In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Kαὶ ἐζήλωσε κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ [*](19) καὶ ἀπεκρίθη κυριος καὶ εἶπε τῷ λαῷ αὐτοῦ Ἰδοὺ ἐΓὼ ἀποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνόν καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθησεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκ ἔτι εὶς ὀνειδισμὸν ἐν [*](20) τοῖς ἐθνεσιν, καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφ' δμῶ’.

Ἄθρει δὴ τρέχοντα κατὰ πόδας τὸν ἔλεον. φθάνει γὰρ [*](d) οἶμαι τὸ πένθος ἡ γαληνότης, καὶ τὸ ἐπὶ ταῖς μεταγνώσεσι δάκρυον ἡ τοῦ κατοικτείραντος χάρις. οὐ γὰρ μόνον ἠλέει τοὺς πεπραχότας ἀθλίως, ζηλοῖ δὲ μᾶλλον καὶ ἐπεμήνισε τοῖς λελυπηκόσιν, οἳ καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς ἀθλιότητος γεγόνασιν ὑπουργοί. ἐπισκήπτει δέ που τοῖς Βαβυλωνίοις ὁ τῶν ὅλων Θεὸς, ὡς ἀπηνέστερον ἤπερ ἐχρῆν τοῖς [*](Es.xlvii. 6.) ὑπὸ θείαν ὀργὴν ἐπενηνεγμένοις. ἔφη γὰρ ὅτι “Ἐγὼ δέδωκα “ αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος·’’ [*](Zach. i. 14,15. e ) καὶ μὴν καὶ πρὸς τὸν μακάριον προφήτην Ζαχαρίαν “τάδε “ λέγει κύριος Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν “ ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ [*](1, 2. Sic Β. εἰς τὸν προφήτην Ἰωὴλ τόμος β΄ . D. 3. ἐζήλωσεν] + ὁ F. Aub. 4. ἀπεκρίθη] + ὁ Edd. ἀποστελῶ F. ἐξαποστέλλω A.V. ℵ) ἐξαποστελῶ (23. al.) cf. Hom. Pasch. vi. 89 d. 9, ἡ om. B. 10. τοῦ κατ’. χάρις hoc ordine Β. ἠλέει] ἐλεεῖ Edd. 11. καὶ ἐπεμήνισε Β. ὡς καὶ ἐπιμηνῖσαι iid. 13. που om. Β. 14. πὼς ἢ χρὴ pro ἤπερ ἐχρῆν iid. 15. ἐγὼ assumptum ex Β. 16, ἔλεος] ἔλαιον (sic) Edd. ante Migne. 17. Haec ’τον μακάριον προφήτην assumpta ex Β. 18. ἐζήλωσα Edd.)

327
“ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, “αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.’’ ζηλώσας δὴ οὖν τὸν λαὸν αὐτοῦ, κατεπαγγέλλεται μὲν ἀφθόνως αὐτοῖς χορηγήσειν τὰ ζωαρκῆ, καὶ τῆς προλαβούσης συμφορᾶς ἰσοπαλῆ πὼς τὴν εὐθυμίαν, καὶ τὰ ἐδώδιμα μὲν εἰς κόρον· ἀσφάλειαν δὲ πρὸς τούτοις καὶ τὸ μὴ εἰς χεῖρας δοθήσεσθαι τῶν ἐχθρῶν, μήτε [*](a 222 Α.) μὴν ὑποπεσόντας δουλείᾳ τῆ ἐπ’ αὐτοῖς, οἰκτρὸν καὶ ἐπ’ ἀθλιότητι διαζήσεσθαι βίον. ὑπισχνεῖται δὲ πρὸς τούτοις ἀφανίσαι τὸν ἀπὸ Βοῤῥᾶ, τουτέστι τὸν Ἀσσύριον· βορειοτέρα γὰρ αὐτοῖς καὶ πρὸς ἀκτῖνα μᾶλλον ἡ χώρα. εἰ δὲ δή τις οἴοιτο καὶ ἐκ τῶν βορειοτέρων τῆς Ἰουδαίας γενέσθαι μερῶν τῆς ἀκρίδος τὴν ἔφοδον, τὸ κωλῦον οὐδὲν ὀρθῶς ἔχειν οἴεσθαι καὶ οὕτω τὸν λόγον.

Εἰ δὲ δή τισι καταφθείροιτο καὶ τὰ εἰς καρδίαν ἀγαθὰ [*](b) καὶ τῆς νοητῆς εὐκαρπίας ὁ πλοῦτος, οἷαπερ ἀκρίδος ἐπιπηδώσης αὐτοῖς τῆς τῶν δαιμονίων ἀγέλης, καὶ καταθεουσῶν ἀρχῶν, δυνάμεων καὶ ἐξουσιῶν· δῆλον δὲ ὅτι τῶν πονηρῶν· ποιείτω τὸ πένθος, μελετάτω τὴν μετάγνωσιν, δακρυρροείτω πρὸς Θεόν. ἀκούσεται γὰρ εὐθὺς ἐκ φιλανθρωπίας λέγοντος Ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλανιον. ἀποφανεῖ γὰρ αὐτοῦ τὴν καρδίαν ὡς εὔσταχυν γῆν, ὡς σπέρμασιν ὡραίοις κομῶντα κῆπον, ὡς εὔβοτρυν ἀμπελῶνα, καὶ [*](c) μὴν καὶ ἐλαίῳ καταπιανεῖ, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον “'Ελίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.’’ ἐξελάσει δὲ ἀπ’ [*](Ps. xxii. 5.) αὐτοῦ τὸν ἀπὸ Βοῤῥᾶ, τουτέστι τὸν ἀποψύχοντα σατανᾶν, καὶ ζεῖν οὐκ ἐῶντα τῷ πνεύματι τοὺς ὑπ’ αὐτῷ γενομένους. [*](1. συνεπιτεθεμένα Pont. συνεπιτεθειμένα Aub. Statim μοι add. Edd. ἐγὼ μὲν hoc ordine Β. (Alex. XII.) 2. κακά] κακίαν iid. 3. αὑτοῖς assumptum ex B. 4. πὼς assumptum ex B. 5. τὰ ἐδώδιμα μὲν εἰς κόρον·] εἰς κόρον τὰ ἐδώδιμά iid. πρὸς τούτοις δὲ ἀσφάλειαν inverso ordine iid. 6. τοῦ pro κοὶ τὸ iid. 7. αὐτοὺς iid. ἐν pro ἐπ’ alt. iid. 8. διαζήσεσθαι] ζῆσαι iid. 9. ἀφανιεῖν iid. Ἀσσύριον. βορειοτέρα γ. α. καὶ πρ. ἀκτῖνα] βορειότερον, πρὸς ἀκτῖνα γὰρ αὐτοῖς iid. II. μερῶν τῆς Ίουδ. τῆς ἀκρίδος γενέσθαι inverso ordine iid. 14. τισι καταφθείροιτο D. iid. καταφθ. τις Β. 15. ἐπιπηδώσης αὐτοῖς hoc ordine Β. 16. δαιμόνων Edd. 17. τῶν assumptum ex Β. 21. αὐτοῦ τὴν hoc ordine Β. σπέρμασιν] πρέμνοις iid. 23. Haec κατά γε τὸ ἐν ψ. ὑμνούμενον accesserunt ex Β. 26. ζεῖν] ζῆν iid.)

328
[*](s.Matth. xxiv. 12.) ψυγήσεσθαι δὲ καὶ ὁ Παῦλος ἔφασκε “τῶν πολλῶν τὴν ἀγά- “πην διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν.’’ ἀλλ’ οἵ γε χριστοῦ γνώριμοι τῷ πνεύματι ζέουσιν· ἀνέχονται δὲ οὐδαμῶς τὸ [*](Gal. v. 24.) ἀποψύχεσθαί ποι πρὸς ἐκτόπους ἡδονάς· “Τὴν γὰρ [*](d) σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.”

Καὶ ἐξοίσω αὐτό eic rnv avubpov, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἀναβήσεται ἡ σαρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόνοc αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ.

