In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν τῆς Σαμαρείτιδος εὐπείθειαν ἰδίαν ὥσπερ καὶ αὐτῷ πρέπουσαν [*](S. Joan. iv. 32.) ἐποιεῖτο τροφήν. ἔφη γὰρ τοῖς ἁγίοις Ἀποστόλοις “Ἐγὼ “βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.” εἶτα τοῦτο δη- [*](Ib. 34.) λῶν, προσετίθει λέγων “Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω “τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ [*](d) “ἔργον.” βρῶμα δὴ οὖν τοῖς ἁγίοις καὶ τρυφὴ, τὸ ἔργον τοῦ Θεοῦ. κατορχήσονται τοίνυν φησὶν ὥσπερ ἄγρωστιν ἤγουν εὐανθῆ κείροντες πόαν, καὶ οἱονεί πως καταφερβόμενοι τοὺς ἐξ ἐθνῶν πιστεύοντας οἱ ἐξ Ἰακὼβ, κατευρυνομένην δὲ οὕτω τοῦ κηρύγματος εὑρήσουσι τὴν ὁδὸν, ὡς μηδένα [*](1. καὶ μαραίνει pro καταμαραίνει Edd. invitis A.B. πολὺ λίαν ἀκαλλῆ Α. ἀκαλλῆ πάνυ Edd. Statim ποιεῖ φαίνεσθαι inverso ordine A. 3. καθὰ καὶ Α. καθάπερ Β. καθὼς καὶ Edd. ἡ ante δρόσος correxi ex B. ἢ Α. Εdd. ante Migne. καὶ alt. om. A. 4. καὶ om. A. 7—11. Haec κατορχήσονται—ζωῆς accesserunt ex A. Statim ἀλλ᾿ Α. καὶ Edd. 12. παρακέοιτο Α. παράκειται Edd. 13. καταχαίρουσι pro κατασκ. Α. 14. τρυφὴν Α. τροφὴν Edd. 17. ὁ alt. assumptum ex B. τῆς Σαμαρείτιδος Β. Σαμαρειτῶν Edd. 19. ἁγίοις assumptum ex A. 20. δηλῶν] αὐτοῖς σαφὲς καθιστὰς Α. 22. πατρός μου pro πέμψαντός με Α. 23. τρυφὴ] τροφὴ Β. 25. καταφερβόμενοι] Hoc retinui ex Edd. καταφερόμενοι Α. κατατρεφόμενοι Β. 26. πιστεύσαντας Β. δὲ assumptum ex A.B. 27. μῆ δεδυνῆσθαι pro μηδένα δύνασθαι Α.)

687
δύνασθαι συναχθῆναί τε καὶ ὑποστῆναι κατ᾿ αὐτῶν, τουτέστι, μήτε συνελθεῖν μήτε μὴν ἀντισχεῖν· τοῦτο γὰρ τὸ ὑποστῆναι εἰ κακοῦν ἕλοιντό τινες τῶν ἐν υἱοῖς ἀνθρώπων. πολλαὶ μὲν γὰρ καὶ παρὰ πολλῶν σκέψεις τε καὶ ἐγχειρήματα συντέθεινται [*](e) κατ᾿ αὐτῶν, ἠδίκηνται δὲ οὐδὲν, Θεοῦ κατευνάχοντος τοὺς τῶν ἰσχυόντων θυμοὺς, καὶ οἷον εὐδοκίας ὅπλῳ περιβάλλοντος [*](Ps. v. 13.) τοὺς ἰδίους καὶ παραδόξως αὐτοὺς ἐκ παντὸς ῥυομένου τε καὶ ἀνασώζοντος πειρασμοῦ.

Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν [*](a 442 Α.) ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. ὑψωθήσεται ἡ χείρ σου ἐπί τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.

Τὰ χρηστὰ καὶ ἀξιάκουστα τῶν διηγημάτων, κἂν εἰ διὰ τῶν αὐτῶν ἔρχοιντο λόγων, οὐκ ἂν ἔχοι τὸ φορτικὸν, ἕψεται δὲ μᾶλλον αὐτοῖς πολὺ τὸ ἐπίχαρι. τὸ κατάλειμμα δὴ οὖν [*](b) τοῦ Ἰακώβ φησι, τουτέστιν, οἱ ἐξ Ἰακὼβ σεσωσμένοι διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀναδεδδειγμένοι κήρυκες καὶ ἱερουργοὶ, ἔσονται μὲν ὡς δρόσος ἐν τοῖς ἔθνεσιν, νεμηθήσονται δὲ καὶ ὡς ἄρνες καλῆς καὶ ἀμφιλαφοῦς κατασκαίροντες πόας. γενηθήσονται δὲ οὐδὲν ἧττον καὶ ὡσεὶ λέων ἐν κτήνεσι δρυμοῦ, βαρὺ καὶ φρικῶδες καταβρυχόμενος, καὶ ἀφόρητον ἐντιθεὶς τὸ δεῖμα καὶ τοῖς μακράν. ἔσονται δὲ καὶ ὡς σκύμνοι λέοντος ἐν ποιμνίοις, [*](c) [*](2. μήτε μὴν Α. μητ᾿ Edd. 4. τε assumptum ex A. 5. οὐδὲν— τοὺς τῶν om. A. 6. Haec καὶ οἷον εὐδοκίας ὅπλῳ περιβάλλοντος [περιβάλλοντας (sic) A.] τοὺς ἰδίους accesserunt ex A. 9. τῷ pro τοῦ B. πολλῶν ἐθνῶν pro λαῶν πολλῶν Α. 10. καὶ ὡς om. A. 11. ποιμνίῳ Α. (91.) διαστείλας ἁρπάσῃ] διαστείλῃ ἁρπάσαι Β. (153.) 16. ἔρχοιντο] προέρχοιντο Edd. invitis A.B. ἔχοι A. ἔχοιεν iid. 17. πολὺ et δὴ assumpta ex A. 18. ἐξ Ἰακὼβ] ἐκ πίστεως Ἰακὼβ Α. 19. τῆς prius om. A. 20, 21. μὲν et καὶ assumpta ex A.B. 22. γενηθήσονται Α. γενήσονται Edd. 23. οὐδὲν ἧττον om. A. τοῖς κτήνεσι τοῦ pro κτήνεσι Α. βαρὺ Α. βυθὺ Edd. 24. καταβρυχόμενοι Β. ἀφόρητον Α. μέγα Edd. Statim ἐντιθέντες β. 25. ποιμνίοις Α.Β. ποιμνίῳ Edd. Praemittit τοῖς Β.)

