In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὡραῖα μὲν τυ ἐρήμου φησὶ τὰ ἐν πεδίοις τάχα που τοῖς [*](1. περιτ. λόγον hoc ordine Β. 2. πραγμάτων] πράξεων Edd. εἰς om. Β. 3. ἐντέχνως iid. 4. εἴθει (sic) iid. εἴδει e suo correxit Migne. 5. τὸ assumptum ex B. δαμάλεις λέγοι διασκιρτῆσαι] δάμαλις λέγοιτο διασκιρτᾶν iid. 6. καταπιέζοντος τοῦ λιμοῦ] κατεπιέζοντο τῷ λιμῷ iid. 7. ἂν om. Β. κοὶ τεθνήκασιν] καὶ τεθρηνήκασιν ἀγροὶ iid. 8. αἴσθησις αὐτοῖς hoc ordine Β. 10. ἠξιωμένους iid. 12. Haec δὴ τάχα assumpta ex Β. 13. ἐπικεκλόσθαι] ἐπικλίνειν iid. τοι assumptum ex Β. Statim φησὶ iid. 17. δὴ assumptum ex B. 18. νομῆς] ζωῆς iid. 19, 20. Haec ὡς ἔφην et τὸν τῶν ὅλων Σωτῆρα assumpta ex Β. 2 1, ἠνάλωσε F. 22. τ’···· alt. accessit ex Β. 23. ἀνέβλεψε B.F. (Alex.) ἀνέβλεψαν Edd. (Vat. ℵ) 24. ὡραῖα om. Edd.)

312
ἀνηρότοις αὐτομάτως φυόμενα· ξύλα γεμὴν τοῦ ἀγροῦ ἐν κήποις τε καὶ παραδείσοις εὐγενῆ βλαστήματα, καὶ ταῖς ἐξ ὡρῶν εὐκαρπίαις περιανθίζεσθαι πεφυκότα· ταῦτά τε ἐν [*](e) εἴδει πυρὸς μονονουχὶ κατεδηδοκέναι βροῦχόν τε καὶ ἐρυσίβην. ποιεῖται δὲ χρησίμως τὴν πρὸς Θεὸν εὐχὴν εὐτεκνέστατα, διδάσκων, ὡς ἥκιστα μὲν παρ’ ἑτέρου δεήσει ζητεῖν τῆς συμφορᾶς τὴν ἀπόστασιν, προσάγειν δὲ μόνῳ τῷ σώζειν ἰσχύοντι τὰς λιτὰς, καὶ ὡς ἐξ ὀργῆς ἐπάγοντι τὰ καταλυπεῖν εἰωθότα. μὴ γὰρ δὴ χρῆναι φρονεῖν εὖ μάλα φησὶν αὐτομάτως τὰ τοιάδε συμβῆναι τῶν κακῶν, ἐπενηνέχθαι δὲ μᾶλλον ὡς ἐκ θείων αὐτοῖς μηνιμάτων· καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησίν [*](213 Α. a) “Εἰ ἔσται κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν; οὐ [*](Amos iii. 6.) γὰρ ἂν γένοιτό τι τῶν κακοῦν εἰωθότων ἢ πόλεις ἢ χώρας, ὃ πράττοιτο ἂν μὴ οὐκ ἐφιέντος Θεοῦ. σώζει γὰρ οὓς ἂν ἕλοιτο, καὶ ἀπαλλάττει κακῶν. ἀναπείθει δὴ οὖν τῶν λελυπηκότων τὴν λύσιν παρὰ Θεοῦ ζητεῖν, ῥιπτοῦντας ὡς ἀποτάτω τό γε οἴεσθαι δεῖν τῆς τῶν ψευδωνύμων θεῶν χειρὸς, καὶ ἐπικουρίας δεδεῆσθαι τὰ κατ’ αὐτούς. ἐξηράνθαι δέ φησιν ἀφέσεις ὑδάτων. ὑετοῦ γὰρ τὴν γῆν οὐκ ἄρδοντος, [*](b) καθιεμένης δὲ πρὸς τούτῳ τῆς ἐρυσίβης, ἐξωπλισμένης δὲ καὶ ἀκρίδος, καὶ βρούχου πηδῶντος, καὶ κάμπης ἑρπούσης, πῶς ἦν ἀμφίβολον ὡς πάντη τε καὶ πάντως οἴχοιτο ἃν αὐτοῖς τὰ ζωαρκῆ πρὸς τὸ μηδέν; καταφθειρομένης δὲ καὶ πόας, πᾶσά πὼς ἀνάγκη καὶ κτήνη παθεῖν τὸν ὄλεθρον.

