In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ διαθήσομαι αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ μετὰ τῶν ἑρπετῶν τῃς γῃς καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς.

Ἐν τοῖς ἤδη προανεγνσμένοις ἔφασκεν, ὅτι “Καὶ ἀφανιῶ [*](Supra ver. 12.) “ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἰπε Μισθώματά “μου ταῦτά ἐστιν ἅ ἔδωκάν μοι οἱ ἐρασταί μου·” προσετίθει δὲ τούτοις ὅτι “Καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ [*](d Ibid.) “πετεινὰ τοῦ οὐρανοῦν καὶ τὰ ἑπτετὰ τῆς γῆς.” διερμηνεύοντες δὲ τὸ ῥητὸν, Θηρία καὶ πετεινὰ καὶ ἑρπετὰ παραδηλοῦσθαι [*](Supra 43 b.) πλαγίως ἐλέγομεν τοὺς ἐχθροῦς, οἵ τὴν τῶν Ἰοῦδαίων κατεληΐζοντο χώραν, Πέρσαι καὶ Μῆδοι καὶ Βαβυλώνιοι, καὶ ὁ παμμιηὴς δὲ τῶν ἄλλων πολεμίων ὄχλος, οἳ θηρῶν ἀγρίων ὀλίγα διενεγκεῖν νοοῖντ᾿ ἂν εἰκότως, διά τοι τὸ μιαιφόνον τοῦ τρόποι. καὶ μέντοι πτηνὰ διὰ τὴν ὀξύτητα τοῦ δρόμου· ἑρπετὰ δὲ, ὅτι δεινοὶ καὶ παμμόχθηροι καὶ δριμεῖς εἰς πονηρίαν. οὗτοι τοῦ Ἰσραὴλ ἐν ταῖς τῆς Σαμαρείας πόλεσιν ἀπικελεισμένου κατεδηδόκασι πάντα τὰ ἐν τοῖς [*](e) ἀγροῖς,οὐδὲν τῶν ἐκτόπων ἐῶντες ἀνεπιτήδευτον. ἀλλ᾿ ὅταν, φησὶν, ἐξελῶ τὰ ὀνόματα τῶν εἰδώλων αὐτῶν ἀπὸ τῆς γῆς, τότε καὶ διαθήκην εἰρήνης διαθήσομαι αὐιτοῖς πρὸς ἅπαν ὠμὸν καὶ βάρβαρον γένος. ἀργήσει γὰρ ἤδη τὰ παρ᾿ [*](2. ἄνδρα τυχ[ον Hoc ordine D. 4. ὅτι om. D. 5. μηησθῶ D. 6. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαθήκην] Sic B.D. (Alex.) διαθήκην ἐν Καὶ διαθήσομαι αὐτοῖ 6. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαθήκην] Sic B.D. (Alex.) διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Edd. (Vat.) 7. τοῦ alt. om. B. μετὰ accessit ex B.D. (Alex.) 15. καὶ τόξον— γῆς om. B. (240=b.) 10. ὄτε Edd. ante Migne. 15. Haec καὶ ἐπρετὰ accessit ex D. τοι D γε. Εdd. 22. πονηρίας D. 23. ὑποκεκλεισμένου D.)

72
ἐχθρπῶν, καὶ πολέμου καὶ δειμάτων μενοῦσιν ἀπείρατοι. Συντρίψω γὰρ τόξον καὶ ῥομφαίαν, ὃ δὴ καὶ εἰς πέρας ἱστορικῶς [*](51 A. a) ἐνηεγμένον εὑρήσομεν. ἐπειδὴ γὰρ τὴν κατὰ πάντων ἀρχὴν οἱ περιφνανέστατοι τῶν Ῥωμαίων ἔλαχον στρατηγοὶ, πεποίηνται δὲ ὑπὸ χεῖρα τὴν ὑπ᾿ οὐρανὸν, θεοῦ τὴν δόξαν αὐτοῖς οἰκονομικῶς προσνέμοντος, Πέρσαι μὲν μόνης τῆς ἰδίας πεφροντίκασιν ἀρχῆς, κατέληξαν δὲ καὶ τῶν ἄλλων βαρβάρων αἱ κατὰ χωρῶν τε καὶ πόλεων ἐπιδρομαί. καὶ διαμέμνηται σαφῶς τοῦ τοιοῦδε πράγματος ὁ μακάριος [*](Es. ii. 4.) Ἡσαΐας λέγων “Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν “εἰς ἄροτα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ [*](b) “ἄρῃ ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι “πολεμεῖν.” ὡς γὰρ ἤδη γεγονότες ὑφ᾿ ἕνα ζυγὸν, ἐτράποντο μᾶλλον εἰς ἐπωφελῆ φιλεργίαν καὶ τῇ γεωργίᾳ χρήσιμα τὰ τοῦ πολέμου σκεύη μετέπλαττον. ἔσται τοίνυν εἰρήνν, φησὶ, καὶ οἱ πάλαι δεινοὶ πεπαύσονται φόβοι, θεοῦ κατευνάζοντος, καὶ τοῖς ἐξ εἰρήνης ἀγαθοῖς κατευφραίνοντος τοὺς ἀγπῶτας αὐτόν.

Προσθεῖναι δὲ οἶμαι κἀκεῖνο δεήσει. πάλαι μὲν γὰρ ὅτε [*](Eph. ii. 3. c) διετελοῦμεν ἐν πλάνῃ, καὶ ὀργῆς ἐχρηματίζομεν τέκνα, καθάπερ τινὲς θῆρες κπονηροῖ καὶ τὰ τῶν ὀρνέων σαρκοφαγεῖν εἰωθότα καὶ μὴν καὶ οἱ παγχάλεποι δράκοντες ἀπώλλυον ἡμᾶς αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις. ἐπειδὴ δὲ ἐν Χριστῷ τὸν φύσει Θεὸν ἐγνώκαμεν, καὶ ἀπενιψάμεθα διὰ πίστεως καὶ τῆς ἀρχαίας ἀπάτης τὰ ἐγκλήματα, τότε καὶ [*](S. Luc. x. 19.) σεσώσμεθα, καὶ εἰλήθαμεν ἐξουσίαν “πατεῖν λἐπάνω ὄφεων [*](Ps. xc. 13.) καὶ ἐπέβημεν ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, πεπατήκαμεν δὲ λέοντά τε καὶ δράκοντα χριστοῦ προασπίζοντος, καὶ ἀνικήρῳ [*](2. τόξον D. ὅπλον Edd. 7. κατέληξαν δὲ D. κατέληξάν τε B. καὶ ἔληξάν τε Εdd. 11. ζιβήνας iid. 12. σαρκοφαγῶν Edd. 24. καὶ omisit Aubertus. 25. ἀπάτης D. ἀγάπης B. Edd. 28. δὲ λέοντά τε D. τε λένοντα Edd.)

73
δυνάμει τοὺς ἰδίους περιτειχίζοντος, καὶ εἰρήνην ἡμῖν τὴν [*](d) ἰδίαν ἑέντος εἰς νοῦν. “Εἰρήνην γάρ Φησι τὴν ἐμὴν δίδωμι [*](S. Joan. xiv. 27.) ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.” γράφει δὲ καὶ ὁ Παῦλος “Καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν [*](Phil. iv. 7.) “φρουρήσει τὰς δαρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.”

Καὶ κατοικιῶ σε ἐπ᾿ ἐλπίδι καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν ἀιῶνα.

