὸς ἀλαζονείας ἀπεκτόνασι τὸν [*](Ps. xxxiv. 12.) Δεσπότην, ἀνταποδιδόντες αὐτῷ πονηρὰ ἀντὶ ἀγαθῶν, κατὰ [*](e) τὸ γεγραμμένον, καὶ πᾶν εἶδος δυσσεβείας ἀνοσίως ἐπι- [*](Es. l. 11.) τηδεύοντες. ἀκουέτωσαν δὴ οὖν “Πορεύεσθε τῷ φωτὶ τοῦ “πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε,” καὶ μὴν καὶ τό [*](Pron. i. 31.) “ Ἔδεσθε τοὺς καρποὺς τῶν ἰδίων ἐπιτηδευμάτων.”

Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας κατὰ μόνας δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου, νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος. καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ [*](467 A. a) Αἰγύπτου ὄψεσθε θαυμαστά.

Ἐφήρμοσται πάλιν τοῖς διὰ μέσου κειμένοις ὁ λόγος, καὶ μετανεύει πρὸς τὸ χρηστὸν, τῇ τῷ ἐν Χριστῷ νοουμένων ἀγαθῶν ἐλπίδι προτρέπων ἐπὶ τὸ ἄμεινον καὶ μετατιθεὶς εὖ μάλα πρός γε τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. τεθορύβηκε μὲν γὰρ οὐ μετρίως τῇ προαγορεύσει τῶν σκυθρωπῶν τοὺς εὐκόλως ἰόντας ἐπὶ τὸ ῥᾳθυμεῖν, ἀνακτᾶται δὲ αὖ, τὸ κατευφραίνειν [*](b) εἰδὸς εὖ μάλα παρεντιθεὶς, ὡς ἂν μὴ ἀπογινώσκοντες οἱ πρὸς οὓς ὀ τῆς νουθεσίας πεποίηται λόγος, φέροιντο κατὰ πετρῶν, [*](Prov. xviii. 3.) ἀμεταστρεπτί τε καὶ ἀχαλίνως. γέγραπται γάρ “ Ὅταν ἔλθῳ “ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ.” εἰσκεκόμισται τοίνυν ἢ τὸ αὐτοῦ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, λέγον τῷ Υἱῷ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κλη- [*](2. πόθεν; ἀναφυσώμενοι δὲ] Sic edidi ex A. qui dedit ποθὲν ἀναφ. δὲ. ἰόντες δὲ B. Edebatur οἱ δὲ. 3. κατὰ τὸ γεγρ. om. B. 4.ἐπιτηδεύοντας Edd. ante. Migne. 5. πορεύεσθε] + ἐν Edd. invito A. 6. καὶ primum] + ἐν iid. invitis A.B. 7. ἔδεσθε Β. ἑλέσθαι (sic) Α. ἔδεσθαι Edd. 8. φυλήν Α.Β. (Alex. XII.) φυλάς F. Edd. φυλῆς (36. al.) cf. infra 761 c. 9. κατὰ μόνας Β.F. καταμόνας Α. (ΧΙΙ mg.) καθ᾿ ἑαυτοὺς Edd. (A.V.) Statim δρυμῶν Α. (106.) 10. αἱ deest in B. 11. ἑξόδου F. (49.) ἐκ γῆς pro ἐξ Α. (ΧΙΙ mg. 22. al.) cf. infra 469 a. 16. γε assumptum ex A. 17. προσαγορεύσει Α. 18. ῥᾴθυμον pro ῥᾳθυμεῖν Α. 20. φέροιντο] φέρωντε (= φέρωνται) Α. 23. ἢ assumptum ex B. 24. ποίμαινε] + τὸν A. (22. al.) φυλήν Α. φυλάς Edd.)

731
ρονομίας σου, ἤγουν ἔτι πάλιν τὸ πρόσωπον ἡμῖν τὸ προφητικὸν αὐτῷ τρόπον τινὰ διακεκραγὸς τῷ Ἐμμανουὴλ, ὅτι χρὴ ποιμαίνειν αὐτὸν ἐν ῥάβδῳ δὸν ἴδιον λαὸν ἢ κλῆρον. [*](c) λαὸς δὲ Χριστοῦ, καὶ μέντοι καὶ πρόβατα νομῆς αὐτοῦ νοηθεῖεν [*](Ps. xcix. 3.) ἂν οἵτε ἐκ περιτομῆς πιστεύσαντες, καὶ οἱ κεκλημένοι πρὸς ἁγιασμὸν ἐκ τῆς τῶν ἐθνῶν πληθύος. ἔκτισε γὰρ τοὺς [*](Eph. ii. 15, 16.) δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκατήλλαξεν ἀμφοτέρους διὰ τοῦ σώματος αὐτοῦ πρὸς ἕνωσιν τὴν πνευματικήν. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός “Καὶ ἄλλα πρόβατα ἔχω·” τοὺς ἐκ περιτομῆς δηλονότι· [*](S. Joan. x. 16.) “κἀκεῖνα δεὶ με ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς “ποιμήν.”