Φαίην δ' ἂν ὅτι τάχα που καὶ Ἰουδαίοις ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιστρέφουσι πρὸς Θεὸν, πρέποι ἂν εἰπεῖν τὰς τοιάσδε φωνὰς, ταῖς τῶν ἀγαθῶν ἐνδείαις ε'ντεθλιμ- [*](1. ἀναφυόμενα Edd. τε pro γε iid. ante Migne. 2. τε assumptum ex Β. εὐτενῆ (sic) B. 3. τε] δὲ iid. 4. μονονουχὶ κατεδηδοκέναι Β. κατεδ. φησὶν μονονουχὶ iid. 5. εὐτεχνέστατα] ἐκτενέστατα iid. 6. δεήσει ζητεῖν hoc ordine Β. 10, 11, τὰ τ. συμβῆναι et ἡμῖν αὐτὸς hoc ordine Β. 14. ἢ prius assumptum ex Β. 16. δὴ assumptura ex Β. 17. παρὰ Θεοῦ ζητεῖν hoc ord. Β. ὡς ἀποτάτω] μακρὰν iid. 19. ἐξηράνθη iid. ἐξηράνθη. ’σαν e suo Migne. 20. οὐκ ἄρδοντος τὴν γῆν inverso ordine iid. 23. ἦν ἀμφίβολον] ἂν ἀμφίβολον ἦν iid. πάντη τε καὶ assumpta ex Β. 25. καὶ om. Β.)

313
μένοις καὶ κατοιμώζουσι. δεδαπάνηται γὰρ αὐτοῖς ὡς ὑπὸ [*](c) πυρὸς τὰ εἰς νοῦν ἀγαθὰ, ἀκρίς τε αὐτὰ νοητὴ κατεδήδοκε, καὶ ἐξηράνθησαν ἀφέσεις ὑδάτων. “Ἐνετείλατο γὰρ ταῖς [*](Es. v. 6.) “νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτοὺς ὑετὸν; κατὰ τὸ γεγραμμένον, καὶ γεγόνασι ἄβατός τε καὶ ἄνυδρος γῆ, ἥτις [*](Cf. Hier. xxviii. 43.) οὐ κατοικηθήσεται. ἡμῶν δὲ δὴ πέρι τῶν ἐν πίστει δεδικαιωμένων προανεφώνει Θεὸς, καὶ τῶν διὰ χριστοῦ χαρισμάτων ἀμφιλαφεστάτην ἔσεσθαι τὴν χορηγίαν ὑπεδήλου λέγων “Ἐν τῆ ἡμέρᾳ ἐκείνη ἀποσταλάξει τὰ ὄρη γλυ- [*](Infra iii. 18.) κασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πάσαι αἰ “ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου [*](d) “ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων·’’ καὶ μὴν καὶ ἑτέρως “Ἐγὼ κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι [*](Es.xii. 17,18.) “ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, ἀλλ’ ἀνοίξω “ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων εἰς ἕλη, “καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς·’’ οὐκοῦν ἡμεῖς μὲν ἐν τούτοις. εἰ δὲ δὴ βαδίζοιεν εἰς μετάγνωσιν καὶ ἀναβλέψοιεν πρὸς Θεὸν, λέγοιέν τε καὶ αὐτοί Πρὸς σὲ Κῦρε κεκράξομαι, λήψονται τὰς τῶν υδάτων ἀφέσεις, ἀντλήσουσί [*](e Ib.xii. 3.) τε μεθ’ ἡμῶν τὸ ὕδωρ τὸ νοητὸν “ ἐκ τῶν πηγῶν τοῦ σω- “τηρίου,” ποτισθήσονται δὲ καὶ “ τὸν χειμάρρουν τῆς τρυ- [*](Ps. xxxv. 9, 10.) “φῆς’’ παρὰ τοῦ Θεοῦ καὶ πατρὸς, καὶ τὴν πηγὴν τῆς ζωῆς ἕξουσιν ἐν καρδίαις. παρακείσεται δὲ αὐτοῖς εἰς τρυφὴν καὶ τὰ ὡραῖα τῆς ἐρήμου, τουτέστι, νομὴ καλὴ καὶ ἀμφιλαφὴς, εἰς γνῶσιν αὐτοὺς ἀποτρέφουσα τὴν ἐν χριστῷ νοουμένην θείαν τε καὶ εὐαγγελικήν.