Διαπλάττει μὲν ἔτι τοῦ λόγου τὸ σχῆμα, καθὰ καὶ ἐν ἀρχαῖς ὡς ἐπ’ ἀκρίδος καὶ βρούχου, ἃ καὶ ἀφανισθήσεσθαί [*](e) φησιν, ἀπενηνεγμένα κατὰ βούλησιν Θεοῦ πρὸς αὐτάς που τάχα τῆς Ἰουδαίων γῆς τὰς ἐσχατιὰς, καὶ εἰς τοῦτο δυσωδίας ἐλθεῖν, ὡς καὶ φορτικὴν γενέσθαι τὴν διάδοσιν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν· μεθίστησι δὲ οὐδαμῶς ὁ λόγος τοῦ χρῆναι νοεῖν καὶ τὰ τοιάδε δὴ πάλιν ὡς ἐπί γε τῶν Βαβυλωνίων. ἐν μὲν γὰρ τοῖς νοτίοις μέρεσι τῆς Ἰερουσαλὴμ βαθεῖά τις ἔρημος ἐξευρύνεται, τερματίζεται γεμὴν πρὸς ἠῶ τε καὶ νότον πελάγεσιν Ἰνδικοῖς· πρὸς δύσιν δ’ αὖ καὶ βορειότερα, τῇ [*](223 Α. a) Παλαιστίνων γείτονι θαλάσσῃ, καὶ αὐτῇ δὲ προσκλυζούσῃ τῆ Αἰγυπτίων. ἐκεῖ τὸν βροῦχον καὶ τὴν ἀκρίδα διολέσθαι φησὶ, δυσαχθῆ δὲ γενέσθαι τὸν βρόμον αὐτῶν, τῆς μὲν ἀκρίδος που τάχα, καθάπερ ἔφην ἀρτίως. ἀνῄρηνται δὲ καὶ οἱ Βαβυλώνιοι, τὴν βορειοτέραν οἰκοῦντες χώραν, καὶ πρὸς [*](4.Eeg. xix. 35.) ἠῶ κειμένην. ἀνῄρηνται δὲ καθὰ πλειστάκις εἰρήκαμεν ἐν και- [*](1. ψυχθήσεσθαι Edd. καὶ assumptum ex Β. ὁ Παῦλος] ὁ κύριος iid. Statim τὴν ἂγ. τῶν πολλῶν ἔφασκε inverso ordine iid. 4. πρὸς] + τὰς iid. 5. σάρκα γὰρ ἑαυτῶν inv. ordine iid. 6. ἐξοίσω Β. (XII a prima manu.) ἐξώσω Edd. (A. V. ℵ) g. ἐμεγαλύνθη F. (XII.) 10. Διοπλόττει μὲν] Διαπλαττόμενον καὶ Edd. καθὼς iid. 14. γενέσθαι τὴν διάδοσιν hoc ordine Β. 15. χρῆναι] χρὴ iid. 16. δὴ assumptum ex Β. 19. βορειότερα] τὰ βοῤῥότερα (sic) iid. 20. οὐτῇ ’δε πρ. τῆ Αἰγυπτίων] αὐτοῖς δὲ πρ. τοῖς Αἰγυπτίοις iid. 21. διολέσαι iid. 22. Haec τῆς μὲν—ἀρτίως accesserunt ex Β. 23. πλὴν ἀνῄρηνται pro ἀνῄρηνται δὲ iid. 24. οἰκοῦντες post κειμένην transp. ud. 25. Haec καθὰ πλ. εἰρήκ. assumpta ex Β. Statim ἐν om. Β.)

329
ροῖς τῆς Ἐζεκίου βασιλείας, καὶ ἦν δυσφόρητος τῶν τωμά- [*](Ezek. xxxix.13.) τῶν ὁ βρόμος, ὡς καθαρισθῆναι μόλις ἐν ἑπταμήνῳ τὴν γῆν, καὶ τῆς τῶν πτωμάτων ἀπηλλάχθαι σαπρίας. οὕτω γάρ που φησὶν ὁ προφήτης Ἰεζεκιήλ. ὅτι δὲ προσκέκλιται τοῖς βορειοτέροις τῶν Βαβυλωνίων ἡ γῆ, σαφὲς ἂν γένοιτο, [*](b) λέγοντος Θεοῦ διὰ φωνῆς ἁγίων τοῖς ἐξ αἵματος Ἰσραὴλ ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν “Ὢ, ὣ, φεύγετε ἐκ γῆς [*](Zach. ii. 6.) “βορρᾶ, λέγει κύριος· εἰς Σιῶν ἀνασώζεσθε, οἱ κατοικοῦν- “τες θυγατέρα Βαβυλῶνος.”

Ἐξελάσας δὲ καὶ ἐξ ἡμῶν αὐτῶν τὴν ἀκρίδα Κριστὸς, φημὶ δὴ τὴν νοητὴν, τὰ παμμόχθηρα δηλονότι τῶν δαιμονίων στίφη, κατηφάνισεν αὐτὰ, καθεὶς οἱονείπως εἰς τὰ βάθη τῆς θαλάσσης· κατέκλεισε γὰρ εἰς ᾅδου καὶ ἐν τοῖς τῆς ἀβύσσου μυχοῖς, ἀνέβη δὲ λοιπὸν ἡ σαπρία τε καὶ ὁ βρόμος αὐτῶν, [*](c) καὶ γέγονεν ἡμῖν φορτικός τε καὶ κατεστυγημένος, καίτοι πάλαι μὴ τοιοῦτος εἶναι δοκῶν· δυσώδη γὰρ ὄντα τὸν σατανᾶν, νῦν δὴ καὶ μόλις ὅτι τοιοῦτός ἐστιν ἐγνώκαμεν. ᾠόμεθα γὰρ οἱ τάλανες εὐώδη τε εἶναι καὶ ἀξιέραστον, ὅτε τοῖς τῆς φαυλότητος ἐνειλημμένοι δεσμοῖς ὑπὸ χεῖρα τὴν ἐκείνου πεπτώκαμεν. ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν ὁ Ἐμμανουήλ, ἀνακεκραγώς τε καὶ λέγων “Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν [*](Cant. ii. 1.) “κοιλάδων,’’ τότε δὴ μόλις τῆς ἐνούσης εὐοσμίας αὐτῷ [*](d) κεκλημένοι πρὸς μέθεξιν, τῆς ἐκείνου δυσωδίας κατεγνάκαμεν.

Θάρσει γῆ, χαῖρε κοὶ εὐφραινου, ὅτι ἐμεγάλυνεν κυριος τοῦ [*](21) ποιῆσαι. θαρσεῖτε κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ [*](22) [*](2. ὁ assumptum ex Β. 3. ἀπαλλαγῆναι Edd. 4. που et ὁ προφήτης assumpta ex Β. 7. εἰς αἰχμαλωσίαν] ἐν αἰχμαλωσίᾳ iid. 12. στίφη τῶν δ. δηλονότι mv. ord. iid. 12—14. κατηφάνισεν αὐτὰ κατέκλεισεν αὐτὰ εἰς ᾅδου καὶ ἐν τοῖς τῆς ἀβύσσου μυχοῖς κατηφάνισε, καθεὶς οἱονείπως εἰς τὰ βάθη τῆς θαλάσσης iid. 14. τε assumptum ex Β. 17. δὴ] δὲ iid. 18. τῆς φαυλότητος ἐνειλ. δεσμοῖς] δεσμοῖς ὑπειλ. τῆς φαυλότητος iid. 20. ἐπέφ. ἡμῖν post Ἐμμαν. transp. iid. 22. τῆς ἐνούσης εὐοσμίας αὐτῷ κεκλημένοι πρὸς μέθεξιν] ἐπῃσθόμενοι τῆς ἐνούσης εὐωδίας αὐτῷ iid. 23. δυσωδίας κατεγνώκ. hoc ordine Β. 20. τὰ om. iid. ℵ 130,311.))

330
πεδία τῆς ἐρήμου, ὅτι ξύλον Ἤνεγκε τὸν καρπὸ αὐτοῦ, ἄμπελος [*](23) καὶ συκῦ ἔδωκαν τὴν ἰσχὺν αὐτῶ. καὶ τά τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ κθρίῳ τῷ Θεῷ ὐμῶν, διότι ἔδωκεν [*](e) ὐμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώιμον [*](24) καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, κὼ πλησθήσονται αἱ ἄλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.

