In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεξωσμένην σάκκον ἐπἱ τὸ [*](8) ἄνδρα αὐτῆς τὸν παρθενικόν.

Οὐ πάρεργον αὐτοὺς, οὐδὲ οἷον ἐκ παραδρομῆς, ἢ ῥᾴθυμον ἁπλῶς ποιεῖσθαι κελεύει τὴν μετάγνωσιν, καὶ τὸ ἐπ’ αὐτῇ νοούμενον πένθος, ἀλλὰ τοῖς ὅτι μάλιστα τῶν ἄλλων δυσαχθεστέροις οὐ μετρίως φιλονεικοῦν καὶ ἁμιλλᾶσθαι σπουδάζον, [*](b) ὡς ἰσοστάθμους τοῖς ἡμαρτημένοις ποιεῖσθαι πόνους. φιλεῖ δέ πὼς ἀρτίγαμος κόρη κατοιμώζειν ἄγαν ἐκτεθνεῶτα νυμφών, καὶ δριμείας εἰσδέχεσθαι τὰς ἐπὶ τῷδε λύπας, ὡς νουθεσίας ἐπέκεινα τίθεσθαι τὴν φρένα, καὶ μηδένα τρόπον αὐτῇ τοῦ χρῆναι πενθεῖν ἐπαξίως ἀποχρῶντα εἶναι δοκεῖν· χρῆμα μὲν γὰρ τὸ θηλειῶν φιλόδακρυ καὶ φιλοπενθὲς ὁμολογουμένως, μάλιστα δὲ τῶν ἄλλων ἡ παρθενικόν τε καὶ ἔφηβον ὁρῶσα νυμφίον οἰκτρῶς καὶ ἐν εὐναῖς [*](c) νεκρόν τε καὶ ἄπνουν κείμενον. ᾗ δὴ παρεικάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων πληθὺν εὖ μάλα φησὶν, ἀποκρούεσθαί τε τὴν ὀργὴν, καὶ οἷον ἀσχέτως ἐπ’ αὐτοὺς τὴν θείαν ἰοῦσαν κίνησιν, ἀνακόπτειν τοῖς θρήνοις τεθαρρηκότας, ὅτι “Χρηστὸς καὶ [*](Ps. lxxxv. 5.) “ἐπιεικὴς” ὁ τῶν ὅλων ἐστὶ Δεσπότης, φιλάνθρωπος, “Καὶ [*](Jon. iv. 2.) “πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γε. γραμμενον.

Πλὴν οὐ τεθρήνηκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ τὸν [*](1. Haec γὰρ ἡδεῖς accesserunt ex Β. οἱ τῆς ἐύς. inv. ord. Edd. 3. ἀδελφιδιός Β. Stalim ὡς pro οἷον iid. 4. ἁγίας παρθένου] παναχράντου δεσποίνης iid. 5. περιζωσμένην (sic) Aub. 8. τὴν μετάγνωσιν ante ποιεῖσθαι transp. iid. 13. ἐκτεθνεῶτα] εἰς τεθνεῶτα iid. 16. μὲν assumptum ex Β. θηλειῶν] θήλειον? 18. καὶ alt. assumptum ex Β. ig. νεκρόν τε om. B. 20. τὴν ὀργὴν B. τὰ ἐξ ὀργῆς Edd. 21. ἄσχετον iid. ἰοῦσαν τοῖς θρήνοις τὴν θείαν κ. ἀνακόπτειν inverso ordine iid. 24. γεγραμμένον] γένος (sie) iid.)

300
οὐρανοῦ νυμφίον, τοῦτ’ ἔστι Χριστόν· αὐτὴ γὰρ ἀπέκτονε καὶ πεπαρῴνηκεν εἰς αὐτόν. τοιγάρτοι τῶν θείων εἵργεται [*](d) παστῶν, ἔξω τε τῶν ἱερῶν ἐστι γάμων, καὶ τῆς ἑορτῆς ἀμέτοχος παντελῶς, ἀπόκληρός τε λοιπὸν, καὶ ἀπερριμμένη καὶ τῆς τῶν ἁγίων ἐλπίδος ὡς ἀποτάτω· εἰσκέκληται δὲ ἀντ’ ἐκείνης ἡ νέα καὶ ἀρρυτίδωτος, ἡ πάναγνος καὶ σοφὴ, [*](Cant. iv. 8.) καὶ ἐκ Λιβάνου νύμφη, καλή τε περιστερὰ, τουτέστιν, ἢ ἐξ ἐθνῶν ᾿Εκκλησία, ἡ καὶ αὐτὸ τὸ πάθος ὁμολογοῦσα κυρίου, μονονουχὶ δὲ καὶ ἐπ’ αὐτῷ κλαίουσα διὰ τοῦ συμπάσχειν καὶ πενθεῖν, αἴρειν τε τὸν ἴδιον σταυρὸν καὶ ἀκολουθεῖν [*](e) αὐτῷ, καὶ διὰ τούτων ἰέναι φιλεῖν διά τοι τὴν εἰς αὐτὸν ἀγάπην. παρθενικὸς δὲ νυμφίος νοοῖτ’ ἂν αὐτῆς ὁ ᾿Εμμανουήλ· καίτοι μεμοιχεῦσθαι δοκούσης καὶ πεπορνευμένης τῷ σατανᾷ, κατά γε τὸν τοῦ πεπλανῆσθαι τρόπον· διὰ τὴν ἄνωθεν ἀναγέννησιν, ἢν διὰ τοῦ Πνεύματος πεπλουτήκαμεν, τὴν σαρκικὴν ἀρνούμενοι. γέγραπται γὰρ περὶ Χριστοῦ [*](S. Joan. i. 11—13.) “Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι “δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γε- “νέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ “αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος “ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.” παρωθούμενοι δὴ οὖν τὴν κατὰ σάρκα γέννησιν, τὴν πνευματικὴν οἰκειούμεθα, καθ’ ἢν ἂν νοοῖτο παρθένος καθαρά τε καὶ πάναγνος ἡ ἐξ ἐθνῶν ἐκκλησία, τουτέστιν οἱ εἰς Χριστὸν πιστεύσαντες, [*](2 Cor. xi. 2.) οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει σαφῶς “῾Ηρμοσά- “μὴν γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστήσαι τῷ “Χριστῷ.”

