In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Αειθαλὴς δηλονότι καὶ εὔκαρπος· τοιοῦτον γὰρ τὸ φυτόν.

[*](c)

Καὶ ἡ ὅσφρανσις αὐτοῦ ὡς λιβάνου.

Εὐοσμότατον κομιδῇ τοῦ λιβάνου τὸ χρῆμα. ταύτῃτοι καὶ ὡς ἱερὸν τῷ Θεῷ, καὶ ὁ Μωυσέως αὐτὸ κατεχρησμῴδησε νόμος. Λιβάνῳ γὰρ δεῖν καταπάττεσθαι τὴν προσαγομένην [*](Lev. ii.1,15,16; vi. 15.) σεμίδαλιν εἰς θυσίαν, διετύπου πολλαχῶς. εὐώδης οὖν ἔσται, φησὶν, ὁ τῶν κεκλημένων καρπὸς, καὶ εὐπαράδεκτος εἰς θυσίαν τῶ φιλαρέτῳ Θεῶ.

Ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ.

[*](7 d)

᾿Αποπεπαύσονται, Ἀποπεπαύσονται, φησί, τῶν ἀρχαίων ὑπονοστήσουσιν εὐσθενῶς εἰς τὸ λατρεύειν “Θεῷ ζῶντι καὶ [*](1 Thess. i. 9.) “ἀληθινῷ,” καὶ ὑπ’ αὐτῷ γενήσονται μονοτρόπως, οὐ παρ’ ἑτέρου τὸ σώζεσθαι ἀπὸ τῶν ἐχθρῶν, ἀλλὰ παρ’ αὐτοῦ προσδοκῶντες μόνου. τοῦτό τοι πληροῦσα καλῶς ἡ ἐξ ἐθνῶν ᾿Εκκλησία, περὶ τοῦ πάντων Σωτῆρός φησιν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ [*](Cant. ii. 3.) “ἐκάθισα.” τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπιφωνείτω λέγων καὶ ὁ θεσπέσιος Δαυείδ “Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει [*](Ps. cxx. 6.) “σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.” τοῦτο τοῖς ἀρχαιοτέροις ἐπετελεῖτο παρὰ Θεοῦ, νεφέλης αὐτοῖς ἐπισκιαζούσης κατὰ [*](Exod. xiii. 21,22.) τὴν ἔρημον, καὶ τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σκηνὴν ὑποφαινούσης ἀστείως. εὖ δὲ δὴ σφόδρα καὶ τὸ καθιοῦνταί [*](4. τοιοῦτο D. 5. ἡ ὄσφρανσις αὐτοῦ B.D. F. ἡ deest in Edd. ἡ ὀσφρασία αὐτοῦ (A.V.) 8. δὴ pro δεῖν D. 13. Ἀποπεπαύσονται] Ἀποπαύσονται Edd. 15 ὑπ’ αὐτὸν D. 20. ἐπιφωνεῖται D.)

282
φησιν, ἵνα τὸ βεβηκὸς καὶ τὸ ἱδρυμένον ἀσφαλῶς τῆς τῶν ἐπιστρεφόντων γνώμης διὰ τούτου νοῆται.

[*](194 A. a)

Ζήσονται κὼ μεθυσθήσονται σίτῳ.

Αὗται τῆς ἐπιστροφῆς καὶ τῆς ἑδραιότητος ἀξιόληπτοι δωρεαί. καὶ ζωῆς γὰρ ἔσονταί φησι τῆς αἰωνίου μέτοχοι, καὶ ἐν πλεονασμῷ δυνάμεως, δῆλον δὲ ὅτι καὶ πνευματικῆς. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ στηριχθήσονται σίτῳ. γέγραπται [*](Ps. ciii. 15.) δὲ, ὅτι “Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου.“ σώματα μὲν γὰρ ταῖς καταλλήλοις ἥδεται τροφαῖς, ψυχὴν δὲ ἀνθρώπου θεῖός τε καὶ ἄνωθεν διανευροῖ λόγος. ὅτι γὰρ ἐξ ἀσθενείας [*](b) εἰς δύναμιν μεταφοιτήσειεν ἂν ὁ ἐπιστρέφων ἐκ πλάνης πρὸς ἐπίγνωσιν Θεοῦ, καὶ ἐκ τῶν τῆς φαυλότητος βόθρων ἀναθρώσκων εὐσθενῶς εἰς ἔφεσιν ἀρετῆς, πῶς ἐστὶν ἀμφιλβλεῖν ; εἴπερ ἐστὶν ἀληθῶς ἀσθενείας μὲν ἔγκλημα, τὸ ἀναπίπτειν εἰς ῥᾳθυμίας καὶ εἰς ἡδονὰς κοσμικὰς, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰδώλων λατρείαις· ἰσχύος δὲ τῆς πνευματικῆς λαμπρὸν νοεῖται κατόρθωμα, τὸ ἀγα- θουργεῖν ἑλέσθαι προθύμως, ἡγεῖσθαί τε πρὸς τούτῳ τῆς [*](c) εἰς Θεὸν ἀγάπης τὸ ἄμεινον οὐδὲν, καὶ ἀδιαπτώτως ἰέναι μετὰ γοργοῦ τοῦ φρονήματος τὴν εἰς τοῦτο τρίβον.