Οὐχὶ μόνον, φησὶν, ἀπαλλάξω τῶν τοῦ πολεμίου δειμάντων, προσθήσω δὲ τούτῳ καὶ τὸν ἐν καλῷ γενέσθαι λοιπὸν τῆς ἐπ᾿ ἀγαθοῖς ἐλπίδος, ὡς ἀσφαλῆ καὶ ἐρηρεισμένην καὶ ἀκλόνητον ἔχειν τὴν εὐθυμίαν. ἐμαυτῷ γάρ σε μνηστεύοἱονεὶ, [*](e) καὶ τοῦτο εἰς τὸν αἰῶνα. καὶ τί δὴ τοῦτό ἐστιν; οἱονεὶ γάρ πως ἐμνηστεύετο τὸν ἀρχαῖον Ἰσραὴλ. ἤτοι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, καὶ πρὸς οἰκειότητα κέκληκε τὴν διὰ νόμου φημῖ, διακονοῦντος Μωυσέως καὶ μεσολαβούντων [*](Gal. iii. 19.) ἀγγέλων. ἀλλ᾿ ἦν τῆς μνηστείας ὁ τρόπος οὐ διηνεκὴς, οὔτε μὴν εἰς τὸν αἰῶνα, πολλοῦ γε καὶ δεῖ· οὐ γὰρ ἔμελλον οἱ τύποι κρατήσειν διὰ παντὸς, καὶ τὰ “μέχρι καιροῦ [*](Heb. ix. 10.) “διορθώσεως ἐπικείμενα·” κατὰ δέ γε τὸν τῆς διορθώσεως [*](a 52 A.) καιρὸν, τουτέστι, τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἕτερος τῆς μνηστείας ἀναπέξανται τρόπος, διηνεκὴς καὶ ἀσάλευτος, καὶ πολὺ τοῦ πρώτου λαμπρότερος, καὶ τῆς σκιᾶς ἐν ἀμείνοσιν. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἕδνον ὥσπερ τι τῇ νύμφῃ τῆς σαρκικῆς δουλείας τὴν ἀπόθεσιν ἐχαρίζετο, καὶ διὰ σκιᾶς καὶ τύπων ἐκάλει πρὸς ἀποάθαρσιν τὴν πνευματικήν. πλὴν ἐμέτρει καιρὸν τῇ μνηστείᾳ· οὐ γὰρ [*](Ib. viii. 7.) ἄμεμπτος ἡ πρώτη, κατὰ τὴν τοῦ Παύλου φωνὴν, οὔτε μὴν b ἀγήρως ἦν καὶ ἀφανισμοῦ μακράν. ταύτῃτοι καὶ τῆς δευτέρας ἐζητεῖτο τόπος, τουτέστι, τῆς νέας, τῆς διὰ Χριστοῦ [*](1. ἀνατειχίζοντος D. 2. ἱέντος Β. ἰέντος D. Edd. 3–5. h=Haec γράφει δἐ—νοήματα ὑμῶν accesserunt ex D. 8. πολεμίου D. πολέμου Edd. om. D. 26. ἐμέτρα(sic) B. Statim καιρῷ τὴν μνηστείαν D. 27. νὴν assumptum ex D. 28. ἦν om. D. Post h. v. ἢ pro καὶ D.)

74
Φημὶ δωπεᾶς τε καὶ χάριτος, οὐ πρόσκαιρον ἡμῖν, οὐδὲ σαρκικὴν εἰσκμιζούσης ἐλευθερίαν. καταγράθει γὰρ ἐν [*](2 Cor. v. 5.) τέκνοις Θεοῦ, καὶ ‘’ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος’’ ἐπιδαψι- λεύεται, καὶ κιηνεκεῖς ὁρίζει νόμους. καὶ γοῦν πρὸς αὐτὸν ὁ [*](Ps. cxviii. 142.) Θεῖος ἔφη που Δαυείδ ‘’Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν ‘’ αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια·’’ ἀναθανδὸν οἶμαί που δηλῶν, ὅτι οὔτε εἰς τὸν αἰῶνα μένει τὰ ἐν νόμῳ, μεταστη- σομένης τῆς σκιᾶς εἰς ἀλήθειαν, οὔτε μὲν τῆς ἀληθείας τὸ κάλλος ἐν τοῖς νομικοῖς γράμμασι καταθρήσαι τις ἄν· ἦν γὰρ, ὡς ἔθην, σκιὰ καὶ τύτος ὁ νόμος. μνηστεύεται τοίνυν αὐτὴν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον ἀθετήσας γάμον. οὐ γὰρ ἱκανὸς ὁ νόμος συνάψαι Θεῷ τελείως τε καὶ καθαρῶς· πρόσιμεν δὲ αὐτῷ δἰ Υἱοῦ, καὶ τῶν δἰ αὐτοῦ Θεσπισμάτων, [*](d) τουτέστι τῶν εὐαγγελικῶν, ἅ καὶ πνευματικὴν ἔχει τὴν ἕνωσιν ἤτοι συνάθειαν· ἑνούμεθα γὰρ τῷ Θεῷ ἐν Πνεύματι, [*](2 S. Pet. i.4.) καὶ τῆς Θείας αὐτοῦ Θύσεως πλυτοῦμεν τὴν μέθεξιν. εἰκὸς δέ τι καὶ ἕτεπον ἡμῖν ὑποθαίνειν ἀστείως τὸ μνηστεύσομαί σε ἐμαυτῷ· συνύσεις γὰρ ὧδε πάλιν. ἤ γὰρ τὸ ἐμαυτῷ Θηςὶν, ἀντὶ τοῦ δἰ ἐμαυτοῦ, οὐ, καθὰ καὶ πάλαι, μεσολα- βούντων ἀγγέλων, οὔτε μὴν διακόνου τινὸς εἰς τοῦτο [*](Es. lxii. 9.) παρειλημμένου, κατὰ τὸν τοῦ Μωυσέως τρόπον. ‘’ Οὐ γὰρ [*](e) “ πρέσβυς, οὐκ ἄγγελος, κατὰ τὸ γεγραμμένον, ἀλλ’ αὐτὸς ὁ “ Κύριος, ‘’ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἄνθρωπος γεγονὼς καθ’ [*](Eph. v. 27; ii. 15, 6, 8.) ἡμᾶς, ἑαυτῷ παρέστησε τὴν ἐκκλησίαν, καὶ “τοὺς δύο “ λαοὺς ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ “ ἀποκαταλλάσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πωεύματι πρὸς “ ἀποκαταλλέσων τοὺς ἀμθοτέρους ἐν ἑνὶ πνεύματι προς “ τὸν πατέρα,’’ κατὰ τὴν τοῦ μακαρίου Παύλου θωνήν.

Ἤ καὶ καθ’ ἕτερον, εἰ βούλει, τρόπον ἐκδέξῃ τὸ εἰρημένον. ἐμνηστεύετο γὰρ, ὡς ἐθην, ἐν Αἰγύπτῳ ποτὲ τὴν τῶν [*](5. που assumptum ex B.D. 6. λόγος] νόμος D. sed cf. Thes. 367 A, 370 D, 373 A. 7. οὔτε] μήτε D. τὸν om. D. μενεῖ D. 8. μήτε D. 9. καταθρήσαι D. καταθρήςῃ Edd. 13. πρόσιμεν D. προσίεμεν Edd. οὕτω pro αὐτῷ D. 15. ἤτοι] + τὴν D. τῷ Θεῷ om. D. 17. τι om. D. ἡμῖν assumptum ex D. 18. συνείσεις (sic) Edd. 21. τοῦ om. D. 22. πρέσβις D. 24. ἑαυτῷ] +γὰρ D. 25. κοινὸν (sic) Edd. 26. τοὺς om. D. 28. ἐκδέξαι D.)

75
Ἰουδαίων Συναγωγήν· ἀλλ’ οἱονείπως ἑτέρῳ μᾶλλον, οὐχ [*](a 53 A.) ἑαυτῷ, θημὶ δὴ τῷ θεσπεσίῳ Μωυσεῖ, πρὸς ὅν ἔθη που “Βάδιζε κατάβηθι τὸ τάχος ἐντεῦθεν· ἠμόμησε γὰρ ὁ λαός [*](Exod. xxxii. 7.) “σου, οὕς ἐξήγαγες ἐκ γὴς Αἰγύπτον.’’ ἀκύεις ὅπως Mωυσεῖ προσνενέμηκε τὴν μεμνηστευμένην, ἤτοι τὸν λαὸν, οὔπω τῆς οἰκειότητος ἀξιῶν τῆς πρὸς ἑαυτόν· οὐ γὰρ ἱκανὸς, ὡς ἔθην, ὁ νόμος ἤτοι Μωυςῆς, συνάψαι καθαρῶς τε καὶ ὁλοτρόπως Θεῷ· τετήρητο γὰρ ὡς κατορθωμάτων ἔριστον καὶ θεοπρεπὲς ἀληθῶς τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων, του- [*](1 Tim. ii. 5.) τέστι Χριστῷ, δἰ οὗ καὶ ἐν ᾧ πρὸς Θεὸν ἑνούμεθα. καὶ [*](b) γάρ ἐστιν “αὐτὸς ἡ εἰρήωη ἡμῶν,’’ κατὰ τὰς γραθὰς, ὁ [*](Eph. ii. 14.) τὴν μεταξὺ κειμένην ἐξελὼν ἁμαρτίαν, καὶ καθαροὺς ἡμᾶς καὶ ἐκυενιμμένους καὶ ἡγιασμένους τῷ πνεύματι συνάψας ἑαυτῷ, καὶ δἰ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί.