[*](206 A. a 9)

Εξῆρται θυσία κω σπονδὴ ἕε οἴκου Κυρίου· πενθειτε οἱ ἰερεις [*](1. αὕτη Edd. ἀπέκτεινε iid. 2. εἴργεται B. 4. λοιπὸν post ἀπερριμμένη transp. iid. 6. ἀρυτίδωτος iid. 8. κυρίου Β. χριστοῦ iid. g. τὸ pro τοῦ iid. 11. τούτων] τῶν ἴσων iid. 12. δὲ] -f ὁ iid. 13. μεμ. δοκούσης et πεπ. τῷ σ. hoc ordine Β. 14. πλανᾶσθαι iid. 18—27. ἔδωκεν — παραστήσαι τῷ χριστῷ] καὶ τὰ ἑξῆς iid.)

301
οἱ λειτουργοῦντες θυσιαστηρίῳ. ὅτι τεταλαιπώρηκε τὰ πεδία, [*](10) πενθείτω ἡ γῆ· δυ’ τεταλαιπώρηκε σῖτος, ἐξηράνθη οἶνος, ὡλιγώθη ἐλάω, ἐξηράνθησαν.

Ὅμοιον ὡς εἰ λέγοι σαφῶς ᾿Ηκλελοίπασιν εὐχαριστίαι, καὶ ὁ θύσων ἔτι παντελῶς οὐδεὶς, ὁ προσκομιῶν ἀνάθημα καὶ ληΐων ἀπαρχὰς, δράγμα που πάντως τὸ ἱερὸν εἰς ἀπαρχὴν θερισμοῦ πυρῶν ἀνατιθέμενον τῷ Θεῷ, κατὰ τὸν [*](b) Μωυσέως νόμον· πρωτοκόμιά τε τὰ ἐξ ὡρῶν οὐδεὶς ὁ φησὶν, ἐντιθεὶς, καὶ πορευόμενος μὲν εἰς οἶκον κυρίου, [*](Deut. xxvi. 2sqq.) ἀνάπτων δὲ τῷ Θεῷ καὶ ᾠδὰς τὰς χαριστηρίους, ἃς ἦν ἀγορεύειν ἔθος. ταύτῃτοι πενθεῖν τὸ ἀπόλεκτον κελεύει γένος, φημὶ δὴ τοὺς ἱερέας, οὐ λημμάτων ἕνεκα διαπονουμένους, ἀλλ’ ὡς τῶν ὑπὸ χεῖρα λαῶν ὑπερηλγηκότας, καὶ τεθειμένους εἰς λειτουργίαν τὴν ἱεράν τε καὶ ἀξιάκουστον, ἵνα καὶ πρό γε τῶν ἄλλων αὐτοὶ τὸν τῶν ὅλων ἐκμειλίσσοιντο Θεὸν, καὶ αὐτὸν δὲ τὸν ἱεροφάντην ἀπομιμοῖντο Μωυσέα, προεστηκότα τοῦ Ἰσραὴλ, καὶ Θεῷ λέγοντα “Δέομαι, κύριε, ἡμάρτηκεν [*](c Exod. xxxii. 31,32.) “ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, καὶ εἰ μὲν ἀφῇς αὐτοῖς “τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου σου ταύτης ἧς ἔγραψας.’’ μεσιτεύει γὰρ τῆς ἱερωσύνης τὸ χρῆμα Θεῷ τε καὶ λαοῖς, καὶ τοῖς τεταγμένοις εἰς λειτουργίαν τὴν οὕτω σεπτὴν, πρέποι ἂν, οἶμαί που καὶ μάλα εἰκότως, ἡ ἐν λιταῖς παρρησία. μονονουχὶ γὰρ καὶ ὑπὲρ πάντων τὴν ἰδίαν Θεῷ καθιεροῦσι ζωὴν, τὰ ὑπὲρ τῆς [*](d Cf. supra 71 e.) ἁμαρτίας ἐσθίοντες θύματα. τοῦτο καὶ διὰ φωνῆς Ὠσηέ φησιν ὁ τῶν ὅλων Θεός “῾Αμαρτίας λαοῦ μου φάγονται, [*](Hos. iv. 8.) “καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν,” τουτέστιν, ὅταν ἀδικῶσι, τὸ δοκοῦν τῷ νόμῳ πλημμελοῦντες [*](1. λειτουργοῦντες] + τῷ F. (42, 91.) post θυσιαστηρίῳ add. Κυρίου Edd. (Vat.) 4. λέγει Β. 7. πυρρῶν Β. 8. πρωτοκόμιά] προτότοκά Edd. 9. μὲν assumptum ex Β. 1 1, ἔθος] ἔργον iid. 12. δὲ pro δὴ Β. 14. ἀξιάκουστον] ἀξιάγαστον iid. 15. Haec τὸν τῶν ὅλων accesserunt ex Β. Statim Θεὸν ἐκμειλίσσωνται iid. 20. σου assumptum ex Β. 24. ἁπάντων iid. τῷ post ἰδίαν add. iid. 25. ἐσθίοντες θύματα hoc ordine Β.)

302
οἱ λαοὶ, τότε δὴ τότε φησὶν οἱ τῶν θείων θυσιαστηρίων [*](e) ἱερουργοὶ λήψονται τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ ἐκείνων. [*](72 a, b.) τὸ δὲ λήψονταί φησιν, ἀντὶ τοῦ προσκομιοῦσιν ἤγουν ἀναθήσουσι. λαμβάνεσθαι γὰρ ἐλέγετο τὸ ἀνατιθέμενον τῶ Θεῶ.

Τί δὲ καὶ ἡ πρόφασις τοῦ πένθους αὐτοῖς; τεταλαιπώρηκε τὰ πεδία, φησὶ, καὶ μέντοι καὶ σῖτος, τῶν ἀκρίδων ὀδοῦσι καταψιλούμενα, καὶ οἷον πυρὶ, τῇ ἐρισύβῃ καταπιμπράμενα. καταφλέγει γὰρ ὥσπερ καὶ αὐαίνει τὰ ἐν ἀγροῖς. δεῖν δὲ δή φησι καὶ αὐτὴν οἱονείπως κατολοφύρεσθαι τὴν γῆν, ἀπολωλότων αὐτῇ τῶν καρπῶν. τεταλαιπώρηκε γὰρ σῖτος, ἐξηράνθη αἶνος, ὠλιγώθη ἔλαιον, ἐξηράνθησαν, τουτέστιν, οἴχεται [*](207 A. a) πάντα τὰ ἐξ αὐτῆς, καὶ τὰ ἐφ’ οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι λίαν, ὡς καρπῶν ἀγαθῶν μητέρα καὶ τροφόν.

Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν αἰσθητοῖς εἰρήσθω πράγμασιν· καταθρηνήσει γεμὴν πᾶς, εἴ τις ἐστὶ δοκιμώτατος ἱερεὺς, τοὺς ἐξ ἀμέτρου φρενοβλαβείας τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένους, οὐκ ἠγαπηκότας τε τὸ ἁγιάζεσθαι παρὰ Χριστοῦ. ἀπομενοῦσι γὰρ ἔρημοι πάντη τε καὶ πάντως τῆς νοητῆς εὐκαρπίας, καὶ ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ τρέφειν [*](b) εἰδότος, καὶ εἰς ἀνδρείαν αὐτοὺς ἀναφέροντος τὴν πνευματικὴν, σῖτόν τε καὶ οἶνον οὐκ ἔχοντες, καὶ τῆς ἐλαίου χρείας ἐστερημένοι· μυστικὸς ὁ λόγος· τοῖς μὲν γὰρ τὴν πίστιν προσιεμένοις ἑαυτὸν παραθήσει Χριστὸς, ὡς ἄρτον ζωῆς· [*](S. Joan. vi. 48.) ἔφασκε γὰρ ὅτι “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·’’ ὡς οἶνον [*](Ps. ciii. 15.) εὐφραίνοντα καρδίαν ἀνθρώπου· σύνες δὴ πάλιν ὅ φημι· καταχρίσει δὲ καὶ ἐλαίῳ, τῷ νοητῷ δηλονότι καὶ ἁγιάζοντι, [*](1. Haec τότε φησὶν accesserunt ex B. 4. ἀνατιθέναι Edd. 7. τοῖς ὁδ’. τῶν ἀκρίδων iid. 8. καταψιλούμενος iid. Haec πυρὶ, τῇ accesseriint ex Β. 9. φλέγει iid. καὶ ἀφανίζει ὥσπερ pro ὥσπερ καὶ αὐαίνει iid. δή assumptum ex Β. 10. καὶ αὐτὴν οἱονείπως] οἰονείπως καὶ iid. 15. αἰσθηταῖς εἰρ. πράξεσι iid. 18. δὲ pro τε iid. 19. ἀπομένουσι Β. 21. ἀναφ. τὴν πνεῦμ’. hoc ordine Β. 22. τε assumptum ex Β. 23. μυστικὸς] + γὰρ iid. τοῖς μὲν γὰρ] ὅτι τοῖς μὲν iid. 25. ὅτι assumptura ex Β. 26. δὴ assumptum ex Β. 27. καταχρίσει] καταχρήσουσι Edd. καταχρίσουσι Migne.)

303
καὶ ὡς ἐν μεθέξει νοουμένῳ τοῦ Ἁγίου Πνεύματος· τοὺς δὲ γνώμην ἔχοντας ἀπηνῆ, πικρόν τε καὶ ἀφιλόθεον, νοῦν ἀπειθῆ καὶ δυσάγωγον, ἐνδεᾶ που πάντως ἀποφανεῖ, καὶ [*](c) ἀμέτοχον παντελῶς τῶν ἀρτίως ἡμῖν εἰρημένων ἀγαθῶν. ἰστέον δὲ, ὅτι καὶ ὁ σοφώτατος Παῦλος ἱερουργῶν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, μονονουχὶ κατεθρήνει τοὺς ἀπειθοῦντας ἐξ ᾿Ισραήλ. ἔφη γάρ “Ὅτι λύπη μοί ἐστι [*](Rom. ix. 2,3,4.) “μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῆ καρδίᾳ μου, ὑπὲρ τῶν “ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές “εἰσιν ᾿Ισραηλῖται.” μυστικὸς δὲ, ὥσπερ ἔφην, καὶ κεκρυμμένος ὁ ἐν τῷδε λόγος.

Οἱ γεωργοὶ θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε [*](11) τρυγητὸς ἐξ ἀγροῦ· ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· [*](12 d) ῥοὰ καὶ φοῖνιξ καὶ μῆλον κω πάντα τὰ ξύλα του ἐξγράνθησαν, ὅτιι ᾔσχυαν χαρὰ οἱ ὕω τῶ ἀνθρώπων.

Πένθος ἀληθῶς, ἄλγημά τε καὶ θρήνημα τοῖς εἰωθόσι γηπονεῖν, τῶν ἐν ἀγροῖς ἡ πανωλεθρία, καὶ τὸ μηδὲν ὅλως ἀπ’ αὐτῶν συγκομίζειν δύνασθαι, καὶ μετὰ μακροὺς ἱδρῶτας ἔσθ’ ὅτε. αὖα δὲ δὴ καὶ ἐκτεθνεῶτα λοιπὸν τὰ ἐν κήποις ὁρᾶν καὶ τῶν ξύλων τὰ ἐξαίρετα, ληίοις τε ὁμοῦ τὰς ἀμπέλους κατεφθαρμένας, καὶ αὐτὴν δὲ τὴν ἀγρίαν ὕλην τοῖς [*](e) κήποις συγκαταφθίνουσαν. πάντα, γάρ φησι τὰ ξύλα τοῦ ἀγροῦ εξηρανθησαν, ὅτι ᾐσχυναν χαραν οἱ υἱοὶ τῶν ανθρωπων· τὸ δὲ ᾕσχυναν χαρὰν, ἀντὶ τοῦ, αἰσχύνης τε καὶ ἐντροπῆς καὶ ἐλέγχων τῶν εἰς ποινάς τε καὶ δίκην τὸν καιρὸν ἀπέδειξαν [*](1. τοῦ Ἁγίου Πνεύματος] τῆς παρ’ αὐτοῦ χάριτος Edd. 4. ἀμέτ. παντελῶς hoc ordine Β. 5. Haec ὁ σοφώτατος accesserunt ex Β. 6. εὐαγγ. τοῦ Χριστοῦ hoc ordine Β. 7. ἴφη] ἔφασκε iid. —10 ἀδιάλείπτως ἰσραηλῖται] τὰ ἑξῆς iid. 10. ὥσπερ] ὡς iid. II. ἐν] ἐπὶ iid. 12. οἱ assumptum ex Β. (Alex. XII.) Cf. Hom. Pasch. vi. 88 c. 13. ἡ Ovn. Aub. 15. ἐξηράνθησαν] ἐξηράνθη F. (42. al.) 19. Haec δὴ καὶ ἐκτ. λοιπὸν accesserunt ex Β. 20. καὶ et τὰ assumpta ex Β. 23. χαρὰ Aub. Statim οἱ assumptum ex B. b. τὸ δὲ ᾕσχ. χαρὰν ἀντὶ τοῦ] τουτέστιν Edd. 25. τῶν εἰς ποινάς τε καὶ δίκην δίκας b.] Β. b. ποινῆς τε καὶ δίκης Edd. Statim τὸν assumptura ex b. καιρὸν ἀπέδειξαν hoc ordine Β. b.)

