In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Oὐκοῦν ἐπαγγελλομένου Θεοῦ τὰ ἐξ ἡμερότητος ἀγαθὰ [*](d) καὶ οὐ μετρίως προσκεκρουκόσι, καὶ αὐτοὶ λοιπὸν οἱ σωζόμενοι τῶν ἀτόπων ἐγχειρημάτων τε ὁμοῦ, καὶ μέντοι καὶ βουλευμάτων ἀποπαύσασθαί φασι. καὶ δὴ καὶ βοάτω μὲν Ἰούδας οὐκ εἰσελεύσομαι εἰς πόλιν, τουτέστι, τεῖχος καὶ ἕξω Θεόν, ἀσφάλειαν ποιήσομαι τὴν εἰς αὐτὸν ἐλπίδα, τὴν τοῦ σώζοντος ὑποδραμοῦμαι δεξιὰν, αὐτὸς ἀρκέσει καὶ μόνος εἰς σωτηρίαν ἐμοί· εἰκαῖον ὁμολογήσω καὶ ἄχρηστον παντελῶς τὸ προσδοκᾶν, ὅτι πολέμου τὴν γῆν καταθέοντος, εἰσελθὼν εἰς πόλιν, σωθήσομαι· οὐκοῦν οὐκ εἰσελεύσομαι εἰς [*](e) πόλιν· Ἐσραὴλ δὲ πάλιν, ἤγουν ὁ Ἐφραΐμ, ἀναφωνείτω ἕτερον· τὸ δέ ἐστι, τὸ Ὀπίσω κυροῦ πορεύσομαι. ἀποπεπαύσομαι, φησὶ, τῶν ἀρχαίων αἰτιαμάτων, λοιπὸν τοῖς θείοις [*](2. πεπληροφόρηκεν] + ὁ Edd. 6, ἐπὶ habet D. 12. ἔτι om. D. 24. καὶ assumptum ex D.)

238
ἕψομαι νόμοις, καθηγητὴν ποιήσομαι τὸν τῶν ὅλων Θεόν. εἰ δὲ δή τις ἴοι πρὸς τὸ δοκοῦν Θεῷ, πάντως που καὶ αὐτὸν εἴσεται μόνον, αὐτῷ τε τὸ σέβας ἀνάψει, προσκυνήσει τε ἕτερον ἐπ’ αὐτῷ παντελῶς οὐδένα.

[*](165 Α. a)

Ὡς λεὼ ἐρεύξεται, ὅτι αὐτὸς ὡρύσεται, καἰ ἐκστήσονται τέκνα [*](11) ὑδάτων· κω ἐκπτήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὠς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· κω ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶ, λέΓει Κύριος.

Ηκοντος ἤδη τοῦ χρόνου, καὶ πεπερασμένου τοῦ καιροῦ, καθ’ ὃν ἔδει λοιπὸν τῆς αἰχμαλωσίας ἀνεῖσθαι τὸν Ἰσραὴλ, Κῦρος ὁ Καμβύσου Περσῶν τε καὶ Μηδῶν ἀνημμένος τὸ κράτος, σὺν ὄχλῳ βαρεῖ καὶ δυσαντήτῳ δυνάμει, τῆς τε Βαβυλῶνος αὐτῆς, καὶ τῆς τῶν Ἀσσυρίων κατεστρατεύετο [*](b) χώρας, διανιστάντος αὐτὸν εἰς τοῦτο Θεοῦ. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας προαναφωνῶν τῆς Βαβυλῶνος τὴν ἅλωσιν, [*](Hier xxvii. 24.) περί τε Μηδῶν φησὶ καὶ Περσῶν “Ἐπιθήσονταί σοι, καὶ “ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, [*](Ib. iv. 7.) “ὅτι τῷ κυρίῳ ἀντέστης·” Κύρου δὲ πέρι “Ἀνέβη λέων “ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε, καὶ “ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς “ἐρήμωσιν, καὶ αἱ πόλεις σου καθαιρεθήσονται, παρὰ τὸ “μὴ κατοικεῖσθαι αὐτάς. ὅτι δὲ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ [*](c) τῷ Κύρῳ διδοὺς τὸ κρατεῖν, πληροφορήσει λέγων ὁ προφήτης [*](Es. xlv. 1—3.) Ἡσαΐας “τάδε λέγει κύριος τῷ χριστῷ μου Κύρῳ, “οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη [*](4. ἐπ’ αὐτῷ D. παρ’ αὐτὸν Edd. οὐδένα] + καταμειδιάσει δὲ μᾶλλον τῆς τῶν δαιμονίων ἀπάτης, ἐκεῖνο λέγων τὸ διὰ προφήτου φωνῆς Θεοὶ οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. D. 5. καὶ om. D. Post ἐκστήσονται, ἐπ’ αὐτῷ addit Β. 6. καὶ prius assumptum ex B.D. (Alex. XII.) ἐκπτήσσονται F. 12. δυσαντήτῳ] δυσαιτήτῳ Edd. Migne autem Cotelerium (Monum. Ε. G II. 580) citat, δυσαντήτῳ esse legendum monentem. 13. τῶν assumptum ex D. 19. Haec ἐξολοθρεύων—τόπου αὐτοῦ accesserunt ex B.D. 23. τῷ om. D. 24. οὕτω pro τόδε D. (A.V. c.))