688
κατεξανιστάμενοι δηλονότι γενναίως καὶ ὧν ἂν ἕλοιντο καταθρώσκοντες, ἀντεξάγοντος οὐδενὸς ἤγουν ἐξελέσθαι δυναμένου τὸ ἡρπασμένον· ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς [*](S.Matth. x. 16.) Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς “Ἰδοὺ ἐγὼ ἀποστέλλω “ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων,” τουτέστι, πράους τε καὶ ὑφειμένους· κἂν εἰ ἕτοιμοι πρὸς τὸ φονᾶν εἶεν ἂν τῶν ἐν κύσμῳ τινὲς, καὶ τῇ τῶν λύκων ὠμότητι παραχωροῦντες οὐσὲν, ἰδίᾳ δὲ αὐτὸς ἰσχύϊ τὰς τῶν πολεμούντων συνθραύσω καρδίας· δειλοὺς καὶ ἀνάνδρους ἀποτελῶ· καὶ πολύ τι τὸ περὶ ὑμᾶς ἐργάσομαι σέβας. οὕτω κεκρατήκασι τῶν ἐχθρῶν, νενικήκασι τοὺς ἀνθρστηκότας, φοβεροὶ τοῖς λύλοις γεγόνασι, καίτοι προβάτων ἐν τάξει κείμενοι· διέδρασαν τὰς ἐπιβουλάς, [*](2 Cor. xi. d 26.) “Κινδύνους λῃστῶν, ὡς ὁ μακάριος γράφει Παῦλος, κινδύ- “νους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλφοις,” καὶ διηρπάζοντο μὲν ὡς ὑπὸ λεόντων αἱ τῶν ἐθνῶν ἀγέλαι· ὁ δὲ ἰδίοις αὐτὰς θελήμασι καταβοσκήσας εἰς ὄλεθρον σατανᾶς, ἐπαμύνειν οὐκ εἶχεν, οὔτε μὴν ἐκσπᾶσαι χειρῶν ἀποστολικῶν τὸ εἰλημμένον εἰς σωτηρίαν. καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν [*](Abac. ii. 6—8.) εἰρημένον διὰ φωνῆς Ἀμβακούμ “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ “τὰ οὐκ ὄντα αὐτοῦ· ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν [*](e) “αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες “αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρ- “παγὴν αὐτοῖς. ὅτι σὺ ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύ- “σουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοί.” κατέδακνον μὲν γὰρ οἱ ὀκτὼ, καὶ διήρπαζον ὡς σκύμνοι τὰ παρ᾿ ἐκείνου συνηθροισμένα· συναγήγερκε γὰρ ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, Θεοῦ [*](1—3. Haec καὶ ὧν ἂν—τὸ ἡρπασμένον accesserunt ex A. 4. μαθηταῖς ἔφασκεν inverso ordine A. 5. τε Α. μὲν Edd. 6—8. Ηaec κἂν εἰ—παραχωροῦντες οὐδὲν accesserunt ex A. 8. διὰ pro ἰδίᾳ Α. αὐτὸς ἰσχύϊ Β. αὐτὸ ἰσχύει Α. αὐτοῖς ἰσχὺς Εdd. πολεμούντων] + αὐτοῖς Α. Statim [ἀποτελεῖ Cod., correxi ad personam primam, ex analogia B.] accesserunt ex A. 10. ὑμᾶς ἐργάσομαι Β. αὐτοὺς ἐργάζεσθαι Α. αὐτ. ἐργάζεται Edd. τῶν om. A. 11. ἀντεστηκότας Εdd. 15. ὑπὸ] + τῶν Edd. invito A. ἰδίας Edd. ante Migne. 16. εἶοις αὐτὰς (sic) pro εἰς ὄλεθρον Α. 19. Ἀμβακούμ] ἡσαίου Β. 20. αὐτοῦ Α. αὐτῷ Edd. κλοιὸν] πηλὸν iid. invitis A.B. 26. ἑαυτῷ Α.Β. αὐτῷ Edd. αὐτῷ pro αὐτοῦ iid.)
689
γὰρ ὁ ἄνθρωπος, μᾶλλον δὲ καὶ τὰ πάντα, καὶ οὐδὲν ἐκείνου παντελῶς· πλὴν ἐσκυλεύετο παρὰ τῶν ὑπολελειμμένων λαῶν, τουτέστι τῶν ἐκ τοῦ καταλείμματος, ἵνα πάλιν ἐννοῇς τῶν εὐαγγελικῶν θεσπισμάτων τοὺς ἱερουργούς. εἶτα πρὸς [*](a 443 A.) αὐτοὺς ὁ ἐνισχύων αὐτοὺς καὶ συνέχων Κύριος Ὑψωθήσεται, φησὶν, ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται. νενικήκασι γὰρ, ὡς ἔφην, ἐν Χριστῷ, καὶ ἀμείνους ἦσαν ἁπάσης ἐπιβουλῆς, καὶ διέλαμψαν ἐν κόσμῳ, καὶ κατεκράτησαν ἐχθρῶν, Θεῷ κατακτώμενοι τοὺς ἀπολωλότας.

Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἐξολθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου, καὶ ἐξολοθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ [*](b) ὀχυρώματά σου· καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί· καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου καὶ τὰς στηλάς σου ἐκ μέσου σου, καὶ οὐκ ἔτι οὐ μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου· καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου, καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ᾿ ὧν οὐκ [*](c) εἰσήκουσαν.