Καὶ ἐξανθήεσι ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ, ὡς οἰνος λιβά- [*](8) νου τῷ ᾿Εφφραίμ.

Εηη που Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι [*](Hier. ii. 21.) τὴν Συναγωγήν “ ᾿Εγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον “ πᾶσαν ἀληθινήν.” ψάλλει δέ που περὶ αὐτῆς καὶ ὁ θεῖος [*](Ps.lsxix. 9, 10, 12.) ἡμῖν Δαυείδ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλε [*](2. νοῆται] νοεῖται Edd. 3. μεθυσθήσονται D. Edd. (A.V.) sed cf. infra. 6. κοὶ alt. assumptum ex D. 7. στηριχθήσονται b. (ΧΙΙ ex correct. antiquo manu : 22,al.) μεθυσθήσονται D. Edd. 11. ὁ assumptum ex B.D. 13. ἀμφιβάλλειν D.)

283
“ ἔθνη καὶ κατεφύτευσας αὐτήν· ὡδοποίησας ἔμπροσθεν ἅλ’ [*](d) “ τῆς. ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως “ ποταμοῦ τὰς παραφυάδας αὐτῆς.’’ οὐκοῦν ἄμπελος μὲν εὐ- κληματοῦσα ὑπῆρχεν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ προσκέκρουκε πολυτρόπως, “ Περιεῖλε κύριος τὸν φραγμὸν αὐτῆς, τετρυ- [*](Ps.lxxix. 13. 14.) γήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. “ ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ ὄνος ἄγριος κατενε- “ μήσατο αὐτήν.” τέθειται γὰρ ὥσπερ εἰς καταπάτησιν τοῖς ἑθέλουσιν ἀδικεῖν, χοίροις τε καὶ ὄνοις νομὴ, τουτέστιν ἡδοναῖς τε καὶ ἀλογίαις. ταύτῃτοι μεμάρανται. πλὴν ἀνέθαλεν ἐν Χριστῷ τὸ μνημόσυνον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ [*](e) Ἰσραήλ· μνημόσυνον δέ φησιν, ὅτι μὴ πάντες πεπιστεύκασιν, ἀλλ’ εἰς μνήμην ὥσπερ αὐτοῦ τετήρηται τὸ κατάλειμμα. γέγονε δὲ τῷ ᾿Εφραΐμ, ἤτοι τῷ ᾿Ισραὴλ, ἡ παρὰ Θεοῦ χάρις ὡς οἶνος λιβάνου, τουτέστιν, εὐώδης τε καὶ λιβάνῳ πρὸς εὐοσμίαν ὀλίγα παραχωρῶν. ἔστι δὲ τοιοῦτος ὁ παρὰ Χριστοῦ λόγος, καὶ περὶ αὐτοῦ φησὶν ὁ μακάριος Λαυείδ “Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου,” ᾧ καὶ σφόδρα προ- [*](a 195 A.) θύμως ἐπείγεσθαι προσβαλεῖν, ἱερὸς ἡμᾶς παραθήγει λόγος· [*](Ps. ciii. 15. ) ἔχει γὰρ ὧδε “Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε οἱ πλη- [*](Cant. v. 1.) “ σίον.’’ ἀπροσκορῆ γὰρ ἁγίοις τὰ διὰ Χριστοῦ, καὶ εἰς μέθην ληφθέντα χρησιμώτερα.

Τί αὐτῶ ἔτι κὼ εἰδώλοις ;

Εἰ γὰρ γένοιτο, φησὶν, ἐν πλησμονῇ καὶ μεθέξει τῶν οὕτω σεπτῶν καὶ ἄνωθεν ἀγαθῶν, ἀποχωρήσει παντελῶς τοῦ πλανᾶσθαι θέλειν, καὶ προσκεῖσθαι τοῖς ἔργοις τῶν [*](b) ἰδίων χειρῶν. τίνος γὰρ ἔτι τῶν ἀγαθῶν ὑπάρχων ἐνδεὴς, τὰ παρ’ ἑτέρου ζητήσει ; ἢ καὶ ἀνόνητος παντελῶς τοῖς [*](2, 3. Haec ἐξέτεινε —παραφυάδας αὐτῆς accesserunt ex D. 3. ἦν εὐκληματοῦσα pro εὐκλημ. ὑπῆρχεν ὁ D. b. 5. αὐτῆς] + καὶ Edd. invitis B.D. 7. ὄνος habet D. 14. ἡ assumptum ex B.D.b. 16. παρὰ D.b. περὶ Β. Edd. 27 ἐνδεὴς] ἐπιδεὴς D. 28. ζητεῖ D.)