Καὶ μνητεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνι καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώςῃ τὸν κύρἲον.

Ἐξηγεῖται σαθῶς τίς ἄν γένοιτο τῆς συναθείας ὁ τρόπος, ς καὶ διὰ ποίων ἄν ἴοι πραγμάτων τῆς οἰκονομίας τὸ μυστήριον. ἐν δικαιοσύνῃ γὰρ ἔσται θηςὶ καὶ ἐν καίματι καὶ μέντοι καὶ ἐν ἐλεει καὶ ἐν οἰκτιρμοῖς. τίς οὖν ἄρα ἐστὶν ἡ δικαιο- σύνη, τί δὲ τὸ κρίμα, καὶ μὴν καὶ τὸ ἔλεος, εἰπεῖν, ὡς ἔοικεν, ἀναγκαῖον, οὐκοῦν πεπλεονεκτήμεθα μὲν οἱ τάλανες, διαρ- πάζοντος ἡμᾶς ὡς θηρὸς ἀγρίου τοῦ σατανᾶ, καὶ ἀποξέροντος μὲν εἰς πλάνησιν, ἐνιέντος δὲ κατὰ τὸ αὐτῷ δοκοῦν τοῖς τῆς [*](d) ἀμαρτίας βόθοις, οὐδὲν ἑαυτοῖς ἐπαμύνειν ἰσχύοντας. παγ- χάλεπος γὰρ καὶ βιαιότατος ἀληθῶς καὶ ἀνθρωποκτόνος ὁ Θήρ. ἐπειδὴ δὲ εἰς τοῦτο ταλαιπωρίας κατεκομέσθη τὰ [*](2. που assumptum ex D. 4. ὅπως D. ὅτι Edd. 6. ἱκανῶς iid. 7. καθαρῶς τε καὶ ὁλ. Θεῷ hoc ordine D. Θεῷ κ. (καθαρῶ Aub.) τε καὶ ὁλ. Edd. συνέψαι θεῷ κ. τε καὶ ὁλοτρόπως συνάψαι θεῷ (sic) B. 11. ἡμῖν D. 13. Haec καὶ ἡγιασμένους accesserunt ex D. 16. σε om. Edd. 17. τὸν κύριον] ὅτι ἐγὼ κύριος F.)

76
ἀνθρώπινα, συχνὰς ἐποιοῦντο τὰς λιτὰς πρὸς τὸν ἐπαμύνειν δυνάμενον οἱ μακάριοι προξῆται, καὶ τὸ κοινὸν τῆς ἀνθρω- πότητος μονονουχὶ προσωπεῖον ἑαυτοῖς περιπλάττοντες, συλλήπτορα καὶ ἐπαρωγὸν ἐξ οὐρανῶν ἀθικέσθαι παρε- [*](e) κάλουν τὸν Υἱόν. ἔθη γοῦν ὁ θεσπέσιος Δαυείδ, “Ἀνάστα [*](Ps. lxxxi. 8. Ps. liii. 3.) “ ὁ Θεὸς, κρίνον τὴν γῆν·’’ καὶ πάλιν “ Ὁ Θεὸς, ἐν τῷ “ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς “ με.’’ ἔκρινε τοίνυν ἐν δικαιοσύνῃ ὁ Θεὸς, καὶ σέσωκε μὲν τοὺς ἠδικημένους, τὸν δὲ μιαιθόνον καὶ ἀλιτήριον ἀπεσόβησε στανᾶν, καὶ τῆς καθ’ ἡμῶν ἀπεώσατο πλεονεξίας, καὶ τὴν ἀλαζόνα καὶ οὐκ εὐάντητον τῶν δαιμονίων καθεῖλεν ἀρχήν. καὶ τοῦτο ἡμῖν τὸ μυστήριον αὐτὸς δἰ ἑαυτοῦ διεσάθει [*](54 A. a) λέγων, ὅτε τὸν ἡπὲρ τῆς ἁπάντων ζωῆς ἔμελλεν ἀνατλῆναι [*](S. Joan. xii.31,2.) σταυρόν “Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων “ τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ “ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν,’’ καὶ οὐ δήπου Φαμὲν, ὅτι κρίσιν ἔθη τοῦ κόσμου τούτου γενήσεσθαι παρ’ αὐτοῦ κατὰ τὸν τὴς ἐπιδημίας καιρόν. ὡς γὰρ αὐτὸς ἔφη πάλιν, [*](Ib. iii. 17.) “ Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ “ τὸν κόσμον, ἐλλ’ ἵνα σωθῇ ὁ κόσμος δἰ αὐτοῦ.’’ κρίσιν δὲ [*](b) εἶναί φησι τὴν ὀρθὴν καὶ ἀμώμητον οἱονεὶ διαδικασίαν. δε- δίκακε γὰρ, ὡς ἔφην, ὀρθῶς καὶ θεοπρεπῶς ἡμῖν τε κἀκείνῳ. καὶ σέσωκε μὲν ἡμᾶς, ἑλκύσας πρὸς ἑαυτόν· ἐκβέβληκε δὲ τῆς καθ’ ἡμῶν τυραννίκος τὸν πλεονεκτοῦτά τε καὶ διολ- λύντα ποικίλως. σεσώσμεθα δὴ οὖν ἐλεοῦντός τε ἡμᾶς καὶ [*](Tit. iii. 5.) κατοικτείροντος Θεοῦ. δεδικαιώμεθα γὰρ. “Oὐκ ἐξ ἔργων “δικαιοσύνης ἅ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ “ ἔλεος,’’ καθὰ γέγραπται· κεκλήμεθά τε πρὸς οἰκειότητα [*](c) τὴν πνευματικὴν διὰ πίστεως· κεκλημένοι τε οὕτω, τὸν φύσει [*](1. ἐπαμύναι D. 4. ἐπαρωγὸν D. ἀρρωγὸν Εdd. 7. κρινεῖς D. [ Thes. 377 C.] κρίνον Β. κρῖνον Εdd. 8. ὁ om. D. 9. καὶ om. D. 11. Haec καὶ οὐκ εὐάντητον acceserunt ex D. 14. νῦν D. καὶ Β. Edd. Statim ὁ assumptum ex B.D. 16. πάντα Edd. invitis B.D. 17. κόσμου] 27. δικαιοσύνης Β.D. τῶν ἐν δικαιοσύῃ Εdd. ἅ D. ὧν Εdd.)
77
Θεὸν ἐγνώκαμεν, ταύτῃτοι, φησὶ, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. Οὐκοῦν προεισβέβηκεν ἡ πίστις, πεπλουτήκαμεν δὲ οὕτως καὶ τὸ εἰδέναι Χριστόν. καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ πρός τινας εἰρημέν “ἐὰν γὰρ μὴ [*](Es. Vii. 9.) πιστεύσητε, οὐδ᾿ οὐ μὴ συνῆτε.” ὅτι δὲ τὸ συνιέναι λαμπρῶς Τὸ Χριστοῦ μυστήριον τῆς εἰς αἰῶνα ζωῆς περιποιεῖται τὴν Μέθεξιν τοῖς ἑλεῖν ἀξίοις, πληροφορήσει λέγων αὐτὸς ὁ Υἱὸς Πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Αὕτη δέ ἐστιν [*](d S. Joan. Avii. 3.) “ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωςί σε τὸν μόνον ἀληθινὸν Θεὸν,

“καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.” Καὶ ἔσται ἐν ἐκείνῃ τῇ Ἡμέρᾳ, λέγει Κύριος, ἐπακούσομαι τῷ Οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ Γῇ, καὶ ἡ γῆ ἑπακούσεται Τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται Τῷ Ἰεσράελ.