Ἐπάνεισι πάλιν ὁ λόγος ἐπὶ τὰ σκυρωπὰ, καὶ καταλήγει μὲν τέως τῶν ἐπὶ Χριστῷ λαμπρῶν καὶ ἀξιαγάστων διηγημάτων, συνείρει δὲ ὥσπερ τοῖς ὀπίσω ταυτὶ, καὶ τὰ ἐξὀργῆς ἐσόμενα δηλοῖ. ἔφη τοίνυν ὅτι “Καὶ σὺ πύργος [*](Supra iv. 8.) “ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει, καὶ εἰσε- [*](1. Haec καὶ τὰ πάντα accesserunt ex A. Statim καὶ om. B. Post h.v. οὐδὲ pro οὐδὲν Edd. 3. Haec τουτέστι τῶν ἐκ τοῦ καταλείμματος accesserunt ex A. 9. καὶ κατεκράτησαν] κεκεκρατήκασιν i. e. καὶ κεκρατήκασιν Α. 14. ἐξαρῶ στηλάς σου om. A. 17. οὐ accessit ex A.B. (22. al.) προσκυνήσεις Α. (Α.V. XII.) προσκυνήσῃς Β.F. Edd. (XII suprascr.) 19. ἐν secundum assumptum ex A. deest in Edd. (153.) ἐν tertium om. A. 20. ἤκουσαν pro εἰσήκουσαν Α. (91, 311.) 21. Ἐπάνεισι] Ἐπανήκει Edd. invitis A.B. 23. συνερεῖ pro συνείρει Α. 25. αὐχμώδους Edd. invitis A.B.b. καὶ] + εἰς σὲ Α. invito b.)

690
“λεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία Βαβυλῶνος.” τότε δὴ οὖν τότε, φησὶν, οἰχήσεται μὲν σου τὸ ἱππικὸν, συνδιολεῖται δὲ τούτοις καὶ ὀχημάτων ἀγερωχία, καταδῃωθήσονται δὲ καὶ [*](d) αἱ πόλεις, καὶ αὐτῶν ἔρημος ἔσῃ τῶν ὀχυρωμάτων, τουτέστι τειχῶν· κατεπίμπρασαν γὰρ αὐτοῖς ἀνδράσι τὰς πόλεις οἱ Βαβυλώνιοι· τὰ δέ γε τῆς σῆς ἀπονοίας ἐπιτηδεύματα, γοητεῖαί τε καὶ ψευδομαντεῖαι, καὶ αὐτὰ τὰ τῆς ἀπάτης ἐργαστήρια, τεμένη δὲ πάντως ὁμοῦ τοῖς εἰδώλοις ἐξολοθρευθήσονται, καὶ ἐκ βάθρων αὐτῶν πεσεῖται τὰ ἄλση. καὶ τί τὸ ἐντεῦθεν; διαβόητος ἡ δίκη, καὶ ὁ τῆς ποινῆς τρόπος οὐκ ἂν διαλάθοι τοὺς ὁμόρους τῶν ἐθνῶν. γνώσονται δὲ, ὅτι πάντα [*](e) συνέβη παθεῖν αὐτοὺς ἀνθ᾿ ὧν οὐκ εἰσήκουσαν, τουτέστι, τὰ τῆς ἀπειθείας ἐγκλήματα. ἔφη τι τοιοῦτον τοῖς ἀχάλινον [*](Prov. i. 24—27.) ἔχουσιν εἰς τὸ ἀπειθὲς τὴν ῥοπὴν καὶ Ἡ σοφία πάλιν “Ἀνθ᾿ “ὧν ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους “ἐποιεῖτε ἐμὰς βουλὰς, τοῖς δὲ ἐμοῖς λόγοις οὐ προσείχετε· “τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, κατα- “χαροῦμαι δὲ ἥνικα ἂν ἔρχηται ὑμῖν ὄλεθρος, καὶ ὡς ἂν “ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως [*](Rom. ii. 8, 9.) “καταιγίδι παρῇ·” καρποὶ δὲ ἀποστροφῆς “ὀργὴ καὶ θυμὸς, [*](444 A. a) “θλίψις καὶ στενοχωρία” κατὰ παντὸς ἐπέκεινα τοῦ κατακούειν εἰωθότος. δεῖ δὴ οὖν ἄρα καὶ λίαν ἀμελλητὶ Θεῷ καλοῦντι πρὸς τὸ συμφέρον ἕπεσθαί τε γοργῶς, καὶ τὰ αὐτῷ θυμήρη πληροῦν· ὡς τὸ γε βραδὺ καὶ ῥᾴθυμον εἰς τὸ [*](2 οὖν om. B. σοι pro σου Edd. invitis omnibus. 3. τούτοις Α. b. τούτῳ Edd. ὀχήματα ἀγερώχων Β. 4. αἱ assumptum ex A. b. ἔρημος πόλεις ἀνδράσιν inverso ordine A. invito b. 6. ἀπονοίας Α. b. ἐπινοίας Edd. 7. τῆς ἀπάτης τὰ inverso ordine A. b. 8. εἰδώλοις] ἔδεσιν A. b. ἐξολοθρευθήσεται Α. invito b. 11. ὅτι πάντα Β. ταυτὶ σύμπαντα Α. ὅτι δὴ πάντα Edd. 12. τουτέστι τὰ τὴς ἀπ. ἐγκλήματα om. B. 14. εἰς τὸ ἀπ. τὴν ῥοπὴν Α. τὸν λογισμὸν Εdd. πάλιν om. A. 15. λόγους] τοὺς ἐμοὺς λόγους Β. Haec ἀλλὰ—οὐ προσείχετε accesserunt ex A. Statim τοιγάρτι pro τοιγαροῦν A. 17. ἐπιχαροῦμαι Β. (23. al.) 19. ἀφικνεῖται Α. ὁμοίως Α. ὁμοία Edd. 20. δὲ Α. γὰρ iid. θυμὸς] + καὶ Α. 21. Haec κατὰ παντὸς ἐπέκεινα τοῦ κατακούειν εἰωθότος] Sic edidi. κατὰ παντὸς ἐπέκεινα τοῦ κατωκοῦν (sic) εἰωθότος Α. a quo assumpta haec. 22. δὴ et ἄρα assumpta ex A. 24. τοι pro γε A.)
691
δρᾶν ἑλέσθαι τὸ ἀγαθὸν, πρὸς πολλῆς ἡμῖν ἔσται ζημίας, καὶ πικροις ἐνίησι πόνοις. θέα δὲ ὅπως καὶ δίκας αἰτῶν τῶν ἡμαρτημένων ὀνίνησι Θεός. ἀπαλλάττει γὰρ τὸν Ἰσραὴλ βεβήλου τε καὶ βδελυρᾶς εἰδωλολατρείας, καὶ ἀνοσίων ἐγχειρημάτων, φαρμακείας καὶ ψευδομαντείας, βωμῶν, τεμενῶν, θυσιῶν, καὶ τοῦ προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. οὐκοῦν οὐκ ἀνόνητον τὸ παιδεύεσθαι, “πλὴν εἰ ἐν [*](Hier. x. 24.) “κρίσει γένοιτο, καὶ μὴ ἐν θυμῷ,” κατὰ τὴν τοῦ προφήτου [*](b) φωνήν.