[*](a 214 Α.)

Σαλπίσατε σάλπιγγι ἑ Σὼ, κηύεατε ἐν ὄρει ἁγίῳ μου, καὶ [*](Κεφ. β΄.) συγχυήσονται πάντες οἱ κατοικοῦντες τὴν γὴν, διοτι πάρεστιν [*](3. ὑδάτων accessit ex Β. 4. εἰς αὐτοὺς ὑετὸν] ὑετὸν ἐπὶ τῆς γῆς Edd. γένος pro γεγραμμένον iid. 6. Quae sequuntur iisque ad fin. scliolii ἡμῶν δὲ δὴ—καὶ εὐαγγελικήν om. B. Contuli igitur cum D. 17. εἰς D. πρὸς Edd. 20,21. νοητὸν—δὲ καὶ D. νοητὸν, κα ἐκ τῶν πηγῶν τοῦ σωτηρίου ποτισθήσονται, καὶ Edd. 25. ἀποτρέφουσα D. ἀποστρέφ. Édd. 28. συγχυθήσονται Β. (240= b. 86 mg.) συναχθήτωσαν F. (Alex.) συγχυθήτωσαν Edd. (Vat. ℵ))

314
[*](2) ἡμέρα κυρίου, ὅτι ἒγγὴς ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης./p>

Γράφεται δὴ πάλιν ἀστείως ἡμῖν τοῦ πολέμου τὸ σχῆμα. [*](b) εἴη δ’ ἃν καὶ ἐπ’ ἀμφοῖν ἀληθὲς, κἂν εἰ ἐπ’ ἀκρίδος καὶ βρούχου νοοῖτο τυχὸν, κἂν εἰ ἐπ’ αὐτῶν ἕλοιτό τις τῶν Βαβυλωνίων. ὡς γὰρ ἤδη τοῦ πολέμου βεβηκότος εἴσω θυρῶν, καὶ μονονουχὶ περιηγγελμένου κατὰ πᾶσαν γῆν Σιῶν, ἤγουν ἐν ὅλη τῆ Ἰουδαίᾳ, καὶ θορύβου καὶ δειμάτων ἀναπλησθήσεσθαι τὰ πάντα φησίν. πάρεστι γὰρ ἡμέρα κυροῦ, τουτέστιν, οὐκέτι προαγόρευσις τὸ χρῆμα μόνον, ἀλλ’ ἐν ὄψει τὰ πάθη, καὶ ἐν αὐταῖς γεγόνασι ταῖς πείραις τῶν πάλαι προηγγελμένων, οὓς ἦν ἄμεινον παρὰ πολύ [*](C) μεταφοιτᾶν ἑλέσθαι πρὸς τὰ βελτίω, καὶ πρὸ ἐφόδου καὶ παρουσίας τὴν τῶν κακῶν ἀποσείεσθαι πεῖραν. οὐκοῦν ἀναδύεσθαι πρὸς μετάγνωσιν οὐκ ἐᾷ, μεθιέντας δὲ ὥσπερ τὸ τῆς γνώμης ἀναπεπτωκὸς καὶ τὸ ῥᾴθυμον, εἰς φιλεργίας ἰέναι κελεύει γοργῶς, καὶ ἐπί γε τὸ βούλεσθαί σφισιν αὐτοῖς ἐπαμύναι γενικῶς, Θεῷ δηλονότι προσθέοντας, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀφανίζοντας τὰ ἐγκλήματα ταῖς τῶν ἀμεινόνων ἐναγωγαῖς. ταύτῃτοί φησιν ἐγγὺς εἶναι τὴν ἡμέραν κυροῦ, καθ’ ἢν ἔσονται μὲν ὡς ἐν ὁμίχλη καὶ σκότῳ, τὸν [*](d) ἐκ τῆς ἀκρίδος δεδιότες λιμὸν, ἤγουν τὴν ἐκ τῶν Ἀσσυρίων ἐπηρτημένην αὐτοῖς ἀθλιότητα καὶ καταφοράν.

Ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὴς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, κω μετ’ αὐτὸ οὐ προστεθήσεται [*](3) ἕως ἔτω εἰς γεωεὰς γενεῶν. τὰ ἔμπροσθεν αὐτοῦ πῦρ [*](5. νοοῖτο τυχὸν hoc ordine Β. 6. βεβηκότος] + τε Edd. 7. περιηγγελένου post Ἰουδαίᾳ transp. iid. τὴν pro γῆν iid. 9. ἀναπλησθήσεσθαι] ἀναπλησθῆναι iid. Statim τὴν πόλιν pro τὰ πάντα iid. γὰρ] + ἡ iid. 11. ἁλλ’] + ὡς iid. πάντα pro πόθη iid. 12. πάρα] κατὰ iid. 14. πεῖραν] φροντίδα iid. 15. ἀναδύεσθαι πρὸς μετάγν.] πρὸς μετάγν. ἁλύεσθαι iid. 18. καὶ assumptum ex Β. 20. ἐπαγωγαῖς iid. 22. τῶν] τῆς iid. 23. ἐπηρτ. αὑτοῖς hoc ordine Β. καταφοράν] καταφθοράν iid. 25. ἀπὸ] ἐκ F.)

315
ἀναλίσκον, καὶ τό ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράοεισος τρυφῆς ὴ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὀπίσω αὐτοῦ [*](e) πέδω ἀφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔστιν αὐτῷ.