239
“καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ “θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθέν “σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, “καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς “ σκοτεινοὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι. νενικηκὼς τοιγαροῦν ὁ Κῦρος, καὶ κατὰ κράτος ἑλὼν τὴν Βαβυλωνίων, ἀνῆκε τὸν Ίσραὴλ, καὶ δὴ καὶ ὑπονοστήσαντες, κατῳκήκασι [*](d) τὴν ἑαυτῶν.

Tουτὶ τὸ διήγημα διερμηνεύει λέγων ὁ προφήτης Ὠσηέ Ὡς λέων ἐρεύξεται. τίς ἐρεύξεται; Κῦρος δηλονότι. ὅμοιον ὡς εἰ λέγοι τυχὸν Δεῖνόν καὶ διαβριθὲς κατὰ τῆς Βαβυλωνίων, ὁ παρὰ Κύρου κτυπήσει πόλεμος. ὠρυομένου δὲ αὐτοῦ, καὶ οἱονεί τινος λέοντος κατακεκραγότος τῶν δι’ ἐναντίας ἐκστήσονται τέκνα ὑδάτων. καὶ τὸ μὲν ἐκστήσονταί φησιν, ἀντὶ τοῦ καταπλαγήσονται. τέκνω δὲ ὑδάτων, τοὺς Βαβυλωνίους φησὶν, οἳ τοῖς τῶν ὑδάτων τέκνοις, τουτέστι, [*](e) τοῖς ἐν ὕδασι νηκτοῖς, ἤγουν ἰχθύσι παραχωροῦντες οὐδὲν εἰς δειλίαν, εὐπτόητοί τε καὶ ἄνανδροι διὰ πείρας αὐτῆς γεγονότες ἁλώσονται. ἑτοιμότατον δὲ πρὸς δειλίαν τῶν ἰχθύων τὸ γένος, καὶ φεύγει μὲν κτύπους, παραιτεῖται δὲ καὶ τὴν τοῦ θηρῶντος σκιάν. ὅταν τοίνυν ἐρευγομένου Κύρου, φησὶ, καὶ δεινόν τι καὶ φρικῶδες τῆς Βαβυλωνίων καταλαλάζοντος, καταπλαγείη τῷ φόβῳ τὰ τῶν ὑδάτων τέκνα, τουτέστιν, οἱ Βαβυλώνιοι τοῖς ἰχθύσιν εἰς δειλίαν παραχωροῦντες [*](a 166 Α.) οὐδέν. τότε καὶ ὀρνέου δίκην καὶ περιστερᾶς ἀποπτησονται τῆς Αἰγύπτου καὶ οἱ πάλαι συμπεφευγότες ἐν αὐτῇ· ἀποδραμοῦνται δὲ τῆς Χαλδαίων καὶ οἱ τῆς αἰχμαλωσίας ἐναλόντες τοῖς βρόχοις. ἐπανήξουσί τε λοιπὸν, καὶ οἰκήσουσι τὴν ἑαυτῶν.

Ἐξὸν οὖν ἔχειν τὰ ἀγαθὰ, Θεῷ τῆς διανοίας ὑποφέροντας τὸν αὐχένα, καὶ ὑπ’ αὐτῷ πράττοντας μόνῳ, μὴ ἐθελονταὶ [*](4. συνκλάσω D. (A.V.) 5. ἀνοίξωσι (sic) pro ἀνοίξω σοι D. 17. ὕδασι D. ὕδατι Edd. 18. εὐπτόητοί B.D. εὐάλωτοί Edd. 22. καταλάζοντος Aubertus. 27. τοι τῆς αἰχμαλωσίας ἐναλόντες inverso ordine D.)