Λαὸς οὖν ἄρα Χριστοῦ, φυλή τε καὶ πρόβατα καὶ κληρονομία [*](d) οἱ “οὐκ ἐξ ἔργων νόμου,” δεδικαιωμένοι δὲ μᾶλλον διὰ [*](Gal. ii. 16.) τῆς πίστεως. οἱ μὲν γὰρ ὑπὸ κατάραν ἦσαν, κατὰ τὴν τοῦ [*](Ib. iii. 10.) μακαρίου Παύλου φωνήν· οἱ δὲ φαῖεν ἂν ἐφ᾿ ἑαυτοῖς ἀληθεύοντες “Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν [*](Ps. cxiii. 23;) “οὐρανὸν καὶ τὴν γῆν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.” [*](cxvii. 27.) καταποιμαίνει δὲ τοὺς ἰδίους ἐν ῥάβδῳ Χριστὸς, οὐκ ἐν σιδηρᾷ [*](Ps. ii. 9.) καταπλήττων, καὶ ὡς σκεῦος κεραμέως συντρίβων, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἀλλ᾿ ἐπιστρέφων ἐν ἠπιότητι, καὶ [*](e) οἷα ποιμὴν ἀγαθὸς, μετρίοις ἀνακόπτων δείμασι τὰς ἐπὶ τὸ ῥᾴθυμον ὁρμὰς τῶν πεπιστευκότων· οὕτω γάρ που φησὶν ὁ τῶν ὅλων Δεσπότης, ὡς ἐν προσώπῳ Δαυεὶδ τὸν ἐφ᾿ Υἱῷ διαπλάττων λόγον “ Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν [*](Ps. lxxxviii. 31—4.) “νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ [*](1. ἔτι assumptum ex. A. 2. διακεκραγότος Α. 3. αὐτὸν assumptum ex A. b. ἴδιον Α. b. Ἰουδαικὸν Edd. 4. καὶ μέντοι om. B. invito b. Haec νομῆς αὐτοῦ assumpta ex A. 6. πρὸς] + τὸν Edd. invitis A. b. 9. τὴν om. A. γοῦν—τοὺς ἐκ περι- desunt in A. αὐτὸς ἔφασκεν hoc ordine B. 10. ἔχω·] + πρὸς Edd. invito B. 11. με δεῖ inverso ordine B. inv. A. γενήσονται Α. 13. κληρονομίας pro καὶ κληρονομία A. 15. ἦσαν Β. Edd. εἰσὶ Α. 17. ἡμεῖς] ὑμεῖς Α. [ὑ in rasura.] 19. ἐν alt. om. B. 20. πλήττων B. 21. ψάλλοντος Α. ψαλμῳδοῦ Edd. 26. καὶ] + ἐν iid. invitis A.B. καὶ pro ἐὰν A.)

732
“δικαιώματά μου βεβηλώσουσι, καὶ τὰς ἐντολάς μου μὴ “φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, [*](68 A. a) “καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ “διασκεδάσω ἀπ᾿ αὐτῶν.” οὐκοῦν συντρίβει μὲν, ὥσπερ ῥάβδῳ καταπαίων τῇ σιδηρᾷ, τὸν ἐξήνιον, ἀπειθῆ τε καὶ ἀλαζόνα, καὶ τὴν πίστιν οὐ προσιέμενον· παιδαγωγεῖ δὲ χρηστῶς τοὺς πεπιστευκότας, καὶ καταβόσκει μὲν ἐν κρίνοις, ὅτι τῇ θεοπνεύστῳ γραφῇ, καθιστὰς ἐναργῆ διὰ τοῦ Πνεύματος τοῖς νουνεχεστέροις τὰ ἐν αὐτῇ κεκρυμμένα, ἵνα [*](Eph. iv. 13. b) “πρὸς ἄνδρα τέλειον ἀναβαίνωσι, καὶ εἰς μέτρον ἡλικίας “τοῦ πληρώματος τοῦ Χριστοῦ,” λιπαρὰν ἔχοντες καὶ εὐτροφουμένην τὴν φρένα, καὶ ταῖς νοηταῖς ἐνσπαταλῶσαν τρυφαῖς.

Κατασκηνοῦμεν δὲ κατὰ μόνας οἱ ἀπόλεκτοι καὶ ἐκκεκριμένοι, καὶ τῶν ἄλλων ἀποφοιτήσαντες, οἳ μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς καὶ τὴν τῶν προσκαίρων ἐκτετιμήκασι κτῆσιν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἐνδούμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων οὐ μετρίως ἀπονενεύκασιν. οὐκοῦν ἠρεμαῖον ἔχοντες τὸν νοῦν, καὶ τύρβης αὐτὸν τῆς εἰκαίας [*](c) καὶ βδελυραῖς ἀπαλλάττοντες, ἔξω που τεθείμεθα, σεπτήν τε καὶ ἀξιάγαστον διαζῶμεν ζωὴν, καὶ κατὰ μόνας ἐσμὲν, καθά- [*](Hier.xv. 16, 17.) περ ἀμέλει καὶ ὁ προφήτης Ἱερεμίας. ἔξη γὰρ ὅτι “Κύριε “παντοκράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, “ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας “ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” κατοικοῦμεν δὲ κατὰ μόνας οἷάπερ ἐν δρυμῷ καὶ ἐν ὄρει. καὶ δρυμὸν μὲν νοήσεις [*](d) εὔξυλόν τε καὶ εὐανθῆ τὴν διφυᾶ παίδευσιν, ἠθικήν τε φημὶ [*](1. βεβηλώσουσι Α. (Alex.) βεβηλώσωσι Edd. 3. μάστιγι Β. 6. καὶ deest in Edd. 7. ABBREV (=Χριστὸς) pro χρηστῶς Β. 9. τῇ θεοπνεύστῳ γραφῇ Α.Β. τῆς θεοπνεύστου γραφῆς Edd. 10. γεγραμμένα Α. 12-14. λιπαρὰν—τρυφαῖς desunt in B. 13. ἐνσπαταλῶσαν Α. εὐσπατ. Edd. 15. κατασκηνοῦμεν Α. κατασκηνοῦσι Β. κατασκηνοῦσι μὲν Edd. οἷον pro οἱ Α. ἐνκεκριμ. (= ἐγκ.) Α. 18. κτίσιν Α. 20. εἰκαίου Α. 22. διαβιοῦμεν pro διαζ. Α. 23. Κύριος Α. Statim παντοκράτορ B. (90, 106, 144.) 26. δὲ] + οἱ Edd. invitis A.B. 28. διαφυᾶ iid.)

