In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶ, καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὑτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου, κω ἑ αὐτοῖς αὐτὸς εὐδόκησε, κὼ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;
[*](d)Φθάσας Φθάσας ὡς οὐ καθ’ ἕνα τρόπον, κατὰ πολλοὺς δὲ μᾶλλον ὁ τῶν ὅλων Θεὸς ἐπὶ τοὺς ἐξ αἵματος τοῦ Λευὶ κατεπικραίνετο. καὶ ταῖς τῶν ἱερουργῶν ῥᾳθυμίαις ἐπισκήπτων [*](Supra i. 13 Ib. ii. 9.) ἔφασκε “ καὶ εἰσεφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ “ καὶ τὰ ἐνοχλούμενα,” προσεπῆγεν δὲ τούτοις “ καὶ ἐλαμ- “ βάνετε πρόσωπα ἐν νόμῳ.” τιμῶντες γὰρ οὐ κατὰ τὸ εἰκὸς, καὶ δι’ αἰδοῦς ἀκαίρου ποιούμενοι τῶν προσιόντων τινὰς, [*](e) κατεδίκαζον οὐχ ὁσίως τοὺς ἀσθενεστέρους, καὶ πλεονεξίας ἐπῆγόν τισιν, οὐ τὰ δίκαια κρίνοντες, κατά γε τὸν νόμον, ἀλλ’ ἐτεραχθῆ καὶ ἄνισον τὴν ψῆφον ἐκφέροντες· ἢ τάχα που καὶ διαρπάζοντες τοὺς οὐδαμόθεν αὐτῇ προσήκοντας κλήρους· ἐφηδόμενοι δὲ καὶ δωροδοκίαις, καὶ ταῖς τῆς ἱερω- [*](1–3. Sic Β. 10. ῥᾳθυμίαις] ἀθυμίαις Edd. 13. πρόσωπον οὐ accessit ex Β. 15. κατεδίκαζον] + μὲν iid. τῶν ἀσθενεστέρων iid. ἐτεραχθῆ] ἑτεραλκῆ iid. cf. siipra 820 c. 18. που om. Β. ἁρπάζοντες Β. αὐτοῖς Edd.)
Χρὴ οὖν ἄρα διαζῆν ἁγίως καὶ ὀρθοποδεῖν ἐν ’Εκκλησίᾳ [*](e) τοὺς ἀπολέκτους ἱερουργοὺς, ἤτοι τοὺς κεκλημένους εἰς ἱερωσύνην. ἔσονται γὰρ οὕτως εἰς ὑποτύπωσιν εὐκοσμίας καὶ ἁπάσης ἀρετῆς τοῖς ὑπὸ χεῖρα λαοῖς, οἳ καὶ τὸν τῶν ὅλων καταγεραίρουσι Θεὸν, τῆς τῶν ἱερέων πολιτείας τὸ λαμπρὸν καὶ ἐξαίρετον καταθεώμενοι κάλλος. καὶ τοῦτο οἶμαί ἐστι [*](S. Matth v. 16.) τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς ὀρθῶς εἰρημένον “ Λαμψάτω “ τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ “ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν [*](849 Α. a) “ ἐν τοῖς οὐρανοῖς.’’ ὥσπερ γὰρ σκανδαλίζονται λαοὶ, ζῆν ἑλομένων ἐκτόπως τῶν ἱερουργῶν· οὕτω πλείστην τε ὅσην καὶ λίαν ἀμφιλαφῆ κερδανοῦσι τὴν ὄνησιν, εἰ δήπου θεάσαιντο πληροῦντας τὸ ἀγαθὸν, καὶ διαζῆν ᾑρημένους ὡς ἀρέσκει Θεῷ.
[*](Κεφ. γ΄)Ἴδου ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου, κὼ ἐπιβλέψεται ὁλὸν πρὸ [*](b) προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κὐριος ὃν ὑμεῖς ζητεῖτε, κοὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς Θέλετε. Φασκόντων ἐκείνων Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης, εὐαφόρμως λίαν ἐπὶ τὸ Χριστοῦ μυστήριον ὁ τῆς προκειπροσκρούσουσι [*](3. Migne. 4. ὀλιγοψυχίαις assumptum ex Β. 7. Χρὴ] + δὴ Edd. 13. ὀρθῶς om. Β. 17. ἱερουργῶν] ἱερέων iid. 19. θεάσαιντο] θεάσοιντο Pont. θεάσοιτο Aubertus. ᾑρημένους] ἡγουμένους Edd. 20. ἀρέσκει] ἁνδάνει iid. 21. ἐξαποστέλλω Β. ἐξαποστελῶ F. (26. al.) ἀποστελῶ Edd. cf infra. 22. αὐτοῦ Β. (Alex, XII mg.) de Ador. 60 a. ἑαυτοῦ Edd. (Vat. ℵ). 25, Haec Φασκόντων—δικαιοσύνης accesserunt ex B. 26. λίαν om. B. τὸ] + τοῦ Edd.)
