In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἒστι μὲν ἔτι πρὸς τοὺς καθηγεῖσθαι λαχόντας ὁ λόγος. κατειρωνεύεται δὲ, καὶ οἷον ἐν ἤθει γέγονε, τὸ λυποῦν εἰσφέρων ὡς χρήσιμον. μονονουχὶ γάρ φησιν Ὦ λαῶν ἡγούμενοι, τάχα που βαρύ τε καὶ φορτικὸν ὑμῖν εἶναι δοκεῖ τὸ οἴκοι τε τρυφᾶν, καὶ τὴν ἐνεγκοῦσαν ἔχειν, καὶ ἐν εἰρήνῃ διατελεῖν, καὶ τὴν ἐλευθέροις πρέπουσαν ποιεῖσθαι δίαιταν. [*](b) ἐπειδὴ δὲ τοῦτο ὑμῖν, ὡς ἔοικεν, εὖ ἔχειν δοκεῖ, βαδίζετε πρὸς ἐχθροὺς, ἀποτρέχετε πρὸς γῆν τὴν Περσῶν τε καὶ Ἀρμενίων. ἐγγίσατε τοῖς αἰωνίοις ὄρεσι, φησὶ δὲ τὰ Ἀραράτ· ἀιώνια δὲ, ἢ ὅτι μακροὺς ἐν αὐτοῖς ἔμελλον διατελέσαι χρό- [*](6. ἐκπεμπόμεθα] ἐξωσθησόμεθα Β. καὶ om. Α. 11. ἔσονται· πόθεν;] Sic edidi. ἔσονται ποθέν Α. ἔσονταί φησι Edd. Statim ἕξουσι — ἀγαθοῖς om. Β. πόλιν Α. πάλιν Edd. 13. ἐντρυφῶντες Α. ἐντρυφήσουσιν Edd. 14. πορεύθητι F. 16. καθηγεῖσθαι Β. ἡγεῖσθαι Edd. 17. ὥσπερ pro οἷον Α. 18. γὰρ οὐχὶ inverso ordine Α. ὦ deest in A. 21. ἐλευθέροις Α. ἐλευθερίᾳ Edd, 23. ἀποτρέχετε] + δὲ Α. γῆν τὴν Α. τὴν τῶν Edd. 24. Ἀρμενίων] Ἀράβων Α. τὰ Α. Β. τὴν Edd. Statim Ἀραράθ iid. invitis Α. Β. 25. αἰώνια δὲ, ἢ ὅΤι] Sic edidi. αἰώνια δὲ, ἤτοι Α. αἰώνια δὲ ἦν; ἢ ὅτι Β. ἀιώνιά τε αἰωνία θέ (sic) Pont.] ἦν, ὅτι Edd. διατελέσειν Α.)

637
νοῦς, ἢ τὰ ἐξ αἰῶνος διαβόητα, διά τοι τάχα τὸ ἐν αὐτοῖς ἀπομεῖναι τὴν κιβωτόν.

Ιοι δ᾿ ἃν ὁ λόγος καὶ κατὰ τῶν ἐν τοῖς καιροῖς τῆς ἐπιδημίας Ἰουδαίων, οἳ ταῖς τῶν γραμματέων τε καὶ Φαρισαίων ἑπόμενοι γνώμαις οὐ προσίεντο τὴν πίστιν. ὄρη μὲν γὰρ ὥσπερ καὶ οἱ παρ’ αὐτοῖς ἦσαν διαφανέστεροι, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὑψοῦ τε ἠρμένοι, καὶ εἰς λῆξιν ἥκοντες δόξης. ἀλλ’ ἦν ἐκεῖνα πρόσκαιρα· πέπαυται γὰρ ἡ σκιὰ, [*](c) πεπαλαίωται δὲ ὥσπερ ἡ ἐν τύποις λατρεία, ἤργησε δὲ καὶ τὸ ἱερὸν τὸ τηνικάδε γένος· ὄρη γὰρ ἀνεδείχθη λοιπὸν τὰ αἰώνια, τουτέστιν, οἱ τῆς νέας διαθήκης κήρυκές τε καὶ διάκονοι, οἱ τὸ Χριστοῦ λαλοῦντες μυστήριον, οἱ διαβόητοι καὶ διαφανέστατοι, καὶ τοῖς τῆς ἀρετῆς ὑψώμασι διαπρέποντες. ὄρη γὰρ αὐτοὺς, καὶ δι’ ἑτέρου προφήτου κατονομάζει Θεὸς, οὕτω λέγων “Καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ [*](Amos ix. 13.) “πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται.” γλυκὺς γὰρ λίαν [*](d) τῶν θεηγόρων ὁ λόγος, καὶ αὐτοῦ μέλιτος ἡδίων τοῖς γε ἀληθῶς φιλοθεωτάτοις, οἷς ἂν εἴη καὶ πρέπον εἰπεῖν τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ “Ὡς γλυκέα τῷ λάρυγγί [*](Ps. cxviii. 103.) μου τὰ λόγια σου, ὕπερ μέλι καὶ κηρίον τῳ στόματι μου. τούτοις δὴ οὖν ἄρα τοῖς νοητοῖς ὄρεσιν οἱ οὔπω πεπιστευκότες, εἰ γένοιντο πλησίον, κατὰ σχέσιν δὲ δηλονότι τὴν πνευματικὴν, εὑρήσουσι τὴν ἀνάπαυσιν. ἀποφορτιοῦνται γὰρ εὐθὺς τὴν ἐπισκήψασαν ἁμαρτίαν, καίτοι μηδεμίαν ἀνάπαυσιν ἔχοντες ἐν τῇ κατὰ νόμον ζωὴ, εἴπερ ἐστὶν ἀληθὲς, [*](e) ὡς “Τὸ γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζωοποιεῖ.” [*](2 Cor. iii. 6.) οὔκουν ἀκουόντων Ἰουδαῖοι καὶ πρὸς γε ἤμων ἀυτῶν Ανάτὴν [*](2. Α. τὸν Edd. ante Migne. 3. Ἴοι Β. Εἴη Edd. ἴοι δ’ ἂν ὁ λόγος desunt in Α. τὸν pro τῶν Α. τοῖς et Ἰουδαίων accesserunt ex Β. 4. τε om. Α. 6. καὶ prius om. Β. τῆς om. Α. 13. διαφανέστατοι A. περιφαν. Edd. 14. ὀνομάζει Α. 15. γλυκασμὸν om. Β. 18. πρέπον] + ἐστὶν Α. 20. Haec καὶ κηρίον accesserunt ex Α. cf. supra 243 b. 22.εἰ γένοιντο B. ἐπεὶ γένοιντο Α. εἴπῃ τις, γένοιντο Edd. δὲ assumptum ex Α. 23. πνευματικὴν] + καὶ Edd. invitis Α Β. τὴν ἀνάπαυσιν — μηδεμίαν om. Α. 20. ἀποκτένει—ζωοποιεῖ verbum utrumque in ras. prima manu B. ἀποκτέννει — ζωοποιεῖ Α. ὑποχωρεῖ — πλεονεκτεῖ Edd. 27. ἀκούων τῶν Ἰουδαίων (sic) Α.)