304
οἱ ἐνοικοῦντες τὴν γῆν, καθ’ ὃν ἦν εἰκὸς καὶ ἐνευρύνεσθαι ταῖς εὐημερίαις τὰ ἐξ ἀγρῶν συλλέγοντας, καὶ ἀναμεστοῦν μὲν τῷ σίτῳ τὰς ἀποθήκας, ἐπιφωνεῖν δὲ τρυγῶσι τὰς ἐπι- [*](208 Α. a) ληνίους ᾠδὰς, καὶ ταῖς οἰῶν ἀγέλαις ἐφήδεσθαι, πλείστης τε ὅσης καὶ εὐανθοῦς αὐτοῖς παρερριμμένης τῆς πόας.

Ἔοικε δὲ κἀν τῷδε πάλιν ὁ λόγος γεωργοὺς ὀνομάζειν αἰνιγματωδῶς τοὺς τῶν ᾿Ιουδαϊκῶν ταγμάτων τοτηνικάδε προεστηκότας, οὓς καὶ δεῖν ἔφη καταθρηνεῖν, ὡς ὅσον οὐδέπω βαδιουμένων εἰς ὄλεθρον ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν κατὰ τὴν χώραν, ἤτοι τῶν κατοικούντων τὴν γῆν, οἳ καὶ ἐν τάξει πυροῦ καὶ κριθῆς καὶ ξύλων ὡραίων νοηθεῖεν ἄν. ἐφαρμόσομεν [*](b) δὲ τῶν νοημάτων τὴν δύναμιν πρεπωδέστερόν πὼς τοῖς γραμματεῦσι καὶ Φαρισαίοις· οἳ καὶ γηπόνων ἐν [*](S.Matth. xxi. 38.) τάξει κείμενοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ἀπεκτόνασί τε τὸν κληρονόμον, ἵν ἔχοιεν αὐτοὶ τὸν κῆπον, γένοιντό τε λοιπὸν τοῦ ἀμπελῶνος δεσπόται, μονονουχὶ ληίοις ὥσπερ ἐπαγαλλόμενοι τῇ πολυάνδρῳ πληθύι· τῶν ὑπεζευγμένων, καὶ τοὺς ἐν αὐτοῖς ὅτι μάλιστα λαμπροὺς, ὡς ῥοιὰν, ὡς μῆλον ἀποτρυγᾶν εἰωθότες. ἀλλ’ εἷλεν αὐτοὺς ὁ ῾Ρωμαίων πόλεμος, δεδαπάνηκε μέγαν καὶ μικρόν, λαμπρὸν καὶ ἐπίσημον ὡς ἐν [*](c) συκαῖς νοουμένους, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν ἀμπέλῳ τυχὸν, φοίνικί τε καὶ μήλῳ καὶ ἐν τοῖς ξύλοις, ὡς ἐν κριθῇ καὶ πυρῷ· διάφοροι γὰρ οἱ τρόποι, καὶ οὐχ ἓν ἅπασι τοῦ βίου τὸ μέτρον. ἐπειδὴ γὰρ ἅπαξ ἀγρῷ παρείκασε τὴν τῶν Ἰουδαίων γῆν, καὶ γηπόνους ὠνόμασε τοὺς προεστηκότας, σέσωκεν ὁ λόγος μέχρι παντὸς τὴν μεταφορὰν, ληίοις τε καὶ ξύλοις κατὰ διάφορον τρόπον παραβάλλων τοὺς ὑπ’ αὐτοῖς.

[*](1. ἐνοικοῦντες Β. b. κατοικ. Ecld. Statim ἐπὶ τῆς γῆς pro τὴν γῆν b. ἦν εἰκὸς hoc ordine B. b. ἐνευρύνεσθαι B. b. ἀνευρ. Edd. 2. ἀναμεστοῦν Β. ἀναμετρεῖν iid. 3. τῷ assumptum ex Β. 5. αὐταῖς iid. 7. Ἴου· δαίων iid. τοτ’. πρ. hoc ordine Β. 8. οὔπω iid. 9. Haec ὡς ἔπος εἰπεῖν assumpta ex Β. 10. τὴν prius assuinptum ex Β. 11. ἐφαρμόσομεν δὲ τῶν v. τὴν δύναμιν] ἐφαρμόσει δὲ τῶν v. ἡ δύναμις iid. 12. που τάχα pro πὼς iid. 15. κῆπον] καρπὸν iid. 17. ἐπαγαλλώμενοι iid. ὑποζευγμ. (sic) iid. 18. ῥοὰν iid. 19. εἰωθότας iid. 20. λαμπρόν] + reiid. 22. τοῖς assumptum ex B. 24. δὲ pro yap iid. τῶν ᾿Ιουδ. γῆν hoc ord. Β. Statim καὶ om. Β. 27. ὐπ’ αὐτούς iid.)
305

