In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πάνδεινον οὖν ἄρα καὶ δίκης οὐκ ἀμοιροῦν, τῶν παρὰ Θεοῦ χαρισμάτων τὴν φιλοτιμίαν ἀνατιθέναι ζητεῖν τοῖς τὴν [*](b) δόξαν αὐτοῦ παραλύουσι, τουτέστι, τοῖς ἀκαθάρτοις δαίμοσιν, ὃ δὴ καὶ ποιοῦσι τῶν ἐν κόσμῳ τινές· Ἕλληνες δὲ δὗτοι, καὶ αἱρετικοί. οἱ μὲν γὰρ, θεοῦ διδόντος ἀνθρώπῳ σοφίαν χαρίζονται δόξαις· τὰ δέ γε τῶν αἱρετικῶν θεομισῆ καὶ ἀνόσια στίφη πολυπλόκων ἐννοιῶν εὑρέμασι καταςίνονταί τινας, καὶ τὸν τῶν ἁπλουστέρων καταστρέφουσι νοῦν, “καὶ παγίδας [*](Hier. v. 26.) “ ἔστησαν διαφθεῖραι ἄνδρας,” κατὰ τὸ γεγραμμένον. οὐκοῦν [*](c) ἄμφω τετιμήκασι τὸν Βάαλ· μόνον δὲ οὐχὶ καθάπερ ἐκ [*](1. αὐτὴ B.F. αὕτη Edd. δέδωκα] Sic B. (Alex. XII.) ἔδωκα Edd. (Vat.) 2. ἔλαιον καὶ] + τὸ F. αὐτὴ B.F. cf. 39. C. infra. αὕτη Edd. (Vat.) 5. κατορθώσει] Β. φράττεσθαι Edd. 27. ἁπλουτέρων Edd.)

56
πλούτου νοητοῦ λαμπρὸν ἀνάθημα προσκομίζουσιν εἰς δόξαν αὐτῷ τὰ περὶ Θεοῦ. καὶ τοῦτο οἶμαι ἐστὶ πνευματ ικῶς εὖ μάλα νοούμενον, τὸ Ἐγὼ δέδωκα τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριόν ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυςᾶ ἐποίησε τῇ Βάαλ. ἀναθετέον οὖν ἄρα Θεῷ [*](5) τὰ αὐτοῦ· τὸν γάρ τοι παντὸς ἡμῖν ἀγαθοῦ δοτῆρα καὶ χορηγὸν καταχρυσοῦσθαι πρέπει δί ὧν ἄν ἔχοιμεν παρ’ αὐτοῦ, κἄν εἰ λαμπρὸς εἴη λόγος, κἄν εἰ νοῦς ἔχων ἐπιτηδείως [*](d) πρὸς τὸ δύνασθαι νοεῖν ἀληθῆ μυστήρια.

Διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τόν σἵτόν μου καθ’ ὥραν αὐτοῦ καὶ τὸν οἰνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμἀτιά μου καὶ τὰ ὀθόνιά μου τοῦ μή κμλύπτειν τὴν ἀσχημοςύνην αὐτῆς· καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρςίαν αὐτῆς ἐναντίον τῶν ἐραστὥν αὐτἠς, καὶ οὐδεὶς οὐ μὴ ἐξελεῖται αὐτὴν ἐκ χειρός μου.

[*](e)

Ὁρᾷς ὅπως ἠπείλησε τὴν ἀφαίρεσιν τῶν κατευφραίνειν εἰδότων, καὶ τοῦτο χρηςίμως. ὥσπερ γὰρ τὸ ἀποτραχύνεσθαι τοῖς σκόλοψι τὴν ὁδὸν αὐτῆς ἐπὶ τὸ ἑλέσθαι φρονεῖν τὰ ἀμείνω παρήνεγκε, παρεσκεύασς δὲ ὥσπερ καὶ οὐχ ἑκοῦσαν εἰπεῖν Ἐπιστρέψω πρὸς τὸν ἄνδρά μου τὸν πρότερον, ὅτι “ καλῶς μοι ἦν τότε ἤ νῦν·” ἔγνω γὰρ διὰ πείρας τὸ τελοῦν εἰς ὄνησιν, καὶ οἷς ἦν ἄμεινον ἐμφιλοχωρεῖν· οὕτως εἰ λάβοιμι τὰ ἐμαυτοῦ, φηςὶ, τότε δὴ πάντωςζητήσει τὸν χορηγὸν, ἀποαύσεται τοῦ δερῖν ἀνάπτειν τοῖς δαιμονίοις τὰ χαριστήρια, οἴεσθαί τε ὅτι θεοὶ κατὰ ἀλήθειάν εἰσιν, ὡς καὶ [*](40 Α. a) ἀναςώζειν δύνασθαι τοὺς ὑπ’ αὐτοῖς γεγονότας. ἐν καιρῷ δὲ λήψεσθαι τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὰ ὀθόνια, φηςὶ, ψευδομένων τάχα που κατὰ καιροὺς τῶν καρπῶν, καὶ ὑστερι- [*](2. αὐτῷ] αὐτῶν Edd. 6. δωτῆρα idd. 14. ἐναντίον F. (Alex. XII.) Cf. infra 507 c. ἐνώπιον Edd. ἐξελεῖται B. (26.al.) ἐξέληται F. (Alex. XII.) 15. ἐκ] + τῆς F. 24. ἀποπαύσεται] καὶ παύσεται Edd. 26. γεγονότας] + καὶ Edd.)