638
στῆθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις. ἐπειδὴ γὰρ οὐκ ἔχεις ἐν νόμῳ τὸ ἀναπαύεσθαι, βάδιζε καὶ μεταχώρησον διὰ πίστεως ἐπὶ τὰ Χριστοῦ παιδεύματα.

[*](413 A. a)

Ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ.

Ἀκαθαρσίαν φησι τὸν τῆς ἐκτόπου καὶ βδελυρᾶς εἰδωλολατρείας δυσκλεᾶ μολυσμόν· αἰσχρὰ γὰρ ὄντως καὶ κάκοσμος. τρόπος δὲ αὖ ῥύπου τε καὶ ἀκαθαρσίας ἕτερος, τὸ πλεονεκτεῖν ἀδελφοὺς, ἅρπαγμα ποιεῖσθαι τὸ ἀλλότριον, καὶ ἡ καθ’ ἕτερον τρόπον κατὰ πολλῶν ἀδικία. ταύτης δὴ οὖν ἕνεκα τῆς ἀκαθαρσίας, φησὶ, διολώλατε, φθορᾷ τῆ εἰς [*](b) θάνατον ἀθλίως κατεφθαρμένοι.

Διολώλασι δὲ καὶ οἱ τῇ εἰς Χριστὸν μαχόμενοι πίστει, καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ’ ἢ ἕνεκεν ἀκαθαρσιας. σαφὲς δὲ τοῦτο ἡμῖν καταστήσει λέγων αὐτὸς ὁ Χριστὸς πρὸς [*](S. Joan. viii. 24.) τοὺς ἀπειθοῦντας Ἰουδαίους “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγὼ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν “ἀποθανεῖσθε.” ἢ οὐχὶ τοῦτό ἐστι τό Ἔνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ; οὐ γὰρ ἀπενίψαντο τὰ ἐγκλήματα, οὔτε μὴν τῶν ἀρχαίων αἰτιαμάτων ἀπηλλαγμένοι τῆς παρὰ Χριστοῦ μετέλαχον σωτηρίας, καθὰ καὶ οἱ τὴν πίστιν εἰς- [*](c) δεδεγμένοι.

[*](11)

Κατεδιώχθητε οὐδενὸς διώκοντος.

Αὐθαίρετον, φησὶν, ὑπομεμενήκατε τὴν αἰχμαλωσίαν, ἤτοι τὴν φυγὴν τὴν εἰς ἀλλοτρίους, δῆλον δὲ ὅτι καὶ πρὸς ἐχθρούς. ἐγκειμένου γὰρ οὐδενὸς ἣ ἐπαναγκάζοντος, αὐτοὶ [*](3. ἐπὶ Α. Β. εἰς Ed. 5. Ἀκαθαρσίαν] + δὲ Edd. repugnantibus Α. Β. τὸν ante δυσκλεᾶ transp. Α. 7. ἄκοσμος Edd. invitis Α. Β. αὖ om. Α. ῥύπου] κόπρου Α. 8. ἀδελφὸν Β. 9. ἡ post τρόπον transp. Β. ἑτέρους τρόπους Α. 12. οἱ om. Α. Statim τῆς ἐν Χριστῷ pro τῆ εἰς Χριστὸν Edd. 13. οὐχὶ iid. invitis Α. Β. 14. ἡμῖν τοῦτο inv. ord. Α. 19. μὴν] μὲν Edd. 20. καθὼς iid. 24. ἀλλοτρίους] + φησὶ Α. δὲ om. Α. 25. αὐτοὶ] αὐτὸ Α.)