Ἡμέραν δὴ πάλιν ἐν τούτοις τὸν τῇ κλήσει πρέποντα κατονομάζει καιρὸν· τοῦτο γὰρ ἔθος τῇ θεοπνεύστῳ γραφῇ. [*](e) ὅτι τοίνυν ἐν μεθέξει καὶ ἀφθονίᾳ παντὸς ἀγαθοῦ, καὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων καὶ αὐτὸς ἔσται κατὰ καιροὺς ὁ Ἰσραὴλ, τῇ εἰς Χριστὸν πίστει λελαμπρυσμένος, αἰνιγματωδῶς ὑποφαίνει. ὑετῶν γὰρ ἀφθονίαν ἔσεσθαί φησιν, αὐτοῦ κατανεύοντος· τοῦτο γὰρ οἶμαί ἐστι τὸ ἐπακούσομαι τῷ οὐρανῷ· καὶ μὴν καὶ ἐν γῇ κάτω, τοὺς ὅτι μάλιστα χρειωδεστάτους καὶ ἀναγκαίους ἡμῖν ἐκδοθήσεσθαι καρπούς. Θεοῦ γὰρ δίχα καὶ βουλῆς τῆς ἄνωθεν, οὔτ᾿ ἂν [*](a 55 A.) αὐτὸς ὕοι ποτε τοῖς ἐπὶ γῆς ὁ οὐρανὸς, οὔτ᾿ ἂν ἡ γῆ τὸν οἰκεῖον κατὰ καιροὺς ἀναφύοι καρπόν. καὶ τοῦτο εἰδὼς ὁ [*](2. προεισβέβηκεν D. προεκβέβηκεν B. Edd. 4. ἐὰν] ἂν Edd. 5. οὐδ᾿ οὐ B. D (De Ad. 173 B. ab Holmes. et Pars. cit.) οὐδὲ Edd. (A. V.) 6. εἰς αἰωνα D. αἰωνίου Edd. περιποιεἲ D. 7. ἐλεῖν om. D. 8. δὲ om. D. 10. Χριστόν assumptum ex D. 11. ἐκείνῃ om. D. 12. ὁ οὐρανὸς B. D. F. (Alex.) (οὐρανὸς XII.) αὐτὸς Edd. (Vat.) 13. ταῦτα D. (42. al.) sed cf. 56 c. ἐπακούσονται Edd. invitis omnibus. 14. τοῦ pro τῷ Edd. ἰ λ (=Ἰσραήλ) Β. (22 al.) 18. καὶ prius ομ. Δ. 25. ὕοι D. ὕσῃ (post γῆς transpositum) Β. οὖσιν eodem loco Edd.)

78
[*](Hier xiv. 22.) προφήτης Ἱερεμίας, ἐλιπάρει λέγων “Μὴ ἔστιν ἐν εἰδώλοις “τῶν ἐθνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν “αὐτοῦ, οὐχὶ σὺ εἶ ὁ Θεός; καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ “ἐποίησας ταῦτα πάντα.” κατανεύοντος γὰρ, ὡς ἔφην, τοῦ δημιουργοῦ, καὶ ἁπλοῦντος τὴν χεῖρα τοῖς ἐπὶ τῆς γῆς, ὑετοῦ μὲν ἔσται δοτὴρ ὁ οὐρανὸς, καρπῶν δὲ τῶν ἀναγκαίων μητὴνρ [*](b) ὁμοῦ καὶ τροφὸς ἡ γῆ. Ἐπακούσομαι τοίνυν φηςὶ τῷ οὐρανῷ, ἀντὶ τοῦ, κατανεύσω καθεῖναι τοῖς ἐπὶ τῆς γῆς ὑετούς· οὗ δὴ γεγονότος, ἐπακούσεται καὶ αὐτὴ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, τουτέστιν, ἀμφιλαφῆ τοῖς οἰκοῦσιν αὐτὴν ἐκδώσει καρπὸν, οὐδενὸς ἐκλελοιπότος τῶν ὅσα ἐστὶν ἀναγκαῖα καὶ ζωαρκῆ.

Ἀλλὰ ταυτὶ μὲν ἱετορικῶς· ἀπὸ δέ γε τῶν σωματικῶν, ὡς ἐξ εἰκόνος ἐναργεστάτης ἀναφοιτᾶν ἀναγκαῖον ἐπὶ τὰ πνευματικά. ἕως μὲν γὰρ ἦν ἐξήνιος ἔτι καὶ ἀπειθὴς καὶ θεομάχος ὁ Ἰσραὴλ, ὁ ἀμπελὼν Κυρίου Σαβαὼθ, “τὸ [*](Es. v. 7. c. 10. o.) “νεόφυτον τὸ ἠγαπημένον,” ἐνετέλλετο ταῖς νεφέλαις ὁ Θεὸς τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. νεφέλας δὲ νοητέον τὰς ἁγίας κα]λογικὰς δυνάμεις, τὰς ἄνωθεν καὶ ἐξ οὐρανῶν, δι᾿ ὧν ἂν γένοιτο πρὸς ἡμᾶς ὁ τῆς παρακλήσεως λόγος, [*](Heb. i. 14.) δῆλον δὲ ὅτι παρὰ Θεοῦ. πνεύματα γάρ εἰσι λειτουργικὰ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, ἄνω τε καὶ κάτω διαθέοντα, καὶ “ἀποστελλόμενα πρὸς διακονίαν, διὰ τοὺς “μέλλοντας κληρονομεῖν σωτηρίαν.” ἐπειδὴ δὲ παρῴχηκεν ὁ τῆς δίκης καιρὸς, σέσωσται διὰ πίστεως ὁ πάλαι κυριοκτόνος, [*](Supra ver. 19. d) κτόνος, παρεδέχθη λοιπὸν ἐν δικαιοςύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς, καθῆκεν αὐτῷ τὰς ἄνωθεν εὐλογίας ὁ πάντα πᾶσι πλουσίως διανέμων Θεός. ἐνετείλατο [*](2. ὁ deest in Edd. 3 ὁ assumptum ex B. Θεός B. Edd. αὐτὸς pro Θεός D. cf. supra 36 e. 6. τῶν assumptum ex B. D. 7. ὑπακούσομαι D. 8. καθεῖναι D. καταθεῖναι Edd. τῆς om. D. 9 ὑπακούσεται D. καὶ alt. assumptum ex Β. D. 11. ἐλλελοιπότος D. 15. ἦν ἐξήνιος hoc ordine D. Statim ἔτι accessit ex D. 16. Hoc Σαβαὼθ accessit ex D. 17. ὁ om. D. 19. λογικὰς]νοητὰς Edd. invitis B. D. 26. καὶ post κυριοκτόνος add. iid. 27. καὶ post οἰκτιρμοῖς add. iid. 28. παντάπασι D.)

79
γὰρ ταῖς νεφέλαις καθεῖναι τὸν ὑετὸν, τὴν εἰς νοῦν καὶ καρδίαν παράκλησίν φημι. πλὴν ὅτι καὶ αὐτὴ τῶν ἀγγέλων ἡ φύσις οὐδὲν μὲν ἴδιον ἔχει, πλουτεῖ δὲ πάντα παρὰ Θεοῦ, δεδίδαχεν εἰπών ἐπακούσομαι τῷ οὐρανῷ, τουτέστι, πλήρη τῶν παρ᾿ ἐμοῦ ποιήσω τὸν οὐρανὸν, ἤτοι τοὺς ὄντας ἐν οὐρανῷ, λογικὰς δηλονότι καὶ ἁγίας δυνάμεις, ὥστε δύνασθαι [*](e) καὶ αὐτὰς παρακαλεῖν τοὺς ἠλεημένους, καὶ τότε δὴ πάντως ἐπακούσεται ἡ γῆ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον· ἀντὶ τοῦ, καρτοφορήσουσιν οἱ ἐπὶ τῆς γῆς ἐλπίδα τὴν ἐπὶ ζωῇ καὶ εὐφροςύνῃ καὶ ἰλαρότητι. καὶ ζωῆς μὲν τύπος ὁ σῖτος, οἶνος γεμὴν εὐφροςύνης, ἱλαρότητος δὲ καὶ εὐεξίας τὸ ἔλαιον· ἔνεστι γὰρ δὴ τοῖς πεπιστευκόσιν ἐλπὶς ἀγαθὴ, βεβαία τε [*](a 56 A.) καὶ ἐρηρεισμένη. καὶ ἀποφοιτᾷ μέν τις τῆς φαυλότητος, ἐφίεται δὲ παντὸς ἀγαθοῦ, καὶ τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑποφέρει τὸν αὐχένα, καλῇ καὶ ἀναμφιβόλῳ καὶ ἀληθεῖ δὴ πάντως ἐλπίδι τρεφόμενος τῆς εἰς τὸ μέλλον ζωῆς, καὶ ἵνα τοῖς ἄλλοις ἁγίοις ἀναμὶξ εὐφραίνηται, καὶ ἱλαρωτάτην ἔχῃ τὴν καρδίαν. ἔφη γάρ που περὶ τῶν ἁγίων ὁ προφήτης Ἡσαΐας, ὅτι “Καὶ “εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ κεφαλῆς “αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροςύνη καταλήψεται [*](b Es. xxxv. 10.) “αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.” οὐκοῦν ἐν ἐλπίδι ζωῆς τε καὶ ἱλαρότητος, καὶ μέντοι καὶ εὐφροςύνης, ταῖς ἄνωθεν παρακλήσεσιν, ἤτοι τοῖς νοητοῖς ὑετοῖς ὑπακούσεται πάντως ἡ γῆ, τουτέστιν, οἱ τὴν γῆν οἰκοῦντες ἄνθρωποι. ὅτι δὲ καὶ εἰς δόξαν ἔσται Χριστοῦ τῆς τῶν ἁγίων ζωῆς ὁ καρπός· “Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες [*](2 Cor. V. 15.) “μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι [*](c) “καὶ ἐγερθέντι·” διαμεμήνυκεν εἰπών καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεσράελ· αὐτῷ γὰρ, ὡς ἔφην, καρποφορήσομεν, αὐτῷ τὴν ἰδίαν ἐποφείλοντες ζωήν. εἴρηται δὲ πλειστάκις, ὅτι τὸ [*](4. Habet hic ἐπακούσομαι D. πλήρη D. πληρωτὴν Edd. 12. δὴ om. D. 13. τῆς om. D. 15. ἀναμφιλόγῳ D. 16. τῇ εἰς τὸ μέλλον ζωῇ B. invitis D. Edd. 18. καὶ assumptum ex D. 19. Haec ἐπὶ γὰρ κεφαλῆς αὐτῶν accesserunt ex D. Statim ἄνεσις B. 22. ἐν assumptum ex D. 25. καὶ assumptum ex B. D. 26. γὰρ]+καὶ D. ἵν᾿ D. 28. ὑπακούσεται D.)
80
Ἰεσράελ ἑρμηνεύεται σπορὰ Θεοῦ, καὶ τοῦτό ἐστιν ὁ Υἱὸς, ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν καὶ ἀποῤῥήτως γεγεννημένος, κἂν εἰ λαλοῖτο τὸ πρᾶγμα σωματικῶς.

Καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς, καὶ ἐλεἡσω τὴν οὐκ ἠλεημένην, καὶ ἐρῶ τῷ οὐ λαῷ μου Λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ Θεός μου εἶ σύ.

[*](d)

Τὸ ἐμαυτῷ δὴ πάλιν συνήσεις διχῶς. ἀποφανῶ γάρ φησιν οἱονεί πως εὐθαλῆ τε καὶ ἔγκαρπον· δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκέτι τὸν ἀβούλητον ἐμοὶ διαπεραίνουσαν νόμον, οὔτε μὴν προσερηρεῖσθαι τοῖς τύποις ἀπρὶξ ᾑρημένην· ἀλλὰ τὸ ὅτι μάλιστα τῷ Θεῷ φίλον τε δοκοῦν, καὶ εὖ ἔχειν ὑπειλημμένον, κατορθοῦν ἑλομένην. οὐκοῦν ἐμαυτῷ κατασπερῶ· τὸν γὰρ ἐμὸν εἰσδέξεται σπόρον [*](e) ἵνα νοῶμεν τὰ εὐαγγελικὰ θεσπίσματα, καὶ οὐκέτι τὸν διὰ Μωυσέως, καθὰ καὶ ἐν ἀρχαῖς· ἐγεωργεῖτο γὰρ πάλαι τοῖς τύποις. ἤγουν τὸ ἐμαυτῷ καὶ καθ᾿ ἕτερον ἐκδέξῃ τρόπον. αὐτοῦργὸς γὰρ ἔσομαι, φησὶ, πρὸς τὴν ἐπ᾿ αὐτῇ φροντίδα, καὶ οἷόν τινα γῆν πίονά τε καὶ εὐήροτον, οὐ δι᾿ ἐτέρου τινὸς ἀλλ᾿ ἐμαυτοῦ κατασπερῶ. λελάληκε γὰρ ἡμῖν ὁ θεὸς καὶ [*](Heb. i. 1. 57 A. a) Πατὴρ ἐν Υἱῷ· καίτοι τοῖς πάλαι λαλήσας διὰ προφητῶν ἁγίων “πολυμερῶς τε καὶ πολυτρόπως.” ληΐοις δὲ παρεικάζει τοῖς ἐν ἀγρῷ καὶ αὐτὸς ὁ Σωτὴρ τὴν ἀμέτρητον τῶν πεπιστευκότων πληθύν. καὶ γοῦν ἔφη τοῖς ἁγίοις [*](S. Joan. iv. 35, 6) ἀποστόλοις, “Οὐχ ὑμεῖς λέγετε, ὅτι τετράμηνός ἐστι, καὶ “ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν Ἐπάρατε τοὺς ὀφθαλ- “μοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν [*](I.θεοῦ σπορὰ inverso ordine D. ἐστι τὸ (sic) Edd. 2. γεγεννημένος. D Edebatur γεγενημένος. 3. κἂν D. καὶ Edd. λαλοῖτο] καλοῖτο Edd. statim τὸ assumptum ex B. D. 4. ἐλεήσω τὴν οὐκ ἠλεημένην D. F. Edd. (Alex. XII.) ἀγαπήσω τὴν οὐκ ἠγαπημένην B. (Vat.) sed cf. infra 57 b. 8. φησιν post πως transp. D. Statim οἱονεί D. oἶόν Edd. εὔκαρπον D. 10. προσερεῖσθαι (sic) Edd. 11. ᾑρημένην B. ᾗρημένους iid. ᾑρημένοις D. καὶ post τε add. D. 12. ἑλομένοις D. 18. οἵά D. 19. ἐμαυτῷ D.)

81
“πρὸς θερισμὸν ἤδη· καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ “συνάγει κάρπον εἰς ζωὴν αἰώνιον·” καὶ αὖ ἐν ἑτέροις· “ὁ [*](S. Matth. ix. 37, 8.) “μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ “Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν [*](b) “αὐτοῦ. οὐκοῦν καθέντος ἡμῖν τὸν νοητὸν ὑετὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγόναμεν “γῆ θελητή,” κατὰ [*](Mal. iii. 12.) τὴν τοῦ προφήτου φωνή. ἔσπειρε γὰρ ἡμᾶς ἑαυτῷ, κεχρημάτικέ τε “Θεοῦ γεώργιον” ὁ Ἰσραήλ. ἐλεήσει γὰρ τὴν [*](1 Cor. iii. 9.) Οὐκ ἠλεημένην, καὶ τόν ποτε Οὐ λαὸν ὀνομάσει λαόν. καὶ αὐτὸς δὲ τῆς ἀρχαίας καταλήγων πλάνης, τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ ἐρεῖ Θεός μου εἶ σὺ, καίτοι πάλαι βοῶν ἐξ ἀμετρήτου φρενοβλαβείας, “Ἡμεῖς οἴδαμεν ὅτις Μωυσεῖ [*](S. Joan. ix. 29.) “λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.” οὐκοῦν ἀγνοήσαντες τὸν Υἱὸν, οὐδὲ αὐτὸν ᾔδεσαν τὸν Πατέρα· e καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ “Εἰ ἐμὲ ᾔδειτε, καὶ [*](Ib. viii. 19.) “τὸν Πατέρα μου ἂν ᾔδειτε.” ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν, καὶ ὡμολογήκασι τὸν Υἱὸν, τεθέανται λοιπὸν δι᾿ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. ἀληθὲς γὰρ, ὅτι καθά φησιν ὁ σοφὸς Ἰωάννης “Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν [*](1S Joan. 11. 23.) “Πατέρα ἔχει· ὁ δὲ ὁμολογῶν τὸν Υἱὸν, ὁμολογεῖ καὶ τὸν “Πατέρα.”

[*](d)

Καὶ εἶπε Κύροις πρὸς μέ Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα [*](Κεφ. γ΄.) ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίδα, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.