Ἔθος τοῖς ἁγίοις προφήταις, ἐκ τῶν κατὰ μέρος, καὶ ὡς πρὸς ὀλίγους ἀγαθῶν, ἐκκομίζειν τὸν λόγον ἐπὶ τὰ καθόλου τε καὶ γενικώτερα· ταῦτα δέ ἐστι τὰ διὰ χριστοῦ. πρόεισι δὴ οὖν εἰς τοῦτο πάλιν ἡμῖν ὁ λόγος. πότε γὰρ δέδοται τὸ χρῆναι θαρσεῖν τῆ τῇ· πότε δὲ αὖ καὶ ἐμεγάλυνε Κύριος τοῦ [*](224 Α. a) ποιῆσαι μεθ’ ἡμῶν; εἰ μὴ ὅτε Θεὸς ὣν ὁ Λόγος γέγονεν ἄνθρωπος, ἵνα τοῖς ἄνωθεν ἀγαθοῖς ἐπικλύζων τὴν ὑπ’ οὐρανὸν [*](Es. ixvi. 12.) εὑρίσκοιτο τοῖς εἰς αὐτὸν πιστεύουσιν “Ὡς ποταμὸς εἰρήνης, ὡς χειμάρρους τρυφῆς, ὡς πρώιμός τε καὶ ὄψιμος ὑετὸς, καὶ ἁπάσης νοητῆς εὐκαρπίας δοτήρ. τότε δὴ τότε καὶ τοῖς ἄγαν ἀσυνετωτάτοις· οἳ καὶ κτήνη λέγονται τοῦ πεδίου· νοητή τις ἀνέφυ πόα, τῶν διδασκόντων ὁ λόγος· τότε βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου. καὶ ἔρημον μὲν ὀνομάζει [*](b) τὴν Ἐκκλησίαν κατὰ τὸ ἐν προφήταις περὶ αὐτῆς ἐν [*](Ib. xxxv. 1.) ρημένον “Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω “καὶ ἀνθείτω ὡς κρῖνον.’’ πεδία δὲ αὐτῆς εἶεν ἂν οἱ λαῶν ἡγούμενοι καὶ παιδαγωγεῖν εἰδότες, οἳ καὶ τοῖς θείοις καὶ ἐξ οὐρανοῦ χαρίσμασιν οἱονεὶ βρύοντά τε καὶ εὖ μάλα περιηνθισμένον φέρουσι τὸν νοῦν καὶ ταῖς τῶν δογμάτων ἄνθαις ἡδὺ πνέοντα, καὶ οἷον ἀρτιφανεῖ τῆ πόᾳ κατεστεμμένον. [*](1. τὸν om. Edd. 2. τὴν om. iid. (Co.) 3. τῷ assumptum ex B.F. (22. al.) ἡμῶν Β. (68, 106, 311.) 4. ὑμῖν prius] ἡμῖν Β. Statim τὰ add. Edd. (A.V. ℵ) ὁ. ἐμπλησθ. (Alex.) Ilom. Pasch. vi. 89 e. 7. ὡς assumptum ex B. 8. κομίζειν Edd. τε om. B. ii. δ’ iid. καὶ et μεθ’ ἡμῶν assumpta ex B. 13, 14. ἀγαθοῖς ἐπικλύζων et εἰς αὐτὸν πιστεύουσιν hoc ordine B. 16. γὰρ pro δὴ τότε iid. 20. Haec ἐν προφήταις περὶ αὐτῆς εἰρημένον aCCeBSerunt ex Β. 21. ἀγαλλιάσθω] + ἡ Edd. 22. αὐτῶν pro αὐτῆς et εἰσιν pro εἶεν ἂν iid. 23. καὶ ult. assumptum ex B. 26. ἡδὺ πνέοντα] πνέοντά τε ἡδὺ Efld. οἷον assiimptum ex Β.)

331
οὗτοι τὸν τῶν ἀποκτηνωθέντων ἐκτρέφουσι νοῦν, ἵνα καὶ εἰς σύνεσιν ἀναβῶσιν ἀνθρωποπρεπῆ. ἔφη δὲ ὅτι καὶ ξύλον ἐξήνεγκε τὸν καρπὸν αὐτοῦ, ἄμπελόν τε καὶ συκῆν τὴν ἰδίαν ἐκδοῦναι δύναμιν, τὸν στερεὸν οἶμαι τῶν διδασκόντων λόγον, ᾧ ἔνεστι μὲν τὸ γλυκὺ, ἔνεστι δὲ αὖ πρὸς τούτῳ καὶ τὸ [*](c) κατευφραίνειν εἰδὸς, τοῖς ἀπὸ συκῆς καὶ ἀμπέλου παρεικάζων καρποῖς. ἁρμόσειε δ’ ἂν καὶ μάλα εἰκότως, τοῖς μὲν ἔτι παχυτέροις τὸν νοῦν καὶ νώθειαν ἔχουσι τὴν κτηνοπρεπῆ, κατανέμεσθαι μάθησιν τὴν χθαμαλωτέραν, τὴν ὡς ἐν εἴδει καὶ δυνάμει πόας ἐν τοῖς τὰ μικρὰ διδάσκουσι φυομένην, τοῖς γεμὴν ἤδη τελείοις τὸν ὑψοῦ τε ἤδη νοούμενον, καὶ οἷον ξύλοις ὡραίοις ἐπηνθηκότα καρπὸν, τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, ἤγουν παιδεύσεως ἠθικῆς, τῆς ὡς ἐν ὕψει [*](d) θεωρημάτων. τοιγάρτοι κτήνη μὲν ἐκείνους ὀνομάζει, Σιῶν δὲ τέκνα τοὺς τελειοτέρους, οἷς καὶ ἑπιγάννυσθαι κελεύει Κυρίῳ τῴ Θεῷ αὐτῶν. ἡ πᾶσα γὰρ ἡμῶν θυμηδία χριστὸς, παρ’ οὗ καὶ δι’ οὗ πᾶσα πλήρωσις ἀγαθῶν, καὶ τῶν οὐρανίων χαρισμάτων ἀμφιλαφὴς χορηγία τοῖς ἀγαπῶσιν αὐτὸν, ὡς ἐν πρωίμοις τε καὶ ὀψίμοις καρποῖς νοουμένη καὶ ὡς ἐν σίτω πληροῦντι τὴν ἅλω, καὶ ὡς ἐν οἴνῳ ληνοῦ ὑπερχεομένῳ, καὶ ὡς ἐν ἐλαίῳ τῷ ὑπερβλύζοντι. ἰστέον δὲ, ὅτι καὶ κατά γε τὸν τρόπον τῆς μυστικῆς πληρώσεως ἀληθὴς ἡ ὑπόσχεσις. [*](e) δέδοται γὰρ ἡμῖν ὡς ἐν ὑετῷ τὸ ὕδωρ τὸ ζῶν τοῦ ἁγίου βαπτίσματος, ὡς ἐν σίτω γεμὴν ὁ ἄρτος τῆς ζωῆς καὶ ὡς ἐν οἴνῳ τὸ αἷμα· προ[σ]επενήνεκται δὲ καὶ ἢ τοῦ ἐλαίου χρεία, [*](1. τὸν post ἀποκτηνωθέντων transp. Edd. νοῦν κατευφραίνουσιν pro ἐκτρέφουσι νοῦν iid. 2. ἀνάγωσιν iid. ἤνεγκε Β. sed cf. Hom. Pasch. vi. 89 e. 3. ἄμπελόν τε καὶ συκῆν τ. ἰ ἐκδοῦναι] ὀμπελός τε καὶ συκῆ τὴν ἰδίαν ἐκδέδωκε Edd. 5. ἔνεστι—ἔνεστι] μέτεστι—μέτεστι iid. αὖ assumptum ex Β. Statim πρὸς om. Β. 6. τοῖς] τῆς Edd. παρεικάζων καρποῖς hoc ordine Β. 9. μάθησιν τὴν χθαμ.] καὶ χθαμ. μάθησιν iid. II. γεμὴν] δὲ iid. Statim ἤδη τελείοις hoc ordine Β. ἤδη alt. accessit ex Β. 14. θεωρουμένης Edd. 15. δὲ] + ἤδη iid. 16. ἡμῶν pro αὐτῶν iid. ἡμῶν θυμηδία hoc ordine Β. 18. ἀμφιλαφὴς accessit ex Β. 19. καρποῖς] ὑετοῖς Edd. 20. Haec πληροῦντι τὴν et ὡς ἐν accesserunt ex Β. ληνοῖς Edd. 21. ὡς ἐν, τῷ et γε assiimpta ex Β. 24. ἐν σίτῳ γεμὴν] δ’ ἐν σίτῳ iid. 25. προ[σ]επενήνεκται] Sic coirexi. προεπενήνεκται iid.)
332
συντελοῦσα πρὸς τελείωσιν τοῖς δεδικαιωμένοις ἐν χριστῷ διὰ τοῦ ἁγίου βαπτίσματος.

[*](225 Α. a)[*](25)

Kαὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐπῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπΗ, ἡ δύναμίς μου ἡ μεγάλη [*](26) ἣν ἐξαπέστειλα εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν, ὃς ἐποίησεν μεΘ’ ὑμῶν θαυμάσια.

Οσον μὲν οὖν ἧκεν εἴς γε τὸν ταῖς ἱστορίαις πρέποντα λόγον, ταῖς προλαβούσαις τῆς ἀκριδος ἐμβολαῖς τὴν ἰσοσθενῆ καὶ ἰσομοιροῦσαν εἰσάπαν ὑπισχνεῖται φιλοτιμίαν, καὶ τῆς τὸ [*](b) τηνικάδε συμβάσης αὐτοῖς αἰκίας εὐρυτέραν φησὶν ἔσεσθαι τὴν τῶν ἐδωδίμων παράθεσιν.

