In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ θεσπέσιος ᾿Ιωὴλ ἐν χρόνοις, ὡς [*](a 197 Α.) ἔοικε, καθ’ οὓς ἂν νοοῖντο καὶ οἱ πρὸ αὐτοῦ τεταγμένοι, τὸν Ωσηὲ δέ φημι, καὶ μέντοι καὶ τὸν ᾿Αμώς. δοκεῖ γὰρ Ἑβραίοις οὐ μετά γε τὸν Μιχαίαν, ἀλλ’ ἐκείνοις αὐτὸν συντετάχθαι δεῖν. καταγορεύει δὲ, ὥς γε μοι φαίνεται, τῶν ἐξ ᾿Ισραὴλ, καὶ πλείστην ὅσην αὐτῶν ποιεῖται καταβοὴν, ὡς εἰς τοῦτο λοιπὸν ἀγερωχίας ἱγμένων ἀποπληξίας τε καὶ [*](b) ἀναλγησίας, ὡς ὑπὸ μηδενὸς τὸ παράπαν ἀνακόπτεσθαι τῶν κακῶν, μήτε μὴν ταῖς οὕτω συχναῖς, μονονουχὶ δὲ καὶ στοιχηδὸν ἐπενηνεγμένοις, συμφοραῖς ἡττᾶσθαι φιλεῖν, καί- τοι χρόνου μηδενὸς παρεισδεδυκότος, καθ’ ὃν ἂν φαίνοιτό τις ἀνάπνευσις τοῦ κακοῦ, κἂν γοῦν βραχεῖα, γεγενημένη. εὑρήσομεν μὲν δὲ καὶ τὸν μακάριον προφήτην ῾Ησαΐαν διὰ τῶν ἴσων ἐρχόμενον λόγων. ἔφη γάρ “Καὶ ἐθυμώθη ὀργῇ [*](Esai. v. 25.) “Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε “χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρω- “ξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς “κοπρία ἐν μέσῳ ὁδοῦ. ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη [*](Codex. Β. [D. hic illic adhibitus] 1—3. Sic Β. ἐξήγησις ὑπομνηματικὴ προφήτην ἰωὴλ, Κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀρχιεπισκόπου ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην ᾿Ιωήλ Edd. 12. μὴν] μὲν iid. συχνῶς iid. 13. ἐπενηνεγμέναις D. συμφοραῖς ἡττᾶσθαι hoc ordine Β. Statim φιλεῖν accessit ex Β. 14. ἂν φαίνοιτο] ἀναφαίνοιτό Edd. 16. Haec τὸν μακ. προφ. assumptum ex B. D. 17. ἐρχόμ. λόγων hoc ordine Β. 19—21. καὶ ἐπάταξεν—ἐν κοὶ μετ’ ὀλίγον Edd.)

288
[*](198 A. a) “ὁ θυμὸς αὐτοῦ, ἀλλ’ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.” συνίης, ὅπως τοῦτο τε κἀκεῖνο πεπόνθασι, καὶ η του παιοντος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, ὡς ὅσον οὐδέπω καὶ ἑτέρας ἐποίσουσα πληγὰς αὐτοῖς. ὅνπερ γὰρ τρόπον τὰ δυσίατα τῶν παθῶν οὐ μιᾶς ἔσθ’ ὅτε δεῖται τῆς τομῆς, ἀλλ’ ἔτι πλειόνων· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς εἰς λῆξιν ἥκων ἀναλγησίας συχνοτέρας δεῖται πληγῆς, ἀνακομιζούσης μόλις εἴς γε τὸ δύνασθαι λοιπὸν ἀναμαθεῖν ἐπείγεσθαι τὸ τελοῦν [*](b) εἰς ὄνησιν. ἔοικε τοίνυν ὁ μακάριος προφήτης ᾿Ιωὴλ, ὡς ἐπὶ πλείσταις ἤδη πληγαῖς ἀνουθετήτου μεμενηκότος τοῦ ᾿Ισραὴλ, ποιεῖσθαι σοφῶς τὴν ἐπίπληξιν, συμβουλεύειν τε ἅμα τὰ αἰσχίω μεθέντας μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ ἁνδάνον Θεῷ. προσεπάγει γεμὴν καὶ τῶν ὅτι μάλιστα φιλτάτων ἀν’ τοῖς τὴν ὑπόσχεσιν, εἴπερ ἕλοιντο μετανοεῖν· καὶ ὅτι χρηστῷ καὶ ἡμερωτάτῳ περιτεύξονται τῷ Δεσπότη δίδωσι θαρρεῖν. οὗτος μὲν οὖν τῆς ὅλης αὐτοῦ προφητείας ὁ σκοπός· ἕκαστα δὲ τῶν ἐφ’ ἑξῆς ἀνὰ μέρος ἐροῦμεν, ταῖς τῶν προκειμένων [*](c) θεωρίαις ἑπόμενοι.

[*](Κεφ. α΄.)

Λόγος Κυρίου ὅς ἐγενήθη πρὸς ᾿Ιωὴλ τὸν τοῦ Βαθουήλ.

Λόγον Κύρου γεγενῆσθαι φησὶ πρὸς ἑαυτὸν ὁ Προφήτης, ἵνα τῆ προφητείᾳ τὴν πίστιν προσνέμωμεν, ἀραρότως διακείμενοι καὶ τεθαρρηκότες, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας [*](d) ἐκβήσεται τὰ προηγγελμένα. πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων [*](S.Matth. xxiv. 35.) καὶ αὐτὸς ὁ Σωτῆρ’ “Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσον- “ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.” χρῆμα γὰρ οὐχὶ [*](2. τε assumptum ex Β. 3. οὐδέπω] οὔπω D. Edd. 4. αὐτοῖς ἐπαπειλοῦσα πληγάς pro ἐποίσουσα πληγ. αὐτ’. iid. τῶν παθῶν δυσίατα inverso ordine iid. 5. τῆς assumptum ex Β. 6. ὁ om. Β. habet D. λῆξιν] ἔξιν Edd. 8. τὸ prius assumptum ex B.D. 9. Haec ὁ μακαρίος προφήτης assumpta ex B.D. Statim ᾿Ιωὴλ om. B. sed retiniii favente D. 11. συμβουλεύειν] συμβουλεύει Edd. 12. ἁνδάνον Θέῳ] ἡδῦνον Θεόν iid. 13. φιλαιτάτων D, 16. οὖν om. B. habet D. Statim ὅλος τῆς pro τῆς ὅλης αὐτοῦ D. Edd. 20. Κυρίου] Θεοῦ iid. γεγ. φησι hoc ordine Β. 22. Haec πάντη τε καὶ assumpta ex B.D. 24. Haec ὁ οὐρανὸς—παρελεύ- σονται et δὲ accessenmt ex B.D.)