Ἤξειν γεμὴν αὐτὸν εἰς τὸν ναὸν αὐτοῦ φησιν, ἢ ὅτι γέγονε σὰρξ ὁ Λόγος, καὶ κατῴκησε, καθάπερ ἐν ναῷ, τῷ ἐκ τῆς [*](b) ἁγίας παρθένου πανάγνῳ σώματι· ἤγουν ἀνθρώπῳ τελείῳ, τῷ ἐκ ψυχῆς λέγω καὶ σώματος, ἀμέσως τε καὶ οἰκονομικῶς ἡνῶσθαι πεπιστευμένῳ. ἣ ναὸν ἁπλῶς ὀνομάζει τὴν οἷον ἱερὰν καὶ ἀνακειμένην αὐτῶ πόλιν, δῆλον δὲ ὅτι τὴν ’Ιερουσαλήμ· ἤγουν ὡς ἐν τύπῳ τῷ πρὸς ἐκείνην τὴν Ἐκκλησίαν. ἐποιεῖτο δὲ τῆς ἑαυτοῦ παρουσίας τὴν ἀνάρρησιν πολυτρόπως [*](S.Matth. iv. 23.) τερατουργῶν, “ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ “ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ, [*](c) καθὰ γέγραπται. ἥξει τοίνυν φησὶν ὁ Κύριος ὃν ὑμεῖς ζητεῖτε, [*](Supra ii. 17.) λέγοντες ἐκ μικροψυχίας “ Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιο- “ συνῆς;” ἥξει δὲ διδάσκων τὰ ὑπὲρ νόμον καὶ τὰ ἐπέκεινα σκιᾶς καὶ τύπων. ἔσται γὰρ διαθήκης ἄγγελος τῆς πάλαι προηγγελμένης διὰ φωνῆς τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ [*](Deut. xviii 18) που πρὸς τὸν ἱεροφάντην Μωυσέα “ Προφήτην αὐτοῖς ἀνα- “ στήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς “ λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ “ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.’’ ὅτι δὲ καινῆς διαθήκης ἄγγελος [*](d) ἦν ὁ Χριστὸς, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος ῾Ησαΐας [*](Es. ix. 5, 6.) περὶ αὐτοῦ “ Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ “ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν εἰ “ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς “ καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται [*](2. γεγένηται Edd. 5. ἀγγέλων iid. 7. αὐτὸν accessit ex Β. 11. ἑνῶσθαι Edd. ante Migne. 17. φησὶν ὁ κύριος hoc ordine Β. 25. ἂν assumptum ex Β. 27–29. ὅτι—πυρίκαυστοι om. Β. 30. ἡ ex Β. ἀρχὴ] + ἐγενήθη Edd. invito Β. (go al.))