Ὄρθρον ἔοικεν ἀποκαλεῖν ἢ τὴν ἐν ὄρθρῳ δρόσον, ἢ ἐπειδὰν ὅλως καταχέηται τῶν ὀρῶν, ἀφίησιν οὐδὲν τῶν ἐν αὐτοῖς ἀκατάδευστον· ἤγουν τὰς πρώτας ἡλίου βολὰς, καὶ τοῦ τῆς ἡμέρας φωτὸς τὴν εὐθύς τε καὶ ἐν ἀρχαῖς ἀνάλαμψιν, ἢ ταῖς τῶν ὀρέων κορυφαῖς καὶ πρό γε τῶν ἄλλων μονονουχὶ καὶ ἐνευρύνεται, καὶ κατερυθαίνει βουνούς. οὕτως ἔσεσθαι [*](a 215 Α.) φησιν ἐπὶ τ‘ὶ ὄρη τὸν λαὸν τὸν ἰσχυρὸν, ἀκρίδας τυχὸν, ἤγουν, ἐξ ὁμοιότητος τῆς ἀπ’ αὐτῶν, τὸν Ἀσσύριον ὡς ἐν πληθύι· νοούμενον ἀπαραβλήτῳ λοιπόν· ὅμοιος γὰρ αὐτῷ φησὶν οὔτε γεγονεν απὸ τοῦ αἰῶνος, οὔτε μὴν ἔσται ποτέ. ἐπειδὴ δὲ ταῖς τῶν ἀκρίδων ἐμβολαῖς δαπανᾶται μὲν τὸ παρεμπῖπτον εὐθὺς, εἰ δὲ δήπου τι καὶ περιλειφθὲν τύχη, ἔργον ἐστὶ καὶ αὐτὸ τῶν ἑπομένων ταῖς πρώταις· πῦρ ἀναλίσκον ἔφη τὰ ἔμπροσθεν αὐτοῦ, φλόγα δὲ ἂναπτομένην τὰ κατόπιν καὶ ἑπόμενα. τοῦτο [*](b) δὲ αὐτὸ δράσειεν ἂν οἶμαί που καὶ πολεμίων στρατός. ἕψονται γὰρ πάντως ταῖς τῶν φθασάντων ἀγερωχίαις ὁμοῦ καὶ ἀφειδίαις καὶ οἱ κατόπιν ἰόντες βραχύ· ποιήσονται δὲ τὴν γῆν ὡς τρυφῆς παράδεισον, ἄρδην ἀποκείροντες, καὶ ἐνσπαταλῶντες τοῖς εὑρισκομένοις. ἔχει δὲ τὸ ἀληθὲς ὁ λόγος καὶ ἐπ’ αὐτῆς εἰ φέροιτο τῆς ἀκρίδος.

Ως ὅρασις ἵππων ἡ ὅρασις αὐτῶι, καὶ ὡς ἱππεῖς οὕτω καταὀπίσω [*](4) [*](2. Β, (XII.) ὄπισθεν Edd. (A.V. ℵ) 3. οὐκ ἔστιν Β. (Alex.) οὐκ ἔσται Edd. (Vat.) 4. ἔοικεν ἀποκαλεῖν hoc ordine B. 5. ὀρῶν D. ὄρων Edd. οὐδὲν post αὐτοῖς transp. D. Edd. 6. ἀκατάδευστον D. ἄκατάρδευτον Aub. ἀκατάδευτον Pont. ἀκατάλευστον (sic) B. τῆς ἡμέρας φωτὸς hoc ord. Β. 7. εὐθὺ Edd. ἀρχῇ iid. ἣ] Sic correxi post Migne. ἡ Edd 8. τῶν ὀρέων κορυφαῖς hoc ord. Β. μονονουχὶ καὶ om. Β. 9. κατερυθραίνει iid. ἔσεσθαι post ὄρη transp. iid. 11. Haec τῆς ὄπ assumpta ex Β. τῶν Ἀσσυρίων —νοουμένων nd. 12. αὐτῷ φησὶν hoc oraine B. Statim οὐ iid. 13. τοῦ om. b. .., 15. περιλειφθὲν τύχῃ] περιλειφθείη τυχὸν iid. ἐστὶ καὶ αὐτὸ] καὶ αὐτὸ ἔσται iid. 18. ἂν assumptum ex Β. 20. ἀφειδίαις] αὐθαδείαις iid. 23. εἰ ante ἐπ’ ἀύτης transp. iid. Statim ἐκφέρ. iid.)

316
[*](5 c) διώξονται. ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιουσης καλαμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.