Τί τὸ χρῆμα πάλιν, ἢ τί τὸ μυστήριον, ἀναμαθεῖν ἀναγκαῖον. δεῖν γὰρ οἶμαι τὰ τοιάδε πολυπραγμονεῖν καὶ [*](e) [*](1 πρὸς θερισμὸν ἤδη hoc ordine D. Haec καὶ συνάγει κ. εἰς ζωὴν αἰώνιον et αὖ ἐν ἑτέροις· ὁ μὲν accesserunt ex B. D. 6. Haec Ἰησοῦ Χριστοῦ accesserunt ex D. 7. κεχρημάτικέ τε] καὶ κεχρημάτικε τὸ Edd. 10. Θεὸν] δεσπότην D. 17. δι᾿ ἐαυτοῦ τε (sic) D. 19. σοφὸς assumptum ex D. 20 καὶ ὁ pro ὁ δὲ D. καὶ om. D. 23. μοιχαλίδα F. μοιχαλὶν B. Edd.)

82
καταθρῆσαι λεπτομερῶς, μετὰ γάρ τοι τὴν πρώτην, τὴν μαχλάδα καὶ σεσοβημένην, ἕτερον τῷ προφήτῃ γύναιον εἰσκρίνεται, τοῖς τῆς μοιχείας ἐγκλήμασιν ἐνεχόμενον. καὶ τίς ὁ λόγος; ἡ μὲν γὰρ τῶν Ἰουδαίων πληθὺς, ἡ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἅτε δὴ καὶ ἀφυλακτότερον καὶ μάλα ἑτοίμως ἰοῦσα πρὸς πλάνησιν, καὶ δαμάλεσι μὲν λατρεύουσα ταῖς χρυσαῖς, προσκυνοῦσα δὲ καὶ θύουσα τῷ [*](58 Α. a) Βάαλ, ἤτοι τῷ Βεελφεγὼρ, πόρνῃ παρεικάζοιτο, καὶ λίαν εἰκότως, οἱονείπως ἐκκειμένη παντὶ πονηρῷ καὶ ἀκαθάρτῳ πνεύματι, τὰς ἰδίας ἡδονὰς ἀποπληροῦν ἐθέλοντι· προσεδέχοντο γὰρ καὶ τῶν περιοίκων καὶ ὁμοχώρων ἐθνῶν τὰ σεβάσματα, κατὰ τὸ ἑκάστῳ δοκοῦν, ἀνοσίως καὶ ἀβασανίστως. ἀλλ᾿ ἐκείνη μὲν ὡς ἑτοίμως ἰοῦσα πρὸς ἀπόστασιν ἐκολάζετο δικαίως, πεμπομένη πρὸς αἰχμαλωσίαν καὶ ὑπὸ πόδας πίπτουσα τῶν ἐχθρῶν· καθίστη γε μὴν ἐναργὲς τῷ προφήτῃ Θεὸς?, ὅτι κατὰ τὸν καιρὸν τῆς [*](Supra b i. II.) τοῦ Ἰεσράελ ἡμέρας, τῆς ὡς ἀληθῶς μεγάλης, ἀναβήσονται ἐκ τῆς γῆς, τουτέστι, τῆς τῶν ἀλλοφύλων άποδραμοῦνται χώρας, τοῦτο δὲ ἦν αἰνιγματωδῶς ὑποφῆναι πάλιν, ὅτι πεπαύσονται τοῦ εἶναι ξένοι καὶ ἐπήλυτοι, μᾶλλον δὲ δορίληπτοι, καὶ τὴν ἀλλοτρίαν οἰκοῦντες οὐκ ἐλευθέρως. ἐκήρυσσε γὰρ ὁ Σωτὴρ “αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς “ἀνάβλεψιν,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅτι δὲ καὶ εἰσδεχθήσονται διὰ πίστεως ἐν ἐλέει καὶ οἰκτιρμοῖς, κεκλήσονταί [*](C) τε λαὸς θεοῦ, καὶ μὴν καὶ ἠλεημένοι, διαμεμήνυκεν ἐναργῶς. μετὰ γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, σεσωσται μὲν τὸ κατάλειμμα· πεπιστεύκασι γὰρ οὐκ εὐαρίθμητοι τῶν [*](I. λεπτῶς D. τὴν alt. om. D. 3. ἐχόμενον Edd. 7 τε Edd. 8. παρεικάζοιτο Β. παρεικάζεται D. παρεικάζετο Edd. II. τῶν περιοίκων καὶ ὁμοχώρων D. τὸν (sic) [τῶν Migne.] ὁμόρων Edd. 12. ἀβασανίστως καὶ ἀνοσίως inverso online D. 17. ὡς om. D. 20. ἐπήλυδες D. 8ορύληπτοι Edd. 24. ἐXέει Β. ἐλέῳ D. ἐλέοις Edd. καὶ κεκλήσονται pro κεκλήσονταί τε iid. 25. μεμήνυκεν D. 26. δέ γε pro γάρτοι D.)
83
“πρὸς θερισμὸν ἤδη· καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ “συνάγει κάρπον εἰς ζωὴν αἰώνιον·” καὶ αὖ ἐν ἑτέροις· “ὁ [*](S. Matth. ix. 37, 8.) “μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ “Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν [*](b) “αὐτοῦ. οὐκοῦν καθέντος ἡμῖν τὸν νοητὸν ὑετὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγόναμεν “γῆ θελητή,” κατὰ [*](Mal. iii. 12.) τὴν τοῦ προφήτου φωνή. ἔσπειρε γὰρ ἡμᾶς ἑαυτῷ, κεχρημάτικέ τε “Θεοῦ γεώργιον” ὁ Ἰσραήλ. ἐλεήσει γὰρ τὴν [*](1 Cor. iii. 9.) Οὐκ ἠλεημένην, καὶ τόν ποτε Οὐ λαὸν ὀνομάσει λαόν. καὶ αὐτὸς δὲ τῆς ἀρχαίας καταλήγων πλάνης, τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ ἐρεῖ Θεός μου εἶ σὺ, καίτοι πάλαι βοῶν ἐξ ἀμετρήτου φρενοβλαβείας, “Ἡμεῖς οἴδαμεν ὅτις Μωυσεῖ [*](S. Joan. ix. 29.) “λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.” οὐκοῦν ἀγνοήσαντες τὸν Υἱὸν, οὐδὲ αὐτὸν ᾔδεσαν τὸν Πατέρα· e καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ “Εἰ ἐμὲ ᾔδειτε, καὶ [*](Ib. viii. 19.) “τὸν Πατέρα μου ἂν ᾔδειτε.” ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν, καὶ ὡμολογήκασι τὸν Υἱὸν, τεθέανται λοιπὸν δι᾿ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. ἀληθὲς γὰρ, ὅτι καθά φησιν ὁ σοφὸς Ἰωάννης “Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν [*](1S Joan. 11. 23.) “Πατέρα ἔχει· ὁ δὲ ὁμολογῶν τὸν Υἱὸν, ὁμολογεῖ καὶ τὸν “Πατέρα.”

[*](d)

Καὶ εἶπε Κύροις πρὸς μέ Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα [*](Κεφ. γ΄.) ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίδα, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.