57
ζόντων αὐτοῖς τῶν ὡρίμων· ὡς ματαίους ἀνατλῆναι καὶ τοὺς ἐπὶ γε τῇ γηπονίᾳ πόνους.

Εἰ δὲ δή τις ἕλοιτο νοεῖν, ὅτι σίτου καὶ οἴνου στερηθήσονται κατὰ καιροὺς Ἰουδαῖοι, τῆς μυστικῆς εὐλογίας ἐκπεπτωκότες, συνήσει καλῶς. ὀθόνια δέ φησι, τὴν οἱονεὶ περιστολήν καὶ τὴν ἄνωθεν ἐπικουρίαν, ὑφ’ ᾗ γεγονὼς ἔσται [*](b) τις εὐσχήμων. εἰ δὲ ἔξω φέροιτο, περικαλλὴς μὲν οὐκέτι, πολὺ δὲ δὴ λίαν ἀσχήμων καὶ οἱονεὶ γυμνὸς διατελέσει κατὰ τὸν κόσμον. ὧδε μὲν οὖν τὴν τῶν ὀθονίων νούσεις ἀφαίρεσιν, ὑπέρ γε τοῦ μὴ καλύπτεσθαι τὴν ἀσχημοςύνην αὐτῆς. ἀποκαλύψειν δὲ τὴν ἀκαθαρςίαν αὐτῆς ἐπαγγέλλεται, καὶ τῶν ἐραστῶν αὐτῆς ἐναντιον, κατὰ τοιόνδε τίνα τρόπον; ἐλέγομεν ἀρτίως, ὅτι περιπεσοῦσα τοῖς σκόλοψι, τουτέστι, [*](Supra 37 c. d.) τοῖς ἐκ τοῦ πολέμου κακοῖς, καὶ ταῖς ὅτι μὰλιστα καταπλήττειν δυναμέναις συμφοραῖς, καὶ αὐτῶν ἀμελήσει τῶν ἐν c ὑπολήψει θεῶν, οὐκ ἐν σχολῇ προςάγουσα θυςίας αὐτοῖς, οὔτε μὴν τὰ συνήθη πληροῦν δυναμένη πρὸς δόξαν αὐτῶν· κατακεπτομοῦσα δὲ μᾶλλον ὡς οὐδὲν αὐτῶν ἀπόνασθαι μετὸν, καὶ κατονειδίζουςά πως τὸ ἄναλκι παντελῶς “Ὑπο [*](Supra ver. 7.) “ στρέχω φηςὶ πρὸς τὸν ἄνδρα μου τὸν πρότερον ὅτι καλῶς “ μοῖ ἦν τότε ἤ νῦν.” ὅταν τοίνυν ἀπαμφιέσω μὲν αὐτὴν πης παρ’ ἐμοῦ φηςὶν ἐπικουρίας, περιπεσοῦσα δὲ τοῖς δεινοῖς, [*](d) καὶ τῆς εἰς αὐτοὺς ἀλογήσῃ τιμῆς καὶ ἀγάπης, τότε καὶ αὐτοὶς ἀσχήμων ὀφθήσεται, σαθρῷ καὶ ὀκλάζοντι νῷ διαπτύσασα καὶ αὐτούς. ὅσον γὰρ ἥκεν εἰς τὸ ἐκείνοις ἡδὺ καὶ φίλον, τληπαθῆ μᾶλλον ὁρᾶσθαι χρὴ, καὶ οὐδὲ ἐν αὐταῖς οὖσαν ταῖς ἐσχάταις συμφοραῖς τῶν αὐτοῖς δοκούντων ἐπιλανθάνεσθαι. οὐκοῦν ὅσον ἥκεν εἰς τὸ ἐκείνων θέλημα, καὶ παρ’ αὐτοῖς ἀσχήμων ὁ Ἰσραὴλ, οὕς νενόμικεν εἶναι θεοὺς οὐ μέχρι παντὸς ἀγαπᾶν ᾑρημένος. δοκεῖ δέ μοι φάναι τι [*](e) τοιοῦτον ὁ μακάριος Ἠλάς· “ Ἕως πότε ὑμεῖς χωλανεῖτε [*](3 Reg. xviii. 21.) [*](8 δὲ assumptum ex B. 12. τίνα τρόπον;] Sic correxi. τινα τρόπον Β. Edd. Statim ὅν add. Edd. invite B. 24. ὀκλάζοντι] κολάζοντι idd. 25. ἥκει iid. 28. ἥκει iid.)