289
ψευδοεπὲς ἠ’ ἀλήθεια, καὶ ὅπερ ἃν λέγοι ὁ Θεὸς, ἀτρεκὲς ἔσται πάντως. αὐτὸς γάρ ἐστιν ὁ “ἱστῶν ῥήματα παιδὸς [*](Esai. xliv. 26.) “αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. οὐκοῦν εὐτεχνέστατα καὶ σοφῶς ἐξαιτεῖ τὴν πίστιν τοὺς ἀκροωμένους, ὅτι μὴ κατά τινας εἴη ψευδοέπης, ἤγουν ἐκ καρδίας τὸ δοκοῦν ἀναφέρων, ἀλλ’ ἐκ στόματος κυρίου [*](e) λαλῶν ἐν πνεύματι, σαφέστατα διειπών. πρόσκειται δὲ ἀναγκαίως ὁ Βαθουὴλ, ἵνα μή τις ἕτερος παρ’ αὐτὸν νοοῖτο τὸν ᾿Ιωήλ. πολλοὶ μὲν γὰρ ἴσως, μᾶλλον δὲ καὶ ἀναμφιλόγως τῇ τοιᾷδε κλήσει κατωνομάζοντο· γεγόνασι δὲ οὐ πάντες ἐκ Βαθουήλ. ἀσφαλείας δὴ οὖν, ὡς ἐγῷμαι, χάριν προσεπενήνεκται πάλιν ὁ Βαθουήλ.

Ακούσατε δὴ ταῦτα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε πάντες οἱ [*](2) κατοικοῦντες τὴν γῆν· εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶ, ἤ ἐν ταῖς ἡμέραις τῶ πατέρων δμῶ’; ὑπὲρ αὐτῶι [*](3) τοῖς τἐκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τἐκνοις [*](a 199 Α.) αὐτῶ, καὶ τὰ τέκνα αὐτῶι εἰς γενεὰν ἑτέραν.

Αναφέρει πρὸς ἀρχαιότητα καιρῶν τε καὶ μνήμης τοὺς γεγηρακότας, καὶ διενθυμεῖσθαι προστέταχε, πότε δὴ ἄρα, καὶ ἐπὶ τίσι τὰ ἴσα τεθέανται, τοῖς αὐτῶν πατράσιν ἤγουν τοῖς ἔτι κατόπιν, ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, ἀναλογίζεσθαί τε δεῖν ἔφη λοιπὸν, εἰ μὴ ξένα καὶ ἀήθη τὰ διηγήματα, καὶ οὐδενί πω τάχα τῶν πάλαι διεγνωσμένα· συνιέναι συνιέναι εὖ μάλα καὶ τοὺς ἑτέρους προσήκειν, φησὶν, εἰ τοιαῦτα γέγονεν [*](b) ἐπ’ αὐτῶν· ἔσεσθαι δὲ καὶ ὑπόθεσιν ἀτελευτήτων διηγημάτων οὐκ εἰς μίαν διήκουσαν, οὔτε μὴν εἰς δύο καὶ τρεῖς γενεὰς, [*](1. λέγοι] λέγῃ Edd. ἀτρεκὲς D. Edd. ἀληθὲς Β. 2. ῥήματα] ῥήσεις Edd. 5. ἤγουν] ἢ iid. 9. Haec ἴσως, μᾶλλον δὲ καὶ accesserunt ex Β. 10. τοιᾷδε] τοιαύτῃ Edd. 12. προσεπενήνεκται D. προσεπήνεκται προσενήνεκται Edd. 13. δὴ accessit ex B.F. (Alex. XII.) 15. ὑπὲρ αὐτῶν] περὶ αὐτῶν F. (22. al.) 16. διηγήσεσθε F. 18. ᾿Αναφέρει] ὑποφέρει D. ᾿Αποφέρει Edd. 20. Hoc ordine τὰ ἴσα τεθέανται B.D. et αὐτῶν πατράσιν Β. 24. καὶ] καὶ i.e. obliniendum, casu autem ut viro clarissimo doctissimoque Th. Heyse videbatur, B. προσήκειν καὶ τοὺς ἔτ’. D. Edd.)

290
διεκπαίουσαν δὲ μᾶλλον, καὶ εἰς τὸ ἐπέκεινα πολύ. ὥσπερ γὰρ εἶναί φαμεν ἀξιάκουστα τοῖς πολλοῖς τὰ λαμπρὰ τῶν διηγημάτων, καὶ οἷς ἃν ἕποιτο τυχὸν καὶ τὸ ἐφήδεσθαι δεῖν· οὕτως ἀξιομνημόνευτά πὼς εἶναι δοκεῖ καὶ τὰ εἰς λῆξιν ἥκοντα συμφορᾶς τε καὶ παθῶν. μονονουχὶ γὰρ κατα- [*](c) βιάζεταί πὼς καὶ τὰ τοιάδε τὴν λήθην, καὶ φορτικωτέραν ἔχοντα τὴν προσβολὴν ἐκ πολλῆς ἄγαν ἀναισχυντίας ἀξιοῖ μνημονεύεσθαι, καὶ ταῖς τῶν ἡδίστων δόξαις φιλονεικεῖ· ἔχει δὲ ὥσπερ τὰ χρηστὰ τὴν μνήμην οὐκ ἀκερδῆ, οὕτως οἶμαί που καὶ τὰ σκαιά τε καὶ σκυθρωπά. τὰ μὲν γὰρ εἰς ἔφεσιν ἀρετῆς παραθήγει τοὺς ἀκροωμένους· τὰ δὲ πρὸ ἐφόδου τὴν τῶν κακῶν πεῖραν παραιτεῖσθαι διδάσκει· καὶ δι’ ὧν ἕτεροι τετιμώρηνται, διὰ τούτων αὐτῶν τὸ τοῖς ἴσοις — [*](d) ἐναλῶναι ζητεῖν οὐκ ἐφίησί τινας.

[*](4)

Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς, κὼ τὰ κατάλοιπα Τῆς ἀκρίδος κατέραγεν ὁ βροῦχος, κὼ τὰ κατάλοιπα τοῦ βρούχου κατέραγνε ἠ ἐρυσίβη.