733
καὶ δογματικὴν, ὄρος δὲ τὸ οἷον ὑψοῦ τε καὶ ἀνηγμένον. χθαμαλὸν γὰρ οὐδὲν τῶν παρ᾿ ἡμῖν φιλοσοφουμένων, καὶ σπουδῆς ἀξιουμένων ἐν Ἐκκλησίᾳ, ὅτι δὲ πίων τε καὶ εὔβοτος ἡ τοιάδε νομὴ, κατασημαίνει πάλιν ὡς ἐκ παχυτέρων παραδειγμάτων, νεμηθήσεσθαι λέγων τοὺς ὑπὸ Χριστῷ παιδαγωγουμένους τήν τε Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν· χωρία δὲ ταῦτα πλείστην ὅσην καὶ ἀμφιλαφῆ τοῖς θρέμμασιν ἀναβρύοντα νομὴν, καὶ ποικίλῃ πόᾳ πλουσίως κατεστεμμένα. ἀπὸ δὴ τῶν σωματικῶν καὶ ὡς ἐν αἰσθήσει κειμένων [*](e) ἀναθρώσκοντες σοφῶς ἐπὶ τὰ πνευματικὰ, καὶ τὴν ἔσω τε καὶ κεκρυμμένην θεωρίαν ἐννοῶμεν, ὅτι τοῖς τῆς θεοπνεύστου γραφῆς ἐντρυφῶν θεωρήμασιν ἐναβρύνεται μὲν τῶν ἁγίων ὁ νοῦς, πιμελῆς δὲ ὥσπερ τινὸς ἀναπίμπλαται, πρακτικῆς, ὡς ἔφην, καὶ θεωρητικῆς ἀρετῆς ἀφθόνως μεταλαχὼν, οὐκ εἰς χρόνον τινὰ βραχὺν καὶ συνεσταλμένον, ἀλλ᾿ ὡς ὁ Προφήτης φησὶ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, εἰς μακρὸν καὶ ἀπέραντον. τὰ μὲν γὰρ εὐφραίνοντα τὴν σάρκα [*](a 469 A.) σὺν αὐτῇ πίπτει καὶ μαραίνεται καὶ ἐν ἴσῳ σκιαῖς παριππεύοντα μετὰ βραχὺ συστέλλεται· τῶν δὲ ἄνωθεν καὶ πνευματικῶν ἀγαθῶν ἡ μέθεξις μακροῖς αἰῶσι συνεκτείνεται· ἀναπόβλητος γὰρ τῶν τοιούτων ἡ κτῆσις.

Ἔφη δὲ ὅτι ὄψεσθε θαυμαστὰ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐκ γῆς Αἰγύπτου. ὥσπερ γὰρ τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάττων τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, διαφόροις κολάσεσι κατῃκίζετο τοὺς ἐθέλοντας πλεονεκτεῖν, πηλῷ τε [*](b) [*](1. καὶ alt. om. A. Statim ἀνηρμένον pro ἀνηγμένον e conjectura edidit Aub. invitis A.B. Pont. 3. ἐκκλησίαις Α. δὲ] + ἐστι Α. 5. ὑπὸ Χριστῷ] ὑπὸ Χριστοῦ Α. 6. χωρία δὲ ταῦτα] χῶραι δὲ αὖται Β. 7. ἀναβρύουσαι Β. 8. πλουσίως πόᾳ inverso ordine B. Statim κατεστεμμέναι Β. 10. σοφῶς Α. σαφῶς Edd. 12. θεωρήμασιν ἐντρυφῶν inverso ordine A. 13. ὁ deest in Edd. 14. οὐκ εἰς χρόνον μεταλαχὼν βραχύν τινα καὶ συνεσταλμ. ἀλλ᾿ ἀφθόνως inverso ordine addens καὶ Β. 17. τὰ μὲν Α.Β. τά τε Edd. 18. αὐτοῖς pro αὐτῇ idd. σκιαῖς] σκιᾶς Aubertus. 21. ἀπόβλητος Α. κτίσις Α. 22. ἐξοδίας] ἐξόδου Edd. 23. ἐν γῇ (sic) A. τῆς pro γῆς Β. Haec ὥσπερ γὰρ τῆς ἐν Αἰγύπτῳ accesserunt ex A. 25. θέλ. pro ἐθέλ. Β.)