58
“ ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι Κύριος ὁ Θεὸς, “ πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βάαλ αὐτὸς, πορεύεσθε “ ὀπίσω αὐτοῦ·” ὅ ἑτέρωθί ξησιν, “ Ἤ Βάαλ, Βάαλ, ἤ Θεῷ “Θεῷ.” ὅτι δὲ οὐδεὶς ἀπαλλάξειε τοὺς ἅπαξ ὑπὸ θείαν γεγονότας ὀργὴν, οὐδ’ ἄν ἐξορθώσειέ τις τὸν κατεῤῥιμμένον παρὰ Θεοῦ, δέδειχεν εἰπὼν, τὸ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου.

[*](41 Α. a 11)

Καὶ ἀποστρέψω πάσας τὰς εὐφροςύνας αὐτῆς, ἑοπρὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτὴς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηζύρεις αὐτῆς.

Οἱ γὰρ ὅλως τοῖς οὕτω σκληροῖς καὶ ἀφύκτοις ἐνειλημμένοι κακοῖς, ὡς καὶ ὑπὸ χεῖρα γενέσθαι βαρβαρικὴ, καὶ ἐν δορικτήτων μοίρᾳ δουλεύειν ἐχθροῖς, πῶς ἄν ἑορτάσειαν ; ἤ ποῖον ἄν ἔχοιεν εὐφροςύνης καιρὸν, οἱ ταῖς οὕτω δριμείαις κατηχθισμένοι φροντίσι, καὶ ἀφορήτοις λύπαις ἐντετηγμένος; [*](b) καίτοι, πῶς οὐκ ἄμεινον ἐκεῖνο νοεῖν, ὡς πρέποι ἄν μᾶλλον τοῖς εἰς τοῦτο ταλαιπωρίας ἐνηνεγμένοις, ἀνακραγεῖν τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας εὖ μάλα παραφωνούμενον “Ἐπὶ “τὸν ποταμὸν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν “ ἐν τῷ μνησθῆναι ἠμᾶς τῆς Σιών.” ἀνεπιτήδευτον δὲ Ib. 4. παντελῶς τὸ ἑορτάζειν ἔχοντες, οὐδὲν ἧττον φαςί “Πῶς “ ᾄσωμεν τὴν ᾡδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας ;” οὐκ ἐφειέντων οἶμαί που τῶν Βαβυλωνίων τὰς νενομισμένας αὐτοῖς λατρείας, καὶ τὰ οἴκοι φίλα τε καὶ ὡς ἐν ἔθει πληροῦν.

[*](c)

Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖ τις Εἰ πρὸς τὸ λατρεύειν εἰδώλοις ἀπονένευκεν ὁ Ἰσραὴλ, πῶς ἄν μὴ καὶ αὐτῶν ἐκπέσοι τῶν κατὰ νόμον ἑορτῶν, σαββάτων τε καὶ νουμηνιῶν; πρὸς δὴ τοῦτο φαμὲν, ὅτι παρώλισθον μὲν τῆς εἰς Θεὸν ἀγάπης, καὶ προσκεκυνήκασι τῷ Βάαλ καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, οὐ [*](5. ὀρθώσειέ Edd. 8. ἑορτάς] τὰς ἑορτὰς F. (Alex.) 13. δορυκτήτων Edd. 15. κατηχθημένοι idd. 19. τὸν ποταμὸν] Sic B. τῶν ποταμῶν Edd. (A.V.) 22. ᾄσομεν Β. ἄσωμεν Edd. (A.V.) 26. Haec ἐκπέσοι τῶν ac cesserunt ex B.)