240
[*](b) βαδίζωμεν ἐπὶ τὸ λυποῦν, αὐτόκλητον ὥσπερ ἐφ’ ἑαυτοῖς κατασύροντες κίνησιν· καίτοι μετὸν, ὡς ἔφην, ἐν βεβαίῳ κεῖσθαι τῆς εὔημερίας, κατευφραίνοντας ῥαίνοντας τὸν Δεσπότην διὰ τῆς ἐννόμου πολιτείας καὶ ζωῆς, καὶ τῆς εἰς αὐτὸν γνησιότητος.

[*](12)

Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραΐμ, καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα.

Φύσει μὲν ἀγαθὸς ὢν καὶ φιλοικτίρμων ὁ Θεὸς, καὶ ἀνεθέλητον ἔχει τὸ πλήττειν ὅλως τινὰς, καλεῖται δὲ καὶ [*](c) ἀναγκαίως εἰς ἀγανάκτησιν ἐπιστρεπτικὴν, ὅταν ἴοι τινῶν πέρα λόγου τε καὶ μετροῦ τὰ ἐγκλήματα. τοῦτο διδάσκει πάλιν ἡμᾶς διὰ τῶν προκειμένων. μονονουχὶ γάρ φησι τῇδε κἀκεῖσε, καὶ οἱονείπως ἐν κύκλῳ τὸν τῆς θεότητος ὀφ- θαλμὸν ἐνιέντι τε καὶ περιφέροντι, πανταχῆ τὸ ψεῦδος καὶ τὴν ἀσεβειαν ἦν ἰδεῖν τοῦ τε Ἐφραΐμ καὶ τοῦ Ἰούδα. ψεῦδος δὲ ἀποκαλεῖ τὰ τῆς εἰδωλολατρείας παίγνια, καὶ τὴν τῶν ματαίων προσκύνησιν· ἀσεβειαν δὲ τάχα, τὴν ὕβριν τὴν [*](d) κατὰ Θεοῦ. πῶς γὰρ οὐκ ἀσέβεια δεινὴ καὶ ἐκτοπωτάτη, τὸ ἀποσείεσθαι μὲν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, προςκλίνεσθαι δὲ ἀμαθῶς ξύλοις τε καὶ λίθοις· ἤγουν προσκυνεῖν τῇ κτίσει παρὰ τὸν ποιητὴν, καὶ δεσποτικοῖς ὑψώμασιν ἐπιχειρεῖν στεφανοῦν τὰ παρ’ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμενα;

Νῦν ἔγνω αὐτοὺς ὁ Θεὸς καὶ λαὸς ἂγιος κεκλήσεται Θεοῦ.

Ἐκύκλωσε μὲν ἐν ψεύδει με καὶ ἀσεβείᾳ, φησὶν, οἶκος [*](1. βαδίζομεν D. 2. βεβαίῳ B.D. βαθείαις Edd. 4, Post γνησιότητος haec add. D. —εἰσόμεθα γὰρ οὐδένα ἕτερον, πλὴν ὃτι Θεὸν αὐτὸν κοὶ μόνον, ἀνάψωμεν δὲ καὶ ἐπ’ αὐτῷ τῆς ἐλπίδος τὰ πείσματα. 6. ψεύδει] ψεύδεσιν F. 8. μὲν] + γὰρ D. ὁ om. D. 9. καὶ om. D. 10. ἐπιστρεπτικὴν Β. Edd. ἐπιστρεπτικὸς D. 12. μονονουχὶ γάρ] μόνον γὰρ οὐχὶ D. 13. τὸν om. D. 15. τοῦ τε] τοῦτο Aubertus. 21. ποιητὴν B.D. κτίσαντα Edd. 24. λαὸς] ναὸς F. Edd. κληθήσεται F. (Alex.))

241
Ἐφραΐμ καὶ Ἰούδα· πλὴν καὶ οὕτως ἔσομαι χρηστὸς, [*](e) σύμμετρον αὐτοῖς ἐπάγων τὴν κίνησιν. ἔγνων γὰρ αυτους, ὡς οὐκ ἂν ἑτέρως δύναιντο τὰ ἀμείνω μεταμαθεῖν, εἰ μή τι καὶ πάθοιεν τῶν ὅσα καταλυπεῖ καὶ καλεῖ πρὸς αἴσθησιν τῶν ἡμαρτημένων. ἔγνω τοίνυν αὐτοὺς ὁ Θεὸς, τουτέστιν, οὐκ ἠγνόηκε τῆς ὠφελούσης αὐτοὺς ἐπιστρεφείας τὴν ὁδόν. καὶ οὐκ ἀνόνητον ἔσται τὸ χρῆμα αὐτοῖς. ἐκβήσεται γὰρ ἐντεῦθεν τὸ καὶ ἐν λαοῖς ἀγίοις κατατάττεσθαι Θεοῦ. ἐκτακείσης γὰρ ἅπαξ τῆς ἐνούσης αὐτοῖς φαυλότητος διὰ πόνου καὶ θλίψεων, καθαροί τε ἔσονται καὶ ἡγιασμένοι, καὶ [*](a 167 Α.) πείρᾳ μαθόντες, ὅτι τὸ μὲν γνήσιον τῆς εἰς Θεὸν ἀγάπης πρόξενον αὐτοῖς ἁπάσης ἔσται τρυφῆς καὶ εὐημερίας, καθάπερ ἀμέλει τῆς ἀποστασίας τὰ ἐγκλήματα τοῖς τῆς δουλείας καὶ θλίψεως ἐνίησι βόθροις.