Εἰ δὲ δὴ τις λέγοι συμβῆναι ταυτὶ τοῖς Ἰουδαίων δήμοις ἐμπεπαρῳνηκόσιν εἰς Χριστὸν, οὐχ ἁμαρτήσει διανοίας τὸ εἰκὸς ἐχούσης ἐφ᾿ ἑαυτῆς. καὶ γὰρ ἐστιν ἀληθὲς, ὡς ἠρήμωνται μὲν αἱ παρ᾿ αὐτοῖς πόλεις, ἀπόλωλε δὲ καὶ πᾶν τὸ μάχιμον γένος ταῖς Ῥωμαίων χερσὶ δαπανώμενον. καὶ τάχα που τῆς ἀρχαίς ἐκείνης εἰδωλολατρείας ἐξῄτηνται λόγους, εἰ καὶ ἦσαν παρ᾿ αὐτοῖς αἱ προσκυνεῖν ἔτι τῇ κτίσει βουλόμενοι καὶ γοητειῶν ἁπτόμενοι. φιλεῖ γάρ πως ἀεὶ τοῖς [*](c) εἰδωλολατρεῖν ᾐρημένοις ἕπεσθαι ταυτὶ, καὶ οὐδέν ἐστι παρ᾿ αὐτοῖς τῶν ἄγων ἐκτοπωτάτων, ὃ φαύλην ἔχει τὴν δόξαν.

Ἀκούσατε δὴ ἃ ὁ Κύριος εἶπεν Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ Κεφ. ς΄. ἄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. ἀκούσατε βουνοὶ τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμάλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸον λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ [*](d) διελεγχθήσεται.

Ἐντρεπτικὸς μὲν ὁ λόγος, καὶ οἱονεὶ κατακέκραγε τῆς [*](2 καὶ πικροῖς ἐνίησι πόνοις om. B. 3. τῶν deest in Edd. 4. Haec βεβήλου τε καὶ et καὶ ἀνοσίων—ψευδομαντείας accesserunt ex A. 5. θυσιῶν, τεμενῶν inverso ordine A. 6. ἰδίων B. Edd. ante συμβῆναι transp. Edd. Ἰουδαίων δήμοις Α. Ἰουδαίοις Edd. 11. ἐμπεπαρ.] Sic edidi. ἐμπεπαρῳνήκασιν (sic) A. πεπαρῳνηκόσιν iid. διανοίας—ἐφ᾿ ἑαυτῆς Α. τῆς ἀληθείας iid. 13. τὸ assumptum ex A. 15. ἐκείνης assumptum ex A. 16/ προσκυνοῦντες pro προσκυνεῖν et βουλόμενοι Α. 20. πεδία pro δὴ ἃ Β. (153.) Statim ὁ om. F. (51. al.) 21. φωνῆς σου ἀκούσατε βουνοὶ om. A. (62.) 25. τῆς] + τῶν Edd. invitis A.B.)