59
μὴν εὶσάπαν ἀπώσαντο τὰ διὰ Μωυσέως· διετέλουν δὲ μᾶλλον ἐπ’ἄμφω βαίνοντες καὶ σκάζοντες, κατὰ τὴν τοῦ [*](3 Reg. xniii. 21.) προφήτου φωνὴν, ὡς μήτε τῷ Βάαλ ὁλοτρόπως, μήτε μὴν [*](d) τῷ τῶν ὅλων Θεῷ καθαρῶς ἑλέσθαι προσκυνεῖν. οὐκοῦν ἐκπέπτωκεν ἑορτῶν τε καὶ πανηγύρεων καὶ εὐφροσυνῶν καὶ σαββάτων, οὔτε Θεῷ πληροῦν τὰ ἐν νόμῳ συγχωρούμενος, οὔτε μὴν τῷ Βάαλ τὰς ἐν ἔθει πανηγύρεις ἐπιτελῶν.

Ἀληθὲς δὲ καὶ ἑτάρως εἴη ἂν καὶ μάλα εἰκότως, ὅτι τοὺς ἀποφοιτῶντας θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης ὀλιγωρήσααντας, καταστυγνάζειν ἀναγκαῖον, καὶ παντὸς ἔξω διατελεῖν τοῦ κατευφραίνειν εἰδότος·“Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, [*](Es. xlviii. 22; lxvi. 24) “λέγει Κύριος·” οἷς ὁ σκώληξ εἰς αἰῶνα τετήρηται· τοῖς γε e μὴν ἐπιεικέσι, καὶ εὐσεβῆ καὶ φιλόθεον ἔχουσι τὸν σκοπὸν, πρέποι ἂν εἰκότως καὶ τὸ ἐφ' ἅπασι τοῖς ἀγαθοῖς κατευφραίνεσθαι δεὶν· “Εὐφροσύνη γὰρ αἰώνιος ὑπὲρ κεφαλῆς [*](Ib.xxxv.10.) “αὐτῶν,” κατὰ τὸ γεγραμμένον, “ἀπέδρα τε ὀδύνη καὶ “λύπη καὶ στεναγμός·” οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων, “Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, [*](Phil. iv. 4, 5.) “χαίρετε. τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.” ἕψεται γὰρ ὥσπερ τοῖς ἀλιτηρίοις τὸ κολάζεσθαι δεῖν, οὕτω [*](a 42 A.) καὶ τοῖς ἄνωθεν καταπλουτεῖν ἀγαθοῖς, οἷς ἂν γένοιτο σκοπὸς τὸ διαβιῶναι λαμπρῶς.

καὶ ἀφανιῶ ἄμπελον αὐτῆς καὶ τὰς συκάς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά ἐστιν ἅ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ οήσομαι αὖτὰ εἰς ματρύριον, καὶ καταφά(??)εται αὐτὰ τὰ θηρία τοῦ ἀ(??)ροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑπετὰ τῆς, (??)ῆς.

Τοῦτο δὴ πάλιν ἑτέρως ἔστιν εἰπεῖν, τὸ “Ἀφελοῦμαι τὸν b Supra ver. 9 “σῖτόν μου καθ᾿ ὥραν αὐτοῦ, καὶ τὸν οἶνόν μου ἐν καιρῷ “αὐτοῦ.” ἐπειδὴ γὰρ τὰς τῶν ὡρῶν εὐκαρπίας ταῖς τῶν δαιμονίνω δυνάμεσι καὶ φιλοτιμίαις προσνέμων ὁ Ἰσραὴλ, [*](13. φιλόθεον] τιμόθεον Edd. 25. τὰ om. iid.)