Εἰ δὲ δὴ νοοῖτο πνευματικῶς τῆς προφητείας ὁ λόγος, φαμὲν, ὅτι κατεδηδοκότος ἡμᾶς ὥσπερ τοῦ σατανᾶ, καὶ ὡς ἐν τάξει κάμπης τε καὶ ἀκρίδος καὶ μέντοι καὶ ἐρυσίβης κατεφθαρκότων οὐ φορητῶς τῶν ἀλιτηρίων πνευμάτων ἐπὶ πολυτρόπου παθῶν ἰδέας, ξηροὶ καὶ ἄκαρποι μεμενήκαμεν, γυμνοὶ καὶ ἐψιλωμένοι παντὸς ἀγαθοῦ, οὐκ ἠθικὴν ἔχοντες εἰς νοῦν ἀρετὴν, οὐ δογματικῇ θεωρίᾳ καταλαμπόμενοι, λιμῷ [*](C) δὲ ὥσπερ κατεφθαρμένοι, καὶ ἁπαξαπλῶς ἁπάσης εὐκαρπίας ἐστερημένοι. ἐπειδὴ δὲ πεπλουτήκαμεν παρὰ χριστοῦ τὸ [*](S. Joan. xvi. 33.) χρῆναι θαρσεῖν· νενικήκαμεν γὰρ σὺν αὐτῷ τὸν κόσμον, [*](S Luc. x. 19.) καὶ “Δέδωκεν ἡμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων τότε δὴ τότε καὶ ὑετοὺς ἐσχήκαμεν τοὺς πνευματικοὺς πρώϊδικαιουμένοις [*](1. Edd. 4. ἐρυσίβη et κάμπη inter se transp. Edd. (Co.) 5. εἰς] ἐφ’ F. (Alex. XII manu prima.) βρώσει pro ἐσθίοντες F. Edd. (Co.) 8. οὖν assumptiim ex B. Statirn ἥκει Edd. invitis B. b. γε assumptum ex B. b. τοῖς ἱστορίαις πρέποντα B.b. τῆς ἱστορίας Edd. 9. ἐκβολαῖς iid. repug- nantibus B. b. 10. ἰσομεροῦσαν Edd. ἤδη pro τὸ τηνικάδε iid. invitis B. b. 11. αὐτοῖς οἰκίας Β. αὐτοῖς ἐνδείας b. ἐνδείας αὐτοῖς Edd. φησὶν post ἔσεσθαι transp. b. 13. πνευματικὸς Edd. repugnantibus B.b. Statim τῆς προφητείας post ὁ λόγος transp. Edd. invitis B. b. 16. ἐπὶ] διὰ b. 18. γυμνοὶ et ἐψιλωμένοι inter se transp. Edd. 19. Haec οὐ δογματικῇ θ. καταλαμπόμενοι accesserunt ex Β. 20. ἁπαξαπλῶς ἁπάσης Β. ἁπόσης b. πόσης ἁπαξαπλ. Edd. 21. χριστῷ b. 24. τότε alt. assumptum ex Β.)

333
μόν τε καὶ ὄψιμον, νομικήν τε φημὶ παίδευσιν καὶ παράκλησιν Εὐαγγελικήν, τότε καὶ ἀνεθάλομεν εἰς δικαιοσύνην καὶ καρποὺς ἐσχήκαμεν ζωῆς, τότε καὶ φάγοντες ἐμπεπλῆσμεθα καὶ δοξολογοῦμεν ὡς Δεσπότην τὸν ἑαυτῶν Σωτῆρα χριστὸν, ἀνακηρύττοντες ὡς θαυματουργὸν, καὶ τὰ λόγου [*](d) καὶ ἐλπίδος ἐπέκεινα τοῖς ἀγαπῶσιν αὐτὸν δωρούμενον. ἐγνώκαμεν δὲ πρὸς αὐτῷ παντελῶς ἕτερον οὐδένα. δεδιδάγμεθα δὲ λέγειν ἐξ ἀγαθῆς διανοίας “κύριε, ἐκτός σου [*](Es. xxvi. 13.) “ ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν.” ἄθρει δὲ ὅπως ὁ τῶν ὅλων Θεὸς μονονουχὶ καὶ διαγελᾷ καὶ κατειρωνεύεται τὰ ἀνθρώπινα, δύναμιν μεγάλην ἑαυτοῦ τὴν κάμπην ἀποκαλῶν, ἢν καὶ εἰς αὐτοὺς πεπομφέναι φησὶ. καὶ οὐ δήπου φαμὲν, ὅτι δύναμις ἀληθῶς ἡ κάμπη Θεοῦ, καὶ τοῦτο μεγάλη, ἀλλ’ οἷον ἐκεῖνό φησι τοῖς τὴν δι’ αὐτῆς οὐκ [*](e) ἐνεγκοῦσι κόλασιν ἃ δεῖνοι καὶ ἀγέρωχοι καὶ ἐν οὐδενὶ γράφοντες λόγῳ τὸ προσκρούειν ἐμοί· οὐ πῦρ ἐφ’ ὑμᾶς οὐρανόθεν ὁρῶμαι καθεὶς, οὐκ ἐπαφῆκα βροντὴν ἢ χάλαζαν, οὐχ ἕτερόν τι τῶν ὑψοῦ τε ἠρμένων, καὶ ὅτι μάλιστα τῇ τοῦ Θεοῦ δόξη πρεπωδεστάτων ἐπενεγκών. σκωλήκων εὐτελεστάτων ἀθλία πληθὺς κατεξανέστη τῆς χώρας, καὶ τεθορύβησθε πρὸς αὐτῆς, τεθρηνήκατε καὶ διολώλατε· τάχα που μεγάλη λίαν ἡ κάμπη, λογιοῦμαι δὲ αὐτὴν καὶ δύναμιν ἐμαυτοῦ μεγάλην· ἐν ἤθει δὴ οὖν ὁ λόγος, καὶ οἱονείπως ἐν [*](a 226 Α) γέλωτι, μονονουχὶ καὶ ἐπιτωθάζοντος Θεοῦ τοῖς καταφρονεῖν εἰωθόσιν, ὡς καὶ, εἴπερ ἕλοιτο κολάζειν αὐτοὺς, ἀρκούσης εἰς τοῦτο καὶ κάμπης ἀντὶ πολλῆς καὶ ἀμάχου λοιπὸν ἰσχύος.

[*](1. τε alt. assumptum ex b. 2, 3. Haec ἀνεθάλομεν εἰς—τότε κοὶ accesserunt ex B. b. 5. τὰ] + τοῦ Edd. 6. αὐτὸν om. Β. 7. αὐτὸν Edd. Statim παντελῶς ἕτερον hoc ordine B. 8. κύριος iid. 9. τὸ ὄνομά σου ὀνομάζομεν assumpta ex Β. 10. ὅπως] πῶς iid. καταγελᾶ iid. 11. μεγάλην ἑαυτοῦ hoc ord. Β. Statim τὴν assumptum ex Β. 12. οὐδέπω Edd. 13. ἀληθῶς assumptum ex Β. Statim ἡ κάμπη post Θεοῦ transp. Edd. Haec καἰ τοῦτο μεγάλη accesserunt ex Β. 17. ὁρῶμαι καθεὶς, οὐκ ἐπαφῆκα] ἀνῆκα, οὐ Edd. οὐ pro ἢ iid, 19. ἐπήνεγκα iid. 20. εὐτελεστάτων assumptum ex Β. 21. Haec πρὸς αὐτῆς, τεθρηνήκατε accesserunt . Β. Statini καὶ om. Β. 25. ὥστε pro ὡς καὶ iid. ἑαυτοὺς iid. 26. καὶ prius assumptum ex Β.)
334

Μῆ δὴ πλατὺ γελάτωσαν αἱρετικοὶ, μηδὲ τῆς τοῦ Μονογενοῦς καταφλυαρείτωσαν δόξης, ὡς δὴ καὶ μεγάλης δυνάμεως ὠνομασμένης τῆς κάμπης, μὴ δ’ ἂν εἰ λέγοιτο καὶ αὐτὸς Θεοῦ δύναμις ἐν ἴσῳ γραφέσθω τῆ σκώληκι. τετολμήκασι γὰρ οἱ δείλαιοι καὶ εἰς τοῦτο κατολισθεῖν ἀθλιότητος ἐννοιῶν.

[*](27 b)

Kαὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα· καί ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐΓώ εἰμι, κω ἐΓὼ Κυριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἐστιν πλὴν ἐμοῦ· καὶ οὐ μὴ κατασχυνθήσεται ἔτι πᾶς ὁ λαόc μου εἰς τὸν αἰῶνα.

Ἐπαγγέλλεται σαφῶς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, καὶ ὅτι τοῖς ἐπὶ τῆς γῆς συνδιαιτηθήσεται καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ γενόμενος καθ’ ἡμᾶς, τουτέστιν, ἄνθρωπος. τότε γὰρ γέγονεν ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ διεφύγομεν ἐντροπὴν καὶ αἰσχύνης ἀπηλλάγμεθα, θανάτου [*](c) πεσόντος, ἁμαρτίας ἀνῃρημένης, γνώσεως ἀληθοῦς εἰσκεκο- [*](Rom i. 25.) μισμένης. προσκυνοῦμεν γὰρ οὐκέτι “τῇ κτίσει παρὰ τὸν “κτίσαντα,’’ καὶ Θεὸν ἕτερον ἐπ’ αὐτῷ παντελῶς οὐδένα παραδεδέγμεθα. τοιγάρτοι καὶ πεπλουτήκαμεν, ὡς ἐν ἐλπίδι βεβαίᾳ, ζωήν τε καὶ δόξαν καὶ τὴν εἰς μακραίωνα βίον ἐν ἁγιασμῷ καὶ ὁσιότητι πολιτείαν.