639
τετιμήκασι τὸ δρᾶν ἐκεῖνα, καὶ μάλα ἐσπουδασμένως, τὰ δι’ ὧν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας κολάζεσθαι. κατεδιώχθησαν τοίνυν τῶν Ἰουδαίων τὰ στίφη, διώκοντος οὐδενός. ἐξὸν γὰρ αὐτοὺς εὐημεροῦντας διατελεῖν, καὶ ἐν παντὶ κεῖσθαι καλῷ τετιμηκόσι Χριστὸν, κατώλισθον εἰς ἀπόστασιν, καὶ [*](d) προσκεκρούκασι πολυτρόπως· ἀπειθοῦντες, ὑβρίζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων δρῶντές τε καὶ λέγοντες;

Oὐκοῦν οὐδενὸς διώκοντος ἑαυτοὺς διώξομεν, καὶ τῶν ἀνηκέστων κακῶν ταῖς ἰδίαις ψυχαῖς παραίτιοι γεγονότες, αἰτιασόμεθα μὲν οὐχ ὁσίως ἔτι τὸν τῶν ὅλων δοτῆρα Θεὸν, ἑαυτοὺς δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ καὶ νοῦ καὶ φρενός.

Πνεὒμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα.

Tοῖς τῶν εἰδώλων τεμένεσι προσιζήσαντές τινες τῶν ἐν [*](e) Σαμαρείᾳ κατεμαντεύοντο πολυτρόπως, καὶ τῶν ἐσομένων ἀκριβῆ τὴν κατάληψιν ἔχειν ὑποπλαττόμενοι, τὰ θυμήρη καὶ φίλα τοῖς προσιοῦσιν ἀπήγγελον, ψυχρὰ καὶ ἀπόπτυστα ζητοῦντες λημμάτια, καὶ ὀλίγων ὀβολῶν, ἢ “ κλάσματος [*](Ezek. xiii. 19.) “ἄρτου,” ἄρτου, κατὰ τὸ γεγραμμένον, ψευδῆ πωλοῦντες ῥημάτια. τοῦτο δὲ μάλιστα κατέφθειρέ τε καὶ ἀπολώλεκε τὸν Ἰσραήλ. φησὶν οὖν ὅτι πνεῦμα πονηρὸν ὡς παγίδα τῷ Ἐφραῒμ ἔστησε Ψεῦδος, καὶ ὥσπερ τι τῶν δηλητηρίων φαρμάκων ἐνεστάλαξεν [*](a 414 Α.) οἴνῳ τὴν δαιμονιώδη πλάνησιν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀκρατέσιν ἀποφοραῖς μονονουχὶ καταμεθύοντα δέδειχεν αὐτόν.

[*](1. τὰ deest in Edd. 2. ἃ pro ὧν Β. 3. τοίνυν Α. δὲ καὶ Edd. 4. αὐτοὺς Α. αὐτοῖς Edd. Statim εὐημερεῖν pro εὐημ. διατελεῖν Β. 5. τετιμηκόσι Α. Β. τετιμηκότας Edd. 7. ἀν’ pro γὰρ Edd. τε assumptum ex Α. 8—11. Οὐκοῦν οὐδ’. usque ad fin. scholii desunt in B. 8. διώξωμεν 11. καὶ alt. om. Α. 12. ἐστι pro ἔστησε Α. ἐστάλαξε] εἰ σταλάξαι Α. καὶ] + εἰς F. Edd. (Co.) 17. λημμάτια Α. λήμματα Edd. 18. ῥημάτια Α. ῥήματα Edd. 19. δὲ Α. δὴ Edd. ἀπόλωλε Β. 20. ἔστησε] + τὸ Α. 21. ἐνεστάλαξεν Β. ἐνέσταξεν Α. ἐνέσταλαξαν (sic) Aub. ἐνέσταξαν Pont. 23. ἀκρατέσιν Β. εὐκόλως Α. εὐκαίροις Edd. Statim ἀποφοραῖς Α. ἀφορμαῖς Edd.)
640