Kέκρυπταί πὼς ἀεὶ τῶν ἁγίων Προφητῶν ὁ λόγος, καὶ τὰ σφόδρα σκυθρωπὰ τῶν διηγημάτων ὀκνηρῶς ἐκφέροντες διάτοι τὰς τῶν ἀκροωμένων ἀτιθάσους ὀργὰς ταῖς ἐνδεχομέναις ἀσαφείαις κατασκιάζουσιν, αἰνίγματα δὲ καὶ παραβολὰ [*](e) ἀναπλάττοντες ὠφελοῦσιν οὐ μετρίως. εἰσι δὲ αὐτοῖς ὁ λόγος καὶ διὰ χρησίμων ἐσθ᾿ ὅτε παραδειγμάτων· ὁποῖόν [*](Ezek. xvii. 3,4.) ἐστι τὸ παρὰ τῷ σοφωτάτῳ κείμενον ᾿Ιεζεκιήλ “Ὁ ἀετὸς “ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει καὶ “πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβα. [*](1. διεκπαίουσαν B.D. διεκβαίνουσαν Edd. 2. τὰ λ. τῶν διηγ. ἀξ. φ. εἶναι τοῖς πολλοῖς inverso ord. D. iid. 5. συμφορᾶς] συμφορῶν Edd. 6. λήθην μεγίστων iid. 7. ἔχοντα τὴν προσβ. hoc ordine Β. ἡδίστων] μεγίστων D. Edd. 10. οἱμαί που καὶ τὰ σκαιά τε] οἱμαι καὶ τὰ σκαιά που ἐκφέροντες] 14. ἐφίησι] ἀφ. D. iid. 17. ἐρισύβη D. (Alex. 153.) 19. ἐκφέροντες] ἐκφέρουσι, καὶ Edd. 20. τοι assumptum ex B.D. 21. ἀσαφείαις D. Edd. ἀσφαλείαις Β. 22. εἶσι] ἔστι Edd. 24. ἐστι] καὶ idd. του ἰεζ. κείμ. pro τῷ σοφωτ. κείμ. ἰεζ. iid.)

291
“νον, καὶ ἔλαβε τὰ ἐκλεκτὰ τῆς κέδρου, τὰ ἄκρα τῆς “ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν.” ὑπεδήλου γὰρ ἀστείως τὸν τῆς Βαβυλωνίων ἄρχοντα γῆς, τὸν ἀποκείροντα τῶν ἐξ ᾿Ισραὴλ τὰ ἐξαίρετα, καὶ οἴκοι [*](a 200 Α.) μετατιθέντα τὸ διηρπασμένον. καὶ ὅτι μὲν γεγόνασιν ἀφορίαι τε ἀγρῶν, ἔνδειαι τε τῶν ὡρίμων, καὶ λιμοὶ πλειστάκις ἀπηνεῖς τε καὶ μακροὶ κατά γε τὴν ᾿Ιουδαίων χώραν, ἔφη τὸ γράμμα τὸ ἱερόν. ἤδη γάρ τινες λιμοῦ καταθλίβοντος ἀνάγκης εἰς τοῦτο κεχωρήκασιν, ὥστε ὄνου κεφαλὴν [*](4.Reg. vi. 25.) πεντήκοντα πρίασθαι σίκλων. παραδείξειε δ’ ἂν τῆς κατὰ καίρους ἐνδείας τὴν ἀγριότητα τὰ περὶ τῶν παίδων μεμα- [*](Ib. 27—29.) χημένα γύναια. ἐπεὶ γὰρ κατεδηδόκασιν αἱ δύο τὸ ἓν, περὶ [*](b) τοῦ ζῶντος δικάζεσθαι παρὰ τοῖς κρατοῦσιν ἠξίουν.

Oὐκοῦν, εἰ μὲν ἀγρῶν ἀφορίας καὶ καρπῶν καταφθορὰς ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατασημαίνει λόγος, νοοῖτ’ ἃν τὸ χρῆμα καὶ οὕτως ἀφόρητον· τὸ γὰρ ἐφεξῆς καὶ ἀμέσως πλείσταις τε ὅσαις καὶ χαλεπαῖς καταικίζεσθαι πληγαῖς, πῶς οὐ δύσοιστον κομιδῇ, καὶ τοῦ μνημονεύεσθαι πρέπειν οὐκ ἀμοίρου ἀμοιροῦν ; εἰ δὲ δὴ καὶ εἰς ἑτέρας ἡμᾶς ἐννοίας ἀποκομίζει τὰ θεωρήματα κατεσκιασμένας τοῖς ἐμφανεστέροις, ἔοικεν ἡμῖν ὁ Προφήτης κάμπην καὶ ἀκρίδα, βροῦχόν τε καὶ ἐρυσίβην, καὶ τὰ ἐντεῦθεν δεινὰ καὶ ἀφόρητα βλάβη, τὰς ἐν [*](c) ἑκάστῳ καιρῷ καταδῃώσεις ὑποδηλοῦν, καὶ τοὺς τῶν αἰχμαλωσιῶν αἰνίττεσθαι τρόπους· ὑφ’ ὧν δεδαπάνηνταί τε καὶ ἀπολώλασι, ληίοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ μονονουχὶ κατεδηδοκότων αὐτοὺς καὶ κατεφθαρκότων τῶν τὰς ἐφόδους ἐξειργασμένων. μένων. πολλαὶ μὲν οὖν γεγόνασιν αἱ ἀνὰ μέρος ἐξαὐτὰ] [*](2. αὐτοὺς Edd. Post εἰς add. τὴν iid. 3. ἀστείως] ᾿Ασσοὺρ iid. 4. ἀποκείροντα] ἀποκείραντα D. iid. 5. μεταθέντα D. iid. 6. τε alt. assumptum ex B.D. 7. μακροὶ om. Aub. ἰσυδαίαν Edd, 8. καταθλίβοντος Β. κατατήκοντος D. Edd. 9. ἀνάγκης εἰς τοῦτο hoc ord. B.D. ὥστε] ὡς Β. 10. τῆς κατὰ κ. ἐνδ. τὴν ἀγρ.] τὴν κατὰ κ. ἀγρ. D. Edd. 11. τὰ assumptum ex B.D. παιδίων D. Edd. 12. κατεδηδόκασιν] κατεδηδόκεισαν Edd. 15. νοοῖτ᾿ ἂν τὸ] νοοῖτο iid. 19. δὴ . , . . ἡμᾶς ἡμῖν D.] . . . . ἀποκο- μίζει , . . . κατεσκιασμένας τοῖς ἐμφανεστέροις B.D. δεῖ . . . . ἡμῖν . . . . ἀποκομίζειν .... κατεσκιασμένα τὰς ἐμφανεστέρας iid. 22. ἐρισύβην (ut supra) passim D. 25. ἀγροῖς iid. 27. μὲν οὖν] γὰρ D. iid. ἐξαναστάσεις] ἀναστατώσεις D. iid.)

292
ἀναστάσεις τῆς Ἰουδαίων χώρας, καὶ τῶν περιοίκων ἐθνῶν καταστρατευόντων ἐσθ’ ὅτε, καὶ τῶν τῆς Αἰγύπτου βεβασιλευκότων.