[*](28)

Κοὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπό τοῦ πνεύματός μου ἐμ πάθα σάρκα, κω προφητεύσουσιν οἱ υἱοὶ ὑμῶ κω ὁ θυγατέρες [*](d) ὑμῶν, κω οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, [*](1. μηδὲ pro μὴ δὴ Edd. γελάτωσαν αἱρετικοὶ] γελώντων αἱρετικῶν iid. 2. καταφλυαρούντων iid. δόξης] + μηδὲ iid. 3. Haec ὠνομασμένης—δύναμις accesserunt ex Β. 5. τοῦτ’ ὀλισθεῖν iid. 7. εἰμὶ ἐγὼ inverso ordine F. Edd. (42, 153.) 8. ἕτερος B. b. ἔτι Edd. (A.V. c.) καὶ οὐ—εἰς αἰῶνα om. Β. 11. τῆς assumptum ex Β. συνδιαιτήσεται Edd. καθεὶς ἑαυτὸν εἰς κένωσιν B.b. κενώσας ἑαυτὸν Edd. 12. ὑμᾶς iid. repugnantibus B.b. 16. οὐκέτι γὰρ τῇ κτίσει προσκυνοῦμεν inverso ord. iid. invitis Β. b. 19. ζωήν τε καὶ δόξαν καὶ τὴν δόξαν τὴν Β.] .... πολιτείαν Β. b. ζῶντες καὶ δόξῃ τῇ—πολιτείας Edd. 21. ταῦτα] + καὶ Edd. (Vat.))

335
καὶ οἱ νεανίσκοι ὑμῶν ὁμάσεις ὄψονται· καἰ γε ἐπὶ τοὐc δούλους [*](29) λους κοὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκχεῶ ἀπό τοῦ πνεύματός μου.

Ιδοὺ δὴ σαφῶς χαριεῖσθαι κατεπαγγέλλεται τὴν τοῦ Ἀγίου πνεύματος χύσιν, τουτέστιν ἀμφιλαφῆ χορηγίαν, οὐκ εἰς προφήτην ἐξειλεγμένως ἕνα που καὶ δύο τύχον, ἀλλὰ τὴν εἰς ἅπαντας ἁπλῶς τοὺς ἑλεῖν ἀξίους. ὃ δὴ καὶ πεπεράνθαι [*](e) φαμὲν ἐγηγερμένου χριστοῦ, καὶ τὸ τοῦ θανάτου καταλύσαντος κράτος. ἀπαρχὴν γὰρ ὥσπερ τῆς ὧδε σεπτῆς καὶ ἀξιαγάστου χάριτος τοῖς ἁγίοις ἐνετίθει μαθηταῖς, ἐμφυσῶν τε καὶ λεγ́ων “Λάβετε πνεῦμα “Αγιον.’’ ἔδει γὰρ ἔδει [*](S. Joan. xx. 22.) τοὺς τῆς Ἐκκλησίας μυσταγωγοὺς, καὶ τῆς ὑφ’ ἡλίῳ παιδευτὰς ἐσομένους καὶ πρό γε τῶν ἄλλων τῇ τοῦ Ἁγίου Πνεύματος δόσει κατακαλλύνεσθαι, καὶ οἷόν τινα τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν ἀπαρχὴν γεγονότας, τῇ θείᾳ τε καὶ οὐρανίῳ καταχρυσοῦσθαι χάριτι. κατὰ δέ γε τὰς ἡμέρας [*](a 227 Α.) τῆς Πεντηκοστῆς συναγηγερμένων εἰς οἶκον ἕνα τῶν μαθητῶν, καὶ τὰς συνήθεις Θεῷ προσαγόντων λιτὰς, γέγονεν “Ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, [*](Acta SS. App. ii. 2, 3, 4.) “καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ “ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο “ λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς “ ἀποφθέγγεσθαι.’’ ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ [*](2. μου alt. assumptum ex Β. F. (Alex. XII.) 5. χύσιν] χάριν Edd. τὴν post ἀμφιλ. add. iid. 6. που κοὶ δύο τύχον, ἁλλὰ τὴν] τυχὸν ἢ δύο ἀλλ’ iid. 7. φαμεν καὶ πεπ. inv. ord. iid. 9. ἀπαρχὴν Β. ἀπ’ ἀρχῆς Edd. τῆς ὧδε σεπτῆς καὶ ἀξιαγάστου χάριτος] τι ὧδε σεπτήν καὶ ἀξιάγαστον χάριν iid. 12. ὑφ’ ἥλιον iid. 14. τινα τῶν διὰ π. κεκημένων] τι κεκοσμημένον διὰ π. iid. 15. ἀπ’ ἀρχῆς pro ἀπαρχὴν iid. γε pro τε iid. 17, τῆς] + ἁγίας iid. συναγηγερμ. post ἕνα transp. iid. 18. προσαγαγόντων iid. 19—21 ἄφνω ἕκαστον αὐτῶν] ἄμφω, ἦχος ἐγένετο καὶ γλῶσσαι ἐφ’ ἕνα ἕκαστον ἐκάθισαν iid. 22. Quae seqimntur, partim citantur in Catena in Acta SS. Apost. a Cramero edita, cujus codices iterum, pro his S. CyriUi citationibus collatos, signan c et d. c = Cod. Coisl. XXV. d = Cod. CoU. Novi hac in Universitate Iviii. ἑτέραις γλώσσαις B.c.d. ἐν ἑτέραις Edd. γλώσσαις addidit Migne. 23. ἀποφθέγγεσθαι αὐτοῖς inv. ord. c. 24. ἐπὶ B. c. d. ἐν τῶ Edd.)