Ενεστάλαξε δὲ καὶ τοῖς Φαρισαίοις ὁ πονηρὸς, ὁ δράκων ὁ ἀποστάτης, τὴν ἐπὶ χριστῷ ψευδοδοξίαν καὶ ἔκτοπον [*](S. Joan. ix. 16; viii. 48; S. Matth. xi. 19.) πλάνησιν. ποτὲ μὲν γὰρ ἔφασκεν Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον. ποτὲ δὲ καὶ Σαμαρείτην, καὶ μέντοι καὶ πάροινον ἀποκαλεῖν απε- [*](b) τόλμων. καὶ εἴπερ ἐστὶν ἀληθὲς, ὡς οὐδεὶς λέγει Ἀνάθεμα [*](1 Cor. xii. 3.) Ιησοῦς, εἰ μὴ ἐν Βεελζεβοὺλ, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ὅτι δὴ μάλιστα παρ’ αὐτοῖς πνεῦμα ἔστησε ψεῦδος; κατεστάλαξε δὲ καὶ εἰς νοῦν αὐτοῖς καὶ καρδίαν, τὴν διὰ πλανήσεως μέθην, ἐφ’ ᾗ δικαίως καὶ ἀπολώλασι, θηριοπρεπῶς ἐπιθρώσκοντες, παντί τε θράσει καὶ δυσφημίᾳ χρώμενοι.

[*](12)

Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου· συναγόμενος συναχθήσεται [*](c) Ἰακὼβ σὺν πᾶσιν, ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶι.

Κατὰ βραχὺ πρὸς αὔξησιν ἰόντα τὰ φαῦλα, καὶ ἐν ὀλίγοις ἀνθήσαντα τὴν ἀρχὴν, καταδράττεταί πὼς ἀεὶ καὶ τῶν ἔτι πλειόνων, ἐπέκεινά τε τῶν ἐν ἀρχαῖς ἐκτείνεται μέτρων. ἴδοι δ᾿ ἄν τις ἀτρεκὲς ὃ λέγω, τὰ συμβεβηκότα τῷ Ἐφραῒμ εἰ περινοεῖν ἕλοιτο λεπτῶς. πρῶτος μὲν γὰρ ̔Ιεροβοὰμ, καί [*](d) τινες τῶν ὁμοφρόνων αὐτῷ τὰς δαμάλεις τοῖς τεμένεσιν ἐνιδρύσαντες, προσκεκυνήκασιν ἀυταῖς, καὶ τοῖς τῶν ἀνοσίων ψευδομάντεων ἤγουν ψευδοπροφητῶν προσεσχήκασι λόγοις. εἶτα διέρποντος τοῦ κακοῦ, καὶ ἀεὶ τοῖς πρώτοις προστιθέντος [*](1. ὁ alt. assumptum ex Α. 6. οὐ δεῖ λέγειν pro οὐδεὶς λέγει Β. 7. Ἰησοῦς Ἰησοῦν Β. Ἰησοῦ Edd. οὐ ταλαίπωρον Edd. invitis Α. Β. 8. μάλιστα δὴ inv. ord. Α. ἔστησε] + τὸ Edd. invito Α. 9. αὐτοῖς Α. αὐτῶν Edd. 10. λήθην pro μέθην Edd. Statim αὐτοῦ add. iid. repugnantibus Α. Β. ἐφ’ ᾖ] ἐφ’ ἧς iid. 11. τε assumptum ex Α. χρώμενοι Α. μαχόμενοι iid. 12. ἔσται] + σοι F. Edd. (Co.) 13. σὺν ἐν Β. ἐκδέξομαι] + αὐτοὺς Edd. (23.) invito Α. 14. του] + οἴκου F. Edd. (Co.) 16. αὔξειν (= αὔξην) Α. 20. εἰ περινοεῖν] εἴπερ νοεῖν Edd. πρῶτον Α. 21. αὐτοῦ Α. 22. τοῖς deest in Edd. 24. προστιθέντες Α.)

641
ἕτερα, συνηνέχθη λοιπὸν καὶ συνδεδράμηκεν ὅλος εἰς ἕνα σκοπὸν ὁ Ἰσραὴλ, καὶ τῷ πλημμελήματι κάτοχος ἦν, καὶ οὐκ ἀνὰ μέρος ἔτι, παμπληθεὶ δὲ μᾶλλον καὶ ὁλοτρόπως. οὐκοῦν ἀπὸ τῆς σταγόνος φησὶν, ἧς ἂν αὐτοῖς καταστάξειεν ὁ τῶν ψευδομάντεων λόγος· πλεῖστοι γὰρ ὅσοι παρὰ τῷ [*](e) Εφραῒμ οἱ τοῦτο δρᾶν εἰωθότες· συναχθήσεταί φησι σύμπας ὁ Ἰακὼβ, τουτέστιν εἰς μίαν συνενεχθήσεται γνώμην, κατανεμηθήσεται δὲ ἅπαντας ἡ νόσος. ἐγὼ δὲ αὐτοῖς οὐκ ἀνὰ μέρος ἐποίσω τὰς διὰ τοῦτο δίκας, περιμενῶ δὲ μᾶλλον τοὺς τοῖς ἤδη κατεφθαρμένοις ἐπενεχθησομένους. τοῦτο γάρ ἐστι τό Ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, καὶ τότε δὴ τότε μίαν ποιήσομαι τὴν κατὰ πάντων ἀποστροφην.