Διέποντος μὲν γὰρ ἐν τοῖς ῾Ιεροσολύμοις τὴν βασιλίδα [*](3 Reg. xiv. 25sqq. d) τιμὴν τοῦ ῾Ροβοὰμ, ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, εἷλέ τε τὰ βασίλεια, καὶ πάντας τοὺς ἐν αὐτοῖς ἐκκενώσας θησαυροὺς, καὶ τὰ χρυσᾶ δόρατα καὶ τὰς ἀσπίδας λαβὼν ἃς πεποίηκε Σολομῶν, λαμπρὸς καὶ νενικηκὼς οἴκοι πάλιν [*](4 Reg. xiii. 3.) ἀνεκομίζετο, καὶ μὴν καὶ Ἀζαὴλ ὁ Σύρος οὐ μετρίας αὐτοῖς [*](Ib.xv.19.) ἐπήνεγκε πληγάς· εἷλε δὲ καὶ Φούλα βασιλεὺς Βαβυλωνίων τὰς πέραν τοῦ Ἰορδάνου φυλάς· καὶ πρός γε δὴ τούτῳ Νεχαὼ Φαραὼ βασιλεὺς Αἰγύπτου, κρατοῦντος ᾿Ιωσίου, [*](e) κατεστράτευσε τῆς Σαμαρείας, καὶ δασμοῖς ὑπέθηκε τῆν’ [*](Ib. xxiii. 33.) γῆν· ἕκατον γὰρ ἐξητησε χρυσίου τάλαντα.

Οὐκοῦν πλεῖστα μὲν ὅσα τὰ συμβεβηκότα κατὰ καιρούς· δειναὶ δὲ καὶ ἀξιάκουστοι πορθήσεις γεγόνασι τέσσαρες· βασιλεύοντος μὲν γὰρ ἐν τῆ Σαμαρείᾳ ᾿Ωσηὲ υἱοῦ ᾿Ηλὰ [*](Ib. xvii. 6.) ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ ἀπῴκισε τὸν ᾿Ισραὴλ εἰς τὰ ὅρια Περσῶν καὶ Μηδῶν. εἶτα βραχὺ προἰ·όντος τοῦ καιροῦ, καὶ προφητεύοντος ῾Ιερεμίου, κατὰ κράτος ᾕρηκε [*](201 Α. a) τὴν ῾Ιερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ἀνείθη δὲ μόλις ὁ Ἰσραὴλ [*](Ib xxv. 8 sqq.) διὰ Κύρου τοῦ Καμβύσου, τῶν ἑβδομήκοντα τετελεσμένων [*](1 Esar i.) ἐτῶν. εἶτα γέγονε κατὰ καιροὺς Ἀντίοχος, ὁ ἐπίκλην [*](Cf. 1) Ἐπιφανής. οὗτος ἀφιγμένος εἰς τὴν Ἰουδαίαν, καὶ τὸν θεῖον [*](Macc. i. 20 sqq.) ἐνέπρησε ναὸν, εἶλε τε τὰ σκεύη τὰ ἐν αὐτῷ, καὶ τῶν πατρῴων ἐθῶν καταρρᾳθυμεῖν ἐβιάζετο τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν· ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη γενέσθαι [*](1. καὶ assumptum ex Β. παροικούντων ἐθνῶν D. Edd. 2. καταστρατευόντων B.D. κατεστρατευκότων Edd. 4. τοῖς assuniptum ex Β. 6. τοὺς ἐν αὐτοῖς ἐκκένωσας] ἐκένωσε τοὺς ἐν αὐτῆς αὐτῆς Pont.] D. iid. 7. ἔχων D. iid. 8. λαμπρὸς καὶ] καὶ λαμπρῶς iid. οἴκοι] οἴκαδε D. iid. 10. Φούλα Φουλὰ] D. Φούλας Β. Φοὺλ iid. 11. πέρα pro πέραν πρός γε] πρό γε iid. τούτῳ Β. τούτων D. iid. 14. ἐξήτησε] ἐζήτησε D. iid. 17. τῇ assumptutn ex B.D. 19. δρία B. ὄρη D. Edd. 20. ᾕρηκε τὴν ῾Ιερουσαλὴμ hoc ordine B.D. 24. ἀφιγμένος] ἀφικόμ. D. iid. 25. νεὼν D. iid. 27. γενέσθαι assumptum ex B.D.)

293
λαμπρὰ καὶ ἀξιοθαύμαστα κατορθώματα. τέταρτος δὲ τοῖς ἐξ ᾿Ισραὴλ ὁ ῾Ρωμαίων ἐπῆλθε πόλεμος, ὅτε καὶ ἐσκορπίσθησαν [*](b) εἰς πάντα ἄνεμον. ἔοικεν οὖν ὁ Προφήτης ἀσυμφανῶς [*](Ezek. v. 10.) τε καὶ ἀμυδρῶς, καὶ ὡς ἐν εἴδει παραδειγμάτων διὰ τῶν τοιούτων διηγημάτων τὸν οἰκεῖον ἡμῖν ἀποκομίζειν βούλεσθαι λόγον· κάμπην καὶ ἀκρίδα καὶ βροῦχον καὶ μέντοι καὶ ἐρυσίβην, ἤτοι τοὺς πολέμους αὐτοὺς τοὺς ἐπανατρέχοντας ἐφ’ ἑνὶ πλαγίως ὑποδηλῶν, ἤγουν τοὺς τῶν στρατιῶν ἐξάρχοντας, ὧν καὶ ἀρτίως πεποιήμεθα μνήμην.

Εἰ δὲ δή τις βούλοιτο καὶ ἠθικωτέραν ἐν τούτοις διήγησιν ἀναγράφεσθαι, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος· εἰ γὰρ ὁρῷτο [*](c) ψυχὴ συχνοῖς καὶ ἀλλεπαλλήλοις καταδακνομένη πάθεσι, καὶ οἷον ἑκάστην ἀρετὴν ἀπολλύουσα κατὰ βραχὺ, καὶ τοῦτο ἐκείνῳ προστιθεῖσα διὰ ῥᾳθυμίαν, πῶς οὐκ ἀτρεκὲς ἐπ’ αὐτῇ τὸ λέγειν Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς τοὶ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη ; ἐρυσίβης γὰρ δίκην καὶ τῶν ἑτέρων κακῶν, κατασίνονταί πὼς τὰ ἐν ἡμῖν ἀγαθὰ πονηραὶ καὶ ἀκάθαρτοι δυνάμεις εἰς νοῦν ἐμπίπτουσαι, καὶ ἀπλήστοις ὀδοῦσι δαπανᾶν εἰθισμέναι. καλὴ τοιγαροῦν [*](d) ἡ ἀσφάλεια· καὶ δὴ καὶ ὀνίνησιν οὐ μετρίως ἡμᾶς ὁ Παροιμιαστὴς λέγων “᾿Εὰν πνεῦμα τοῦ ἐξουσιάζοντος [*](Ecci. x. 4.) “ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει “ἁμαρτίας μεγάλας. ἐπιτιμώμενα μὲν γὰρ ἐν ἀρχαῖς τὰ πάθη πραύνονταί τε καὶ ἀνακόπτονται· πλατεῖαν δὲ ὥσπερ καὶ ἀνουθέτητον εἰ λάβῃ τὴν εἰς τὰ χείρω πρόοδον, ὅλης δι’ ὅλου καταδράττονται τῆς ψυχῆς, καὶ λογισμοῦ τοῦ κολάζοντος οὐκ ἀνέχεται.