Εἰ δὲ δή τις οἴοιτο καὶ εἰς ἐξήγησιν ἠθικὴν ταυτὶ δὴ χρῆναι μετακομίζεσθαι, φρονήσει καλῶς. παρεικαστέον γὰρ ἀρεταῖς καὶ τοῖς εἰς νοῦν κατορθώμασιν, ἄμπελον, συκῆν, [*](d) καὶ τὰ ἕτερα τῶν ξύλων, ἃ καρποῖς ὡραίοις στεφανοῦσθαι φιλεῖ. ἀλλ’ εἰ μέν τις εἴη σοφὸς καὶ ἀγχίνους, καὶ αὐχημάτων ἀγαθῶν ἐπιμελητὴς, εὐανθῆ τε καὶ εὔξυλον τὸν εἰς νοῦν καὶ καρδίαν φορέσει κῆπον, πολυειδῆ τρέφων ἐν ἑαυτῷ τὴν ἀρετὴν, καὶ πάντα τρόπον ἐπιεικείας. εἰ δὲ δὴ ῥᾴθυμος καὶ φιλήδονος, καὶ πολὺ λίαν ἐκνενευκὼς ἐπὶ τὰ αἰσχίω, καταθρηνήσει πάντως, μαραινομένης αὐτῷ τῆς ἐπιεικείας, καὶ πολλὴν παθόντος τὴν ἀκαρπίαν τοῦ νοῦ. ἐπιμελητέον e δὴ οὖν τοῖς ἐχέφροσι τῶν ἐν καρδίαις ἀγαθῶν, ἃ δὴ προσέσται πάντως, εἰ ἐπί γε σφίσιν αὐτοῖς εὐφραίνειν ἕλοιντο ταῖς ἐπιεικείαις τὸν τῶν οὐρανίων χαρισμάτων δοτῆρα Θεόν.

Περιξώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς;, θρηνεῖτε οἱ λειτουργοῦντες [*](13) τῶ θυσιαστηρίῳ· εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ· ὅτι ἀπέσχεν ἐξ οἴκου θεοῦ ἡμῶν Θύμα καὶ σπονδή.

Αἴρει μὲν ὥσπερ καὶ διὰ τούτων ὑψοῦ τὰ συμβεβηκότα, [*](a 209 Α.) καὶ ἐν ἀφορήτοις ποιεῖται δείμασι, πλείστης μὲν ὅσης δεῖσθαι λιτῆς τὸ πρᾶγμα δηλῶν, διά γε τοῦ χρῆναι καὶ αὐτοὺς κατοιμώζειν τοὺς ἱερέας. πλὴν ἔχει τι καὶ εὐτεχνὲς ὁ λόγος. ἐπειδὴ γὰρ τοῖς τῶν εἰδώλων τεμένεσιν ἀβουλότατα προσιζήσαντες, καίτοι Θεοῦ καταπαίοντος ἐξ ὀργῆς, ἐζήτουν ἐκεῖ- θεν τὰς ἐπικουρίας, ἀπονέμει χρησίμως ὁ τῶν ὅλων Θεὸς [*](1. καὶ assumpturn ex Β. δὴ alt. om. Β. 2. μετακομίζειν Edd. 3. ἄμπελον] + καὶ iid. 8. τὴν ἀρετὴν τρέφων ἐν ἑαυτῷ inv. ord. iid. 11. τὴν assumptum ex Β. 13. Haec ταῖς ἐπιεικείαις accesserunt ex B. 14. ἀγαθῶν pro χάρισμ’. iid. Θεόν accessit ex B. 16. τῷ assumptum ex B. F. (42.) 17. ἀπέσχεν B. in Es. 315 e. ἀπέσχηκεν Edd. (A.V. c.) ἐξ] ἐκ τοῦ Β. ἡμῶν Β. (20. al.) ὑμῶν Edd. (A.V. al.) Glaph. 385 b. (Mss. 2.) In Es. 1. C. 19. ὕψι Edd. 21. πρᾶγμα] χρῆμα lid. 22. ἱερεῖς iid. 25. τὰς ἐπικ. ἐζήτουν ἐκεῖθεν inv. ord. iid.)

306
τοῖς ἰδίοις ἱερουργοῖς τὸ καθηγεῖσθαι λιτῆς, καὶ προεστάναι [*](b) τληπαθῶς τῶν εἰς μετάγνωσιν σπουδασμάτων, ἵν εἰδεῖεν οἱ πεπλημμεληκότες, ὡς εἰ μὴ Θεῷ μᾶλλον ἕλοιντο τὰ φίλα ζητεῖν, καὶ αὐτῷ προσάγοιεν τὰς λιτὰς, οὐκ ἂν διακρούσαιντο τὴν ὀργήν. χρῆναι δὴ οὖν ἔφη τοὺς ἱερατεύοντας, μονονουχὶ καὶ δανείζειν τοῖς ἄλλοις τοὺς ἐπὶ ταῖς λιταῖς πόνους, κοπετόν τε καὶ θρῆνον καὶ σάκκου περιβολὴν, δι’ οὗ σημαίνεται τρυφῆς τε καὶ ἀναπαύλης ἀπόθεσις, σκληραγωγία τε καὶ πόνος, καὶ ζωῆς ἁγιοπρεποῦς ὀρθὴ καὶ ἀμώμητος ἐπιτήδευσις. εἶτα [*](c) τοῦ πόνου τὴν αἰτίαν ἐναργῆ καθιστὰς, ἀπεσχηκεναι φησὶν ἐξ οἴκου Θεοῦ θυσίαν καὶ σπονδήν· δριμὺς ὁ λόγος· οὐ γὰρ ἐνηνέχθαι πρὸς τὸ μεῖον, ἤγουν ἠλαττῶσθαί φησι θυσίαι ἰαὶ σπονδὴν, ἀπεσχηκεναιι δὲ μᾶλλον, ὅπερ ἐστὶ παντελοῦς ἀνατροπῆς σημαντικόν. δεινὸν δὲ τὸ χρῆμα καὶ δυσαχθὲς ἀληθῶς τοῖς λαῶν προεστηκόσιν, εἰ κατὰ μηδένα τρόπον παρὰ τῶν ὑπεζευγμένων θεραπεύοιτο Θεός.

[*](14)

Ἀγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, [*](d) πάντας τοὺς κατοικοῦντας τὴν γῆς εἰς οἶκον θεοῦ ἡμῶν, καὶ [*](15) κεκράξατε πρὸς Κύριον ἐντενῶς, οἴμοι, οἴμοι, εἰς ὑμέραν.