Τί τὸ χρῆμα πάλιν, ἢ τί τὸ μυστήριον, ἀναμαθεῖν ἀναγκαῖον. δεῖν γὰρ οἶμαι τὰ τοιάδε πολυπραγμονεῖν καὶ [*](e) [*](1 πρὸς θερισμὸν ἤδη hoc ordine D. Haec καὶ συνάγει κ. εἰς ζωὴν αἰώνιον et αὖ ἐν ἑτέροις· ὁ μὲν accesserunt ex B. D. 6. Haec Ἰησοῦ Χριστοῦ accesserunt ex D. 7. κεχρημάτικέ τε] καὶ κεχρημάτικε τὸ Edd. 10. Θεὸν] δεσπότην D. 17. δι᾿ ἐαυτοῦ τε (sic) D. 19. σοφὸς assumptum ex D. 20 καὶ ὁ pro ὁ δὲ D. καὶ om. D. 23. μοιχαλίδα F. μοιχαλὶν B. Edd.) ἐξ Ἰσραήλ. ἀπομεμένηκε δὲ πάλιν ἡ ἀπειθοῦσα πληθὺς, ην μοιχαλίδι παρεικαστέον, διά τοι τὸ μὴ ἑλέσθαι τὸν ἐξ οὐρανοῦ νυμφίον, καὶ ἀθετῆσαι μὲν τὸν ἐν πίσει μνώμενον, μοιχοῖς δὲ ὥσπερ τισὶν ἀνεὶναι τὸν νοῦν, τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, “Ἐδίδασκον γὰρ διδασκαλίας, ἐντάλματα ἐν- [*](d s. Matth. xv. 9.) σκον γὰρ διδασκαλίας, ἐντάλματα ἀν- “θρώπων.” ὥσπερ οὖν τῇ πόρνῃ συνῆν ὁ προφήτης, εἰς τύπον Θεοῦ τῆς τοῦ Ἰσραὴλ ἀνεχομένου πορνείας, καὶ κολάζοντος μὲν συμμέτρως εἰς ἐπιστροὴν, ἀνακομίζοντος δὲ πρὸς ἐπίγνωσιν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ διὰ τῶν προκειμένων μορφοῦται πάλιν ἡμῖν ἀστείως τὸ μυστήριον. εἰς τύπον γὰρ ὁ προφήτης Θεοῦ παραδέχεται μὲν τὴν μοικαλίδα καὶ ἀγαπῶσαν τὰ πονηρά. περιθάλπει δὲ ὥσπερ, ταῖς ἐπαγγελίαις καὶ ἀγαθαῖς ἐλπίσι καταπιαίνων εὐ μάλα, πίπτειν οὐκ ἐᾷ πρὸς ἀπόγνωσιν. ὅτι γὰρ ἐν τούτοις ὅλον [*](e) ἐστὶ τὸ μυστήριον, παρέδειξεν εἰπὼν τῷ προφήτῃ Θεὸς οὕτως· ἀγάπησον τὴν μοιχαλίδα καὶ ἀγαπῶσαν τὰ πονηρὰ, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραήλ· καὶ αὐτοὶ ἀποβλέπουσι πρὸς θεοὺς ἀλλοτρίους, καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων. καίτοι γάρ φησι καὶ ἀπειθεῖν ἑλομένους, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀπονέμοντας τὴν ἀγάπησιν, καὶ αὐτοῖς τὰ θυμήρη πληροῦν ἐθέλοντας, ἐξ ἐμφύτου χρηστότητος [*](a 59 A. I Tim. ii. 4.) ἀγαπᾷ ὁ Θεὸς, “Ὃς πάντας ἀνθρώπου θέλει “σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἀληθείας ἐλθεῖν.” δίδωσι δέ πως ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος ἐννοεῖν, ὅτι καὶ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἦσάν που τάχα παρὰ τοῖς Ἰουδαίοις ἐπαμφοτερίζοντες ἔτι πολλοὶ, καὶ οὔτε τοῖς διὰ Μωυσέως ἀντάλμασι προσκείμενοι καθαρῶς, οὔτε μὴν εἰσάπαν ἀπηλλαγμένοι τῶν τῆς πλανήσεως ῥύπων, ἀποβλέποντες δὲ μᾶλλον καὶ εἰς θεοὺς ἀλλοτρίους, οἷς καὶ πεμματα προσῆγον [*](b) μετὰ σταφίδων, πόπανά που τάχα, καὶ μελιττούτας. προσε- [*](5. καὶ post διδασκαλίας add. Edd. 6. δὲ pro οὖν D. 16. τὰ om. D. 21. συνήθη pro θυμήρη D. 22. ὁ om. D. 24 καὶ assumptum ex B. D. 26. τῆς pro τοῖς Edd. ante Migne. 27. προκείμενοι iid.)

84
κόμιζον γὰρ εἰς θυσίαν τοῖς δαίμοσι τὰ τοιάδε πέμματα, καὶ μάρτυς ἡ πεῖρα.

καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀφζυρίου καὶ ζομὸρ κριθῶν καὶ νέβελ οἴνου, καὶ εἶπα πρὸν αὐτήν ἡμέρας πολλὰς καθήσῃ ἐπ᾿ ἐμοί, καὶ οὐ μὴ πορνεύσῆς οὐδ᾿ οὐ μὴ ζένῆ ἀνδρὶ ἑτέρῳ, καὶ ἐζὼ ἐπὶ σοί.

Καταμισθοῦται μὲν οὖν τὸ γύναιον ὁ προφήτης, καθίζει [*](c) δὲ οἴκοι, καὶ τῆς ἐν ἔθει φαυλότητος ἀποσχέσθαι κελεύει, καὶ τῶν τῆς μοιχείας καταλῆξαι μολυσμῶν· ἐπαγγέλλεταί γε μὴν σωφρονεῖν ἑλομένῃ καὶ εἰς αὐτὸν μόνον ᾑρημένῃ ὁρᾶν, ἐπ᾿ αὐτῇ καὶ αὐτὸς ἔσεσθαι, τουτέστιν, οἰκειώσασθαι [*](Gen. ii. 24.) γαμικῶς, καὶ ἓν ἔσεσθαι πρὸς αὐτὴν, “Ἔσονται γάρ φησιν “οἱ δύο εἰς σάρκα μίαν.” καὶ τί τὸ αἴνιγμα; τὴν τῶν Ἰουδαίων πληθὺν, τὴν ἀπειθῆ καὶ κυριοκτόνον, τὴν μοιχαλίδα καὶ βέβηλον μετὰ τὸ ἀναφοιτῆσαι χριοτὸν εἰς τοὺς οὐρανοὺς καθίζει Θεὸς, ἄνανδρον μέν· πλὴν εἰ μὴ πορνεύσειεν ἔτι, [*](d) τουτέστιν, εἰ μὴ βαδίζοι πάλιν πρὸς τὸ δεῖν ἑλέσθαι τιμᾶν θεοὺς ἀλλοτρίους, ἑαυτῷ συνάψειν κατὰ καιροὺς ἐπαγγέλλεται, τῆς τῶν ἐθνῶν δηλονότι πληθύος προεισκεκριμένης. τέθειντο γὰρ εἰς νῶτον οἱ ἐξ Ἰσραήλ, τουτέστι, παρακολύθημα καὶ ὀπίσω καὶ ἐν τοῖς ἐσχάτοις. ἐπιτήρει δὲ, ὅπως σύνοδος μὲν γαμικὴ τῷ προφήτῃ πρὸς τὴν μοιχαλίδα καὶ πονηρὰν οὐ γέγονεν ὅλως, ὑπόσχεσις δὲ τοῦ πράγματος μετὰ πολλὰς ἡημέρας, εἰ μὴ ἀνδρὶ γένοιτο πάλιν ἑτέρῳ, τουτέστιν, εἰ ἀπόσχοιτο τῶν τῆς νοητῆς πορνείας ἐγκλημάτων [*](e) καὶ μολυσμῶν. εἰσδέξεται γὰρ, ὡς ἔφην, κατὰ καιρεύς τὴν μοιχαλίδα πληθὺν ὁ ἐξ οὐρανοῦ νυμθίος οὐ λατρεύσασαν [*](1. Haec καὶ μάρτυς ἡ πεῖρα accesserunt ex D. 3. ἐμισθευσάμην F. Edd. ἀργυρίου B.D. (A. V.) ἀργυρίοις Edd. (Co.) ἀργυρίους Migne. 4. καθίσῃ D. (49. al.) 5. οὐδ᾿ οὐ B.D.F. (26. al.) οὐδὲ Edd. (A.V.) 10. ἑλομένῃ D. ᾑργυρίου Edd. μόνον ᾑρημένῃ ὁρᾶν D. ὁρώσῃ μόνον Edd. 15. οὐρανοὺς D. Edebatur ἀνθρώπους. 25. εἰ om. D. 27. ὁ assumptum ex B.D.)

85
εἰδώλοις. μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, μόνοις ἐστὶ τοῖς διὰ Μωυσέως προσκείμενος νόμοις ὁ Ἰσραὴλ σαθρῶς μέντοι λίαν καὶ κατημελημένως, πλὴν οὐκ ἀπονένευκεν εἰς τὸ ἑλέσθαι τιμᾶν τὰς τῶν δαιμονίων ψευδολατρείας. ἀλλὰ τίς ὁ τρόπος τῆς ζωῆς τῇ μεμοιχευμένῃ καὶ περιμενούσῃ [*](a 60 A.) κατὰ καιροὺς τοῦ προφήτου τὴν κοινωνίαν; ἢ ποῖα γέγονεν αὐτῇ τὰ μισθώματ; πεντεκαίδεκά φησιν ἀργυρίου καὶ γομὸρ κριθῶν καὶ νέβελ οἴνου. διατετέλεκε γὰρ ὁ Ἰσραὴλ τὸν μεταξὺ τῆς ἐσχάτης αὐτοῦ κλήσεως χρόνον, ἀδοκίμῳ τρεφόμενος λόγῳ, καὶ διδασκαλίαις προσέχων ταῖς μυθικαῖς καὶ γραοπρεπέσιν ἀληθῶς ταῖς τῶν ἰδίων καθηγητῶν· γέγονε δὲ αὐτῷ κτηνοπρεπὴς ὁ βίος, καὶ ὁ νοῦς ἐν μέθῃ καὶ σκότῳ. τύπος δ᾿ ἂν εἴη καὶ μάλα σαφὴς, λόγου μὲν διδασκαλικοῦ [*](b) εἰρημένον, “Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον,” καὶ κατὰ τὴν τοῦ [*](Es. i. 22.) Σωτῆρος φωνὴν τῷ πονηρῷ καὶ ὀκνηρῷ δούλῳ δικαίως ἐπιτιμῶντος καὶ λέγοντος “Ἔδει σε βαλεῖν τὸ ἀργύριόν [*](S. Matth. xxv. 27.) “μου τοῖς τραπεζίταις.” οὐκοῦν τὸ ἀργύριον εἰς τὸν τῶν διδασκόντων ἐκδέξῃ λόγον.