336
Xριστῷ μαρτύρια, καὶ τὰ δἰ ὧν ἦν εἰκὸς εἰκὸς ἑτοίμως εἰσιέναι πρὸς [*](b) εὐπείθειαν ἀναπεπεισμένους εὖ μάλα τοὺς ἀκροωμένους, ὡς ἐνέστηκε λοιπὸν ὁ τῆς εὐδοκίας καιρὸς, καὶ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν ἐπὶ χριστῷ προαπηγγελμένα πρὸς πέρας ἥκει λοιπόν. οὐκοῦν προεφήτευον, ἁπάσῃ γλώσση λαλοῦντες, προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ἁγίων καὶ [*](1 Cor. xiv. 21.) τοῦτο. γέγραπται γάρ “ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν [*](Es. xxviii. 11.) “χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ' οὕτως “πιστεύσωσι.’’ τοῦτό τοι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος, [*](1 Cor. xiv. 22.) εἰς σημεῖον δεδόσθαι τοῖς Ἰουδαίοις ἔφασκε τὴν πολυγλωσ- [*](C) σίαν. ὅτι δὲ καταπτάντος ἐξ οὐρανῶν τοῦ Ἁγίου Πνεύματος πολλοὶ λίαν ἦσαν οἱ τῷ τῆς προφητείας ἀναμεστούμενοι [*](Ib. 29—31.) πνεύματι, σαφηνιεῖ γράφων ὁ Παῦλος “προφῆται δὲ “ δύο ἢ τρεῖς λαλείτωσαν καὶ ἄλλοι διακρινέτωσαν. ἐὰν “ δὲ ἄλλῳ ἀποκαλυφθῇ φησὶ καθημένῳ, ὁ πρῶτος σιγάτω. 1 “ δύνασθε γὰρ πάντες καθ’ ἕνα προφητεύειν.’ πάλαι μὲν γὰρ διὰ πολλὴν δυστροπίαν παρακρούοντος τοῦ Ἰσραὴλ, [*](Amos viii. 11, 12.) ἔφασκε Θεός “Ἴδου ἐγὼ λιμὸν ἐπάγω ἐπὶ τὴν γῆν, οὐ λιμὸν “ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἁλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον “κυρίου, καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται “ζητοῦντες τὸν λόγον κυρίου, καὶ οὐ μὴ εὕρωσι.’’ καὶ [*](Ezek. iii. 26.) πρός γε τὸν μακάριον Ιεζεκιήλ “ καὶ τὴν γλῶσσάν σου [*](d) “συνδήσω καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα [*](1. μαρτύρια] μυστήρια iid. repugnantibus omnibus. ἢν εἰκὸς hoc ordine B.c. In d. scholium unum deest. ἑτοίμως εἰσιέναι (ἰέναι B.) πρὸς εὐπ. B. C. πρὸς ἑτοίμως ἰέναι Edd. 3, Haec διὸ νόμου καὶ προφητῶν accesserunt ex Β. c. 4. προηγγελμένα ἐπὶ χριστῷ pro ἐπὶ Χρ. προαπ. Edd. invitis Β. C. πρὸς] εἰς Edd. invitis nostris. 5. ἧκε iid. invitis libris. 6. προαναφων. Θεοῦ διὰ φωνῆς ἃγ. Β. C. διὰ φωνῆς ἃγ. Θεοῦ προαναφωνοῦντος Edd. 7. ὅτι assumptum ex Β. C. 8. ἑτέρων Β. ἑτέροις C. Edd. οὕτως C. Edd. ὡς Β. 9. πιστεύσῶσιν C. πιστεύσουσι Β. πεισθήσονται Edd. συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος Β. C. καὶ συνεὶς συνεὶς Edd. 10. Ἰουδαίοις δεδόσθαι pro δεδόσθαι τοῖς ’1ουδ. iid. invitis nostris. ἔφασκε Β. φησὶ Edd. ἐφ’ ἑκάστην (sic) pro ἔφασκε τὴν C. II. οὐρανοῦ Edd. 12. τῷ τῆς προφητείας ἀναμεστούμενοι πνεύματι] τῇ χάριτι τῆς προφητείας ἀναμεστούμενοι iid. 14, 15. καὶ ἄλλοι — σιγάτω] εἶτα iid. 16. πάντες καθ’ ἕνα hoc ordine Β. 17. προσκρούοντος iid. 18. Haec οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἀλλὰ λιμὸν accesserunt ex Β. 20. περιδραμοῦνται] περιτραποῦνται Β. 22. Haec γε τὸν μακάριον accesserunt ex Β.)
337
ἐλέγχοντα, ὅτι οἶκος παραπικραίνων ἐστίν.’’ ἐπειδὴ δὲ, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν “Θεὸς Κύριος, καὶ ἐπέφανεν [*](Ps. cxvii. 27.) “ἡμῖν·’’ ἐπέλαμψε γὰρ ἡμῖν ὁ κύριος ἡμῶν Ἰησοῦς χριστὸς, ἀνιεὶς ἐγκλήματα καὶ ἀπαλλάττων αἰτιαμάτων, καὶ τὸ τῆς ἁμαρτίας ἐμφράττων στόμα· δέδοται λοιπὸν ἡ τοῦ Ἀγίου πνεύματος χύσις, Θεοῦ κατευφραίνοντος τὴν ἀνθρώπου φύσιν, καὶ τῇ ἄνωθέν τε καὶ ἐν ἀρχαῖς στεφανοῦντος δόξη, καὶ εἰς ἐκεῖνο πάλιν αὐτὴν φιλαγάθως ἀνακομίζοντος, εἰς [*](e) ὅπερ ἦν ἐν ἀρχαῖς, οὔπω τῆς ἁμαρτίας εἰσκεκριμένης. Οὐ γὰρ ἔρημον ὄντα προφητικοῦ πνεύματος εὑρήσομεν τὸν Ἀδὰμ οὔπω τὴν θείαν ἐντολὴν παραβεβηκότα· βεβηκότα δὲ ὥσπερ καὶ ἐρηρεισμένον ἔτι, καὶ τοῖς τῆς φύσεως ἀγαθοῖς ἐμπρέποντα. καὶ γοῦν ὅτε τὴν γυναῖκα Θεὸς πλαστουργήσας ἤγαγε πρὸς αὐτὸν, καίτοι τίς τε καὶ πόθεν εἴη, τίνα τε ἀνέφυ τρόπον ἀκούσας οὐδενὸς, εὐθὺς ἐπεφώνει “τοῦτο [*](Gen. ii. 23.) “νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός “μου· αὕτη κληθήσεται γυνὴ, ἤτοι κατὰ τὴν Ἑβραίων ἔκδοσιν ἀνδρὶς, “ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.’’ ἀλλ’ [*](a 228 Α.) ἤργησε μὲν ἡ ἀνθρώπῳ δοθεῖσα χάρις, ἀνεκαινίσθη γεμὴν ἐν χριστῷ, ὅς ἐστι δεύτερος Ἀδάμ. ἀνεκαινίσθη δὲ τίνα τρόπον; ᾗ μὲν γάρ ἐστι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ υἱός· γεγέννηται γὰρ ἀληθῶς ἐκ τοῦ Θεοῦ καὶ πατρός· ἴδιον αὐτοῦ καὶ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ τὸ πνεῦμά ἐστι, [*](2. τοῦ ψάλλοντος post φωνὴν transp. Edd. 3. ὑμὶν iid. ἐπέλαμψε] ἐπέφανε iid. Haec κύριος ἡμῶν Ἰησοῦς assumpta ex Β. 4. Haec κοὶ ἀπαλλάττων αἰτιαμάτων accesserunt ex Β. 5. χύσις τοῦ Ἁγίου πνεύματος inverso ordine Edd. 6. τῶν ἀνθρώπων pro ἀνθρώπου iid. 7 τε assumptum ex Β. ὀρχῇ Edd. 9. ὅπερ ἦν ἐν ἀρχαῖς] ὃ προῆν iid. 10. ὄντα assumptum ex Β. 11. βεβηκότα] πεπηγότα Edd. 12. Haec κοὶ ἐρηρεισμένον accesseriint ex Β. ἀγαθοῖς] χρηστοῖς Edd. 13. πλαστ. ὁ Θεὸς pro Θεὸς πλαστουργήσας iid. 14. τίς τε καὶ πόθεν εἴη—οὐδενὸς] μή ποθεν ἀκούσας τίς τε εἴη καὶ τίνα τρόπον ἀνέφυ iid. 1 6. καὶ pro νῦν iid. 17. κληθήσεται γυνὴ hoc ordine Β. ἑβραΐδα φωνὴν pro τὴν Ἑβραίων ἔκδοσιν iid. 18. αὐτῆς assumptum ex Β. 19. γεμὴν] δὲ Edd. 20. καὶ post ὃς add. iid. 21. κατὰ φύσιν ὁ υἱὸς] Haec a Β. omissa reperiuntur quum in Edd., tum in Codd. duobus, χρήσεις continentibus, nempe Plutei vi. 12, et Ixxxvi. 8, Bibliothecie Laurentianae inclytae. Cf. qiioque Niceph. Blemmid. et alios in Leonis Allatii Graeciae Orthodoxiae Scriptt. 22. γεγέννηται] Sic correxi ex Codd. Laur. γεγένηται Edd. ἀληθῶς assumptum ex B. Niceph. Blemm. Joan. Veccus ubi supra. τοῦ assumptmn ex B. Cod. Laur. Ixxxvi. 8. 23. αὐτοῦ καὶ ἐν αὐτῶ τε Β. Joan. Veccus. αὐτοῦ τε κοὶ ἐν αὐτῶ Codd. Laur. Nic. Blemm. Edd.)
338
καθάπερ ἀμέλει καὶ ἐπ’ αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός῾ ἧ δὲ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ’ ἡμᾶς, ἐπακτὸν ἔχειν [*](b) τὸ πνεῦμα λέγεται. καταπεφοίτηκε γοῦν ἐπ’ αὐτὸν ἐν εἴδει [*](S. Math. iii. 16.) περιστερᾶς, ὅτε καθ’ ἡμᾶς γεγονὼς, ὡς ἔφην, ὡς εἷς ἐξ ἡμῶν οἰκονομικῶς ἐβαπτίζετο. τότε καὶ τὸ ἴδιον αὐτοῦ πνεῦμα δοτὸν αὐτῷ ἄνωθεν γενέσθαι λέγεται, διὰ τὸ ἀνθρώπινον, καὶ τοῦτό ἐστιν ἡ κένωσις. νοοῖτο δ’ ἃν ὧδε τε, καὶ οὐχ [*](2 Cor. viii. 9.) ἑτέρως “Δι’ ἡμᾶς πτωχεῦσαι πλούσιος ὣν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. δέδοται μὲν γὰρ, ὡς ἔφην, τὸ πνεῦμα τῷ Ἀδὰμ ἐν ἀρχαῖς, πλὴν οὐ μεμένηκεν τῇ ἀνθρώπου φύσει· διανένευκε γὰρ εἰς τὸ πλημμελὲς, καὶ παρώλισθεν εἰς ἁμαρτίαν, κατηρρώστησέ τε πᾶν εἶδος ἀκαθαρσίας.