692
Ἰουδαίων ἀναισθησίας, εἰ καὶ αὐτοὺς παρ᾿ οὐδὲν τοὺς θείους ποιοῖντο λόγους, οἵπερ ἂν γένοιντο πράως τε καὶ ὑφειμένως, καὶ ὡς ἐκ πατρὸς πρὸς τέκνα τὸ τῆς ἀγάπης γνήσιον ὑποφαίνοντος, καὶ ἀπροφάσιστον αὐτοῖς ἀποτελοῦντος τὸ ἐξήνιον. ἔθος δὲ τῷ ψιλαγάθῳ Θεῷ προαγορεύσει μὲν τῶν δεινῶν προεκδειματοῦν ἔσθ᾿ ὅτε τοὺς ἡμαρτηκότας· οὐ μὴν [*](e) ἐᾶν ἀμαλθάκτους καὶ ἀπηνεῖς ὡς ἀπεγνωκότας, ἀλλ᾿ ὁμοῦ τοῖς συμβήσεσθαι μέλλουσι τὸν τῆς παρακλήσεως εἰσκομίζειν λόγον, καὶ τόπον ὥσπερ αὐτοῖς τοῦ διαδράναι τηρεῖν, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς μετάγνωσιν. τοῦτό τοι καὶ νῦν ἐξ ἐμφύτου πάλιν ἐργάζεται γαληνότητος. ἀκούσατε τοίνυν φησὶν ὅσα ὁ Κύριος εἶπε. τί δέ μοι προστέταχεν; Ἀνάστηθι καὶ κριθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. [*](Εs. i. 2.) ἔοικε μὲν οὖν τῷ διὰ φωνῆς Ἡσαΐου καὶ τοῦτο “Ἄκουε [*](445 Α. a) “οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν.” ὄρη γὰρ που δὴ τάχα καὶ βουνοὺς τὰς νοητὰς ὀνομάζει δυνάμεις, αἳ τόδε τὸ σύμπαν περιέπουσι κατὰ βούλησιν Θεοῦ, τὰς τῶν δαιμόνων πλεονεξίας ἀποσοβοῦσαι τῶν ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ τῆς τοῦ Θεοῦ γαληνότητος τὴν ὑπερβολὴν αὗται δὴ μάλιστα καὶ πρό γε τῶν ἄλλων ἐπιγινώσκουσιν, ὅσην τε τῶν καθ᾿ ἡμᾶς ποιεῖται φροντίδα μεμαθήκασιν ἐξ ὧν ἐνεργοῦσιν εἰς ἡμᾶς, τοῖς παρ᾿ αὐτοῦ πειθόμεναι νόμοις, ἐπ᾿ αὐτῶν γενήσεσθαι δεῖν τὴν κρίσιν ἐντέλλεται. εἰκὸς δὲ δή [*](b) τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑποφαίνειν λόγον. ἐπειδὴ γὰρ ὄρη τε καὶ βουνοὺς καταλαμβάνοντες οἱ ἐξ Ἰσραὴλ [*](1. οἳ (pro εἰ) .... ἐποιοῦντο Aub. οἱ (sic) ....ποιοῖντο Pont. 2. οἵπερ] οὗπερ Α. 3. ἐκ assumptum ex A. 4. τὸ om. A. 5. ἔνεοι δέ πως ἐστι pro ἔθος δὲ Α. 7. ἀμαλθάκτους] ἀμαλάκτους Α. Haec ἀπηνεῖς ὡς accesserunt ex A. 8. εἰσκομίζειν λόγον Α. κόσμον λύειν Edd. Vacuum 13 fere litt. in B. 9. τόπον] τόμον Edd. invitis A.B. 10. πάλιν ἐλεῖν pro παλινδρομεῖν Α. τοι Α. οὖν B. Edd. Statim καὶ νῦν accesserunt ex A.B. 11. ἀκούσατε et φησὶν om. A. 14. τὸ pro τῷ Α. 15. ἐνωτίζου] + ἡ Edd. invitis A.B. 16. δὴ assumptu ex A. 18. δαιμονίων Α. ἐπὶ pro ἐπειδὴ Α. 19. αὐταὶ Α. Statim haec δὴ μάλιστα καὶ accesserunt ex A.b. 21. ἐποιεῖτο Edd. invitis A.B.b. ἐξ ὧν ἐνεργ. om. A. Statim πρὸς pro εἰς Α. 22. πειθόμεναι Α. πειθόμενοι Edd. desunt nonnulla verba in b. 24. τι καὶ ἕτερον A.B. τινα καὶ ἕτερον νοῦν Edd.)
693
ἐκεῖ τελετάς τε καὶ θυσίας τοῖς δαιμονίοις προσῆγον “ὑπο- [*](Hos. iv. 13.) “κάτω δρυὸς καὶ λεύκης,” ταύτῃτοι λοιπὸν πρὸς βουνοὺς ἡμαρτηκότας· κρίσις, ἐν οἷς ἦσαν ἐναργὴ τὰ τῶν κατηγορουμένων ἐγκλήματα. εἰκὸς δὲ βουνοὺς καὶ θεμέλια τῆς γῆς ὀνομάζειν αὐτὸν τοῦς ὑπερκειμένους ἐν δόξῃ καὶ ὑπεραίροντας ἐν τιμῇ τὴν τῶν ἀγελαίων πληθὺν, οἳ καὶ μάλιστα γεγόνασι τοῖς ὑπὸ χεὶρα καὶ ὁδὸς καὶ πάγη πρὸς ὄλεθρον. ἔφη γάρ που πρὸς [*](c) αὐτούς “Ὅτι πρὸς ὑμᾶς ἐστι τὸ κρῖμα, ὅτι παγὶς ἐνεγήθητε [*](Ib.v.1.) “ τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον.” ὦ τοίνυν, φησὶ, τῶν ἄλλων ὑπερανεστηκότες, ὦ θεμέλια τῆς γῆς, τουτέστιν, ἐφ᾿ οἷς τὰ τῶν ἄλλων ἐρήρεισται πράγματα, ἀκούσατε τὴν πρὸς ὑμᾶς κρίσιν τοῦ πάντων Κυρίου.

Ἀλλ᾿ ὅ γε φρονῶν ὀρθῶς, ψάλλει καί φησι πρὸς τὸν τῶν ὅλων Δεσπότην “Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου [*](Ps.cxlii. 2.) σου.” περιέσται γὰρ πάνττως ὁ πάντα εἰδὼς, καὶ καυχήσεται μὲν οὐδεὶς ἁγνὴν ἔχειν τὴν καρδίαν, οὐδ᾿ ἂν γένοιτο καθαρὸς [*](d Prov. xx. 9.) ἀπὸ ἁμαρτιῶν. πάνδεινον οὖν ἄρα τὸ κρίνεσθαι πρὸς Θεόν.

Ἰστέον δὲ ὅτι ἡ μὲν τῶν ἑβδομήκοντα ἔκδοσις ἔχει τὸ φάραγγες· ἡ δὲ τῶν Ἑβραίων βουνοὺς ὀνομάζει καὶ θεμέλια τῆς γῆς, ἵνα γνῶμεν διὰ μὲν τῶν βουνῶν τὸ οἷον ἦρθαι ὑψοῦ τοὺς τῶν λαῶν ἡγουμένους, καὶ τὸ τῶν ἄλλων ὑπερέχειν καὶ ἀνανήχεσθαι μέτρον, θεμέλια δὲ τοὺς αὐτούς. οἱ γὰρ χωρῶν ἢ πόλεων ἡγούμενοι, ὥσπερ εἰσὶ περιφανεῖς τὴν δόξαν, ἠρμένοι τε πρὸς τὸ ὑψοῦ, οὕτως εἶεν ἂν καὶ θεμέλια τῆς γῆς, τουτέστιν, ἔρεισμα τρόπον τινὰ καὶ ὑποβάθρα κείμενοι τῶν [*](e) πραγμάτων. συμβέβηκε γὰρ ἐπ᾿ αὐτοῖς, καὶ οἷον ἐνίδρυταί πως, τὰ τῶν ἑτέρων πράγματα, καθάπερ ἔφην αὐτίως.

[*](1. τε assumptum ex A. 2. λεύκης] πεύκης Edd. invitis A.B. ἡ κρίσις A.b. αἱ κρίσεις Edd. 3. τὰ om. Edd. 5. Haec ἐν τιμῇ assumpta ex A. 7. που om. A. habet b. 10. ἑστηκότες Α. 12. τὴν om. B. 15. μὲν assumptum ex A. 16. οὐδεὶς pro οὐδ᾿ Edd. invito A. οὐδ᾿ ἂν γένοιτο κ. ἀπὸ ἁμ. desunt in B. 18. αἵεσις pro ἔκδοσις Edd. A.B. 24. εἶεν ἂν οὗτοι pro οὕτως εἶεν ἂν A. Statim καὶ assumptum ex A.B. τῆς γῆς accesserunt ex A. 25. τρόπον τινὰ καὶ ὑποβάθρα κείμενοι Α. τι καὶ ὑπόβαθρον Edd. 26. συμβέβηκε Β.βέβηκε iid. οἷον et πως assumpta ex A.)
694

Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.