Tίνα δὴ τρόπον προσήκει ποιεῖσθαι τὸ πένθος αὐτοὺς, διατρανοῖ πάλιν, καὶ εἰσηγητὴς αὐτοῖς σοφὸς φαίνεται τῆς εἰς μετάγνωσιν ὁδοῦ, καὶ τὰ δι’ ὧν ἂν γένοιτο πρᾷός τε καὶ εὐμενὴς ὁ τῶν ὅλων Θεὸς, καταδεικνύει σαφῶς. τοῦτο δὴ [*](1. λιταῖς Edd. τληπ. προεστ. inv. ord. iid. 3. πεπλημμεληκότες] πεπληγότες iid. Θεὸν iid. ante Micfne. 6. ἐπὶ B. b. ἐν Edd, κοπετόν] κωκυτόν iid. 8. τε assumptuin ex B. b. ἀναπαύσεως pro ἀναπαύλης Β. τε alt. assumptum ex b. 11. Θεοῦ B. Κυρίου Edd. 12. ἐνηνέχθαι post μεῖον transp. iid. invitis B. b. γοῦν assumptum ex B. 13. παντελοῦς b. παντελῶς Edd. 16. πορὰ] ὑπὸ Edd. invitis B. b. 18. τοὺς assumptuin ex B. (51. al.) τὴν assumptum ex B. (22. al.) ἡμῶν Β. (26. al.) ὑμῶν Edd. 19. κεκράξατε Edd. κράξατε Β. (23, 185.) sed cf. Pasch. Hom. viii. 107 e. οἴμοι οἴμοι] + οἶμοι Edd. invito Β. (42, 49, 106) cf. in Es. 315 e. 20. αὐτοὺς ποιεῖσθαι πρ. τὸ πένθος inverso ordine Edd. 21. ὑφηγητὴς iid. Statim αὐτοῖς σόφ’. boc ordine Β. 22. τε assnraptum ex B. 23. ὁ τῶν ὅλων Θεὸς om. Β. καταδείκνυσι Edd. σοφῶς assuniptum cx Β.)

307
ἦν, οἶμαι, καὶ ἀνακόψαι θέλοντος τὴν ὀργὴν, καὶ ἀφανίσαι τὸ λυποῦν, καὶ περιστεῖλαι τὸ βλάπτον, ἐπιδοῦναί τε πάλιν [*](e) αὐτοῖς τὸ εὐημερεῖν, καὶ διαχεῖσθαι τοῖς ἀγαθοῖς. ἔφη τοίνυν ὅτι, ἁγιάστε νηστέίαν, τουτέστιν, ὡς ἐν ἀναθήματος ποιεῖσθε τάξει, καὶ ὡς ἐν θυσίας τρόπῳ τὴν πάναγνον ἀληθῶς καὶ ἀμώμητον νηστείαν. οὐ γὰρ δὴ προσήκει ταῖς μὲν ἀσιτίαις κατατήκεσθαι τὸ σαρκίον, δρᾶν δὲ δὴ αὐτοὺς νενηστευκότας τὰ ἐφ’ οἷς ἂν εἰκότως παροτρύνοιτο Θεός. εἰ γὰρ μέλλοιμεν ἐν καιρῷ νηστείας τῶν ἰδίων οὐκ ἀποπαύεσθαι θελημάτων, ὑπονύττειν δὲ τοὺς ὑποχειρίους “Εἰς κρίσιν τε καὶ μάχας, [*](Es. lviii. 4.) “τύπτειν τε πυγμαῖς ταπεινὸν κατὰ τὸ γεγραμμένον, οὔπω [*](a 210 A.) νενηστεύκαμεν ἁγίως τε καὶ καθαρῶς· πόνων δὲ ζημίας ὑπομενοῦμεν εἰκότως Θεοῦ διακεκραγότος “Οὐχὶ ταύτην τὴν [*](Ib. 5.) “ νηστείαν ἐγὼ ἐξελεξάμην λέγει Κύριος.” δεῖ δὴ οὖν ἀποσχέσθαι φαυλότητος, ἕπεσθαί τε, καὶ μάλα νεανικῶς, τοῖς τοῦ νομοθέτου δόγμασιν, ἀπευθύνοντας τὴν καρδίαν πρὸς πᾶν ὁτιοῦν τῶν ἄρες κοντῶν αὐτῷ, καὶ τὸν τῆς διανοίας ὑποφέροντας αὐχένα, ψάλλοντάς τε καὶ λέγοντας “ Ἴδε τὴν [*](Ps. xxiv. 18.) “ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς [*](b) “ἁμαρτίας μου·” καὶ μὴν πρὸς τῷδε κἀκεῖνο τὸ προφητικόν “Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ Θεὸς [*](Hier. iii. 22.) “ἡμῶν εἶ.’’ παράστασις γὰρ ἥδε πνευματικὴ καὶ θυσία καθαρὰ καὶ ἁνδάνουσα τῷ Θεῷ “ὑπὲρ μόσχον νέον,’’ ὑπὲρ [*](Ps. lxviii. 32.) ἀμνον ἐκ ποιμνίων, ὑπὲρ ἔριφον ἐξ αἰγῶν, ὑπὲρ σεμίδαλιν καὶ λιβανωτόν. πνευματικαῖς “ γὰρ θυσίαις εὐαρεστεῖται [*](Heb xiii. 16.) “Θεός.’’ ἁγιάζοντες δὲ τὴν νηστειαν, κηρύξω μὲν θεραπείαν, τουτέστι, τὴν τῶν θείων θελημάτων ἐκπλήρωσιν, ἧ δὴ καὶ [*](4. ὅτι assumptum ex Β. 5. θυσίας] εὐσεβείας Β. τὴν] + ὡς Edd. invitis Β. b. Statim ἁληθῶς πανάγιον pro πόναγνον ἀληθῶς Edd. invitis Β. b. 7. δὴ assumptum ex B.b. 8. εἰκότως accessit ex B. 10 ὑπονύπτειν (sic) Edd. ante Migne. II. γένος pro γεγραμμένον iid. 12. ἁγίως τε κοὶ καθαρῶς] ὡς δεῖ iid. 13. ὑπομένομεν iid. ante Migne. οὐ γὰρ pro οὐχὶ iid. 14. ἐγὼ om. B. (A.V.) λέγει κύριος assuinpta ex B. (XII.) 16. ἐπευθύνοντας τὴν κ. hoc ordine Β. 20. μου assumptutn ex Β. μὴν] μὲν Edd. ante Migne. 22. Haec θυσία καθαρὰ καὶ accesseriint ex Β. 23—308. 3. ὑπὲρ μόσχον νέον — λόγους om. Β. 26, 27. Haec δὲ—ἐκπλήρωσιν ἱν reperiuntiir in b. 26. κηρύξωμεν] κηρύξατε b.)
308
πρεπόντως παρέποιτο ἃν τὸ εὐθὺ, τὸ εὐάγωγον τοῦ τρόπου, [*](c) τὸ πρὸς πᾶν ὁτιοῦν ἕτοιμον τῶν εἰς εὐσεβείας λόγους· ἐπιτελέσομεν δὲ τῆς θεραπείας τοὺς τρόπους, συνειλεγμένων ἐν ἐκκλησίαις τῶν ἐκ γερουσίας, συνδεδραμηκότων δὲ καὶ ἁπάντων τῶν κατοικουντων τὴν γῆν, κλαόντων τε καὶ μάλα συντόνως εἰς ὅλην ἡμέραν, καὶ ἀραρότως διακειμένων, ὅτι πάντη τε καὶ πάντως ἐλεήσει Θεός· ἔστι γὰρ Exod. xxxiv. 6. “Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς,” “Ἐξαίρων Mich.vii. 18 10 “ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας καὶ οὐ συνέχων εἰς μαρ- [*](d) “τύριον ὀργὴν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ὅτι θελητὴς “ἐλέους ἐστί.’’

Ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίον, καὶ ὡc ταλαιπωρία ἐκ ταλαιπωρίας [*](16) ρίας ἥξει. κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλοθρεύθη, ἐξηράνθη καὶ ἐξ οἴκου Θεοῦ ἡμῶν εὐφροσύνη χαρά.

Ημεραν κυροῦ φησὶ, καθ’ ἣν ἃν γένοιτο πληροῦσθαι τὰ ἐξ ὀργῆς, ἢ τῆς ἀκρίδος αὐτοῖς ἐπενηνεγμένης καὶ δαπανώσης [*](e) τὰ ἐν ἀγροῖς καὶ εἰς λιμοῦ καὶ ἐνδείας πεμπούσης δείματα, καὶ αὐτὴν ἐντιθείσης τοῦ θανάτου τὴν πτοίαν, ἤγουν τῶν Βαβυλωνίων καταφθειρόντων ἅπαντα, πόλεσί τε καὶ κώμαις ἐπιφυομένων, ἄλλο τε ἐπ’ ἄλλῳ προσεργαζομένων κακὸν, καὶ ταλαιπωρίαν ἐκ ταλαιπωρίας προσεπιρριπτούντων ἀεὶ τοῖς ἐνοικοῦσι τὴν γῆν, ὡς μηδ’ ὅσον εἰπεῖν ἀναπνεῦσαι δύνασθαι βραχὺ, καί τι διὰ μέσου γενέσθαι χρηστὸν, ἐφ’ [*](3. ἐπιτελέσωμεν Edd. τοὺς τρ. τῆς θεραπείας inv. ord. iid. 4. ἐκκλησίᾳ iid. 5. δὲ assumptum ex Β. ἁπάντων] πόντων iid. κλαιόντων iid. 7. Haec πάντη τε καὶ accesserunt ex Β. Statim πάντων iid. ἐλεεῖ iid, 9. μαρτυρίαν iid. 10. γένος pro γεγραμμένον iid. 12. τοῦ assumptum ex B. ὡς om. F. (68.) 13. ἐξολοθρεύθη Aub. 14. Assumpta ἐξηράνθη ex B., καὶ ex B. (22.al.) [Pro ἐξηράνθη, dant ἐξήρθη 49. et (omittentes ἐξωλοθρεύθη,) 22, 86, 238. Cf. infra 211 a. c. d.] ἡμῶν Β. (26, 36, 49, 51, 106, 153) ὑμῶν Edd. 16. ἂν γένοιτο Β. b. ἔδει Edd. 17. δαπανώσης τὰ ἐν ἀγροῖς] τὰ ἐν ἀγρῷ δαπανώσης iid. 19. πτόαν iid. 21. ἐμφυομ. iid. 22. ἐπιῤῥιπτόντων Β. 23. τοῖς assumptuin ex Β. ἀνανεῦσαι Β.)

309
ὧνπερ ἦν εἰκὸς καλ’ γοῦν ἀπὸ μέρους καὶ μετρίαν ἔχειν δύνασθαί τὴν παραψυχὴν τοὺς τῆ συχνότητι τῶν κακῶν λοιπὸν ἀφορήτως ἐντετηγμένους. ἐπειδὴ δὲ πεπαινομένων ἤδη τῶν καρπῶν, καὶ τὸν ἀμῶντα λοιπὸν μονονουχὶ καλούντων [*](a 211 Α.) ἐφ’ ἑαυτοῖς τῶν ληίων, βότρυός τε καταπερκάζοντος καὶ τὸ ἐκθλίβεσθαι γλιχομένου, γέγονέ που τάχα τῆς ἀκρίδος ἡ ἐμβολὴ, βρώματά φησιν ἐξωλοθρεύθη ἐξ αὐτῶν, οἷον ἡρπασμένων τῶν ἐν ὄψει γεγενημένων, παρακειμένων δὲ ὥσπερ αὐτοῖς, καὶ ἑτοιμοτάτην ἐχόντων τὴν ἀπόλαυσιν· ἐξῆρθαι δὲ διαβεβαιοῦται πάλιν κα) ἐξ οἴκου κυρίου τήν τε εὐφροσύνην καὶ τὴν χαράν. ἔθυον γὰρ, ταῖς ἐξ ἀγρῶν εὐκαρπίαις ἐπαγαλλόμενοι, καὶ τοὺς τῆς εὐφροσύνης [*](b) ἐπετήδευον τρόπους ἀνατιθέντες τὰ χαριστήρια διάτοι τὸ περιχεῖσθαι πλουσίως τοῖς ἐκ γῆς ἀγαθοῖς.