734
αὐτὸν καὶ πλινθείᾳ κατατρύχοντας, οὕτω δὲ καὶ ἡμᾶς τοὺς πεπιστευκότας τῆς τοῦ διαβόλου χειρὸς καὶ τῆς νοητῆς δου- [*](S. Matth. xii. 29.) λείας ἔξω τιθεὶς ὁ Σωτὴρ, ἔδησε τὸν ἰσχυρὸν ὡς αὐτός φησι, [*](S. Joan. xii. 31.) καὶ ἐξέβαλεν ἔξω τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. καὶ ὥσπερ ὁ Φαραὼ κατεποντίσθη, καὶ ἀπόλωλεν ὁμοῦ τοῖς ἰδίοις ὑπασπισταῖς· οὕτω πάλιν ὁ σατανᾶς ὁμοῦ τοῖς ἀκαθάρτοις [*](2 S. Pet. ii. 4.) πνεύμασι μονονουχὶ γέγονεν ὑποβρύχιος, σειραῖς ζόφου τε- [*](1. Cor. x. 2.) ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ ἐβαπτίζοντο· οὕτω καὶ [*](c) ἡμεῖς εἰς Χριστὸν βεβαπτίσμεθα. αὐτὸς γάρ ἐστιν ἡ νοητὴ νεφέλη, ἡ τὴν ὑφ᾿ ἥλιον καταρδεύουσα, καθάπερ τισὶν ὑετοῖς, τοῖς εὐαγγελικοῖς κηρύγμασι. καὶ ὥσπερ ἐκείνοις καθίει τὸ μάννα κατὰ τὴν ἔρημον, οὕτω καὶ ἡμῖν ἑαυτὸν δίδωσιν εἰς [*](S. Joan. vi. 51,33.) τροφὴν “ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν “διδοὺς τῷ κόσμῳ,” καὶ εἰσεκομίζοντο μὲν εἰς γῆν ἐκεῖνοι τὴν αἰσθητήν· ἡμεῖς δὲ τὴν ἄνω κατακληρονομοῦμεν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν· [*](S.Matth. v. 5.) καὶ ταύτην εἶναι τὴν γῆν φησὶν ὁ Σωτὴρ, ἣν καὶ τοῖς πραέσιν d ἐπηγγείλατο. οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν πάλαι γεγενημένων ἐπὶ τῷ Ἰσραὴλ μαθήσῃ σαφῶς τῶν διὰ Χριστοῦ κατωρθωμένων ἐν ἡμῖν τὴν δύναμιν.

Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις τὸ τελοῦν εἰς ὄνησιν πανταχόθεν ἡμᾶς ἐκπορίζειν ἀναγκαῖον, φέρε καὶ ἑτέραν ἰόντες ὁδὸν, ἀπὀ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἑλόντες λέγωμεν. [*](1. κατατρύχοντες Edd. ante Migne. correxi ex A. δὲ om. A. Statim καὶ assumptum ex A.B. ὑμᾶς Edd. 2. Haec καὶ τῆς νοητῆς—τὸν ἰσχυρὸν accesserunt ex A.B. 5. κατεποντίσθη Β. κατεποντίζετο Edd. 7. δαίμοσι pro πνεύμασι Β. σειραῖς Α. σιροῖς Β. Edd. ζόφοις (ut Alex.) τεραρταρωμένοις Α. 9. ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ hoc ordine A. 10. ἐβαπτίσθημεν Α. Statim αὐτὸς γὰρ Α. οὗτός τε Edd. 11. ἡ om. A. ὑφ᾿ ἡλίῳ κατάρδουσαν (sic) A. 13. μάννα Α.Β. νᾶμα Edd. 16. ατακληρον.—Ἱερουσαλὴμ] κληρον. γῆν τὴν ἐπ. πόλιν B. 17. τῶν deest in Edd. 18. πραέσιν] 22. Ἐπειδὴ δὲ Α. Ἐπεὶ δὲ Edd. τοῖς assumptum ex A.B. ἀκροωμένους Edd. ante Migne. ἕνωσιν pro ὄνησιν Edd. ante Migne. Statim πάντοθεν Edd. invito A. 24. τῶν deest in Edd. ἑρμηνείας] + ἀρχὴν iid. invitis A.B.)