[*](2. ἐπῆλθε] συνέβη D. Edd. 7. Haec τοὺς ἐπανατρέχοντας ἐφ’ ἑνὶ accesserunt ex Β. 8. ὑποδ.] παραδ. Edd. στρατειῶν D. iid. 10. διήγησιν] ἀφήγ. D. iid. 12. συχναῖς Β. ἐπαλλήλοις pro ἀλλεπαλλ. Edd. 13. κατὰ βραχὺ καὶ Β. καὶ κατὰ βρ. D.iid. 16. ταύτης pro κατάλ. τ. ἄκρ’. κ. ὁ iid. τὰ δὲ τοῦ βρούχου pro καὶ τὰ κ. τοῦ βρ. κατέφ iid. 18. κατασίνονται] καταβόσκονταί iid. 21. οὐ μέτρ’. ἠμ’. hoc ord. Β. 24 μὲν assumptum ex B.D. 25 πραΰνονταί Β. παύονταί D. iid. 26. λάβη] λοβοὶ D. λάβοιεν iid. 28. ἀνέχεται B.D. ἀνέχονται iid.)
294
[*](e)

Ἐκνἠψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶι καὶ κλαύσατε· θρηνήσατε πάντες ὁ πίνοντες οἰνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ στόματος ὑμῶ εὐροσύνη καὶ χαρά.

Αμογητὶ δὴ πάλιν κἀντεῦθεν οἶμαί τις καταθρήσειε σαφῶς, ὡς σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Παῦλος, τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν σεσαγηνευμένοις εἰς σωτηρίαν [*](Eph. v. 14.) ἐπιφωνῶν τε καὶ λέγων, ποτὲ μὲν ὅτι “Ἔγειραι ὁ καθεύ- “δῶν καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ [*](202 Α. a) “Χριστός·” ποτὲ δὲ αὖ καὶ τὸ τληπαθὲς ἐν πόνοις ἀγαπᾶν [*](Heb. xii. 7.) ἀναπείθων, ταύτῃτοι καὶ λέγων “Εἰ παιδείαν ὑπομένετε, ὡς “υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ “παιδεύει πατήρ;” καταπαίει γὰρ ὥσπερ τοὺς ἁμαρτάνοντας καίτοι φιλάνθρωπος ὢν ὁ Θεὸς, οὐχ ἑκὼν, ἀλλ’ ὡς ἐξ ἀνάγκης ἐπιστρέφων, καὶ τρόπον αὐτοῖς ἐπικουρίας τὸ χρῆμα ποιούμενος. καθάπερ ἀμέλει καὶ οἱ τῆς ἰατρικῆς ἐπιστήμονες τοῖς ἀρρωστοῦσι προσάγουσι καὶ τὰ σφόδρα καταδάκνοντα [*](b) τῶν φαρμάκων, ἄκεσιν αὐτοῖς τοῦ πάθους τὸ δεῖν ἀλγῆσαι ποιούμενοι. θέα γὰρ ὅπως προυποδείξας τάς μάσ- [*](Ps. xxxi. 9.) τιγας καὶ προαναφήνας τὰ ἐξ ὀργῆς, μονονουχὶ “Χαλινῷ “καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγχει” κατὰ τὸ γεγραμμένον, καὶ ἀνθρωπίνως προιέναι κελεύει, μετατιθέντας τὸν νοῦν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἅπερ ἦν ἄμεινόν τε καὶ περπωδέστατον. ἐκνήψατε γάρ φησιν οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν. ἀκούεις, ὅπως ὡς τέκνοις ἐξεστηκόσι καὶ ἤδη πὼς μεμεθυσμένοις ἐπιπλήττει λοιπόν, ὡς εἴπερ ἔνηψαν ἐν ἀρχαῖς, ἤρκεσαν ἄν εἰς δίκην αὐτοῖς καὶ τὰ ἐκ μόνης τῆς κάμπης· [*](2. ἐξῆρται B.D.F. (Alex. XII.) ἐξήρθη Edd. 4. καταθρήσειε Β. καταθρήσει D. iid. 5. θεῖος pro θεσπέσιος iid. 7. ὅτι assumptum ex Β. 8. Haec κοὶ ἀνάστα—Χριστός assumpta ex D. 9. τληπαθὲς ἐν π. hoc ordine Β. 10. εἰ habet D. εἰς e suo Migne. 11. ἐστιν ora. B. 13, οὐχ ἑκὼν ante καίτοι φ. tr. Edd. 18. τὰς μ. πρ. inverso ordine iid. 20. ἄγχει post γεγραμμένον transp. ud. 21. ἀνθρωπίνως προϊέναι] ἀνόπιν ὥσπερ ἰέναι iid. 22. ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἅπερ] ἐπὶ τόδε ἀνελέσθαι ὅπερ iid. 23. φησιν assumptum ex Β. 24. πὼς assumptum ex B. b. μεμεθυμένοις (sic) Edd. 25. ἔνηψαν Β. b. ἐκνήψειαν Edd. 26. ἤρκεσεν iid. εἰς δίκην Β. b. δίκη Edd.)

295
ἐπειδὴ δὲ ἀνάλγητοι μεμενήκασι τῆς πρώτης αὐτοῖς ἐπενηνεγμένης [*](c) ὀργῆς, προστέθειται καὶ ἡ δευτέρα, καὶ μετ ἐκείνην ἡ τρίτη, προβέβηκε δὲ καὶ μέχρι τῆς τετάρτης. πλὴν κἂν γοῦν ὀψὲ διεγηγερμένους τε καὶ ἀνανήφοντας, καὶ οἱονεί τινα μέθην ἱέντας τοῦ νοῦ τὴν φιληδονίαν καὶ τὸ ἐκτόπως ἑλέσθαι πλημμελεῖν, εἰς αἴσθησιν τῶν συμβεβηκότων ἀφικέσθαι κελεύει λοιπὸν, κλαίοντάς τε καὶ κατοιμώζοντας ἐπί γε ταῖς σφῶν αὐτῶν ἁμαρτίαις.