Ἔνδειξις δὲ καὶ τοῦτο ἃν εἴη τῆς ἐνούσης ἀνεξικακίας [*](a 415 Α) Θεῷ, μὴ κολάζοντι εὐθὺς, ὑπερτιθεμένῳ δὲ χρηστῶς, καὶ τὴν ἐπανόρθωσιν περιμένοντι καὶ τῶν πλανωμένων τὴν ἐπιστροφήν. εἰ δὲ δὴ μὴ γένοιτο, φαίνοιτο δὲ μᾶλλον εἰς αὔξην ἰὸν τὸ ἀῤῥώστημα, μὰ, τότε δὴ μόλις καὶ ὀκνηρῶς ἀποστρέφεται. ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ χρῆναι ταλαιπωρεῖν τοὺς τοῦτο παθόντας. τοιγάρτοι καὶ ὁ θεσπέσιος ψάλλει Δαυείδ “Μῆ ἀποστρέψῃς τὸ πρό- [*](Ps. xxvi. 9.) “σωπόν σου ἀπ’ ἐμοῦ καὶ μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ [*](b) “δούλου σου.’’ ἰστέον δὲ, ὅτι ἐνεστάλαξεν ὥσπερ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ὁ Βεελζεωβοὺλ τὴν ἐπὶ Χριστῷ ψευδῆ καὶ ἀπαίσιον δόξαν, κατενεμήθη δὲ ὥσπερ ἅπαντας ἡ νόσος, καὶ συνδεδράμηκε ταῖς τῶν ἡγουμένων ἀπάταις ἡ [*](1. ἑτέρους Α. δεύτερα Β. συνηνέχθη Α. συνήχθη Edd. ὅλος Β. ὅλως Edd. ὁ λόγος (sic) Α. 2. τῷ pro ὁ (sic) Α. τοῖς πλημμελήμασι Α. καὶ alt. om. Α. 3. ἔτι Α. τι Edd. 5. ψευδομάντεων] + ὁ Edd. 6. φησι om. Β. 8. ἅπαντας Β. πάντας Α. ἅπαντα Edd. κἂν pro οὐκ Α. 10. ἐπενεχθησομένους Α. Β. ἐπενηνεγμένους Edd. 14. τῆς deest in Edd. 15, 16. κολάζοντι — ὑπερτιθεμένῳ —περιμένοντι Β. κολάζοντος — ὑπερτιθεμένου — περιμένοντος Edd. 17. μᾶλλον εἰς αὔξην ἰὸν] εἰς αὔξειν μᾶλλον ὂν Α. 18. μόλις Α. μάλιστα Edd. 19. ἀποστρέψεται iid. invitis Α. Β. Statira ἕπεται Β. invito Α. 20. τοὺς τοῦτο παθόντος] τοῦτο τὸ πάθος Α. 21. ψάλλει om. Α. 22. καὶ accessit ex Α. Β. cf. supra 265 e. 23. ἐνεστάλαξεν Β. ἐστάλαξεν Α. ἔσταξεν Edd. 25. ἀπαίσιον] ἀνόσιον Α. ὥσπερ] + καὶ Edd. Statim πάντας Α.)

642
ἑτέρα πληθύς. τοιγάρτοι καὶ μίαν ὑπομεμενηκότες ψῆφον, τὴν εἰς κατάκρισιν λέγω καὶ ἀποστροφὴν, ἰσοπαλεῖς τοῖς ἡμαρτημένοις ἀποτετίκασι δίκας.

[*](c)

Ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτοῦ [*](13) ἐξαλοῦνται ἐξ ἀνθρώπων διὰ τῆς κοπῆς· πρὸ προσώπου αὐτῶ διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον δι’ αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶι.

Εθος τοῖς ἁγίοις προφήταις καὶ ἐν θεωρίαις αὐταῖς γίνεσθαι πολλάκις τῶν ὡς ἔσονται κατὰ καιροὺς προαπηγγελμένων, μονονουχὶ δὲ παρόντα τε καὶ ἐνεργούμενα βλέπειν [*](d) τὰ καὶ πολλοῖς ὕστερον ἐκβησόμενα χρόνοις. οἷον ὁ μακάριος προφήτης ̔Ησαΐας τὰ περὶ Χριστοῦ διηγούμενος, μονονουχὶ δὲ καὶ ἀποκομιζόμενον βλέπων ἐπὶ τὸ σωτήριον [*](Es. liii. 7.) πάθος, “ Ὡς πρόβατον, φησὶν, ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς “ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.’’ ἐρωτᾷ δὲ ὥσπερ τοὺς τῶν ἥλων τύπους καταθεώμενος, καί φησι πρὸς [*](Zach. xiii. 6.) αὐτὸν τάχα που τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν “ Τί “αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; ὁ δὲ εἶπεν, “Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.’’ ̔Ιερεμίας [*](e) γεμὴν ὁ θεσπέσιος τὸν ἐσόμενον κατὰ τῆς ̔Ιερουσαλὴμ προαναφωνήσας πόλεμον, καὶ πληθὺν ἤδη τῶν Ἰουδαίων πολλὴν κειμένη ἰδών· ὡς ἐν θεωρίαις δὲ δηλονότι ταῖς [*](Hier. iv. 31.) προφητικαῖς· κατοιμώζει λέγων “Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει [*](2. τε pro λέγω Α. 3. ἀποτετίκασι Α. Β. ἀποτίσουσι Edd. 5. ἐξολοῦνται — κοπῆς desunt in Α. κοπῆς Β. (22. al.) διακοπῆς Edd. 6. διέκοψα Α. (68, 97, 310.) 7. ὁ βασιλεὺς] + αὐτῶν Edd. Α. (A.V. c.) invitis Α. Β. αὐτῶν om. Α. ὁ δὲ] ὅτι F. Edd. (153.) invito Α. 8. ἡγήσατο F. Edd. (153.) invitis Α.Β. 10 γενέσθαι A. ἕως (sic) Α. 11. μόνον τε οὐχ pro μονονουχὶ δὲ Α. 12. ἐκβησόμενα Β. ὀφθησόμενα Edd. 14. μόνον δὲ οὐχὶ Α. 15. φησὶν assumptum ex Β. 17. τόπους Edd. 18. που τάχα inv. ord. Α. Ἰησοῦν] + τὸν Edd. invitis Α. Β. 19. εἶπεν] + πρὸς αὐτὸν Α. 24. προφητικαῖς] πνευματικαῖς Β.)