60
καὶ ἀβουλότατα δρῶν, αὐτοῖς ἀνετίθει τὰ χαριστήρια, καὶ οὐχὶ μᾶλλον Θεῷ, ταύτῃτοι φησὶν ὡς ἀφανιῶ καὶ καταφθερῶ τὰ δἰ ὧν ἐκείνη χειρόνως πεπλάνηται, μεμισθαρνηκέναι λέγουσα παρὰ τῶν ἰδίων ἐραστῶν, καὶ πεποίηται μὲν ἀστείως ὡς [*](c) ἐπὶ μαχλώσης γυναικὸς ὁ λόγος, ὡς τό γε μὴν κατὰ ἀλήθειαν ὁ Ἰσραὴλ, ὅτι μισθὸς αὐτοῖς καὶ ἀντέκτισις τῆς εἰς τὰ εἴδωλα τιμῆς καὶ λατρείας, τὸ τῶν ὡρίμων ἀμφιλαφὲς καὶ τὸ εὐκάρπῳ περιτυγχάνειν τῇ γῇ. ὅτι δὲ καὶ τῆς ἄλλης ἁπάσης αὐτοῖς εὐθυμίας παρακεῖσθαι τὴν μέθεξιν ταύτης ἕνεκα καὶ μόνης ᾤοντο τῆς αἰτίας, εἰδείη τις ἂν καὶ μάλα ῥᾳδίως τοῖς Ἰερεμίου λόγοις ἐντυχών, ἑάλω μὲν γὰρ τὰ Ἱεροσόλυμα, διαπεφευγότες δέ τινες τοῦ πολέμου τὴν ἀκμὴν, κατέβησαν εἰς τὴν Αἰγυπτίων, καὶ σὺν αὐτοῖς ὁ προθήτης κατὰ θείαν [*](d) ὀμφήν. ἐκεῖσε γοῦν συνεβούλευε λέγων τῶν τῆς εἰδωλοκατρείας παύσασθαι μολυσμῶν, καὶ παλινδρομεῖν ἑλέσθαι πρὸς Θεόν. εἶτα γυναίων ἀθλία τε καὶ ἀνουστάτη πληθὺς τὴς τοῦ προφήτου πάλιν ἀντεθέροντο λόγοις, καὶ δὴ καὶ [*](Hier li. 16–18.) ἔφασκον ἀναιδῶς “Τὸν λόγον ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ “ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου, ὅτι ποιοῦσαι ποιή- “σομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος “ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐπανοῦ καὶ σπένδειν αὐτῇ “σπονδὰς, καθὰ ἐποήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ [*](e) “ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα “ καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγε- “ νόμεθα χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν. κὰι ὡς διελίπομεν “ θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες “ ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν θυμῷ ἐξελίπομεν.” συνίης οὖν ὅπως μονονουχὶ καὶ ἀντέκτισιν τοῦ πεπλανῆσθαι φησὶν ἐσχηκέναι τὰ ζωαρκῆ, καὶ πρὸς γε δὴ τούτῳ τὸ εὐημερεῖν; [*](43 A. a) αφανιῶ τοιγαροῦν φησὶν ἅ εἶπε Μισθώματά μου ταῦτά ἐστιν, ἃ ἔδωκάν μοι οἱ ἐραστί μου, καὶ θήσομαι αὐτὰ εἰς [*](8. εὐκάρῳ] εὔκαρπον Edd. 14 τῶν assumptum ex B. 31. θήσομαι] θήσομεν Edd. Statim καὶ add. iid.)
61
