In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε ὅτι αὕτη οὐ ??υνή μου, καὶ ἐ??ὼ οὐκ ἀνὴρ αὐτῆς.

Προειρηκὼς ὅτι καὶ ἀπόβλητος ἕσται δικαίως ὁ Ἰσραὴν, κεκλήσεται δὲ πρὸς τούτῳ καὶ Οὐ λαός· καὶ μὴν ὅτι καὶ ἡ [*](e) καὶ σφόδρα εἰκότως· εἶτα τούτοις ἐπενεγκὼν, καὶ οὐκ εἰς μακρὰν, τὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐσομένην ἐπιστροφὴν διὰ πίστεως εἰς Χριστὸν, διά γε τοῦ φάναι, “Καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ [*](Supra i. 11.) “ἐπιτοαυτὸ, καὶ θήσονται ἐαυτοῖς ἀρχὴν μίαν,” ἅπασάν τε ἀπ’ ἀρχῆς μέχρι τέλους τὴν οἰκονομίαν ἀφηγησάωενος, μέτεισι λοιπὸν ἐν τούτοις ἐπὶ τὸ γυμνοῦν τὰ ἐγκλήματα τῶν ὁσίως ἁποβεβλημένων, καὶ τὰ ἐφ’ οἶς αὐτοὺς ἐκεῖνα παθεῖν [*](a 32 A.) συμβέβηκεν εἰς μέσον ἄγειν σαφῶς. τοιγάρτοι φησὶ πρὸς τοὺς ἠλεημένους μὲν καὶ εἰσδεδεγμένους καὶ εἰς λαὸν γεγονό- τας θεοῦ, πλὴν οἶά τινος πορνης ἐδπεφυκότας τῆς Συνα- γωγῆς, Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε. εἰ γὰρ δὴ βούλεσθε, φησὶν, ἀναμαθεῖν τὰς αἰτίας, ἐφ’ αἶς οὐ λαός μου, καὶ οὐκ ἠλεημένη γεγόνατέ τε καὶ κέκλησθε κατά γε τοὺς χρόνους τοὺς πρὸ τῆς ἐπιστροφῆς, οὐκ ἐμὲ γεγονότα [*](b) περὶ ὑμᾶς ἀπηνῆ καὶ ὀλίγωρον εἰς φιλοστοργίαν εὐρήσετε· κρίθητε δὲ πρὸς τὴν ἑαυτῶν μητέρα, ὅτι μὴ σέσωκεν ἀγάπης [*](1. τοῦ αὐτοῦ &c. B.D. 3. αὐτὴ F. 6.ἡ om. D. 9. ἐν om. D. 12. ἅπαντες ὥσπερ (sic) pro ἅπασάν τε D. 23. εἰς φιλοστοργίαν] τῆς φιλοστοργίας D.)

46
τῆς εἰς ἐμὲ τὸ γνήσιον, ἠρνήσατο δὲ τὴν οἰκειότητα· καὶ ὀλίγου παντελῶς ἠξίωσε λόγου τῆς πρὸς ἐμὲ πνευματικῆς κοινωνίας τὴν καθαρότητα· οὐκ ἠθέλησέ τε τοὺς τῶν ἐμῶν θελημάτων ὠδίνειν καρποῦς. αὕτη γέγονεν οὐ γυνή μου, κἀγὼ διὰ τοῦτο λοιπὸν οὐκ ἀνὴρ αὐτῆς· οὐκ ἐμοὶ τέτοκεν [*](c) ὑμᾶς, ἀλλ’ ἑτέροις· ἦ γὰρ ἂν ἐπέγνων τοὺς ἐμούς· οὐ βραδὺς εἰς ἔλεον ὁ Φύσει πατήρ, ὀκνεῖ δὲ εἶναι χρηστὸς ἐπὶ νόθῃ γονῇ. καὶ ταῦτα μὲν ἴσως φαίη τις ἂν ὡς ἐκ προσώπου τοῦ Φεοῦ· λογιεῖται δὲ αὖ, καὶ περινοήσει καλῶς, ὅτι τετραμμένης τῆς Συναγωγῆς εἰς ἀποστασίαν τὴν ἀπὸ Θεοῦ, καὶ τὴν τῶν δαιμόνων λατρείαν ἀνθῃρημένης, μόνον δὲ οὐχὶ πόρνης οὔτε φιλόθεοι καθαρῶς καὶ ἐρηρεισμένως, οὔτε μὴν ἐπιεκεῖς τοὺς τρόπουνς· ἐντγεθραμμένοι δὲ μᾶλλον τοὶς ἤφεσι [*](d) τῶν γεγεννηκότων, ἀφυλάκτως ᾒεσαν ἐπὶ τὰ λυποῦντα Θεόν· τοῦτο μὲν θύοντες τῷ Βάαλ, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· τοῦτο δὲ καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας ἀπερισκέπτως διάττοντες. αἰτιάσονται δὴ οὖν, καὶ σφόδρα εἰκότως. τὴν ἑαυτῶν μητέρα, καὶ οὐχὶ δὴ μᾶλλον τὸν φιλάρετόν τε καὶ πάναγνον ἀληθῶς Δεσπότην, ὃς σύνοικον ἔχειν οὐκ ἀξιοῖ τὴν πεπορνευμένην. νοητὸς δὲ πάντως τῆς πορνείας ὁ τρόπος, κἂν εἰ λαλοῖτο σωματικῶς.