284
πεπλανημένοις ἡ τοιάδε ζήτησις ; τί γὰρ ἡ ἄψυχος ὕλη [*](Es. xii. 23.) χαριεῖταί τισιν ; οἷς καὶ δικαίως ἐλέγετο παρὰ Θεοῦ “Εὖ “ποιήσατε, καὶ κακώσατε, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. ἀλλ’ οὐδ’ ἂν κακώσειαν ἀνθρώπους τὰ χειρόκμητά ποτε· πῶς γὰρ, ἢ πόθεν ; οὔτε μὴν χρηστὸν ἢ ὀνησιφόρον τι δοῖεν ἂν αὐτοῖς. οὐκοῦν ἀκουόντων, καὶ μάλα εἰκότως, [*](Hier. x. 11. c) “Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπο- “λέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ “τούτου.” τὸ πεπηγὸς οὖν ἄρα, καὶ ἀραρὸς εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ κατασημαίνει λέγων Τι αὐτῷ ἔτι καὶ εἰ- εἰδωλοις ;

᾿Εγὼ ἐταπείνωσα αὐτὸν, κοὶ ἐΓὼ κατισχύσω αὐτό.

Ἐγώ φησι δύναμαι κακοῦν, οὓς ἂν ἴδοιμι τῆς εἰς ἐμὲ γνησιότητος περιορῶντας τοὺς τρόπους· νευρῶ δὲ δὴ πάλιν [*](d) τοὺς οἵπερ ἂν ἕλοιντο κατορθοῦν ἀρετὴν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδέναι Θεόν. οὔτ’ οὖν ἡ κάκωσις, ἤτοι τὸ ἀσθενῆσαι τὸν Ἰσραὴλ ἐξ ἐκείνων ἦν· οὔτε μὴν ἡ εἴς γε τὸ δύνασθαι μεταδρομὴ δαιμόνων ἂν νοοῖτο δόσις, ἀλλ’ ἔστι θεόσδοτον ἀγαθὸν, καθάπερ ἀμέλει καὶ τὸ ἀσθενεῖν τῶν ἐξ ὀργῆς κινημάτων ἀπότεξις ἦν. σοφῶς οὖν ἄρα, [*](Ps. cxvii. 14.) καὶ φιλοθέως ὁ μέγας ἡμῖν ψάλλει Δαυείδ “Ἰσχύς μου “καὶ ὕμνησίς μου ὁ Κύριος.”

[*](e)

᾿Εγὼ ὡς ἄρκευθος πυκάζουσα, ἕε ἐμοῦ ὁ καρπός θοῦ εὕρηται.

Φύτον μὲν ἡ ἄρκευθος, δασὺ γεμὴν οὕτω καὶ εἰς κόμην ἀμφιλαφὲς, ὡς δοκεῖν εἶναί πὼς χειρόκμητον ὀροφήν, οὔτε [*](9. πεπηγὸς] πεποιηκὸς κὼς Pont.] Edd. Statim οὖν om. D. 18. δαιμονίων D. 20. ἀπότεξις Β. ἀπόταξις D. ἀπότευξις iid. 22. Post ὁ Κύριος haec addit D. — δεδίδαχε δεδίδαχε δὲ καὶ ἡμᾶς αὐτοὺς ἀναμελωδοῦντας λέγειν ἢ ψυχή μου τὸν Τύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου· τὸν ἰώμενον πάσας τὰς νόσους σου· τόν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου· τὸν στεφανοῦντά σε ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς· τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· πᾶσα γὰρ δόσις ἀγαθὴ, κοὶ πᾶν δῶ· ῥῆμα τέλειον, παρ’ αὐτοῦ δωρεῖται καὶ ἄνωθεν.)

285
ταῖς ἡλίου βολαῖς παραχωροῦσα τὴν διάδυσιν, οὔτε μὴν ταῖς ὑετῶν καταφοραῖς, κἂν εἰ ῥαγδαῖοι τῆς γῆς καταχέοιντό ποτε. ὅτι τοίνυν ὑπὸ Θεῷ γεγονότες ἀνεπιβούλευτον ἕξουσι τὸν ἐπισκιασμὸν, ἤτοι τὴν ἐπικουρίαν, ὑπεμφαίνει λέγων ᾿Ευὼ ὡς αρκευθος πυκαζουσα.