μαρτύριον. καταμαρτυρήσει γὰρ ὥσπερ τῆς τοῦ Ἰσραὴλ μοχθηρίας ἀφῃρημένα ταυτῖ, καὶ τὴν δίκην αὐτοῖς ἐπισημοτέραν ἐργάσεται, καὶ καταφανῆ ποιήσει τὴν ὀργήν. ἔδεται δὲ αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐπανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς. νοοῖτο δ'ἂν οὐ καθ᾿ ἕναα ταυτὶ δὴ τρόπον, τριχῆ δὲ μᾶλλον τὰ ἐκ τοῦ σημαινομένου ληφθήσεται. ἢ γὰρ ἐκεῖνο φησὶν, ὅτι θηρίων ἔσται τροφὴ τὰ ἐν [*](b) ἀγροῖς, ὡς οὐκ ὄντος ἔτι τοῦ κατοικοῦντος τὴν γῆν, διὰ τοῦ τὸ πλείστους μὲν ὅσους οἴκων τε καὶ πόλεων ἐκσεσοβημένους ἀποδραμεῖν οὐχ ἑκόντας εἰς Βαβυλῶνα καὶ Μήδους, δεδαπανῆσθαι δὲ τῷ πολέμῳ καὶ ἑτέρους ὅσους, ὡς ὑπὸ μόνων ἤδη τῶν θηρίων τε καὶ ἑρπετῶν τῶν Σαμαρειτῶν οὐκεῖσθαι χώραν, ἤγουν ἐκεῖνο πάλιν, ὅτι τῆς χώρας τὴν εὐκαρπίαν οἷά τινες θῆρες οἱ Βαβυλώνιοι θοινήσονται, τῶν ἐνοικούντων τὴν γῆν ταῖς τετειχισμέναις τῶν πόλεων ἐνισχημένων, καὶ οὐδὲ ὅσον εἰπεῖν ἐπέκεινα πυλῶν ἰέναι τολμώντων, καίτοι καταφθείροντος [*](c) τοῦ λιμοῦ. Εἰ δέ τῳ δοκεῖ συνιέναι πνευματικῶς, καὶ δι᾿ ἑτέρας ἂν ἴοι τρίβου. ἀμπελῶνι μὲν γὰρ καὶ συκῇ παρεικαστέον εὖ μάλα τὴν διὰ νόμου παίδευσιν ἀποκομίζουσαν εἰς Χριστόν. παιδαγωγεῖ [*](Gal. iii. 24.) δαγωγεῖ γὰρ εἰς τοῦτο κατὰ τὴν τοῦ μακαρίου παύλου φωνήν. καὶ ἄμπελος μὲν εὐφρασίας ἂν νοοῖτο σύμβολου, γλυκύτητος δὲ συκῆ. ὅτι δὲ ψυχῇ φιλοθέῳ γλυκὺς ἀληθῶς ὁ τοῦ Θεοῦ νόμος καὶ κατευφράιενιν εἰδὼς, πῶς ἂν ἐνδοιάσειέ [*](d) τις; οὐκοῦν ἀμέτοχος μὲν ὁ Ἰσραὴλ ἀπομεμένηκεν ἀναγκαίως τῶν ἄνωθεν καὶ πνευματικῶν ἀγαθῶν· δέδονται δὲ πρὸς μετάληψιν τοῖς οἱονεὶ θηρίοις τε καὶ ἑρπετοῖς, φημὶ δὴ τοῖς ἐξ ἐθνῶν, οἳ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὀλίγα διενεγκεῖν θηρῶν τε καὶ ἑρπετῶν ἰοβόλων ὑπονομηθεῖεν ἂν, διὰ τὴν σκαιότητα τῶν τρόπων. πλὴν οὐ μεμενήκασιν ἐν τούτοις, ἀκολουθεῖν ᾑρημένοι λέγοντι τῷ Χριστῷ, “Μάθετε ἀπ᾿ ἐμοῦ, [*](e S. Matth. xi. 29.) [*](8. τοὺ τὸ] Sic edidi. τοῦτο B. τὸ Edd. 12. τῶν prius assumptum ex B. 13. τὴν assumptum ex B. 28. τοῦ assumptum ex. B.)
62
“ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνά- “παυσιν ταῖς ψυχαῖς ὑμῶν.” προσθείην δ᾿ ἂν ἔγωγε τοῖς εἰρημένοις καὶ τόδε· ὡς ἔστιν ἀνάγτκη τοῖς τὸν ἐπάρατον καὶ θεομισῆ τρίβουσι βίου, καὶ ἀπολισθῆναι δεῖν παντὸς ἀγαθοῦ, καὶ ἐν ταῖς ἁπασῶν ἐσχίαταις γενέσθαι ταλαιπωρίαις.