Tὴν ἀκρίδα καὶ τὸν βροῦχον, εἰ δὴ φέροιντο κατὰ χωρῶν καὶ πόλεων, οὐδὲν ἐν μείοσιν ἔσεσθαί φησιν ἵππου τῆς μαχιμωτάτης· κατασκιρτήσει γὰρ οὕτω τῆς γῆς, ὡς τάχα που καὶ ἁρμάτων ἀπομιμήσασθαι κτύπον. ἁπάσαις τε γὰρ [*](d) ἐπιθρώσκουσι κορυφαῖς ὀρέων, καθίπτανται δὲ καὶ βουνοῦ παντὸς, καὶ οἷον φλογὸς ἠχὴν ἀποτελοῦσιν καταπιμπράσης αλάμην. φασὶ γὰρ οὐ δίχα κτύπου πράττεσθαι παρ’ αὐτῶν τῶν ἐν ἀγροῖς τὴν κατάβρωσιν, ἠχὼ δέ τινα τῶν ὀδόντων ἀποτελεῖσθαι βληχηρὰν καὶ κακόφωνον, περιθραυομένων αὐταῖς τῶν ἐμπεπτωκότων, ὡς ἀνέμου φλόγα διαρριπίζοντος. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι, τὸ ἀπεικὸς οὐδέν· ἄττει γὰρ κατὰ πληθὺν, καὶ ὀλίγα παραχωρεῖ τοῖς [*](e) ἀνδριζομένοις ἐν μάχη. βορὸν γὰρ τὸ χρῆμα καὶ διὰ πληθὺν ἀμέτρητον οὐκ εὐκαταγώνιστον, μᾶλλον δὲ καὶ δυσάντητον. ὁ αὐτὸς δ’ ἂν γένοιτο καὶ περὶ τῶν Ἀσσυρίων λόγος· εἰ δὲ βούλοιτό τις καὶ περὶ αὐτῆς που τάχα τῆς Ῥωμαίων ἐκστρατείας, οἳ δίκην ἀκρίδων κατεδηδόκασιν τὸν Ἰσραὴλ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν χριστὸν ἀνοσίως πεπλημμεληκότα, οὐδ’ οὕτω κακῶς.

[*](4, 5. τὴν ἀκρίδα—καὶ πόλεων om. Β. 5. ἔσεσθαί φησιν hoc ordine B. 6. οὕτω γὰρ κατασκ. inverso ordine Edd. 7. ἀπομιμήσασθαι] ἀπομιμεῖσθαι iid. 9. οἷον assumptum ex Β. ἠχὴν ἀποτελοῦσι hoc ordine Β. 11. τῶν prius om. Aub. κατάπτωσιν pro κατάβρωσιν Edd. 12. βληχηρὰν] βληχρὸν iid. Statim καὶ κακόφωνον accesserunt ex Β. 13. πεπτωκότων Edd. 14. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι] εἰ δὲ δεῖ πολεμίων ὄχλῳ αὐτὴν παρεικάζεσθαι, πάλιν iid. 15. παραχωρεῖ post ἐν μ. transp. iid. 16. μάχαις iid. 19. καὶ περὶ αὐτῆς που τάχα] τάχα που καὶ περὶ αὐτῆς iid. τῶν post τῆς add. iid. ἐκστρατείας] στρατείας iid. 20. ἀκρίδος iid. Statim κατεδ. post Ἰσραὴλ transp. iid. 21. Haec τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν et ἀνοσίως accesserunt ex Β. 22. οὐδ’ οὕτω κακῶς om. Β.)
317

Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαώ.

[*](6)

Xρῆμα γὰρ, ὡς ἔφην, ἄμαχον παντελῶς καὶ δυσκαταγώνιστον ἀνθρώποις βρούχου καὶ ἀκρίδος ἐμβολή.

[*](a 216 Α.)

Πᾶν πρόκωπον ὡς πρόσκαυμα χύτρας.

Ἀληθὲς γὰρ, ὅτι δείμασί τε καὶ λύπαις ταῖς ἀφορήτοις ἔσθ’ ὅτε καὶ ἡ τῶν προσώπων ἄνθη μαραίνεται καὶ καταμελαίνεταί πὼς εἰς τὸ ἀκαλλὲς τοῖς ἐκ νοῦ θορύβοις μονονουχὶ μεταχρωννυμένη.

Ὡς μαχηταὶ δραμοῦντα, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται [*](7) ἐμ τά τείχη.