Ιστέον δὲ, ὅτι καὶ ἡμῶν ἑκάστῳ οἶνος ὥσπερ τις ἐστὶν ἰδικὸς, ὁ καταμεθύσκων καρδίαν. καταμεριζόμεθα γὰρ, ἵν [*](d) οὕτως εἴπω, τὰ πάθη, καὶ ὁ μέν τις ἡμῶν ἀπονένευκεν ἀχαλίνως ἐπὶ φιλαργυρίαν μετὰ τοῦ καὶ ἕτερα νοσεῖν· ἕτερος δὲ αὖ πεφρόνηκε τὰ τοῦ κόσμου, καὶ κατηρρώστησε τὴν φιλοσαρκίαν, τρυφαῖς καὶ φιληδονίαις ὁλοτρόπως προσκείμενος· ὃς δὲ εἰς ἑτέραν ἡντινοῦν ἀποδεδράμηκεν ἁμαρτίαν. ἵεμεν δὲ δὴ πρὸς τὰ οὕτω βδελυρὰ καὶ θεομισῆ τῶν παθῶν, οἱ μὲν οὐ λίαν ἐσπουδασμένως, οἱ δὲ ὅλαις ὁρμαῖς χρώμενοι, καὶ ἀνουθέτητον ἔχοντες τῆς διανοίας τὴν ῥοπήν. ταύτῃτοί [*](e) φησιν ὁ Προφήτης ᾿Εκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν· συμβουλεύει δὲ ὅτι προσήκει κατολοφύρεσθαι τοὺς πῖν’ πίνοντας οἶνον εἰς μέθην. ὡς γὰρ ἔφην ἀρτίως, οὐ μέχρι κόρου καὶ αὐταρκείας ἱστῶσί τινες τὰς φιληδονίας, ἀλλ’ οἷον εἰς μέθην ἐκπίνουσι, καὶ παντὸς ἐπέκεινα τείνουσι μέτρου· τούτων ἀπὸ τοῦ στόματος ἀφῃρῆσθαί φησι καὶ εὐφροσύνην καὶ χαράν. ἀληθεύει γὰρ ὁ Χριστὸς, ὅτι πάντη τε καὶ πάντως οἱ μὲν νῦν [*](S.Matth. v. 4.) πενθοῦντες παρακληθήσονται. ἕψεται δὲ τοῖς εἰωθόσι τρυφᾶν [*](a 203 A.) τὸ χρῆναι δακρυρροεῖν, ὅτι τῆς ἀγερωχίας τὸ πέρας θρῆνος [*](1. ἐπειδὴ δὲ ἀνάλγητοι B.b. ἐπεὶ δὲ ἀνάλωτοι Edd. αὐτοῖς ἐπενηνεγμένης ὀργῆς Β. b. ὀργῆς αὐτῆς ἐπενηνεγμένης iid. 2. προστέθειται] + δὲ h. ἡ assumptum ex B, 3. ἡ om. b. καὶ assumptura ex b. τῆς assumptum ex B. 4, κἂν γοῦν hoc ordine B. b. 5. ἱέντας] ἱέντας Β. b. 7, 8. τε et γε assumptum ex B. b. 9. ἡμῶν ἑκάστῳ hoc ord. B. 10. μεριζόμεθα Β. 12. εἰς pro ἐπὶ Edd. 16. ἵεμεν] ἴμεν Edd. οὕτω assumptum ex B. 22. τινες assumptum ex B. Statim τὴν φιληδονίαν Edd. 23. τείνουσι] Sic Β. τει τει ex corr.) πίνουσι iid. τούτου 24. καὶ εὐφρ. καὶ χορόν] χαρὰν καὶ εὐφρ. iid. 25. Haec πάντη τε καὶ assumpta ex B. νῦν om. Β.)

296
ἔσται καὶ οἰμωγὴ, καὶ εἰς πέταυρον ᾅδου καταβιβάζει τοὺς ἀγαπῶντας αὐτήν. ἀληθεύει δὲ καὶ ὁ Δαυεὶδ, ὅταν λέγῃ [*](Ps. vi 6.) πρὸς Θεόν “Οὐκ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· [*](Ps. cxiii. 25. 26.) “ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;“ καὶ πάλιν “Οὐ “γὰρ οἱ νεκροὶ αἰνέσουσί σε, κύριε, οὐδὲ πάντες οἱ κατα- “βαίνοντες εἰς ᾅδην· ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε, “Κύριε.” εἰ δὲ δὴ νοοῖτο τῶν προκειμένων ἡ δύναμις καὶ γεωδεστέρως, εἰ δεδαπάνηνται διά τε τῆς κάμπης καὶ τῶν [*](b) ἑτέρων τὰ τῆς εὐφροσύνης αἴτια, πάντως που συνδιολεῖται ταῖς εὐκαρπίαις καὶ ἡ τῶν πεπονθότων εὐφροσύνη καὶ χαρά. ἐπιστυγνάζειν γὰρ ἀναγκαῖον τοῖς ἀνιαρῶς συμβαίνουσι καὶ καταλυπεῖν εἰωθόσι καὶ οὐκ ἀνικάνως ἔχουσιν εἴς γε τὸ δύνασθαι, φημὶ, πικρᾷ τε καὶ ἀφορήτῳ λύπῃ κατατῆξαι καρδίαν.

[*](6)

Ὄτι ἔθνος ἀνέρη ἐπί τὴν γῆν μου ἰσχυρὸν καὶ ἀνρίθμητον, οἱ [*](c) ὀδόντες αὐτοῦ ὀδόντές λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου· [*](7) ἔθετο τὴν ἀμπελόν μου εἰς ἀφανισμὸν, καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν καὶ ἐῤῤιψεν, ἐλεύκανε κλώματα αὐτῆς.