735
Κάρμηλος μὲν γὰρ Περιτομῆς ἐπίγνωσις ἑρμηνεύεται, αἰσχύννη δὲ Βασανῖτις, Γαλααδῖτις γεμὴν Διαθήκης μετάθεσις. ἔχει δὲ λίαν ἔν γε δὴ τούτοις μάλιστα τὸ πιπθανὸν ὁ λόγος. [*](e) ἐσόμεθα τοίνυν, Χριστοῦ ποιμαίνοντος, ἐν ἐπιγνώσει περιτομῆς, δηλονότι τῆς ἐν Πνεύματι νοουμένης. περιτετετμήμεθα γὰρ ἡμεῖς ἀχειροποιήτῳ περιτομῇ, καὶ τὸν ἐν τῷ κρθπτῷ [*](Rom. ii. 29.) περιφέρομεν Ἰουδαῖον, τοῦ κατὰ σάρκα Ἰσραὴλ τὴν αἰσθητὴν ἔχοντος μόνην καὶ τὴν ἐν γράμματι, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν καρδίᾳ διὰ τοῦ Πνεύματος. αὕτη γὰρ ἡ ἀληθὴς περιτομὴ, Θεῷ γνωρίμους ἀποτελοῦσα τοὺς δεχομένους αὐτήν. τοιγάρτοι καὶ ἔφασκε προφητικὸς ἡμῖν ὁ λόγος “Περιτμή- [*](Hier.iv. 4. a 470 A.) “θητε τῷ θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαδίαν ὑμῶν, “ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ.” ἐν Καρμήλῳ δὴ οὖν ἐσόμεθα, διαποιμαίνοτος Χριστοῦ, τουτέστιν ἐν ἐπιγνώσει περιτομῆς, ἔσομεθα δὲ οὐδὲν ἧττον καὶ ἐν Βασανίτιδι, τουτέστιν ἐν ἐντρπῇ καὶ αἰσχύνῃ, οὐκ ἐλεγχόμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ᾿ ὅτι πεπλημμελήκαμεν, ταύτῃτοι μεταγινώσκοντες, καὶ ἐν αἰσθήσει λοιπὸν τῶν ἐξἀγνοίας ἡμαρτημένων ἐρχόμενοι· σωτηρίας δὲ τὸ χρῆμα ὁδός. ἀναισθησίας [*](b) γὰρ τῆς ἐσχάτης ἀπόδειξις ἐναργὴς, τὸ εἷον σκληρᾷ τε καὶ ἀναισχύντῳ καρδίᾳ διαβιοῦν ἑλέσθαι τινὰς, καὶ ἥκιστα μὲν τοῖς ἰδίοις πραίσμασιν ἐπερυθριᾶν· κεῖσθαι δὲ τάχα που καὶ ἐν ἀγνοίᾳ τῶν ἡμαρτημένων. οὐκοῦν οἱ ἐν ἐπιγνώσει περιτομῆς τῆς νοητῆς τε καὶ θείας, ἐπερυθριάσουσι μὲν τοῖς ἰδίοις πταίσμασιν, ἐν αἰσθήσει δὲ τοῦ πεφυκότος ἀδικεῖν γενόμενοι, πάντως που μεταφοιτήσουσιν ἐπὶ τό σφισιν αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατον. ἔσονται δὲ οἱ [*](1. αἰσχύνη] καταισχύνει (sic) A. 3. τούτῳ Α. 5. καὶ ὡς pro τῆς Α. 8. μόνην Β. Edd. μονὴν Α. 9. περιτομὴ] + καὶ Edd. invitis A.B. Statim θεῷ deest in A. 10. ἀποτελεῖ Edd. 11.προφητικὸς] προφητικῶς Edd. ὁ deest in B. 12. καρδίαν (sic) pro σκληροκαρδίαν Β. 14. ποιμαίνοντος Α. Statim τοῦ add. Edd. invitis A.B. 15. βασ α ανίτιδι Α. 16. ἐν deest in Edd. [ἐν τρ. pont. Migne.] 19. ἐρχόμενοι] γινόμενοι Β. 19—23. ἀναισθησίας—τῶν ἡμαρτημένων om. B. 23. ἐν alt. om. A. Statim γνώσει pro ἐπιγνώσει Β.invito A. 26. γινόμενοιΑ.)
736
[*](c) τοιοῦτοι καὶ ἐν τῇ Γαλααδίτιδι, ἐν μεταστάσει νομοθεσίας ἤγουν διαθήκης. πολιτευσόμεθα γὰρ ὑπὸ Χριστῷ γεγονότες, νομικῶς μὲν οὐκέτι, ζήσομεν δὲ μᾶλλον εὐαγγελικῶς, καὶ τὴν ἐκ τοῦ γράμματος παχύτητα παρατρεχοντες, τὴν πνευματικὴν λατρείαν ἐπιτελέσομεν τῷ Θεῷ, καὶ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον μεθιστάμενοι, ἀλλαξόμεθα τῶν τύπων τὴν ἀλήθειαν.

Ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, [*](d) ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀπο- κωφωθήσονται. λείξουσι χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν.

Ἔθνη φησὶν ἐν τούτοις τὰς βδελυράς τε καὶ ἀκαθάρτους τῶν δαιμόνων ἀγέλας, αἳ πάντη τε καὶ πάντως ἐπὰν ἴδωσι τοὺς ἐν χριστῷ καλουμένους εἰς δικαίωσιν, εἰς ἁγιασμὸν, εἰς ἀπολύτρσιν, εἰς υἱοθεσίαν, εἰς ἀφθαρσίαν, εἰς δόξαν, εἰς ἀνειμένην τε καὶ ἐλευθέραν ξωὴν, τότε δὴ τότε καταισχυνθήσονται, τῆς κατ᾿ αὐτῶν δυναστείας ἐξωθούμενοι καὶ τὴν [*](e) ἰδίαν ἰσχὺν διαπίπτουσάν τε καὶ ἀτονοῦσαν βλέποντες. δέ- [*](S.Luc.x.19.) δωκε γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς “πατεῖν “ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ἐχθροῦ.” κείσονται δὴ οὖν ὑπὸ δας τῶν πεπιστευκότων οἱ πάλαι νενικηκότες, κατηῤῥωστηκότες τὸ ἄναλκι καὶ ἀπουευρούμενοι διὰ Χριστοῦ. καὶ τὰς μέν χεῖρας ἐπιθήσουσι τῷ στόματι, καταγορεύειν οὐκέτι τῶν ἡμαρτηκότων συγχωρού- [*](Rom.viii.33,34.) μενοι· “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;” κατὰ τὸ [*](1. μεταστάσει] μεταθέσει Β. 4.παρατρέχοντες Α.Β.παρατρέποντες Edd. 8.αἰσχυνθήσονται F. (Co.) 9.ἐπιθήσουσι χεῖρας] τὰς χεῖρας ἐπιθήσ. Α. (ΧΙΙ.153,198,233.) τὸ deest in B. (Alex. XII.) τὸ habet A. ἀποκωφωθή- συγκλεισθήσονται Α. (106.) 13 δαιμόνων] δαιμονἰων Α. ἐπειδὰν pro ἐπὰν Α. 15. εἰς υἱοθεσίαν—ἐλευθέραν ζωὴν] εἰς ἀφθαραίαν, εἰς δόξαν, εἰς υἱοθεσίαν, εἰς ἐλλευθέραν ζωὴν Β. 18. τε assumptum ex A. 22. ἀπονευρούμενοι Α. ἀπονενευπουμεένοι (sic) Pont. quod correxit ad ἀπονενευρωμένοι Aub. ἀποωεκρούμενοι Β. 25. κατὰ τὸ γεγρ. desunt in B.)