[*](466 A. a)

Δικάζεται Θεὸς ἀπὸ προσώπου φωνῆς τοῦ Προφήτου, ἀπροφάσιστον ἀποφαίνων τῶν εἰς αὐτὸν δεδυσσεβηκότων τῆς ἀποστασίας τὸν τρόπον, καὶ πέρα λόγου τοῦ πρέποντος, μᾶλλον δὲ καὶ ἀποπληξίας ἁπάσης, τὰ τολμήματα, καὶ τὸ τῆς ἀναισθησίας μέγεθος ἀσύνηθές τε καὶ ξένον καὶ αὐτοῖς που τάχα τοῖς λίαν ἀγνώμοσι. ποία γὰρ εἰπέ μοι, φησὶ, τῶν εἰς ἐμὲ δεδυσσεβημένων ἡ πρόφασις; τί δὲ ὅλως τὸ δύσοιστον ἢ καὶ ὅλως φορτικὸν τῶν ἐμῶν θεσπισμάτων; [*](b) ἢ τί τὸ λογισμοῦ τοῦ πρέποντος, πικρᾶς ὅτι σε δουλείας ἀπήλλαττον, πηλοῦ καὶ πλινθείας καὶ τῶν ἐντεῦθεν ἱδρώτων ἐξεκόμιζον εὐσθενῶς· προσκέκρουκα τοῖς ἠλεημένοις ὅτε καὶ ἀδικοῦσι τοῖ Αἰγυπτίοις καὶ αὐτὴν ἐμαυτῷ διεξώπλιζον τὴν αὐτὸν ἐμοὶ τὸν παιδαγωγὸν, ψημὶ δὴ Μωυσέα, τὸν εἰς εὐκλεᾶ σύνεσιν ἀποφέροντα, καὶ παραδεικνύντα σαφῶς τὸ ἁνδάνον Θεῷ, ἵνα ἔχοις ἀκράδαντον τὸ διαβιῶναι [*](1. σε ἐλύπησα et σοι παρηνώχλησα inverso ordine Edd. (153.) invito A. 3. ἐλυτρωσάμην] ἐλύτρωσά Edd. (153.) invito A. 5. ἀπὸ προσώπου] διὰ Α. Statim φωνῆς τοῦ προφήτου B. προφήτου φωνῆς Edd. 6. ἀπροφάσιστον A.B. ἀπόφασιν Edd. Statim φαίνων Α. 7. πέρα] + τοῦ Β. τοῦ om. A. 8. τὰ om. A. 9. ἀναισθησίας Α. ἀποπληξίας Edd. που pro τε Β. ξένον Α. μέγα Edd. 10. ἄγαν pro λίαν Α. εἰπέ μοι φησὶ Α. μοι φημὶ Edd. σοι φησὶ Β. 11. δεδυσσεβηκότων Α. Statim ἡ om. A. Haec ὅλως et δύσοιστον ἢ καὶ ὅλως accesserunt ex A. 13. ἢ τί τὸ Α. ἤτοι τὸ Β. ἤτοι Edd. εἰς μέσον ἧκε] Sic correxi. εἰς μέσον ἢ καὶ (sic) A. εἰς ἐμὲ ἧκε Edd. δεικνὺς] + ὅτι Edd. ὄντως Β. Haec κατὰ τὸ εἰκὸς λογισμοῦ τοῦ πρέποντος, πικρᾶς accesserunt ex A. Pro his τοῦ εἰκότος Edd. 16. Haec ἐξεκόμιζον εὐσθενῶς· προσκέκρ. τ. ἠλεημένοις accesserunt ex A. Statim ὅτε Α. ὅτι B. Edd. Post h. v. καὶ Α. τε Β. δὲ Edd. 17. ἐμαυτῷ assumptum ex A.B. STatim διεξώπλιζον Α. συνεξώπλιζον Β. ἐξώπλ. Edd. 18. κτίσιν] + καὶ Edd. invito A. τάχα που inverso ordine A. 19. αὐτὸν] + σὺν Edd. invitis A.B. 20. εἰς εὐκλεᾶ Α. εὐκλεᾶ Β. ἀκλεᾶ Edd. 21. ἁνδάνον] + τῷ Α.)

695
λαμπρῶς, καὶ εἰς ἄκρον ἤκειν εὐημερίας καὶ δόξης· οὐ μετρίαν δὲ τάχα καὶ αὐτὴν ποιήσει τὴν καταβοὴν τῆς ἱερουργίας· ἐγὼ μὲν γὰρ κέχρικα τὸν Ἀαρὼν, καὶ μεσιτεύειν προστέταχα Θεῷ καὶ ὑμῖν, καὶ ταῖς ἐν τύπῳ θυσίαις ἐκμειλίσσεσθαι [*](c) Θεόν. ἀσχάλλετε δὲ καὶ πρὸς τοῦτο αὐτοί; τί δ᾿ ἂν εἴποιμι τὴν Μαριὰμ, τὴν τοῖς Αἰγυπτίοις ἀπολωλόσιν ἐπιτωθάζουσαν, καὶ ταῖς χορευούσαις ἐξάρχουσαν; εἶδε γὰρ ἥδε κατακτυποῦσα τὸ τύμπανον, ἵππον τε καὶ ἀναβάτην καταπεπνιγμένους ἐν ὕδασιν· ἀλλά σοι τάχα, καὶ τὸ νικᾶν ἀπευκτὸν, καὶ ἐν λόγῳ οὐδενὶ τὰ Θεοῦ, σοὶ μὲν διὰ μέσων ἐξιέναι κυμάτων ἐξεῖναι διδόντος, ἀνήμερον δὲ τοῖς ἐχθροῖς ἀποτελοῦντος τὴν θάλασσαν. ἐν ἤθει δὴ οὖν ποιεῖται τὰς μέμψεις, ὧν ἀσχήκασιν ἀγαθῶν διανιστὰς εἰς ἀνάμνησιν, καὶ οἱονείπως κατονειδίζων ἀστείως ὡς λήθην εἰσδεδγμένους, [*](d) ὧν ἦν ἄμεινον μεμνῆσθαι διαπαντὸς, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις ἀντευφραίνειν τὸν Εὐεργέτην.