Εὑρήσομεν δὲ τοιοῦτόν τι πεπονθότας καὶ αὐτοὺς μάλιστα δὴ τοὺς εἰς χριστὸν πεπαρῳνηκότας. γέγονε μὲν γὰρ αὐτοῖς ἐν ὀφθαλμοῖς ἤδη πὼς ὁ ἄρτος τῆς ζωῆς “ Ὁ ἐκ τοῦ [*](S. Joan. vi. 33.) “ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ,’’ “ὁ κόκκος [*](Ib. xii. 24.) “ τοῦ σίτου ὁ πεσὼν εἰς τὴν γῆν,’’ καὶ πολλοστὸς ἀναφὺς, οἶνος ὁ νοητὸς, ὁ καρδίαν ἀνθρώπου κατευφραίνειν εἰδώς. [*](Ps. ciii. 15.) ἐπειδὴ δὲ οὐ διαλελοίπασι ταῖς ἀπειθείαις ὑβρίζοντες, γέγονεν [*](c) γονεν αὐτοῖς ἐξ ὀφθαλμῶν καὶ οἷον ἐκ μέσου τὰ βρώματα τὰ πνευματικά· ἀποπεφοίτηκε γὰρ ἀπ’ αὐτῶν ἡ παντὸς ἀγαθοῦ μέθεξις, ἐξῆρται δὲ καὶ ἐξ οἴκου τοῦ παρ’ αὐτοῖς εὐφροσύνη καὶ χαρά· δέδονται γὰρ εἰς ἐρήμωσιν, καὶ διατελοῦσιν οἱ τάλανες “ Οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, [*](Hos. iii. 4.) [*](1. καὶ assumptum ex Β. ἔχειν δ. τὴν ποραψ.] δύνασθαι παραψυχὴν ἔχειν Edd. 2. λοιπὸν τῶν κακῶν iid. 4. ἤδη post καρπῶν transp. iid. μονονουχὶ assumptum ex Β. 6. τὸ ἐκθλίβεσθαι γλιχομένου] γλιχ. ἐκθλίβ. iid. 9. δὲ assumptum ex Β. τὴν ἀπὁλ. ἐχ’. ἑτ. inverso ordine iid. 10 εξηρθῆναι pro ἐξῆρθαι iid. διοβεβ. πόλιν hoc ordine Β. 11, τε assumptum ex Β. 13. ἐπετήδευον τρόπους hoc ordine Β. b. 14. ἀγαθῆς Aub. 15. μάλιστα δὴ hoc ord. Β. ly. ἐκ του] ἐξ Edd. 19. τὴν assumptum ex Β. 20. ὁ νοητὸς οἶνος inv. ord. iid. καρδίας ἀνθρώπων iid. 22. τὰ βρ. τὰ πνευματικά] βρώματα πνευματικά iid. 23. ἀπ’ assumptum ex Β.)

310
“οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας “ οὔτε δήλων.”

Καὶ καθ’ ἕτερον δὲ τρόπον ἐξῃρῆσθαί φαμεν ἐξ ὀφθαλμῶν [*](d) αὐτῶν τά τε βρώματι καὶ τὴν εὐφροσύνην καὶ χαρλαν. ἔφη [*](S.Matth. iv. 4.) μὲν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς, ὅτι “Οὐκ ἐπ’ “ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι “ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.’ νοῦ δὲ ὅτι τροφὴ λόγος, οὐκ ἃν ἐνδοιάσειέ τις. τοῦτο τῆς Ἰουδαίων ἐξῆρται πληθύος· γεγόνασι γὰρ ἐν ἐνδείᾳ τροφῆς τῆς πνευματικῆς· οὐ νενοήκασι τὰ Μουσέων. καὶ γὰρ ὁ θεσπέσιος [*](2 Cor. iii. 14,15.) γράφει Παῦλος “Ἄχρι σήμερον ἐπὶ τῇ ἀναγνώσει τῆς “ παλαιᾶς διαθήκης, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν “ κεῖται·’’ μεμισήκασι δὲ τὰ διὰ χριστοῦ θεσπίσματα. ὠλόθρευται δὴ οὖν πᾶσα αὐτοῖς πνευματικὴ τροφὴ, οὐκ [*](e) αὐτὴ παθοῦσα τὸν ὄλεθρον, ἀλλὰ τοῖς πεπονθόσιν οὐκ ἔτι παρακειμένη, καὶ ὅσον ἧκεν εἰς ἐκείνους, οὐδὲ ὑπάρχουσα παντελῶς. ἀλλ’ ὅ γε κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τὸ χρῆναι διανέμει τρυφᾶν, καὶ ἐνσπαταλᾶν [*](Prov. x. 3.) ἀγαθοῖς τοῖς ἄνωθεν. γέγραπται γὰρ ὅτι “ Οὐ “ λιμοκτονήσει κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.

[*](17)

Ἐσκίρτησαν δαμάλεις ἐμ ταῖς φάτναις αὐτῶ, ἡφανίσθησαν [*](212 Α. a) θησαθροὶ, ατεσκάφησαν ληνοὶ, ὅτι ἐξηράνθη οἱτος. τί ἀποθήσομεν [*](18) ὲαυτοις; έκλαυσαν βουκόλια βοῶ, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς, κὼ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθη.

[*](1. ἱερέως pro ἱερατείας Edil. 4. καὶ alt.] + τὴν iid. 5. Haec ἡμῶν Ἰησοῦς ὁ χριστὸς, ὅτ’ accessenint ex Β. 6. ἐπὶ] ἐν iid. 7. ὅτι assumpliim ex B. 8. λόγος. οὐκ οὐκ δ’ pro λόγος, οὐκ ἀν’ Edd. ἐξῆρται πληθύος] πληθύος ἐξῆρθαι λέγειν iid. 9. τῆς assumptum ex Β. 10. καὶ γὰρ ὁ θ. γράφει Παῦλος] ἀλλ’ iid. 11. Haec ἐπὶ τῇ ἀναγν. τῆς π. διαθήκης accesserunt ex Β. 13. δὲ] γὰρ iid. τοῦ pro διὰ iid. 14. Haec δὴ οὖν assumptum ex Β. πᾶσα αὐτοῖς hoc ordine Β. Statim ἡ add. iid. 17. Haec ἡμῶν Ἰησοῦς ὁ χριστὸς accesserunt ex Β. 18. διανέμει τρυφᾶν hoc ordine B. 24. ἔκλαυσεν F. (22. al.) 25. ἠφανίσθη B.F. (Alex.) ἠφανίσθησαν Edd. (Vat. 8))
311