Εἰ δὲ δή τις ἕλοιτο καὶ εἰς αὐτὸν τὸν διὰ Μωυσέως ἀνοίσειν νόμον, πεντεκαίδεκα εἶναι φήσει, ἢ ὅτι τέλειός τε ὁμοῦ καὶ ἀτελὴς ὁ νόμος· καὶ τέλειος μὲν, εἰ νοοῖτο πνευματικῶς· λαλεῖ [*](c) γὰρ ἡμῖν τοῦ χριστοῦ μυστήριον· ἀτελὴς δὲ αὖ, εἰ μέχρις ἴοι τοῦ γράμματος τῶν παιδαγωγουμένων ὁ νοῦς. οἱονεὶ γάρ πως ἐν ἡμίσει γνώσεως τῆς ἱστορίας τὸ πάχος. σύμβολον δὲ τελειότητος ὁ δέκα ἐστὶν ἀριθμὸς, παντέλειος ὢν, κατά γε τὸ [*](S. Luc. xix. 17. S. Matth. xxv. 15.) “Ἔσο ἐπάνω δέκα πόλεων,” καὶ τὸ “Ὧ μὲν ἔδωκε δέκα τά- “λαντα·” τοῦ δὲ μὴ οὕτως ἔχοντος, νοοῖτ᾿ ἂν ὁ πέντε· καὶ γὰρ, ὡς ἔφην, ἐν ἡμίσει τῶν δέκα. ἢ καὶ καθ᾿ ἕτερον τρόπον τοῖς [*](2. Hoc ἐστὶ accessit ex D. Statim τῆς Edd. ante Migne. προκείμενος (sic) D. 3. μέντοι D. μὲν B. μὲν γὰρ Edd. 4. δαιμόνων D. 5. περιμενοῦσι (sic) D. 6. τὴν τοῦ προφ. inverso ordine D. 7. ἀργυρίου D. ἀργύρια B. Edd. 10. προσέχων om. D. 11. πραοπρεπέσιν Edd. ante Migne. ἰδίως Edd. 18. Hoc εἰς accessit ex D. Statim τὸ Edd. 26. δὲ pro ὤν D. γε assumptum ex D. 27. ἔσο om. D. τῷ pro ᾧ Edd. δέκα] Sic edid ex D. πέντε B. Edd.)

86
[*](d) εἰρημένοις προσβαλεῖς. ὁ δέκα καὶ πέντε ἀριθμὸς περιεκτικός ἐστι τῶν ἑπτὰ, καὶ μέντοι καὶ τῶν ὀκτώ. σημαίνεται δέ πως ἀεὶ παρά γε τῇ θεοπνεύστῳ γραφῇ, διὰ μὲν τοῦ ἑπτὰ σύμπας ὁ τοῦ νόμου καιρὸς μέχρι τῶν ἁγίων προφητῶν, διὰ τὸν ἐν ἑβδόμῃ σαββατισμὸν, διὰ δὲ τοῦ ὀκτὼ πάλιν ὁ τῆς νέας διαθήκης, καθ᾿ ἢν ἡ ἀνάστασις τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γενομένη κατὰ τὴν ὀγδόην. καὶ τοῦτο οἶμαι δηλοῦν [*](Eecles. xi. 2.) τὸ αἰνιγματωδῶς εἰρημένον, “Δὸς μερίδα τοῖς ἑπτὰ, καί γε “τοῖς ὀκτώ,” τουτέστι τόπον ἐχέτωσαν παρὰ σοὶ, νόμος τε [*](e) καὶ οἱ μετ᾿ αὐτὸν προφῆται, τὸν ἐν ἑβδόμῃ τιμῶντες σαββατισμόν· ἐχέτωσαν δὲ καὶ οἱ ὀκτὼ, τουτέστιν οἱ μετὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν Ἀπόστολί τε καὶ Εὐαγγελισταί. συμβαίνει δὲ τούτῳ καὶ τὸ διὰ φωνῆς προφήτου [*](Mic. v. 5.) πλαγίως ὑποδηλούμενον, “Καὶ ἐγερθήσονται ἐπ᾿ αὐτὸν ἑπτὰ “ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων.” ἐπιλάμψαντος γὰρ ἡμῖν τοῦ Σωτῆρος ἡμῶν χριστοῦ, κατεξανέστησαν τρόπον τινὰ τοῦ παραλύσαντος ἡμᾶς σατανᾶ νομικά τε [*](61 A. a) καὶ προφητικὰ κηρύγματα, ἡ ἀποστολική τε παίδευσις. διὰ γάρ τοι τούτων κατεδήχθη τρόπον τινὰ καὶ σεσύληται. καὶ [*](S. Matth. xii. 29.) κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν διηρπάσθη τὰ σκεύη αὐτοῦ, τῆς ὑπ᾿ αὐτῷ δουλείας ἐκπεφοιτηκότων τῶν πεπλανημένων ποτὲ, καὶ τὸν φύσει καὶ ἀληθῶς θεὸν καὶ τῶν ὅλων δεσπότην ἐπεγνωκότων. οὐκοῦν ἐπανέστησαν μὲν αὐτῷ “ποιμένες ἐπιδημίας, καὶ οἱ μετὰ τὴν ὀγδόην, διὰ νομικῶν τε καὶ νέων [*](b) γραμμάτων καλοῦντες εἰς σωτηρίαν τοὺς πετλανημένους. Διατετέλεκε τοίνυν ὁ Ἰσραὴλ, ὡς ἔφην, ταῖς ἀδοκίμοις τῶν ἰδίων διδασκάλων φωναῖς, ἤτοι ψιλῷ τῷ νομικῷ τρεφόμενος γράμματι, καίτοι περιέχοντι καὶ τὰ τῆς ὀγδόης, τουτέστι, τὰ [*](3. γε assumptum ex D. 5. διὰ] ἐπὶ Edd. 6. Σωτῆρος] Κυρίου iid. Ἰησοῦ om. D. 9. νόμον pro τόπον D. 13. συμβαίνει δὲ τούτῳ B. συμβ. δὲ τοῦτο Edd. σημαίνει δὲ τοῦτο D. τοῦ post φωνῆς add. Edd. 16. ἡμῶν] + Ἰησοῦ iid. invitis B.D. 18. ἡ assumptum ex D. 21. ὑπ᾿ οὐτῶν (sic) D. ἐκπεφυκότων D. 23. αὐτοῦ D. 24. καὶ ὀκτὼ δήγματα ἀνθρώπων om. B.D. 29. καίτι D.)
87
Χριστοῦ μυστήρια. ὅτι δὲ καὶ κτηνοπρεπὴς ὁ βίος αὐτῷ, καὶ πρὸς μόνα τὰ σαρκικὰ διανένευκεν, ὑποφήνειεν ἂν εὗ μάλα, τὸ κριθὴν δεδόσθαι τῇ μοιχαλίδι πρὸς τροφήν. κτηνοπρεπὲς γὰρ τὸ ἔδεσμα, μέθης δ᾿ ἂν γένοιτο σημεῖον ὁ οἶνος. εἴρηται δὲ πρὸς αὐτοὺς, “Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνὴτε· [*](c Es. Vi. 9.) “καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.” ταῦτα δέ ἐστι Μεθυόντων πάθη, καὶ κραιπαλούντων ἐγκλήματα, τὸ μήτε ὁρᾶν ὁρῶντας, μήτε ἀκούοντας συνιέναι δύνασθαί τι· πεπαχυμένην δὲ ὥσπερ, καὶ πωρώσεως μεμεστωμένην τὴν διάνοιαν ἔχειν.