Ὁ δὲ Ἐφραΐμ πονηρὸν πνεῦμα, ἐδίωξε καύσωνα, ὃλην τὴν ἡμέραν [*](Κεφ. ιβ΄.) κενὰ καὶ μάταια ἐπλήθυνε, καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, [*](b) κα ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο.

Μέτεισι πάλιν ὁ λόγος ἐκ τῆς ἀγελαίας πληθύος ἐπὶ τοὺς ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότας ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ, οὓς καὶ πνεῦμα πονηρὸν εἶναί φησι διά τοι τῆς γνώμης αὐτῶν τὸ δυσμετακόμιστον, καὶ τὸ λίαν ἀπονενευκὸς καὶ ἀκάθεκτον εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. ἐδίωξε γὰρ καύσωνά φησι· καίτοι γὰρ ἐξὸν ὑπὸ τὴν ἐμὴν εἶναι σκιὰν, [*](c) οἱονείπως αὐτόμολος ἀπεχώρει πρὸς καύσωνα. καύσωνα δὲ ὀνομάζει τὴν ἐκ τῶν θλίψεων πύρωσιν, καὶ τὴν καταφλέγουσαν συμφοράν. καὶ γοῦν ὁ σοφὸς Παροιμιαστὴς αἰνιγματωδῶς τοὺς πόνους οὕτως ὀνομάζει, καί φησι “Διεσώθη [*](Prov. x. 5.) “ ἀπὸ καύματος υἱὸς νοήμων· ἀνεμοφθόρος δὲ γίνεται ἐν [*](2. ἔγνων D. ἔγνω Edd. 4, πάθοι D. 7, καὶ οm. D. 8. κοὶ om. D. λαοῖς B.D. b. ναοῖς Edd. 17. ἐνεπορεύετο] ἐνεμπορεύετο Edd. (228.) 20. εἶναί assumptum ex B.D. 22. ἀκαθέκτως D.)

242
“ἀμητῷ υἱὸς παράνομος.” οὐκοῦν ὁ μὲν Ἐφραΐμ, ἐπειδήπερ [*](d) ἐστὶ πνεῦμα πονηρὸν, ἐδίωξε καύσωνα, τουτέστιν, ἐζήτησε καὶ ἐθελοντὴς ἀπέδρα πρὸς καύσωνα· ἀλλ’ οἵγε συνετοὶ περὶ [*](Cant. ii. 3.) Θεοῦ λέλουσιν “ Ἐν τῆ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκά- “θισα.” ἴσα. σκιὰν ’δε φασι τῆς παρὰ Θεοῦ καὶ ἄνωθεν ἐπικουρίας τὴν σκέπην. ἀλλ’ οὐ τοῦτο δέδρακεν ὁ Ἐφραΐμ. ἐζήτησε γὰρ καυσωνα. πὼς, ἢ τίνα τρόπον; ὅλην τὴν ημεραν κενοὶ καὶ μάταια ἐπλήθυνε, τουτέστιν, ἐν παντὶ καιρῷ ψυχρὰ καὶ ἀνωφελῆ καὶ ἔδρα καὶ ἐβουλεύετο. ποῖα δὲ ταῦτά ἐστι; διαθήκην μετὰ Ἀσσυρίων διέθετο. ἔφην δὲ ἤδη προλαβὼν, [*](e) καὶ πλειστάκις, ὅτι τῶν βασιλέων τῶν ἐν Σαμαρείᾳ τινὲς, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις, ποτὲ μὲν χρήμασι τὴν Ἀσσυρίους εἰρήνην καὶ τὴν ἐκεῖθεν ἀσφάλειαν ἀγοράζειν ἐπεχείρουν, ποτὲ δὲ τὴν Αἰγυπτίων ἐκάλουν ἐπικουρίαν, ἐμπορευόμενοί τε τῆς παρ’ αὐτῶν εὐνοίας τὴν ὑπόσχεσιν, τὰ ἐκ τῆς ἰδίας ἔπεμπον χώρας, ὁμοῦ δηλονότι τοῖς ἄλλοις. ἐλαιοφόρος δὲ ἡ Σαμαρειτῶν, καὶ ἦν ἐν Αἰγύπτῳ ἐν τιμῇ τὸ ἔλαιον, οὐκ ἐχούσης αὐτὸ τῆς γῆς. κενὸν οὖν ἄρα καὶ [*](168 Α. a) μάταιον ἡ εἰς ἀνθρώπους ἐλπίς. καὶ δὴ κατορχείσθω τοῦ πεποιθότος ἐπ’ ἀνθρώποις, ὁ ἐπὶ Θεῷ πεποιθὼς, τὸ ἐν [*](Ps. li. 9, 10.) ψαλμοῖς ἐκεῖνο λέγων “ Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν “Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἤλπισεν ἐπὶ τῷ πλήθει τοῦ “πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐν τῆ ματαιότητι αὐτοῦ· “ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, “ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν “αἰῶνα τοῦ αἰῶνος.”