Ἰδοὺ ἔρχεται, λέγει Κύριος Παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;
Ὅμοιον τούτῳ καὶ μάλα προσεοικὸς τὸ διὰ φωνῆς ῾Ησαΐου [*](a 851 A.) “ Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, [*](Es.xxxv. 3.4.) “ παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ, ἰσχύσατε, μὴ “ φοβεῖσθε· ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα- [*](Ib.xl.10.) “ χίων μετὰ κυρείας.’’ ὡς γὰρ αὐτὸν δὴ μάλα παρεσόμενον, μᾶλλον δὲ καὶ ἤδη παρόντα καταδεικνὺς, ἀποφαίνεται σαφῶς, ὅτι καὶ ὁ τῆς ἐπιδημίας αὐτοῦ τῆς ἐν τῷδε τῷ κόσμῳ καιρὸς, οὐκ εἰς ἀνάβλησιν ἔσται μακράν. ὅτι δὲ τῆς οἰκονομίας ἡ δύναμις οὐκ εὐκαταφρόνητος ἔσται τισὶν, οὐδ’ ἃν γένοιτο τοῖς [*](b) ἀπειθοῦσιν οἰστὴ, διδάσκει λέγων Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ εἴσοδον μὲν ὀνομάζει τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς εἰσβολὴν τοῦ Μονογενοῦς· ὀπτασίαν δὲ τὴν οἷον ἐμφάνειαν. ἄορατος γὰρ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, γέγονεν ἐμφανὴς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. προανακεκράγει δὲ τοῦτο σαφῶς καὶ ὁ μελῳδὸς ἐν πνεύματι λέγων “ ῾Ο Θεὸς [*](Ps. xlix. 3.) [*](4. δέδωκε Edd. 5. καὶ om. B. 13. ῾Ησαίας Aubertus. 16. φοβῆσθε (sic) Edd. ante Migne. Statim καὶ αὖθ’ ἕτερα add. iid. ὁ Θεὸς ἤμων pro Κύριος—βραχίων iid. 17. Κύρειος B. (22 al.) cf. 572 e. κυρίας Edd. 18. κα om. B, δεικνὺς Edd. 27. προανακέκραγε iid. )
Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου κὼ ὡς πόα πλυνόντων, κω καθιεῖται χωνεύων κω καθαρίζων ὡς τό ἀργύριον καὶ ὡς τὸ χρυσίον, κω καθαριεῖ τοὺς υἱοὺς Λευὶ [*](b) καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον.
Πεποίηται μὲν ἐν τούτοις ὡς ἐξ ὁμοιότητος τῶν καθ’ ἡμᾶς πραγμάτων ὁ λόγος, ἀπόρρητον δὲ μυστηρίου δήλωσιν εἰσκομίσειεν ἂν τοῖς νουνεχεστέροις. ἀργύρου μὲν γὰρ καὶ χρυσοῦ ποιοῦνται δοκιμασίαν οἱ ταῦτα σοφοὶ, πυρὶ κατατήκοντες πᾶν ὅσον ἐν αὐτοῖς ἐστι κίβδηλόν τε καὶ ἀκαλλέστατον. πῦρ δὲ τὸ θεῖον καὶ οὐρανόθεν, τουτέστιν ἡ διὰ τοῦ Ἁγίου Πνεύματος [*](c) χάρις, καθ’ ἢν ἂν γένοιτο καὶ ζῶντας ἡμᾶς ἀποτελεῖσθαι τῶ πνεύματι, ὅταν εἰς νοῦν καθίκοιτο καὶ καρδίαν, ἐνιέντος Χριστοῦ, τότε δὴ τότε πάντα μὲν τὸν ἐξ ἁμαρτίας διασμήχει ῥύπον, καὶ τὸν ἐκ τῶν ἤδη προεπταισμένων δαπανᾶ μολυσμόν· κεκαθαρμένους τε οὕτω καὶ δοκιμωτάτους τοὺς ἔχοντας ἀποτελεῖ, καὶ μονονουχὶ μεταχαλκεύει νοητῶς πρὸς καινότητα ζωῆς, καὶ σκεύη λοιπὸν ἀποφαίνει λαμπρὰ καὶ ἡγιασμένα, καὶ εἰς τίμην κατεσκευασμένα, οἰκίᾳ τε τῇ [*](d 2 Tim. ii. 21, 20.) μεγάλη χρήσιμα, τουτέστι τῇ Ἐκκλησίᾳ. τοῦτο δὴ τὸ θεῖόν τε καὶ νοητὸν κατεσήμανε πῦρ ὁ θεσπέσιος Ἰωάννης, λέγων “ Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται δὲ ὀπίσω μου [*](1. τόν assumptum ex Β. 4. γὰρ] οὖν Edd. 7. καὶ prius assumptum ex Β. (Alex. ℵ. XII.) cf. supra 767 b, 8. καθοριεῖ B.F. ℵ. XII.) cf. de Ad. 59 6. καθαρίσει (A.V.). 9. ὥσπερ Edd. (Vat. ℵ manu prima.) Ad. 1. c. ὡς Β. (XII.) 13. χρυσίου Edd. 14. ἀκαλλέστερόν iid. 16. καθ’ ἣν—πνεύματι om. Β. ζῶντας] ζέοντος (?) 22. καινοτάτην ζωὴν iid. 25. κατεσήμαινε Β. 26. ἔρχεται δὲ ὀπίσω μου] ὀπίσω μου ἔρχεται iid.)