737
γεγραμμένον. ἔφη δέ που καὶ ὁ μακάριος Δαυεὶδ ὅτι “Πᾶσα [*](a 471 A. Ps. cvi. 42.) ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.” σιωπήσουσι δὴ οὖν, καὶ οὐχ ἑκόντς, φησὶν, οἱ δεινοὶ πρὸς ἐγκλήματα, καὶ ὥσπερ ὑπὸ βροντῆς βεβλημένοι τοῦ ἐφ᾿ ἡμῖν δηλονότι θαύματος, ἀποκωφωθήσονται. ἐξαίσιον γὰρ ἄκουσμα τὸ ἐφ᾿ ἡμῖν, μέγα τε ὥσπερ καὶ ὑπερφυὲς ἀληθῶς κατακτύπημα, εἴπερ ἐστὶν ἀληθές “Ὅτι ἔτι ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν [*](Rom.v. 8, 6.) “Χριστὸς ὑπὲρ ἀσεβῶν ἀπέθανεν,” ἵν᾿ οἱ πάλαι δεινοῖς καὶ [*](b) ἀφορήτοις ἐνισχημένοι πταίσμασι, νῦν ὦμεν ἡγιασμένοι, καὶ “Οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλ᾿ ”ἐλεῳ [*](Tit. iii. 5.) καὶ χάριτι, οἱ πάλαι λελυπημένοι καὶ ἁπάσης ἐλπίδος ὡς ἀπωτάτω, νῦν ἠγαπημένοι, λαμπροὶ καὶ ἀπόβλεπτοι, “κλη- [*](Rom.viii.17.) “ρονόμοι μὲν θεοῦ, Χριστοῦ δὲ συγκληρονόμοι.” ἀποκωφωθήσονται δὴ οὖν φησὶ, μονουχὶ καὶ ἐμβρόντητοι γεγονότες διάτοι τὴν ἐφ᾿ ἡμῖν γαληνότητα τοῦ θεοῦ καὶ τῆς παρασόξου χρηστότητος τὴν ὑπερβολὴν, λείξουσι χοῦν σύροντες γῆν ὡς ὄφεις, τουτέστιν, οὐχ εὑρήσουσι τροφήν. ἔθος μὲν γὰρ τοῖς [*](c) ὄφεσιν, εἰ ἐν ἐνδείᾳ γένοιντο τῶν ἐδωδίμων, ἔσθ᾿ ὅτε διαμάττειν τῇ γλώττῃ τὸν χοῦν, καὶ τροφὴν ἡγεῖσθαι τὸ παρατυχόν. ἔσεσθαι δέ φησιν καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐν ἴσαις ἐνδείαις. οἱ γὰρ δὴ πάλαι τρυφᾶν εἰωθότες καὶ ἄρδην ἅπαντας καταπίνοντες τοὺς ἐπὶ τῆς γῆς, οὐχ εὑρήσουσιν ἔτι τὸν τοῦτο παθεῖν ἀνεχόμενον, διὰ τὸ καὶ πάντας σεσῶσθαι παρὰ Χριστοῦ, ἥκειν τε λοιπὸν εὐσθενείας εἰς τοῦτο πνευματικῆς, ὡς τῶν ἀρχαίων ἐκείνων μὴ ἀνέχεσθαι δηγμάτων, ἐπιβαίνειν δὲ μᾶλλον ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, κατὰ τὸ [*](d Ps.xc.13.) γεγραμμένον. οὐχὶ μόνον δὲ λείξουσι τὴν γῆν, ἀλλὰ γὰρ καὶ [*](1. καὶ om. A. 5. ἄκουσμα]ἀκουσμάτων Β. 7.ἡμῶν ὄντων ἁμ. ἔτι inverso ordine A. ἔτι deest in B. καιροὺς Α. 9—13. καὶ οὐκ— συγκληρονόμοι desunt in B. 10.ὧν pro ὅ Α. 11. λελυπημένοι Α. μεμισημένοι Edd. 14. φησὶ deest in A. 15. καὶ τῆς π. χ. τὴν ὑπερβ. desunt in B. χρηστότητος Α. γαληνότητος Edd. 16. Haec χοῦν σύροντες accesserunt ex B. χοῦν καὶ γῆν......(eraso συροῦσιν?)Α. 17.μὲν deest in Edd. 21. πάλαι] πάλιν Α. ἄρδειν Edd. 23. καὶ deest in A. Statim πάντας Α. πάντως Edd. 24. ἥκει iid. 25. διηγμάτων pro δηγμάτων Β. Statim ἀναβαίνειν Edd. 27. δὲ μόνον inverso ordine A.)
738
συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν, τουέστι, συνεχόμενοί τε πρὸς ἀσθενείας καὶ λύπας, καὶ οἷον πολιορκούμενοι τῇ τοῦ καταθλίβοντος δυνάμει, φημὶ δὴ χριστοῦ, οὐκ ἐν μετρίοις ἔσονται δείμασιν.