Αμιλλᾶσθαι τρόπον τινὰ τοῖς συμβεβηκόσιν, ἤγουν ἔσεσθαι προσδοκωμένοις καὶ ὅσον οὔπω παρεσομένοις τὸ ἐπὶ ταῖς μεταγνώσεσιν θέλων δάκρυον, ἀφηγεῖται λεπτῶς τὰ ἐσόμενα, καὶ τῶν σκυθρωπῶν τὴν ἔφοδον μονονουχὶ καὶ ἐν ὄψει τιθεὶς δίδωσί τι τοῖς παιομένοις καὶ θρήνημα, καὶ [*](d) οἱονεὶ γοερὸν ἐκδιδάσκει μέλος τοὺς ὀδύρεσθαι κεκελευσ- [*](1. οἰμωγαὶ Edd. —6 καὶ εἰς—εὐλογήσομέν σε κύριε Otn, Β. 2. assumptum ex D. 4. Haec ἐν δὲ—ἐξομ. σοι accesserunt ex D. 7. νοοῖτο post γεωδεστέρως transp. D. Edd. 8. τε assurnptum ex B.D. 9. συνδιολεῖται post εὐκαρπ. tr. D. Edd. II, 11, 12. συμβ.—ἀνικάνως] Haec omittebant Edd. invitis tum B.D. tum translatio Latina in editione utraque. 13. φημὶ om. B. habet D. 14. καρδίαν] σαρκίον D. Edd. 18. ἐξηρεύνησεν + ἀυτὴν Edd. (Vat.) ἔῤῥιψεν B. (A.V,) ἐξεῤῥίζωσεν F. Edd. ἐκρίζωσεν Pont.] ἐλεύκανε] + τὰ Edd. (Vat.) 21. Haec ὅσον οὔπω παρεσομένοις accesserunt ex Β. 22. ἐθέλων Edd.)

297
μένους, ἐκεῖνό τε λέγειν ἀναπείθει λοιπὸν Ὅτι ἔθνος ἧκεν ἐπὶ τὴν γῆν μου, ἰσχυρὸν καὶ ἀναρίθμητον, καὶ ὅσον ἧκεν εἰς ὀδοντων ἀκμὰς, λέουσί τε καὶ σκύμνοις ὀλίγα παραχωροῦν. μὲν οὖν τὸ χρῆμα, κἂν εἰ ἐπὶ ἀκρίδος νοοῖτο τυχὸν, βρούχου τε καὶ κάμπης. ἄμαχον γὰρ τὸ χρῆμά ἐστι, καὶ ἀνανταγώνιστος κομιδῇ τῶν τοιούτων ἡ ἔφοδος, ἱκανή τε ἄρδην ἀπολέσαι τὰ ἐπ’ ἀγροῖς, καρπούς τε φημὶ καὶ πόαν· καταφθεῖραί τε συκᾶς καὶ ἀμπέλους, κακὴν δὲ καὶ ἀκαλλῆ τῆς [*](e) ἀρούρας ἀποφῆναι τὴν ὄψιν. εἰ δὲ δὴ περιτρέποιτο πάλιν ὁ λόγος εἰς τὴν τῶν πεπορθηκότων ἀπανθρωπίαν, καὶ ὀλοτελἢ τῆς χώρας ἐρήμωσιν, ὑπεμφήνειεν ἂν ἕτερον οὐδὲν, ἢ ὅτι πᾶσα μὲν αὐτοῖς ἀπόλωλεν ἡ χώρα, δεδαπάνηνται δὲ καὶ οἱ προὔχοντες παρ’ αὐτοῖς, δόξῃ τε καὶ πλούτῳ τὸ τῶν ἀγελαίων ὑπερθρώσκοντες μέτρον· ὡς ἐν τάξει νοεῖσθαι συκῆς τε καὶ αμπελου· πρὶν ὑπομείναι ’τον μαρασμὸν· κα θάπερ ἀμέλει καὶ ἐπ’ αὐτῶν νοεῖται τῶν αἰσθητῶν ἀμπέλων, [*](a 204 A.) εἰ τοῖς τῶν ἀκρίδων ὀδοῦσι συμβαίη περιπεσεῖν· ἐκπίνουσαι γὰρ τὴν ἐν τοῖς φυτοῖς ἰκμάδα, καὶ πᾶσαν αὐτοῖς τὴν ζωοποιὸν ἀναρροφοῦσαι δύναμιν, οὐκ εἰς μακρὰν αὐαίνουσι, καὶ λευκὴν ὁρᾶσθαι ταύτῃτοι παρασκευάζουσιν. οὐκοῦν οἱ ὁδόντες τῶν δαπανώντων ἐχθρῶν τοὺς ἐν τάξει κειμένους ἀμπέλων, ἢ καὶ ἐν εἴδει συκῶν, εἰς ἅπαν δεδαπανήκασι καὶ εἰς ἀχρειότητα πεπόμφασι παντελῆ, ἢ ξίφεσι καταπαίοντες [*](b) ἣ καὶ τοῖς τῆς δουλείας ὑπενεγκόντες ζυγοῖς.

᾿Εκδέξεται δέ τις, εἴπερ ἕλοιτο νοεῖν καὶ πνευματικῶς, καὶ ἐπ’ ἀνθρώπων ἁμαρτωλῶν τὰ τοιάδε πάλιν· οἷς εἰς νοῦν καὶ καρδίαν ὡς ἐν ἀκρίδος τρόπῳ καὶ βρούχου, καὶ μέντοι καὶ κάμπης εἰσδύεταί πὼς ἀεὶ τὰ πονηρὰ δαιμόνια, καὶ αὐτὰ [*](1. ἀναπείθει λοιπὸν lioc ordine Β. ἧκεν] ἀνέβη Edd. 2. ἥκει iid. 3. παραχωροῦν] παραχωρεῖ iid, 4. νοοῖτο τυχὸν hoc ordine Β. 5. ἂγ ἀνταγώνιστος] ἀκαταγών. iid. 7. ἐν pro ἐπ’ idd. τε om. Β. 8. κακὴν] ψιλὴν iid. II. ὑποφήνειεν iid. 14. ὑπερθρώσκοντες] ὕπερ θέοντες iid. 15. τε om. B. πρὶν] πλὴν iid. 17. τοῖς post ἀκρ. tr. iid. 19. αὐαίνουσι] ἀποξηραίνουσι iid. 20. ταύτῃτοι ante καὶ λεύκ’. tr. iid. 22. εἰς ἅπαν] εἰς ἄκρον iid. 24. ὑπενεγκόντες] καθυπάγοντες iid. 28. δαιμόνια] πνεύματα iid.)