Καὶ ἐκδικήσω ἐπ᾿ αὐτὴν τὰς ἡμέρας τῶν Βασλεὶμ, ἐν αἶς ἐπέθυεν [*](44 Α a) ἐν αὐτοῖς, καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καθόμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέζ(??)ει κύριος.

Ἐπιφέρει πάλιν εὐθὺς τῆς οὕτω δεινῆς, μᾶλλον δὲ καὶ λίαν πρεπωδεστάτης αὐτοῖς ἀγανακτήσεως τὴν αἰτίαν. ἐπειδὴ γὰρ μακροὺς ἐν τῷ πεπλανῆσθαι διατετελέκασι χρόνους, ἐν ἴδαις καιρῶν παρατάσεσι, φησὶν, ἕξουσι τὴν ὁργήν. τοῦτο οἶμαι ἐστὶ τὸ ἐκδικήσω ἐπ᾿ αὐτὴν τὰς b ἡμέρας τῶν Βααλεὶμ, τουτέστι τῶν εἰδώλων. ἰσομοιρήσει γὰρ πάντως φησὶ ταῖς πλανήσεως ἡμέραις, ἐν αἷς ἐθυμία τῇ Βάαλ, τὰ ἐκ ποινῆς τε καὶ δίκης. οὐ γὰρ διαλέποιπεν ὡραϊζομένη, καὶ τοῖς ἑαυτοῖς ἐρασταῖς ἁνδάνουσα πολυτρόπως. κόσμος δὲ ψυχαῖς εἰδωλολατρεῖν ᾐρημέναις, τὸ ἐκεῖνα πληροῦν, ἃ τοῖς ἀκαθάρτοις δαιμονίοις δοκεῖ. ὥσπερ γὰρ ἀπόβλεπτον εἶναί φαμεν ἀνθρώπου ψυχὴν, ᾗπερ ἂν ὁρῷτο προσὸν τὸ διαπρέπειν ἐν ἀρεταῖς· οὕτω καὶ ψυχὴν c τὴν θιλαμαρτήμονα ταῖς τῶν δαιμονίων ἀγέλαις ὑποτοπητέον εἶναι περικαλλῆ, φρονεῖν τε καὶ δρᾶν ἑλομένην πᾶν ὅτι ἐστὶν ἡδύ τε αὐτοῖς καὶ φίλον. παρεικάζοιτο δ᾿ ἂν ἡ τοιαύτη ψυχὴ γυναικὶ τοὺς τρόπους οὐκ ἀγαθῇ, ἣ καὶ ἐξιτήλως χρυσαΐζεται· μόνον δὲ οὐχὶ καὶ τοῖς εἰς ὠτία καὶ δέρην κοσμήμασι τὴν τῶν ἐρώντων αὐτῆς καταγοητεύει καρδίαν. σεμνύνει δὴ οὖν ἄρα τοὺς πονηροὺς πᾶν εἶδος ἀκαθαρσίας. ὅτι δὲ. οἷς ὁ σκοπὸς πρὸς ἐκεῖνα βλέπειν, τούτοις ἂν εἴη σύνηθές τε καὶ ἀναγκαὶον τὸ καὶ αὐτῆς ἀπολισθεῖν τῆς τοῦ Θεοῦ μνήμης, [*](7. ἐν assumptum ex B. (42, 62, 86, 147.))

63
δέδειχεν εἰπών ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος, ἐπειδὴ γὰρ d κατηῥῥώστησε τὸ προσκεκλίσθαι φησὶ τοῖς δαιμονίοις, μᾶλλον δὲ καὶ ὁλοτρόπως ἀποφοιτᾶν τῆς εἰς τὸ ἀγαθὸν ἐφέσεώς τε καὶ προθυμίας, καὶ αὐτῆς ἀπώλισθε τῆς τοῦ Θεοῦ μνήμης· τοῦτο δέ ἐστι τῆς εἰσάπαν δυσσεβείας ἀπόδειξις ἐναγρής.

Διὰ τοῦτο ἰδοὺ ἐ(??)ὼ πλανῶ αὐτὴν καὶ τὰξω αὐτὴν εἰς ἔρημον.