Ἐξήγαγε δὲ καὶ ἡμᾶς αὐτοὺς ὁ Σωτὴρ ἐξ Αἰγύπτου νοητῆς, τουτέστιν ἐκ σκότους καὶ διαμονίων πλεονεξίας, καὶ πηλοῦ καὶ πλινθείας ἐξείλετο, σαρκικῶν δηλονότι παθῶν καὶ ἀκαθάρτου φιληδονίας· διεβίβασε δὲ καὶ θάλασσαν τοὺς ἐν τῷδε τῷ κόσμῳ περισπασμοὺς, μόνον δὲ οὐχὶ καὶ πικρῶν ἀπήλλαξε κυμάτων τῶν ἐπ᾿ αὐτοῖς κινδύνων, καὶ νόμους τοὺς [*](e) θείους εἰς νοῦν ἐνεχάραξεν· ἀνέδειξε δὲ καὶ ἱερουργὸν τὸν [*](1. Haec καὶ εἰς ἄκρον—καὶ δόξης accesserunt ex A. 2. ποιήσει Α. ποιήσῃ Edd. Statim τὴν καταβοὴν τῆς ἱερουργίας hoc ordine A. τῆς ἱερουργίας τὴν καταβολή (sic) Edd. 3. ἐγὼ μὲν γὰρ om. A. Statim κέκρικα Edd. 4. ἡμῖν (sic) iid. ante Migne. Statim haec καὶ ταῖς—Θεόν accesserunt ex A. 6. Μαριὰμ Α.Β. Μαρίαν Edd. 7. ταῖς correxi ex B. τοῖς Edd. ante Migne. εἶδε γὰρ ἥδε Β. ᾖδε γὰρ ᾖδε Edd. 9. καταπεπηγμένους pro καταπεπνιγμ. Α. ὕδασιν Α. ὕδατι Edd. τάχα Α.Β. τόγε Edd. 10. οὐδενὶ Β. μηδενὶ Εdd. Statim τοῦ pro τὰ iid. invito B. 14. ἀστείως] αἰτιᾶται Α. 15. ἦν om. A. καὶ ταῖς—τὸν εὐεργέτην om. B. 16. ὁτιοῦν accessit ex A. τὸν εὐεργέτην Α. ὡς πάντων σωτῆρα Εdd. 17. καὶ assumptum ex. B. Haec ὁ Σωτὴρ accesserunt ex A. 18. νοητῆς Α.Β. νοητοῦ Εdd. δαιμονίων Α.Β. δαιμονίης Edd. καὶ alt. om. A. 19. ἐξείλετο assumptum ex A. 21. ἐν τῷδε τῷ κόσμῳ Α. ἐντεῦθεν Edd. δὲ assumptum ex A.B. 22. τῶν deest in Edd. )

696
[*](Heb.xii. 2.) τῆς σωτηρίας ἡμῶν “ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦ.” ἐξαπέστειλε δὲ ὥσπερ καὶ Μαριὰμ, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἣ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς καταλαλάξει λαμπρῶς ἀνατιθεῖσα τὴν δόξαν τῷ σεσωκότι Θεῷ. ἀεὶ γὰρ ὕμονι καὶ χαριστήρια, καὶ τῆς τοῦ Θεοῦ δόξης ἔπαινοι καὶ ἀναῤῥήσεις ἐν ἐκκλησίαις. παραφυλακτέον δὴ οὖν καὶ ἡμῖν [*](447 Α. a) αὐτοῖς, μὴ ἄρα πως ἡμᾶς τοῖς Ἰουδαϊκοῖς ἐγκλήμασιν ὑποβάλῃ τὸ ῥᾴθυμον, καὶ μὴ φορτικὸν ἡγώμεθα τὸ ἁνδάνον [*](1S.Joan. v.3. S.Matth. xi.30.) Θεῷ. ὡς γὰρ ὁ μακάριός φησιν Ἰωάννης “Αἱ ἐντολαὶ “αὐτοῦ βαρεῖαι οὐκ εἰσί·” καὶ αὐτὸς δὲ ὁ Χριστός “Ὅτι ὁ “ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.” προσάγωμεν τοίνυν τὸ ἀδδάνον Θεῷ, ὅτι τῶν παρ᾿ αὐτοῦ φορτικὸν οὐδέν· χρηστὰ δὲ πάντα καὶ τοῖς ἄριστα διαβιοῦν ᾑρημένοις εὐδιακόσμητα παντελῶς.

Λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλάκ βασιλεὺς [*](b) Μωὰβ, καὶ τί αὐτῷ ἀπεκρίοη Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν Σχοίνων ἕως τοῦ Γαλγὰλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου.

Εὐθύνει δὴ πάλιν, ὡς ἀνοσίως ἐξυβρικότας εἰς τὰ αὐτοῦ κράτη, καίτοι λέγειν ἔχοντας οὐδὲν, ἐφ᾿ οἷς ἦν εἰκὸς δίκῃ λεγυπημένους ἀποκλῖναι πρὸς ἀπόστασιν. ἠξίωσα γὰρ [*](1. Haec καὶ τελειωτὴν Ἰησοῦν accesserunt ex A. 3. ἥτις pro ἣ τῆς Α. καταλαάξει] Sic edidi. καταλ λάξει (c. lacuna) A. in mg. λα unde καταλλαλάξει e. ἀπάλλαξε Β. ὑπερήρθη Edd. 4. ἀντιθεῖσα pro ἀνατιθεῖσα Edd. invitis A.B. 5. δόξης Α. δόσεως Edd. 6. ἐκκλησίαις Α. ἐκκλησίᾳ iid. δὴ assumptum ex A. 7. ἡμᾶς τοῖς Ἰουδ. ἐγκλήμασιν ὑποβάλῃ τὸ ῥᾳθυμον] Sic edidi ex A. nisi quod Ἰουδαικοῖς cum Edd. retinui. Ἰουδαίων Α. ἡμεῖς [ἡμεῖς deest in B.] τοῖς Ἰουδ. ἐγκλ. ὑποπέσωμεν Β. Edd. 10. δὲ] + φησὶν Edd. invito A. ὅτι assumptum ex A. 11. μου alt. om. A. ἐστι assumptum ex A. 12-15. Quae sequuntur usque ad Λαός μου desunt in B. 12. τὸ ἀδδάνον Θεῷ τὸ εὐήνιον Edd. 13. Haec χρηστὰ δὲ πάντα—παντελῶς accesserunt ex A. 16. αὐτῷ ἀπεκρίθη Edd. (XII.) ἀπεκρ. αὐτῷ Α. (Α.V.) τοῦ deest in F. Edd. (87. al.) ὁ τοῦ pro υἱὸς τοῦ Α.c. nullis Codd. Pars. 18. Κυρίου] Θεοῦ Α.c. nullis Codd. Pars. 21. ἀπόκριναι (sic) A. Statim εἰς pro πρὸς Α. ἠξίωσα γὰρ om. A.)