Εἰκὸς δὲ δή τι καὶ ἕτερον ἐν τούτοις ἡμῖν ὑποδηλοῦν τὸν συγκλεισμόν. γενόμενος γὰρ καθ᾿ ἡμᾶς ὁ Μονογενὴς μυρία μὲν ὅσα παραδόξως εἰργάζετο, πλείονα δὲ ἦν οἶμαί που τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. ἐπέταττε γὰρ τοῖς ἀκαθάρτοις [*](e) πνεύμασι καταβαίνειν εἰς ᾅδου, καὶ κατακλείεσθαι λοιὸν εἰς τὴν ἄβυσσον, ἵνα τῶν πικροτέρων θηρίων ἀπαλλάττοι τὴν γῆν. εἰκόνα δὲ τοῦ πράγματος ἐν τοῖς ἀρχαιοτέροις τεθεάμεθα γράμμασιν· ἐπειδὴ γὰρ εἷλεν Ἰησοῦς ὁ τοῦ Ναυὴ [*](Jos. x. 17.18.) τὰς τῶν ἐθνῶν χώρας, πέντε βασιλεῖς κατέκλεισεν ἐν σπηλαίῳ, ἐπεκύλισέ τε τῷ στόματι λίθον, τῆς τοῦ Σωτῆρος οἰκονομίας ἀνατυπῶν, ὡς ἔφην, ἐφ᾿ ἑαυτῷ τὴν δύναμιν. καὶ [*](S.Luc.viii.31.472 A.) γοῦν οἱ δαίμονες “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς a “εἰς τὴν ἄβθσσον ἀπελθεῖν.” συγχυθησεσθαι δὴ οὖν αὐτοὺς φησὶν ἐν συγκλεισμῷ αὐτῶν, οἷον κατακλειομένους εἰς ᾅδου [*](2 S. Pet. ii.4.) λοιπὸν, καὶ σειραῖς ζόφου τεταρταρωμένους, ἵν᾿, ὡς ἔφην, τῶν πικρῶν τε καὶ ἀνημέρων θηρίων ἀπαλλάττῃ λοιπὸν τὸ γένος τὸ ἀνθρώπινον.

Ἐπὶ τῷ Κυρίῳ θεῷ ἡμῶν ἐκστήσονται, καὶ φοβηθήσονται ἀπὸ σοῦ. τίς Θεὸς ὥσπερ σύ; ἐξαίρων ἀνομίας καὶ ὐπερβαίνων [*](b) ἀδικίας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ, καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. [*](2. τε om. B. οἱ pro οἷον Edd. 3. οὐκ] καὶ οὐκ Α. 5. τὸν συγκλεισμὸν ἑποδηλοῦν [δηλοῦν Edd.] inverso ordine B. Edd. 7.ἦν assumptum ex A. 9. κατακεκλεῖσθαι Α.10. πικροτάτων Β. ἀπαλλάττοι Α. ἀπαλλάττῃ Β. Migne. ἀπαλλάττει Edd. ante Migne. 11. δὲ om. A. ἀρχαιοτάτοις Edd. invitis A.B. 13. ἐξέκλεισεν Α. 15. ἀνατυπῶν accessit ex A.B. 17. δὴdeest in Edd. 19. σειραῖς Α. σιροῖς Β. σιροῦς (sic) Pont. in σιροὶς correxit Aub. 20. πικρῶν Β. περιττῶν Α. Edd. ἀπαλλάττοιτο Α. τὸ om. Edd. 22. θεῷ deest in Edd. ἐνστήσονται iid. 24. ἀδικίας Α.Β. (ΧΙΙ al.)ἀσεβείας Εdd. cf. supra 210c. καὶ οὐ συνέσχ. εἰς μ. ὀργὴν αὐτοῦ desunt in A.)

739
αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀποῤῥίψει εἰς τὰ ράθη τῆς θαλάσσης πᾶσας τὰς ἁμαρτίας ἡμῶν. δώσει εἰς ἀλήθειαν τῷ Ἰλκὼβ, ἔλεος τῷ Ἁβραὰμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας ` τὰς ἔμπροσθεν.

Ἔκατασις γὰρ ἀληθῶς τὸ χριστοῦ μυατήριον, καὶ παντὸς ἐπέκεινα λόγου τοῦ καταθαυμάζειν εἰδότος τῆς ἐφ᾿ ἡμῖν [*](c) ἡμερότητος ἡ ὑπεροχή. καὶ γοῦν ὁ θεσπέσιος Ἀμβακοὺμ τὸν τῆς ἐνανθρωπήσεως τρόπον κατατεθητὼς ἀνακεκράγει σαφῶς “Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, [*](Abac.iii.1,2.) “Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἐν ἰσότητι τοῦ θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, καὶ πλούσιος ὢν ὡς θεὸς, ἐπτώχευσε δι᾿ ἡμᾶς, ἵν᾿ [*](2 Cor. viii. 9.) ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· ἵνα σώσῃ τὸ ἀπολωλὸς, ῥώσῃ τὸ ἠσθενηκὸς, καταδήσῃ τὸ συντετριμμένον, ζωοποιήσῃ τὸ ἐφθαρθαρμένον, καθαρίσῃ τὸ ῥυποῦν, ἀπαλλάξῃ [*](d) δίκης τὸ καταδεδικασμένον, εὐλογημένον ἀποφήνῃ τὸ ἐπάρατον, τῇ τῆς υἱοθεσίας κατακαλλύνῃ τιμῇ τὸ δοῦλον τῇ φύσει. οὐκοῦν ἀκουέτω παρὰ πάντων Τίς θεὸς ὥσπερ σύ; ἀγαθὸς δηλονότι καὶ ἀμνησίκακος, ἀνιεὶς ἐγκλήματα τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ· κατάλοιποι δὲ κληρονομίας αὐτοῦ νοηθεῖςν ἂν οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, τῆς ἑτέρας δηλονότι πληθύος ὠλοθρευμένης, ὅτι μὴ πεπιστεύκασιν. ἔφη δέ που χριστός “Ὁπιστεύων εἰς τὸν Υἱὸν, [*](S.Joan.iii.18.) “οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται ὅτι μὴ πεπί- [*](e) [*](1.καταδύσει] κατακλύσει F. (Co.) καὶ καταδυναστεύσει Α. 2. ἀπορρίψει Β. (Alex. XII.) ἀπορρίψη Α. ἀπορριφήσονται Edd. (Vat.) πάσας τὰς ἁμαρτίας] πᾶσαι αἱ ἀμαρτίαι F. (22. al.) πᾶσαι ἁμαρτίαι Edd. Statim αὐτῶν pro ἡμῶν Β. (153.) 7. τῆς ἐφ᾿ ἡμῖν ἡμερότητος Α.Β.τὴν—ἡμερότητα Edd. Statim τὴν ὑπεροχὴν Α. 11.Κύριε accessit ex A.B. 12. ἐν om.b. 13. δι᾿ ἡμᾶς accessit ex A.b. 14.αὐτοῦ pro ἐκείνου Α.b. 16. Haec ἀπαλλάξη—τὸ ἐπάρατον accesserunt ex A. 21. κατάλοιποι δὲ κληρονομίας αὐτοῦ] Haec dedit e mg. sed manu ut vid. eadem (nisi quod κληρονομίας ex κληρονομι α correxisse videtur manus forte recentior) b. οὗτοι δὲ Edd. οἵ Β.Nihil habet A. 22. νοηθεῖςν αν om. b. ἐξ Ἰσραὴλ om. A. invito b. 23. ὠλοθρευμένης Α.Β. ἀλοθρευομένης Edd. 24. γάρ pro δέ Α.)