Ἐπειδὴ γάρ φησιν αὕτη μὲν ἐξώκειλε πολυτρόπως, ἐζήτησα δὲ καὶ λίαν ὀρθῶς τῆς ἀποστασίας τὰς δίκας· [*](e) “ἐκδεδίκηκα γὰρ ἐπ᾿ αὐτὴν τὰς ἡμερας τῶν Βααλεὶμ,” καὶ [*](Supra ver. 13.) ἰσοπαλῆ τοῖς πταίσμασιν ἐπενήνοχα τὴν ὀργήν· ταύτῃ τοι λοιπὸν ἔλεον μεταστήσομαι, καὶ πρὸς τὸ ἄμεινον μετακομιῶ, πρός τε τὸ δυνάσθαι πληροῦν τὰ δι᾿ ὦν ἂν γένοιτο θεοφιλής. τίς δὴ οὖν ἄρα, φησὶν, ὁ τὴς ἀκέσεως ἔσται τρόπος; ἰδοὺ ἐγὺ πλανῶ αὐτὴν. οὐκ ἀπό γε τοῦ ἀναγκαίου καὶ χρησίμου πρὸς ζωὴν πρὸς τὸ μὴ οὕτως ἔχον, [*](α 45 Α.) ἀλλ᾿ ἐκ τῶν αἰσχιόνων καὶ ἀδικεὶν πεφυκότων ἐπὶ τὸ τελοῦν ἐις ὄνησιν. ὥστερ γὰρ ἐξ ἀρετῆς εἰς φαυλότητα πλανᾶται ψυχή· τὸν αὐτὸν οἶμαι τρόπον ἐκ τῶν τῆς φαυλότητος τρόπων ἀνόπιν ὥσπερ ἰοῦσα, μονονουχὶ πεπλανῆσθαι δόφειεν ἂν, τοῦ ἰδίου σκοποῦ παρενηνεγμένη, καὶ τρίβον οὐκέτι τὴν προτεθεῖσαν διάττουσα. καὶ ὥσπερ αὐτῆς αἱ ὁδοὶ χρησίμως τοῖς σκόλοψιν ἀνεφράττοντο, ἵνα μὴ καταλάβῃ τοὺς αὐτῆς ἐραστὰς, οὕτω καὶ νῦν οἱονεί πως τρέχουσα κατὰ πρανοῦς εἰς [*](b) ὄλεθρον καὶ ἀπώλειαν, ἐλέῳ Θεοῦ πλανᾶσθαι δοκεῖ, μεθισταμένη πρὸς ἔφεσιν ἀρετῆς, καὶ τὴς ἀληθοῦς θεογνωσίας εἰς νοῦν καὶ καρδίαν δεχομένη τὸ φῶς, καὶ τὴν ἀρχαίαν, ὡς ἔφην, οὐκέτι τρίβον εὑρίσκουσα. ἰστέον δὲ, ὅτι τὸ πλανῶ αὐτὴν, τοῖς ἑτέροις ἑρμηνευταῖς εἴρηται μὲν ἄλλως· πλὴυν, εἰς ἅνα καὶ τὸν αὐτὸν ἀποπεραίνεται νοῦν, ἐκδεδώκασι γὰρ, οἱ μὲν, Ὅτι ἰδοὺ ἐγὼ ἀποφερω αὐτήν· οἱ δὲ, Ὅτι ἀπατῶ αὐτήν, [*](2. τὸ προσκεκλίσθαι] τῷ προσκεῖσθαι Edd. 6 ἐις correxi ex B. εἰς b ὡς ὡς Edd. (A. V.) (εἰς XII. manu prima.) 11. ἔλαιον Edd. 22. αὐτῆς] ἑαυτῆς Cod. Mosq. 208. αὑτῆς Pont.)

64
έτεροτρόπως, ὡς ἔφην, αὐτὸ δὴ τοῦτο σημαίνοντες, τὸ [*](c) πλανῶ φημὶ χρηςίμως ωοούμενον. βάσιμον δὲ οὖσαν, καὶ οἶον εὔθδρον γῆν ταῖς τῶν δαιμονίων ἀγέλαις, τάξειν εἰς ἔρημον ἐπαγγέλλεται, διδάσκων ὅτι σκληράν τε καὶ ἀστιβῆ καὶ ἄνυδρον ἀποφανεῖ τοῖς ἐκείνων θελήμασιν, ὡς ἀναπαύ- λης οὐδένα λοιπὸν εὑρίσκντας τόπον, καὶ παραιτεῖσθαι καὶ ἀποφοιτᾶν.

Οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὸ ἐξελθὸν ἀκάθαρτον πνεῦμα ἐκ τοῦ ἀνθρώπου διέρχεσθαί φησι δἰ [*](S. Matth. xii. 43.) ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκειν. ὥσπερ [*](d) γὰρ ἀνθρώποις οὐκ οἰκήσιμος ὁ ἅνυδρος χῶρος· οὕτω καὶ ἀκαθάρτοις πωεύμασι πονηρὰ καὶ ἀπηχθημένη καὶ οἶον ἄβα- τός τε καὶ ἄνυδρος γῆ νοοῖτ’ ἂν εἰκότως ἡ θεοφιλὴς καὶ ὁσία ψυχὴ, καὶ τὰ ἐκείνοις καθ’ ἡδονὴν, ἢ φρονεῖν ἢ δρᾶν οὐκ ἀνεχομένη. ἐπικουρίας οὖν ἄρα τρόπος ἡ ἐνθάδε λεγομένη πλάυγσις, καὶ μὴν καὶ τὸ εἰς ἔρημον κατατάττεσθαι γῆν· κατά γε τοῦς ἀρτίως ἡμῖν εἰρημένους λόηους.