Ἐπειδὴ δὲ ἐπτώχευσε πλούσιος ὣν, ὡς ἔφην, ὁ Μονογενὴς, [*](C) καὶ μεθ’ ἡμῶν ὡς ἄνθρωπος τὸ ἴδιον ὡς ἐπακτὸν ἐδέξατο [*](s. Joan. ι. 32.) πνεῦμα, “ μεμένηκεν ἐπ’ αὐτόν·’’ ἔφη γὰρ οὕτως ὁ μακάριος Ἰωάννης ὁ Εὐαγγελιστής· ἵνα καὶ ἐν ἡμῖν κατοικήσῃ λοιπὸν ἐμμόνως, ὡς ἤδη μεμενηκὸς ἐν τῇ τοῦ γένους ἡμῶν ἀπαρχῇ δευτέρᾳ, τουτέστι χριστῷ· κατωνόμασται γὰρ διὰ τοῦτο καὶ δεύτερος Ἀδὰμ, δι’ οὗ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον ἀνεστοιχειώμεθα, καὶ τὴν διὰ πνεύματος ἀναγέννησιν εὖ μάλα κερδαίνομεν, οὐκέτι τὴν πρώτην ἔχοντες, τὴν κατὰ σάρκα [*](Eom. viii. 6.) φημὶ, τὴν εἰς φθοράν τε καὶ ἁμαρτίαν· “τὸ γὰρ φρόνημα [*](d) “τῆς σαρκὸς θάνατος,’’ κατὰ τὸ γεγραμμένον· ἀλλὰ τὴν ἄνωθεν καὶ δευτέραν, τὴν ἐκ Θεοῦ διὰ πνεύματος, εἴπερ [*](S. Joan. i. 13.) ἐστὶν ἀληθὲς ὡς “οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος [*](1. νοεῖται] Sic correxi ex Codd. Laur. νοῆται Edd. ante Migne. 2. πέφηνε Β. Xic. Blemm. Veccus. πέφυκε Cod. Laur. vi. 12. γέγονε Edd. 4. ὅτε B. Cod. vi. 12. ὅτι Edd. Haec ἔφην ὡς accesserunt ex B. Cod. Laur. vi. 12. 6. ἄνωθεν oin. B, invitis Cod. supradicto, Edd. 7. νοεῖτο Edd. ante Migne. οὕτω pro ὧδέ τε iid. 9. αὐτοῦ pro ἐκείνου Edd. 10. ἀρχῇ iid. 12.Haec κατηῤῤώστησέ τε πᾶν εἶδος ἀκαθαρσίας accesserunt ex B. 14. ὡς ἔφη ν assumpta ex B. 16. Haec ὁ μοκαρίος assumpta ex B. 18. ἐμμόνως et ἡμῶν assumpta ex B. 20. δι’ οὗ] διό Edd. ἀσυγκρίτως ἄμεινον hoc ordine Β. ἀναστοικειώμεθα iid. 21. διὰ] + τοῦ iid. 24. γεγραμμένον] γένος iid. 25. καὶ assumptum ex B. διὰ om. B. 26. οἱ pro ὡς Edd.)

339
ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ γεγεννήμεθα.“ ἔδει δὴ οὖν ἔδει τοὺς ἐν τέκνοις Θεοῦ κατατεταγμένους καὶ τὴν τοῦ Ἁγίου Πνεύματος καταπλουτῆσαι χάριν. ἐνήργηκε δὲ καὶ τοῦτο εἰς ἡμᾶς χριστὸς, καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Πέτρος “Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ [*](Acta SS. App. ii. 33.) “πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς, ἐξέχεε “τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.’’ δέχεται μὲν γὰρ ὡς [*](e) ἄνθρωπος παρὰ τοῦ πατρὸς τὸ ἐνὸν αὐτῷ φυσικῶς· ἐκχεῖ δὲ πλουσίως εἰς ἡμᾶς, ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σάρξ. ἐκχεῖ δὲ ἐπὶ πᾶσαν σάρχα. καὶ τοῦτο δῆλον, ὡς οὐκ ἐπὶ μόνους τοὺς ἐκ περιτομῆς, ἀλλ’ ἐφ’ ἅπαντας ἁπλῶς τοὺς διὰ πίστεως καλουμένους, κἂν εἰ ἐκ πλάνης, εἶεν Ἑλληνικῆς, κἂν εἴτε μικροὶ καὶ μεγάλοι, δοῦλοι [*](Col. iii. 11.) καὶ ἐλεύθεροι, βάρβαροί τε καὶ Σκύθαι. πρόκειται γὰρ τῆς ἐν χριστῷ σωτηρίας ἡ χάρις τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν, [*](a 229 A.) ὅτι καὶ αὐτός ἐστι “Ηροςδοκία ἐθνῶν.”

[*](Gen. xlix. 10.)

Εἰ δὲ δὴ λέγοιεν ἀθυροστομοῦντές τινες, σαρχας λέγεσθαι καὶ τὰ κτήνη, παραληροῦντες, ἤδη πὼς ἀκουόντων, ὅτι τῆς προφητείας ὁ σκοπὸς κατὰ μόνου συντείνεται τοῦ ἀνθρωπίνου γένους, καὶ οὐχὶ “ τῶν βοῶν μέλει τῷ Θεῷ, καθὼς [*](1 Cor. ix. 9.) καὶ ὁ σοφὸς ἔφη Παῦλος. προφητεύσειν δέ φησιν υἱοὺς καὶ θυγατέρας, τὸ τῆς χάριτος ἀμφιλαφὲς καὶ τὸ ἐπὶ πάντας ἆτον διὰ τούτων ὑποδηλῶν. εἴη γὰρ ἂν οὐκ ἀπόβλητον παρὰ Θεῷ τὸ θῆλυ γένος, εἰ τὰ αὐτῷ δοκοῦντα δρῴη τε [*](b) προθύμως, καὶ μὴν καὶ ἕλοιτο φρονεῖν, οὔτε μὴν ἀγέραστον, ἢ ἀμέτοχον ἁγιασμοῦ, εἰ διά τε τῆς πίστεως καὶ τῆς ἐν [*](1. ἀνδρὸς] σαρκὸς Edd. γεγεννήμεθα] ἐγεννήθησαν iid. ἴδει δὴ οὖν ἔδει] ἴδει οὖν iid. 2. τεταγμένους iid. Statim καὶ assumptum ex Β. 3. ἐνήργησε Edd. εἰς ἡμᾶς κρατὸς et πιστώσεται λέγων hoc ordine Β. 4. ὁ θεσπέσιος assumpta ex Β. 5. Θεοῦ] πατρὸς Edd. 6. ἐξέχεε τοῦτο ὃ] ἐξέχεε· τοῦτο (sic) Β. 8. αὐτοῦ Cod. Plut. vi. 12. 9. καὶ prius assumptiim ex Β. Cod. suprad. 10. εἰ assumptum ex B. δὲ] + καὶ Edd. invitis B. Cod. suprad. καὶ τοῦτο δῆ. λον ὡς] Cod. suprad. Edd. τουτέατιν Β. 12. Haec κἂν εἰ ἐκ πλ. εἶεν ἑλληνικῆς accesserunt ex Β. 17. ἀθυροστομ. τινες hoc ordine Β. Statim σάρκα Edd. 18. τὰ om. Β. 19. ἀνθρωπίνου] ἀνθρωπείου Edd. 21. προφητεύειν Β. 22. καὶ τὸ ἐπὶ π. ἴσον post ὑποδηλῶν transp. Edd. 23. διὰ τοῦτο iid. 24. παρὰ] + τῷ iid. 26. τῆς prius assumptum ex Β.)