Αγαπᾶν δὲ ὅτι μάλιστα πρέπει τοῖς ἐπιεικείας ἐρασταῖς καὶ ἀσφαλῶς ἐθέλουσι διαζῆν, τὸ ὑπὸ σκιὰν εἶναι Θεοῦ, διὰ τοῦ κατὰ μηδένα παροτρύνειν τρόπον, παραιτεῖσθαι δὲ οὕτω τὸ προσκρούειν αὐτῷ ὡς ἃν καὶ αὐτὰς τὰς ἅδου πύλας.

[*](2. τουτέστιν assumptum ex b. Statim ἐξῄτησε pro ἐζήτησε b. 7. ἐζήτη (sic) D. Utrum incuria an pro ἐζήτει ? 23. Haec καὶ ἐνεδυναμώθη ἐν τῇ ματαιότητι αὐτοῦ accesserunt ex D. 24. ἐν τῷ οἴκῳ τοῦ Θεοῦ om. D. 27—30. Haec Ἀγαπᾶν—πύλας accesserunt ex D.)
243

Kαὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν του ἐκδικῆσαι τὸ Ἰακώβ· [*](2) κατά τὰς ὁδοὺς αὐτοῦ καὶ κατά τὰ ἐπιτηδεύματα αὐτοῦ [*](b) ἀνταποδώσει αὐτῶ.

Ωσπερ Ἐφραΐμ ὀνομάσας, παρέδειξε νοεῖν τοὺς ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότας, οὕτω κἀνθάδε τοὺς ἐκ Φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας, ὡς ἐξ ὀνόματος τῆς βασιλευούσης κατασημαίνει φυλῆς. ἐπιτιμήσας δὴ οὖν τῷ Ἐφραΐμ, ἤτοι τοῖς ἐξ Ἐφραΐμ κρατοῦσι τοῦ Ἰσραὴλ, πνεῦμά τε αὐτὸς ὀνομάσας πονηρὸν, καὶ κενὰ καὶ μάταια πληθύνειν εἰπὼν, διά γε τοῦ διαθήκας μὲν τίθεσθαι πρὸς Ἀσσυρίους, ἐμπορεύεσθαι δὲ καὶ ἔλαιον εἰς Αἴγυπτον, καταιτιᾶται λοιπὸν τοὺς ἐξ Ἰούδα πάλιν, κριθήσεσθαί τε πρὸς αὐτοὺς τὸν τῶν [*](c) ὅλων Θεὸν εὖ μάλα φησὶν, οἱονεί πὼς ἐκδικοῦντα τὸν Ἰακὼβ, φημὶ δὴ τὸν Πατριάρχην, ὡς οὐ μετρίως ἠδικημένον, διάτοι τὸ ἆτα μὴ ἑλέσθαι φρονεῖν τοὺς ἐξ αὐτοῦ γεγονότας, μήτε μὴν τῆς πατρῴας κατόπιν ἰέναι γνώμης, ἀποσείεσθαι δὲ ὥσπερ τι τῶν ἄγαν ἐκτόπων τὸ ἀπομιμεῖσθαι θέλειν αὐτόν. οὐκοῦν ὡς ἠδικημένον εἰς δόξαν διὰ τῆς τῶν τέκνων φαυλότητος τὸν Ἰακὼβ ἐκδικήσειν ἐπαγγέλλεται, τοῖς ἠδικηκόσιν ἀποδιδοὺς κατὰ τὰς ὁδοὺς αὐτῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα [*](d) αὐτῶν.