298
δὲ τὰ πολυειδῆ καὶ πολύτροπα πάθη, καὶ δὴ καὶ ἀχρείους καὶ ἀκαλλεστάτους ὁρᾶσθαι ποιεῖ, καὶ τῆς εὐσεβείας τὴν ἄνθην ἀποβεβληκότας, καὶ οὐδὲν ἔχοντας ἐν ἑαυτοῖς δικαιοσύνης βλάστη μὰ. φαίην δ’ ἃν, ὅτι πρέποι ἃν αὐτοῖς τὸ κλαίειν [*](c) ἀκαταλήκτως, καὶ κατολοφύρεσθαι πρὸς Θεόν· γλίχεσθαί τε τυχεῖν διὰ συχνῆς προσευχῆς ἀφέσεως καὶ ἐπικουρίας, ὡς ἃν εἶεν, κἂν γοῦν ὀψέ ποτε καὶ μόλις, σοφοί τε καὶ εὐσθενεῖς, καὶ διαδιδράσκειν οἷοί τε τὰ συμβεβηκότα. πάθοιεν δ᾿ ἃν αὐτὸ, καὶ ὅτι μάλιστά γε, καὶ οἷς ὁ νοῦς ἐκκέκλικεν ἀμαθῶς εἴς γε τὸ χρῆναι προσέχειν τοῖς ἑτεροδοξεῖν εἰωθόσι καὶ τὰ ὀρθὰ τῆς ᾿Εκκλησίας παραλύειν δόγματα, περὶ ὧν ἃν λέγοιτο, καὶ μάλα εἰκότως Οἱ οδόντες αὐτῶν ὀδόντες λέοντος, [*](d) καὶ αἱ μύλαι αὐτῶν σκύμνου· θεομισὲς γὰρ τὸ ἔθνος, κίβδηλόν τε καὶ ἁλιτήριον, καὶ τῶν ἁπλουστέρων τὸν νοῦν τοῖς δοκησισόφοις ῥήμασι κατεσθίον τε καὶ ἀναλίσκον, ὡς μηδὲν ὀρθότητος ἐν αὐτοῖς ὁρᾶσθαι λείψανον. οὗτοι τὸν δεσποτικὸν ἀμπελῶνα καταμαραίνουσι, συκῶν ἔρημον ἀποφαίνουσι τὸν [*](2 S. Pet. ii. 3.) κῆπον, ψιλόν τε δεικνύουσι καὶ κεχερσωμένον, “Οἷς τὸ [*](Rom. iii. 8.) “κρῖμα οὐκ ἀργεῖ, ἀλλ’ “ἔνδικόν ἐστι” κατὰ καιρούς.

Οἱ μὲν οὖν ἀμαθίᾳ συζῆν εἰωθότες, ἀκρίδος καὶ βρούχου καὶ κάμπης ἔσονται τροφὴ, καὶ ἁπάσης εὐκοσμίας ἀπομενοῦσιν [*](e) ἔρημοι, εὐανθὲς δὲ ὅλως οὐδὲν ἐν αὐτοῖς· ἡ δέ γε σοφὴ καὶ φιλόθεος ψυχὴ, καὶ τοῖς τῆς ἀληθείας δόγμασι κομῶσα πλουσίως, καὶ καρποῖς τοῖς εἰς δικαιοσύνην μονονουχὶ βρύουσάν τε καὶ εὖ μάλα περιηνθισμένην ἔχουσα τὴν καρδίαν ἐρεῖ που πάντως ἐκ παρρησίας, κατά γε τὴν ἐν τῷ ᾄσματι [*](Cant.v.i.) τῶν ᾀσμάτων νοουμένην νύμφην “ καταβήτω ἀδελφιδοῦς “μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐ- [*](1. τὰ assumptum ex Β. 7. ποτε om. B. τε assumptum ex Β. 9. Haec ὅτι μάλιστά γε, καὶ accessenint ex Β. ἐκκέκλ. ἀμαθῶς hoc ordine B. 10. γε om. Β. 11. διδάγματα Edd. ὃν om. Β. 13. ἔθνος] γένος iid. 15. σφῶν εὑρέμασι pro δόκησις. ῥήμασι iid, μηδὲ iid. 16. τὸν assumptutn ex B. 18 οἷς] ὧν iid. 19. ἔσται pro ἐστι iid. 22, ὅλως assumptum ex Β. 26 που assumptum ex B. 27. Haec τῶν ᾴσμάτων assumpta ex Β. ἀδελφιδιός Β.)

299
“τοῦ.’’ ἡδεῖς γὰρ ἡδεῖς τῆς εὐσεβείας οἱ καρποὶ, καὶ τὰ τῆς ἀληθοῦς φιλομαθείας ἀκρόδρυα τῷ πάντων ἡμῶν Σωτήρι’ [*](a 205 A.) Χριστῷ, ὅς ἐστιν ἡμῶν καὶ ἀδελφιδοῦς, οἷον ἐξ τῆς ἁγίας παρθένου γεγεννημένος.

Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεξωσμένην σάκκον ἐπἱ τὸ [*](8) ἄνδρα αὐτῆς τὸν παρθενικόν.

Οὐ πάρεργον αὐτοὺς, οὐδὲ οἷον ἐκ παραδρομῆς, ἢ ῥᾴθυμον ἁπλῶς ποιεῖσθαι κελεύει τὴν μετάγνωσιν, καὶ τὸ ἐπ’ αὐτῇ νοούμενον πένθος, ἀλλὰ τοῖς ὅτι μάλιστα τῶν ἄλλων δυσαχθεστέροις οὐ μετρίως φιλονεικοῦν καὶ ἁμιλλᾶσθαι σπουδάζον, [*](b) ὡς ἰσοστάθμους τοῖς ἡμαρτημένοις ποιεῖσθαι πόνους. φιλεῖ δέ πὼς ἀρτίγαμος κόρη κατοιμώζειν ἄγαν ἐκτεθνεῶτα νυμφών, καὶ δριμείας εἰσδέχεσθαι τὰς ἐπὶ τῷδε λύπας, ὡς νουθεσίας ἐπέκεινα τίθεσθαι τὴν φρένα, καὶ μηδένα τρόπον αὐτῇ τοῦ χρῆναι πενθεῖν ἐπαξίως ἀποχρῶντα εἶναι δοκεῖν· χρῆμα μὲν γὰρ τὸ θηλειῶν φιλόδακρυ καὶ φιλοπενθὲς ὁμολογουμένως, μάλιστα δὲ τῶν ἄλλων ἡ παρθενικόν τε καὶ ἔφηβον ὁρῶσα νυμφίον οἰκτρῶς καὶ ἐν εὐναῖς [*](c) νεκρόν τε καὶ ἄπνουν κείμενον. ᾗ δὴ παρεικάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων πληθὺν εὖ μάλα φησὶν, ἀποκρούεσθαί τε τὴν ὀργὴν, καὶ οἷον ἀσχέτως ἐπ’ αὐτοὺς τὴν θείαν ἰοῦσαν κίνησιν, ἀνακόπτειν τοῖς θρήνοις τεθαρρηκότας, ὅτι “Χρηστὸς καὶ [*](Ps. lxxxv. 5.) “ἐπιεικὴς” ὁ τῶν ὅλων ἐστὶ Δεσπότης, φιλάνθρωπος, “Καὶ [*](Jon. iv. 2.) “πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γε. γραμμενον.