340
ἔργοις ἐπιεικείας εὐδοκιμοῦν ἔσται· πόθεν; ἠξίωται γὰρ καὶ [*](2 Cor. i. 22.) αὐτὸ χάριτός τε καὶ οἰκτιρμῶν, καὶ “ τὸν ἀρραβῶνα τοῦ “πνεύματος δέχεται παρὰ Θεοῦ, λελόγισται δὲ καὶ ἐν τέκνοις. πρεσβυτέρους μὲν οὖν ἐνυπνίοις ἐνυπνιασθήσεσθαί φησιν, ὄψεσθαι δὲ καὶ ὁράσεις τοὺς ωεανισκους, πρεσβυτικὴν [*](C) ἡλικίαν, καθάπερ ἐγῷμαι, λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρετῆς προὔχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιωμένην κατορθώμασι, καὶ φρονήσει διαπρέπουσαν τῇ τελεωτάτη καὶ τεθαυμασμένην, ὁποῖός τις ἦν καὶ ὁ θεσπέσιος Παῦλος, ὃς τεθέαται καθ’ ὕπνον ἄνδρα τινὰ τῶν ἐκ [*](Acta ss. App. xvi. 9.) Μακεδονίας, ἐκλιπαροῦντά τε καὶ λέγοντα “Διαβὰς εἰς “Μακεδονίαν βοήθησον ἥμιν· γέγραπται γὰρ οὕτως ἐν ταῖς πράξεσι τῶν σοφῶν ἀποστόλων. Ἀνανίας δέ τις τῶν ἐν πίστει δεδοκιμασμένων ὅρασιν ἐπ’ αὐτῷ τεθέαται τῷ μακαρίῳ [*](Ib. ix 4sqq.) Παύλῳ. ἐπειδὴ γὰρ ἧκεν εἰς Δαμασκὸν, αὐτῷ κατὰ τὴν [*](d) ὁδὸν ὀφθέντος χριστοῦ, εἶτα τῆ τοῦ φωτὸς ἀστραπῇ τὴν ὄψιν ἀφῄρηται, τεθεράπευται διὰ χριστοῦ. γέγραπται δὲ [*](Ib. 10,11.) οὕτως πάλιν· “Ἦν δέ τις ἐν Δαμασκῷ μαθητὴς ὀνόματι “Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος Ἀνανίᾳ. “ ὁ δὲ εἶπεν Ἴδου ἐγώ. ὁ δὲ κύριος πρὸς αὐτόν Ἀναστὰς “πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζή- “τησον ἐν οἰκίᾳ Ἰούδα Σαοὺλ ὀνόματι ταρσέα.” ἀκούεις ὅπως ἐν ὁράματι μὲν λελάληκε πρὸς Ἀνανίαν; ἦν γάρ που τάχα τὴν πίστιν εὔτονος, καὶ νεανίας τὴν ἕξιν, καὶ σφριγῶσαν ἔχων εἰς τὸ ἀγαθὸν τὴν γνώμην, ἄθραυστος εἰς ἀλκὴν, [*](1. ἔσται· πόθεν] Sic correxi ex Β. ἔσται ποθέν Edd. 2. οἰκτιρμοῦ iid. 4. ἐνυπνιασθήσεσθαί φησιν Β. ἐνυπνιάσθαι φησὶν C. ἐνυπνιάζεσθαί φησιν d. φησιν ἐνυπνιασθήσεσθαι Edd. 5. καὶ assumptum ex Β. C. d. 6. κοθόπερ ἐγῷμαι λέγων Β. λέγων, καθώσπερ ἐγῷμαι Edd. Haec ὡς ἐν accesserunt ex B.c.d. ἐν ὡς sic c. d.) Statim ποιότητι Edd. invitis B. c. d. 8. διαπρέπουσαν τῇ τελεωτάτῃ hoc ord. B. 9. Haec ὁ θεσπέσιος assumpta ex B. ὁ μακάριος pro ὁ θεσπέσιος C.d. 11. Μακεδόνων Edd. τε assumptum ex Β. 12. Haec γέγραπται—ἀποστόλων accesserunt ex Β. 13. τις assumptuni ex B. 14. τεθέαται τῷ μακαρίῳ Παύλῳ] Παύλῳ τεθέαται Edd. 17. ἀφῄρηται] ἠδίκηται iid. 19. ἐν ὁράματι ὁ Κύριος hoc ordine Β. Statim haec Ανονία—πρὸς αὐτόν accesserunt ex Β. 21. ἐπὶ om. Β. εὐθῆ Kdd. 23. μὲν assumptum ex B. 24. εὔτονος c. d. ἀνδρεῖος iid. 25. ἀλκὴν] ἀκὴν (sic) Edd.)
341
δῆλον δὲ ὅτι τὴν πνευματικήν. καθ’ ὕπνον δὲ τῷ μακαρίῳ [*](e) Παύλῳ τὰς λιτὰς ἐδόκει προσφέρειν ὁ Μακεδών· ἦν γὰρ τὴν φρένα πρεσβύτης, τὸν νοῦν γηραιὸς, καὶ τῆς ἄνωθεν σοφίας ἔμπλεως. προσεφώνει δέ που καὶ ὁ σοφὸς Ἰωάννης τοῖς ἡγιασμένοις ἐν χριστῷ διὰ πίστεως “Γράφω ὑμῖν πατέρες, [*](1 S. Joan. ii. 13,14.) “ ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. γράφω ὑμῖν νεανίσκοι, ὅτι “ ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν.’’ ἐπαγγέλλεται δὴ οὖν τὴν χύσιν τοῦ Ἁγίου Πνεύματος τοῖς δουλεύουσιν αὐτῷ. τίνες δ’ ἂν οἱ τοιοίδε πάλιν; ἢ ἐκεῖνοι πάντως οἳ [*](a 230 Α.) τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὑποφέρουσι τὸν αὐχένα τῆς διανοίας, τῆς μὲν ἐν τύπῳ λατρείας ἀποφοιτήσαντες, Ἑλληνικῆς δὲ ἀπάτης ἀποπεπαυμένοι, κατὰ τὸν λέγοντα;

Kαὶ δώσω τέρατα ἐν τῷ οὐραγῷ ἀνω καὶ σημεῖα ἐμ thc thc [*](30) κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καuvοῦ. ὁ ἥλιος μεταστραφήσεται [*](31) εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, αἷμα, πρὶν τἠν [*](b) ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.

Ἐπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφόρηκεν ἡ φύσις, κατωλοφύρατο δὲ ὥσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς Δεσπότην, καὶ ὁ μὲν θεῖος ναὸς [*](S. Matth. xxvii. 51.) καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιερρήγνυτο· γέγραπται γὰρ, ὅτι “Τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ s.Matth. “ἄνωθεν ἕως κάτω·’’ ὁ ἥλιος δὲ τὸ οἰκεῖον ἀνακόψας σέλας καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς. ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας [*](c Ib. 45.) [*](1. τὴν om. Β. Haec τῷ μακαρίῳ assumpta ex Β. 8. Ἁγίου assumptura ex Β. 16. τὴν orn. Edd. (68.) 17. τῶν Ἰουδαίων δυσσεβείαις hoc ordine b. c. d. 18. δηλονότι assumptum ex b. c. d. 19. κατωλοφύρετο et καθυβρισμένον Edd. invitis nostris. 20. τὸν ἑαυτῆς δεσπότην b. c. d. τόν κτίσαντα Edd. μονονουχὶ καὶ b. C. d. ὡς Edd. 21, 22. ἀσχάλλων τοῖς πενθοωιν et καταπέτασμα τοῦ νοοῦ hoc ordine b. C. d. 22. ἐσχίσθη post κάτω transp. Edd. repugnantibus omnibus. 23. κάτωθεν (sic) b. ὁ om. b. c. d. ἀνακόψας] ἀνακόπτων b. ἀνάπτων C. d. 24. Haec κοὶ τὴν ἀκτῖνα συνενεγκὼν συνεγκὼν C.) accesserimt ex b. c. d. 25. ὥρας alt. assumptum ex c. d.)

342
[*](S.Matth. xxvii. 51.) ἐνάτης, ἐσχίζοντο δὲ καὶ αἱ πέτραι, τάχα δέ που καὶ περὶ τον τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνηθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς, ἀξιόχρεως γεμὴν ἡ πίστις ἐκ τῆς προφητείας. ὅτι δὲ τοῖς τοῦ Δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνω τὰ σημεῖα γέγονεν, ἀλλ’ οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο Θεοῦ λέγοντος διὰ [*](Es. 1. 3. d) φωνῆς Ἡσαΐου “Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, “ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.’’ οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησὶ τὰ ἐν οὐρανῷ καὶ οἷον σάκκῳ τῷ σκότει καταμφίεσαι, πενθοῦντά τε καὶ ἀλγοῦντα, καὶ ὥσπερ διακεκραγότα τῷ σχήματι. σημεῖα μὲν οὖν ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν αἷμά τε καὶ πῦρ, καὶ ἀτμὶς καπνοῦν καταδηλώσειεν ἂν οἶμαι που τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε [*](e) πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός. αἵματι γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατερραίνετο χώρα. ἔμελλε δὲ ὁμοῦ ταῖς πόλεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεὼς, οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι. ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ’ ἢν ἅπασι τὸ θεῖον προκείσεται [*](s.Matth. xvi. 27.) βῆμα χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν [*](1. ἐνάτης correxi ex c. d. Legebatur ἐννάτης. αἱ assumptum ex B. d. 3. μεταποιςισθαι c. Statim καὶ assumptum ex b. c. d. 4. τὸ τοιόνδε] τοῦτο b. παρὰ assumptum ex B. b. c. d. 5. τῆς assumptum ex B, μὲν pro δὲ Edd. invitis B. c. d. 6. μόνῳ c. d. μόνον Edd. 8. κτίσις c. d, φύσις Edd. διὰ φ. λέγοντος pro Θεοῦ λέγ’. διὰ φ. C. d. II. Haec που πάντως et καὶ assuinpta ex c. d. 12. σκότει] σκοτεινῷ iid. φησὶ post καταμφίεσαι add. iid. τε assumptum ex iisdem. ἀλγοῦντα] κατηλγηκότα iid. 13. αὐτῷ δὴ τούτῳ τοῦτο C.) pro ὥσπερ iid. οὖν] + ἤτοι τέρατα τὰ (τὰ om. b. ?) b. c. d. 14. ἄν assumptum ex B. b. c. d. γε assumptura ex b. c. d. τὴν post εἰς add. b. 15. ότμὶς] + ἡ Edd. invitis omnibus. ἀτμίδα c. d. ἂν et που assumpta ex b. C. d. 16. ἐπεσώρευσε πόλεμος hoc ord. b. c. d. 17. τῆς διὰ pro διὰ τῆς Edd. Statim τῶν add. iid. 18. αὐτοῖς b. c. d. αὐτῶν Edd. 19. κατοπίμπρασθαι post διαβόητος transp. Edd. invitis b. c. d. 20. κατασεσεισμένοι], διασεσεισμένοι b. 21. τὸ θεῖον προκείσεται hoc oidine b. c. d. 23, συμβήσεται τοῖς Ἰουδ. inverso ordine Β.)
343
εἰπὼν πρὶν ἐλθεῖν τὴν ἡμέραν κυροῦ τὴν μεγάλην καὶ ἑπιφανη. σημειωτέον δὲ πρὸς τούτοις, ὅτι καὶ αὐτὸς ὁ Κύτιος ἐρωτώμενος παρὰ τῶν σοφῶν ἀποστόλων τὰ περὶ τῆς συντελείας τοῦ αἰῶνος, καὶ τὰ περὶ τῆς τῶν Ἱεροσολήμων [*](a 231 Α.) καταστροφῆς, ἔμιξε τὰ σημεῖα, ὡς τάχα που καὶ ἀγνοεῖσθαι λοιπὸν, ποῖα δή ποτε συμβήσεται.