643
“ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.” οὕτω καὶ ὁ μακάριος Προφήτης Μιχαίας ἔοικε πὼς ὁρᾶν τὸν ἐν ταῖς πόλεσι τῆς Σαμαρείας ἐσόμενον θόρυβον, πτοουμένους τε ἤδη πολλοὺς, φεύγοντας δὲ καὶ ἑτέρους, τείχη τε καὶ τάφρους ὑπερθέοντας, καὶ αὐτά που τὰ τῶν πολεμίων στίφη διαρρηγνύντα μὲν πύλας, εἰσχεόμενα δὲ δι᾿ αὐτῶν τοῖς κρατοῦσιν ὁμοῦ, μονο- [*](a 416 Α.) νουχὶ Θεοῦ προασπίζοντος καὶ τοῖς ἐξ αἵματος σὴ ἐπιθήγοντος, ὡς λελυπημένου. οὐκοῦν οὕτω φησὶ καταπτοηθήσονται, ὡς ἂν εἰ καὶ πρόβατον ἐν θλίψει γένοιτο τυχὸν, ἤγουν ὅλον ποίμνιον, εἰ κοιτάζοιτο μὲν ἐν τόποις, εἶτά τινες βούλοιντο λαβεῖν, ἄνω τε καὶ κάτω πηδῶντα τὰ θρέμματα καταθεῷτό τις ἃν, καὶ ἧπερ ἃν γένοιτο διακοπὴ, δι’ αὐτῆς ἰόντα καὶ φεύγοντα· οὕτω φησὶ κἀκεῖνοι, καθ’ ὧν ἂν ἴοι [*](b) τῶν Βαβυλωνίων ὁ πόλεμος. διακόπτοντες δὲ καὶ πύλας, ὁρώντων αὐτῶν, ἤτοι πρὸ προσώπου αὐτῶν, εἰσελεύσονταί τε καὶ ἐξελεύσονται δι᾿ αὐτῶν, τουτέστιν, ἀμογητὶ καὶ δίχα φόβου παντὸς διελεύσονται εἰς τὰς πόλεις, αὐτὸν ἔχοντες ἡγούμενον τὸν τῶν ὅλων Κύριον· ὅτι μὴ τῆς ἐκείνων ἰσχύος ἔργον ἦν τὸ κατακρατῆσαι τοῦ Ἰσραὴλ, νεύματι δὲ μᾶλλον τοῦ Ἰσραὴλ ψῆφος τοῦ παραδόντος Θεοῦ. ταῦτα συμβῆναί φαμεν, καὶ τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσι τὸν Ἐμμανουήλ. πεπόρθηνται γὰρ αἱ παρ’ αὐτοῖς πόλεις τε καὶ κῶμαι Οὐεσπασιανοῦ τε καὶ Τίτου κατακρατούντων τότε, καὶ τὸν [*](c) θεῖον ἐπ’ αὐτοῖς πληρούντων θυμόν.

[*](2. ὁρα̣ Aubertus. 3. τε — φεύγοντας δὲ] τε et δὲ inter se transponit Α. 4. καὶ prius assuraptum ex A. τὰ φόβου περιθέοντας ὄντος pro τάφρους ὑπερθέοντος Α. 5. που assumptum ex Α. διαῤῥηγνῦντας Α. 12. καταθεῷτό] κατίδοι Β. ᾗπερ Β. εἴπερ Edd. 13. Haec καὶ φεύγοντα accesserunt ex Α. κἀκεῖνοι] + οἱ Α. 15. τε assumptum ex Α. 16.φόβου δίχα inv. ord. Α. 17. διελεύσονται εἰς Α. εἰσελεύσονται Edd. αὐτ ῶν, pro, αὐτὸν Α. 18—20. ὅτι μὴ — παραδόντος Θεοῦ desunt in Β. 19. τοῦ pro τὸ Α. Statim κατακρατῆσαι Α. κρατῆσαι Edd. νεύματι — ψῆφος τοῦ Α. ἀλλὰ Edd. 20. συμφῆναί Aubertus. 22. παρ’ αὐτοῖς Α.Β. παρ’ αὐτῶν Edd. 23. κατακρατούντων Α. κρατούντων Edd.)
644
[*](Κεφ. γ΄.)