Οτι δὲ πᾶσα καρποφορία τῶν ὑπὸ Θεῷ γένοιτ’ ἃν οὐχ ἑτέρως, ἢ ἐν Χριστῷ, καὶ διὰ Χριστοῦ, πληροφορήσει λέγων [*](a 196 A.) αὐτὸς ἐν εὐαγγελικοῖς θεσπίσμασι “Χωρὶς ἐμοῦ οὐ [*](S. Joan. xv. 5.) “δύνασθε ποιεῖν οὐδέν.’’ λεγέτω δὴ οὖν εἰκότως ἑκάστῳ τῶν πεπιστευκότων, εἴπερ τις εἴη λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν αὐχήμασιν ἀρετῆς ᾿Εξ ἐμοῦ ὁ καρπός σου ηὔρηται.

Τίς σοφὸς καὶ συνήσει ταῦτα ; ἥ συνετὸς καὶ ἐπιγώσεται αὐτά ; [*](9) διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἑ αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.

Tὸν συνιέντα ταυτὶ σοφόν τε εἶναι καὶ συνετώτατον εὖ [*](b) μάλα φησίν. ἔκκειται γὰρ οὐχὶ τοῖς ἐθέλουσιν ἑτοίμως ἑλεῖν ἡ τῶν θείων λόγων κατάληψις, ἀλλ’ οὐδ’ ἂν δύ- ναιτό τις συνιέναι “παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις [*](Prov. i. 6.) “τε σοφῶν καὶ αἰνίγματα,” κατὰ τὸ γεγραμμένον, εἰ μὴ διὰ τῆς ἄνωθεν δᾳδουχίας, Χριστοῦ καθιέντος εἰς νοῦν καὶ καρδίαν οἷαπερ ἀκτῖνα λαμπρὰν, τὴν παρ’ ἑαυτοῦ χάριν. διδάσκει δὲ, ὅτι τὸ μὲν δύνασθαι διάττειν τὴν ἐπ’ εὐθὺ καὶ ἁνδάνουσαν τῷ Θεῷ τρίβον, ἀταλαίπωρον κομιδῆ τοῖς κοσμιότητος ἐρασταῖς· οὐκ ἄτραχυ δὲ τὸ χρῆμά ἐστι τοῖς [*](c) οὐχ ὧδε ἔχουσι γνώμης. τοὺς μὲν γὰρ ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίς τε καὶ προθυμία διανευροῖ, καὶ ἀσχέτῳ φέρεσθαι πείθει δρόμῳ πρὸς τὸ θέλειν εὐδοκιμεῖν· τοὺς δὲ [*](2. καταχέοιντό] καταχέωνταί Edd. invitis B.D. 3. ὑπὸ Θεῷ B.D. ἐπὶ Θεῷ b. ὑπὸ Θεοῦ Edd. 8. ἐν assumptum ex D. 10. τε assumptum ex D. 11. ηὕρηται D. εὕρηται Edd. 12. συνέσει (sic) iid. 14. ἀσθενήσουσιν] ἐξασθενήσουσιν F. 16. ἐθελκουσιν (sic) D. 17. λόγων B.D. λογίων Edd. 23. τοῖς] τῆς iid.)

286
ῥοπὴ καὶ διάνευσις ἡ εἰς φαυλότητά τε καὶ ἁμαρτίαν, δειλοὺς καὶ ἀνάνδρους ἀποφήνειεν ἂν, καὶ οὐκ ἔχοντας παρὰ Θεοῦ τὸ κατορθοῦν δύνασθαι τὴν ἀρετὴν, ὅτι μὴ ἐν ἀρχαῖς τετι- μήκασι, μηδὲ γέγονεν εἰς τοῦτο βλέπων αὐτοῖς ὁ σκοπός. οὐκοῦν εἴπερ ἐσμὲν ἀγχίνοι καὶ σοφοὶ, παρὰ Θεοῦ τὸ δύνασθαι δρᾶν ἃ προσῆκεν αἰτήσομεν, χαριεῖται δὲ πάντως, [*](d) φιλάνθρωπος ὢν, καὶ πνευματικῆς ἰσχύος ἐμπλήσει διὰ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ῾Αγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

[*](3. κατορθεῖν D. 4. Haec μηδὲ γέγονε — ὁ σκοπός accesserunt ex D. 5. ἀγχίνοι B.D. Pont. ἀγχίνοοι Aubertus. 6. αἰτήσωμεν Edd. 7. ἐμπλήσει] ἐκπλήσει iid, 9. τῶν αἰώνων om. D.)