740
“στευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ θεοῦ.” ὑπερθρώσκει δὴ οὖν ἁμαρτίας καὶ παριππεύει τὰ ἐγκλήματα καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ. τὸ εἰς μαρτύριον ἀντὶ τοῦ εἰς τέλος, ἢ μέχρι παντός. ἐκβεβλήμεθα γὰρ ἐν Ἀδὰμ, ἀλλ᾿ εἰσεδέχθημεν ἐν χριστῷ. καὶ κατηράσατο μὲν ἐν ἐκείνῳ, ηὐλόγησε [*](Rom.v.15.) δὲ πάλιν ἐν τούτῳ· “Ὥσπερ γὰρ, φησὶ, τῷ τοῦ ἑνὸς “παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” οὕτω καὶ τῷ τοῦ ἑνὸςν δικαιώματι οἱ πολλοὶ ζήσονται. κατέληξε δὴ οὖν τῆς ὀργῆς, [*](473 Α.a) ὅτι θελητὴς ἐλέους ἐστίν· ἐν καιρῷ δὲ τῆς ἁπάντων ἐπιστροφῆς, τουτέστι τῆς ἐνανθρωπήσεως, οἷά περ ἐν θαλάσσῃ βαπτιεῖ τὰς ἁπάντων ἁμαρτίας. ἐπειδὴ δὲ τοῖς ἁγίοις πατράσιν, Ἁβραάμ τε φημὶ καὶ Ἰακὼβ ἐπηγγείλατο πολυπλασιάσειν αὐτῶν τὸ σπέρμα καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, δώσει φησὶν αὐτοῖς τὰ ἐπηγγελμένα. κληθήσονται γὰρ παρέρες πολλῶν ἐθνῶν, οὐκ ἐν μόνοις δηλονότι τοῖς ἐξ αἵματος Ἰσραὴλ μετρουμένων τῶν τέκνων, ἀλλὰ καὶ τοῖς ἐξ [*](b) ἐπαγγελίας. οὗτοι δέ εἰσιν οἱ ἐκ πίστεως τῆς καὶ καλουμένης ἀκροβυστίας, τοῖς ἐκ νόμου καὶ περιτομῆς εἰς ἑνότητα τὴν πνευματικὴν οἱονείπως ἀνακιρνάμενοι. γέγραπται γὰρ [*](Rom. ix. 6,8.Gal.iii.9.) ὅτι “Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ “τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.” ὅσοι γάρ εἰσιν “ἐκ πίστεως, εὐλογοῦνται σὺν τῷ πιστῷ Ἁβραάμ.” καὶ ὁ τῆς εὐλογίας τρόπος νοοῖτ᾿ ἂν ἡ χάρις ἡ ἐν Χριστῷ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[*](1. υἱοῦ accessit ex A. ὑποθρώσκει (sic) A. 3.μαρτύριον—μαρτύριον] μαρτυρίας—μαρτυρίας Edd. invitis A.B.b. 5. ηὐλόγησε] Sic correxi ex A. εὐλόγ. Edd. 6. φησὶ] + ἐν Edd. invito A. 9. Hoc ἁπάντων accessit ex A.B.b. 11. φησὶ post δὲ add. Edd. invitis A.b. 12 τε om. B. καὶ Ἰακὼβ] In mg. καὶ Ἰσαὰκ add. A. haud consentiente b. 13.ὡς pro καθάπερ b. 14. φησὶν deest in B. 16. τῶν om. Edd. 17. ἐκ] + τῆς Edd. invitio A. τῆς καὶ Β. καὶ ἐκ τῆς Edd. 18. ἀκροβθστίας] + καὶ iid. invitis A.B. Statim τῆς pro τοῖς iid. καὶ assumptum ex A.B. ἑνότητα] + καὶ περιτομὴν Α. 21. λογίζονται Β. 24. Θεῷ καὶ desunt in B. 25. Haec νῦν καὶ ἀεὶ καὶ et τῶν αἰώνων assumpta ex B.)