Kαταθέουσαι γὰρ ἐν ἴσῳ τε τοῖς μαχιμωτάτοις, ὄκνου τε [*](b) ἀμείνους ὑπάρχουσαι καὶ δειμάτων, καὶ αὐτῶν ὑπεραρθήσονται τῶν τυχῶν, θρασεῖαν ὥσπερ τινὰ μελετῶσαι τὴν ἐμβολήν.

Kαὶ ἕκαστος ἐὺ τῇ ὁδῷ αὐτοῦ πορεύσεται, κω οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶ, καὶ ἕκαστος ἀπὸ του ἀδελφοῦ αὐτοῦ οὐκ [*](8) ἀφέξεται.

Αβασίλευτον μὲν ἡ ἀκρὶς, ἐκστρατεύει γεμὴν ἀφ’ ἑνὸς κελεύσματος εὐτάκτως. φασὶ δὲ αὐτὰς στοιχηδὸν ἰέναι, καὶ ὡς ἐν τάξει διίπτασθαι, καὶ ἥκιστα μὲν ἀπονοσφίζεσθαι, περιέπειν δὲ οὕτως ἀλλήλας, ὡσανεὶ καὶ ἀδελφοὶ, φύσεως [*](e) αὐτῆς βραβευούσης τὸ φιλάλληλον.

[*](2. παντελῶς καὶ δυσκ.] Sic edidi. καὶ δυσκ. παντελῶς Edd. παντελῶς καὶ δυσκ. παντελῶς(?) Β. 9. δραμοῦνται Β. διαδραμοῦνται F. Edd. (Co.) 11, Καταθεουσαι] Καταθέσουσι Edd. καταθέ[υ]σουσι Migne. τε prius assumptum ex Β 16. αὐτοῦ om. Edd. 18. μὲν] γὰρ iid. μὲν γὰρ pro γεμὴν iid. Statim ἐξ pro ἀφ’ nd. 19. κελεύσματος εὐτάκτως hoc ord. Β. 21. ἀδελφαὶ iid.)
318

Καταβαρυνόμενοι ἐι τοῖς ὅπλοις αὐτῶ πορεύσονται.

Ὅπλα δὲ οἶμαί που τοὺς ὀδόντας φησὶ, δι’ ὧν αὐταῖς ὁ πόλεμος, καὶ τὰ ὡς ἐν μάχη κατορθώματα, δαπανωμένης μὲν πόας, ληίου δὲ πίπτοντος, καὶ φυτῶν αὐαινομένων.

[*](d)

Kαὶ ἐν τοῖς βέλεσιν αὐτῶι πεσοῦνται, κω οὐ μὴ συντελέσωσιν.

Bάλλουσι μὲν ἀκρίδες οὐ βελῶν ἀκίσι τοὺς πολεμουμένουσ, ἀλλ’ οὐδὲ τόξον αὐταῖς ἐντείνεται· πόθεν; κατακρούουσι δὲ ὥσπερ ταῖς τῶν ἐδωδίμων καταφθοραῖς, καὶ τοῖς λιμοῦ καὶ ἐνδείας δείμασιν. ὅτι δὲ καὶ αὐτοῖς τοῖς ὑπὸ τοιάνδε πεσοῦσι συμφορὰν οὐκ ἂν ἐξαρκέσειε τὸ ἀπολέσθαι τὰ ἐν ἀγροῖς, ἀλλὰ γὰρ καὶ οἴκοις αὐτοῖς καὶ πόλεσιν εἰσπεφοιτηκότα καὶ παρενοχλοῦντα δεινῶς, τὸν ἐκ τῶν ἀκρίδων [*](e) ἕξουσι στρατὸν, ἤγουν καὶ αὐτὸν τὸν Ἀσσύριον, παρέδειξεν εἰπών Καὶ οὐ μὴ συντελέσωσιν. ὅμοιον ὡς εἰ λέγοι Καὶ τοῦτο οὐκ ἔσται τὸ τῆς ὀργῆς πέρας, παρέλθοι δ’ ἂν καὶ ἐπέκεινα· φησὶ γάρ·

[*](9)