Καὶ ἐρεῖ Ἀκούσατε δὴ ταῦτα οἱ ἀρχαὶ οἴκου Ἰακὼβ καὶ κατάλοιποι τοῦ Ἰσραήλ. οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τό κρῖμα; [*](2) οἱ μισοῦντες τὰ καλὰ κοὶ ζητοῦντες τὰ πονηρὰ, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ᾿ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ [*](3) τῶν ὀστέων αὐτῶν. ὃν τρόπον κατέατο τὰς σάρκας του [*](d) λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς [*](4) σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν· οὕτως κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τό πρόσωπον αὐτοῦ ἀπ᾿ αὐτῶι ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ᾿ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ᾿ αὐτούς.

[*](Supra ii. 13. e)

Ὁ τοῖς πολεμοῦσι τὸν Ἰσραὴλ ἀνοιγνὺς τὰς ἃς πύλας, ὁ πάντα καταλεαίνων αὐτοῖς, καὶ τὰ δυσχερῆ καταστρέφων, ὡς ἂν δύναιντο λοιπὸν δι’ εὐμαρείας ἰέναι πολλῆς, καὶ ἀκονιτὶ καταδράττεσθαι τῶν ἀνθεστηκότων, ὁ ἡγούμενος αὐτῶν κύριος. αὐτὸς καὶ ἐρεῖ τοῖς ἄρχουσι, καὶ τοῖς καταλοίποις τοῦ λαοῦ. τὸ δὲ ἐμ, τέθεικεν ἀντὶ τοῦ προσδιαλεχθήσεται καὶ τοῖς μὲν διέπουσι τὰς ἀρχὰς ἐγκαλεῖ τὸ ῥᾴθυμον, καὶ ὅτι τῶν ὑπὸ χεῖρα κατημεληκότες, ὄλεθροι γεγόνασι καὶ φθοροί· [*](417 Α. a) τοῖς γεμὴν ὑπεστρωμένοις, καὶ ταῖς τῶν κρατούντων δοστροπίαις ἠπατημένοις, δίδωσι νοεῖν, ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα πλημμελημάτων ἐπιρρίπτεται δίκη τοῖς ἠδικηκόσι. κήδεται γὰρ καὶ τῶν πλανωμένων ὁ τῶν ὅλων Δημιουργὸς, ὁ κτίσας [*](Eph. ii. 10.) τὸν ἄνθρωπον “ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς καὶ προητοίμασεν, ὡς [*](1. αἱ om. A. (62 al.) οἴκου] + τοῦ Edd. (23. al.) οἱ om. Α. 2. τοῦ prius Α. Β. (130, 311.) οἴκου pro τοῦ Edd. (A.V. c.0 ὑμῶν A. (62 147.) τοῦ τὸ Edd. (68.) Neutrum habet Α. (86.) 4. αὐτῶν primum om. Β. αὐτῶν om. A. 5. τὰς σάρκας om. Α. 6. αὐτοῦ pro μου Α. ἀπὸ τῶν ὀστέων αὐτῶν Α. Β. (Alex. XII.) ἀπ’ αὐτῶν Edd. (Vat.) 7. ὀστᾶ B. (Alex. XII.) ὀστέα Edd. (Vat.) ἐμέρισαν Edd. (22. al.) 8. λέβητα] λέβητας Edd. (153.) 9. πρὸς] + τὸν Edd. (Vat.) 12. Ὁ accessit ex Α. Β. 14. εὐμαρείας Α. Β. εὐμαρίας Α.] εὐκαιρίας Edd. 16. Κύριος. οὕτος καὶ ἐρεῖ Α. καὶ suprascriptum Α.] Κύριος, αὐτὸς ἐρεῖ Β. Κύριος αὐτός. καὶ ἐμ Edd. 17. δὲ assumptum ex Α. διαλεχθήσεται Α. 19. ὀλέθριοι Α. φθοροί Α. φθόροι Edd. 20. ὑπεστραμμένοις Edd. Statim καὶ — ἠπατημένοις desunt in Α. Post h. v. οὕτω addunt Edd. iiivitis Α. Β. 22. ἀποῤῥίπτεται Edd. ἠδικηκόσι Α. ἡμαρτηκόσι Edd, 24. προητοίμακεν Α.)