697
τοσαύτης φησὶ τῆς παρ᾿ ἐμοῦ φειδοῦς καὶ ἀγάπης, ὡς μηδ᾿ ὅσον ἧκεν εἰς νοῦν ἀνασχέσθαι δυσφημουμέων. ὁ μὲν γὰρ ἐπάρατος Βαλὰκ, ὁ Μωαβιτῶν τύραννος κατεμισθοῦτο τὸν [*](Num. xxii. sqq.) Βαλαὰμ γόητα καὶ οἱωνοσκόπον, εἶτα καταράσασθαι παρε- [*](c) κάλει τὸν Ἰσραήλ· ὁ δὲ γε τῶν ὄλων Θεὸς παράδοξόν τι καὶ ὑπερφυὲς κατειργάζετο, τὴν τοῦ ψευδομάντεως γλῶτταν μετατρέπων εἰς εὐλογίαν. ἐπίκλημα δὲ ποιουμένου τὸ χρῆμα τοῦ Βαλὰκ, καταιτιωμένου τε τὸν οἰωνοσκόπον, ἀπεκόμιζε μὲν εὐὺς ἐφ᾿ ἑτέρους αὐτὸν βουνούς. εἶτα βωμοὺς ἐγείρειν [*](Ib. xxiii. I; 13, 14; 27, 29.) προστάττων, καὶ ταύτους ἱερουργεῖν, ᾤετο τάχα που μὴ ἐν παντὶ τόπῳ δύνασθαι τὸν Θεὸν, ἀλλ᾿ ηὐλόγει πανταχῆ, καίτοι περιθέων ἐκ τῶν καλουμένων Σχοίνων· Χῶρος δὲ τῆς d Μωάβ· ἕως ὄρους Γαλγάλ. μνήσθητι δὴ οὖν τί μὲν ἐβουλεύσατο Βαλὰκ, τί δὲ Βαλαὰμ ἀπεκρίνατο. ἐγὼ μὲν γὰρ καὶ αὐτὰς ἀνέκοπτον τὰς καθ᾿ ὑμῶν δυσφημίας, οὐδὲ ὅσον ἧκεν εἰς λόγους καταλυπεῖν ἐπιτρέπων τὸν οὐωνοσκόπον. ὑμεῖς δὲ καὶ τούτων ἀμνημονήσαντες, τὴν ἐμοὶ πρέπουσαν δόξαν ὕλαις ἀψύχοις ἀνατεθείκατε, δαμάλεσι ταῖς χρυσαῖς ἐπιφωνοῦντές τε καὶ λέγοντες “Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, [*](Exod. xxxii. 4.) “οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.”

Οὐκοῦν διανέμοντος τοῦ Θεοῦ τὰ ἐξ ἀγάπης ἡμῖν ἀγαθὰ, [*](e) καὶ πλείστῃ μὲν ὅσῃ φιλοτιμίᾳ καταπιαίνοντος, καταδνοῦντος δὲ τοὺς ἐχθροὺς, παραλύοντός τε τὰ καθ᾿ ἡμῶν ἐγχειρήματα, τί ἂν δρῴημεν αὐτοὶ τὸ χρῆναι φρονεῖν ὀρθῶς ᾑρημένοι, ἢ ἐκεῖνό που πάντως τὸ δἰ οὗ ἂν γένοιτο καὶ ἡμὰς αὐτοὺς ὁρᾶσθαι [*](1. ἐμοῦ] ἐμαυτοῦ Edd. invitis A.B. 2. εἰς νοῦν Α. εἰς [εἰ Aub.] λόγους Edd. 3. Βαλὰκ Α. Βαλαὰμ Edd. ante Migne. 6. εἰργάζετο Α. 7. εὐλογίας Α. 8. Βαλὰκ Α.Β. Βαλαὰμ Edd. 9. μὲν ordine A. 11. τὸν assumptum ex B. ἀλλ᾿ ηὐλόγει πανταχῆ Α. ἀλλ᾿ ἦν εὐλογεῖσθαι πανταχοῦ Edd. Haec desunt in B. spatio relicto. 12. Σχοίνων A.B. Σχοινίων Edd. 13. δὴ assumptum ex A. μὲν om. A. ἐβουλεύσατο A. ἐβουλεύετο Β. ἐβούλετο Edd. 14. τί δὲ Α.Β. καὶτί Edd. Statim ὁ add. iid. invitis A.B. ἀπεκρίνατο A. ἀπεκρίνετο Edd. 19. τε assumptum ex A. 20. οἵτινες ἀνεβίβασάν σε Α. οἵ σε ἀνήγαγον Edd. 23. τὰ assumptum ex A. 14. ἢ accessit ex A. 25. οὗ Β. ὧν Edd. Statim ἂν assumptum ex A. καθ᾿ pro καὶ Α.)

698
θεοφιλεῖς. τοῦτο δὲ ἐστι, τὸ τοῖς αὐτοῦ θελήμασιν ἕπεσθαι, καὶ τὸ αὐτῷ θυμῆρες ἀποπεραίνειν εὖ μάλα, μονονουχὶ δὲ [*](448 A, a Ps. lxii. 9.) τῷ τῆς διανοίας παραστήματι γεγονότας ἐγγὺς, ἐκεῖνο λέγειν τὸ ἐν ψαλμοῖς “Ἐκολλήθη ἡ ψυχή μου ὁπίσω σου.”

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.

[*](2. δὲ οὐχί inverso ordine A. 4. λέγοντας pro λἑγειν A. 6. Sic A.)