645
ὁ θεσπέσιος γράφει Παῦλος, “ἵνα καὶ περιπατῶμεν ἐν “αὐτοῖς. τί τοίνυν Οὐχ ὑμῖν ἐστι τού γνωναι τὸ κριμα; ytfijxct δέ φησιν ἤτοι τὴν ἐπ’ αὐτοῖς γεγενημένην ὁσίαν τε [*](b) καὶ ἀμώμητον ψῆφον, ἤγουν τὴν κατάκρισιν· πρέποι δ᾿ ἃν ἐν τούτοις νοεῖσθαι τὴν τοῦ κρίματος εἴδησιν οὐχ ὡς ἐν μαθήσει μόνον· τί γὰρ ἃν τοῦτο τοῖς ἐκεῖνα πεπλημμεληκόσι διελυμήνατο; ἢ πῶς ἂν λελύπηκε τοὺς ἠσεβηκότας; ἀλλ’ ὡς διὰ πείρας αὐτῆς τῶν συμβησομένων· ἀποτιννύντες γὰρ τοῖς κολάζουσι δίκας οἱ πλημμελεῖν εἰωθότες, τότε δὴ τότε μανθάνειν λέγονται καὶ τῆς ἐνούσης αὐτοῖς ἐξουσίας τὸ ὑπερφερὲς καὶ δεσποτικῶν κριμάτων τὴν δύναμιν. ἔστι δὴ οὖν ἀναγκαῖον ὑμᾶς δὴ μάλιστά φησι διὰ τῶν συμβησομένων [*](c) τὸ κρῖμα μαθεῖν· ὑμᾶς τοὺς ἀεὶ μὲν τοῖς φαύλοις προσκεκλιμένους, ἀποσπουδάζοντας δὲ τὸ ἀγαθόν· ὑμᾶς τοὺς ἀγρίαν τινὰ καὶ ἀνήμερον κατὰ τῶν ἐμῶν προβάτων ποιουμένους τὴν ἔφοδον, καὶ τοῖς τῶν θηρίων ἀπηνεστάτοις παραχωροῦντας οὐδὲν, τοὺς ἀποδέροντας μὲν τὰ πρόβατα, καταξαίνοντας δὲ καὶ σάρκας, καὶ καταμελίζοντας ἀφειδῶς, καὶ οἷον ἕψοντας διὰ χύτρας. σημαίνει δὲ διὰ τούτων πᾶν εἶδος πλεονεξίας, ἀπληστίας τε καὶ κατ’ ἁδὺν ἀστείας. ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καὶ αὐτοὶ κεκράξονταί φησι· καὶ οὔτ’ ἃν [*](d) ἐποπτείας ἀξιώσαιμι τῆς παρ’ ἐμαυτοῦ· οὔτ’ ἂν εἰ κεκράξειαν αἰτοῦντες τὸν ἔλεον, ἐπιδοίην ἄν. κατεπανουργεύσαντο γὰρ καὶ αὐτοὶ τῶν ὑπεζευγμένων, καὶ πᾶν εἶδος αὐτοῖς ἐπενηνόχασι μοχθηρίας, πικρῶν τε καὶ ἀνοσίων εὑρέσεων καὶ ἐγχειρημάτων.

Ἐφαρμόσαι δ’ ἄν τις τὰ τοιαῦτα καὶ μάλα εἰκότως τοῖς [*](1. ὁ deest in Edd. 2. τοίνυν] + φησὶν Edd. invito Α. ὑμῶν (ut supra) Α. τοῦ Α. Β. τὸ Edd. 4. κατάκρισιν Α. κρίσιν Edd. 5. εἴδησιν] εἰσήγησιν Α. 6. μόνη Α. 8. αὐτῆς] αὐτοὶ Edd. ἀποτιννύντες γὰρ Β. ἀποτεινύντες (sic) γὰρ Α. ἀποτίνοντες Edd. 12. ἡμᾶς Edd. 13. τοὺς om. Α. 15. προβάτων] πραγμάτων Edd. 16. παραχωροῦντες Edd. ante Migne. 18. κοὶ primum Α. τὰς Edd. καταμερίζοντας iid. invitis Α. Β. 19. διὰ χύτρας] ἐν χύτρᾳ Α. 20. δυναστείας Edd. 22. οὐκ pro οὔτ᾿ Α. εἰ κεκράζειαν — ἐπιδοίην ὄν] ἐλεήσαιμι Β. 24. καὶ prius assumptum ex Α. Β. 25. μοχθηρίας Α. πονηρίας Edd. 27. τοιάδε Α.)

646
γραμματεῦσι καὶ Φαρισαίοις, οἳ λαῶν ἡγούμενοι, καὶ [*](e) ποιμνίων προεστηκότες, τοῖς ἀγελαίοις ὁμοῦ καθάπερ τισὶ προβάτοις, ἐπέθρωσκον ἀπηνῶς τοῖς πιστεύουσιν εἰς Χριστὸν, μόνον δὲ οὐχὶ καὶ ἐκδέροντες κατεμέλιζον καὶ κατεδηδόκασι τοὺς ἁγίους, θηρῶν ἀγρίων διενεγκόντες οὐδέν. τοιγάρτοι καὶ ἤκουον προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς [*](Es. i. 15.) ̔Ησαΐου “Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω “τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν “δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν “αἵματος πλήρεις.”

[*](3. ἀπηνῶς Α. ἀφειδῶς Edd. 4. μόνον δὲ οὐχὶ Α. μονονουχὶ δὲ Edd. μονονουχὶ Β. κατεμέριζον Edd. καταδεδοίκασι (sic) Α. 5. θηρίων pro θηρῶν Α. 8. ἐὰν] ὅταν Α. τὴν deest in Edd. 9. ἐπακούσομαι Β.)