[*]()

Καὶ ἐξαρῶ τήν πορνεἰαν αὐτῆς, ὅπως ἄν ἐκδύσω αὐτὴν γυμνὴν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέραι γενέσεως αὐτῆς.

Τοῖς ἀπὸ γνώμης ἰδάς οὐκ ἐπιστρέφουσι πρὸς Θεὸν, οὔτε μὴν ἀνεχομένοις τὰ αὐτῷ δοκοπυντα πληροῦ, ἀλλὰ τῆς οὐκ οἶδ’ ὅπως τετιμημένης αὐτοῖς φαυλότητος ἀπρὶξ ἡμμένοις, [*](2. που post ὀλίγου add. Edd. invitis B. D. 3. τε om. D. 6. ἡμᾶς (sic) D. ἦ D. ἢ Edd. 8. τοῦ om. D. 11. ἀνθῃρημένης] ἀνῃρημένης Edd. 18. δὴ οὖν D. δὲ Edd. 21. νοητὸς] νοητῶς iid. 23. ἐκ] ἀπὸ F. 24. τῆς] τοῖς Edd. 25. ἠμέραι B. F. Edd. Ἡμέρα D. (A. V.) 27. τῆς] τοῖς Edd. 28. τετιμημένοις (sic) D.)

47
ποινὴ καὶ κόλασις ἐπινοεῖται τις, ἐφ’ ὅπερ ἦν ἄμεινον ἐξ ἰδίας φέρεσθαι γνώμης, ἐπ’ αὐτὸ δὴ τοῦτο μετατιθεῖσζα [*](a 33 Α.) λοιπὸν, ὡς ἐξ ἀνάγκης καὶ φόβου. ὅνπερ γὰρ τρόπον τῶν ἐν τοῖς σώμασι τραυμάτων τὰ δυσχερῆ καὶ δυσμεταχείριστα, κἂν εἰ μὴ ταῖς τῶν φαρμάκων δυνάμεσιν εἴκοντα δέχοιντό τινα τὴν εἰς τὸ ἄμεινον μετατροπὴν, ἢ σιδήρῳ τ΄ρμενται, τῆς τῶν ἰατρῶν ἐμπειρίας εἰς τοῦτον καλούσης τῆς ἐπικουρίας τὸν τρόπον,, ἤγουν νικᾶται πυρί· οὕτω καὶ ἀνθρώπου ψυχὴ πολὺ διανεύσασα πρὸς ἀπόστασιν τὴν ἐξ ἀγαθῶν, κἂν εἰ μὴ b παῖς τῶν νουθετούντων εἴκοι φωναῖς, μήτε μήν ἕλοιτο μεταφοιτᾶν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, νικᾶται ταῖς δίκαις, καὶ τοῖς τῆς κολάσεως ἐναλοῦσα βρόχοις, ἀναγκαίαν ποιεῖται τὴν ἐπιστροφήν· ὁποῖόν ἐστι τὸ δια φωνῆς Ἱερεμίου “Πόνῳ [*](Hier. vi. 7, 8.) “ καὶ μάστιγι παιδευθήςῃ Ἱερουσαλήμ.” ψάλλει δέ τι τοιοῦτον καὶ ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν ἠγαπηκότων τὸ πολὺ δὴ λίαν ἄγεσθαι πρὸς τὸι πλημμελεῖν , “ Έν κημῷ καὶ [*](Ps. xxxi. 9.) “χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων “ πρὸς σέ.” τὰ γάρ τοι σκληρά τε καὶ ἀστοιχείωτα τῶν [*](c) ἀλόγων ζώων χαλινοῖς περιτ ρέπουσιν εἰς τὸ εὖ ἔχειν δοκοῦν οἱ πωλοδαμνεῖν εἰωθότες· οὕτω καὶ Θεὸς χρη σίμως προσφέπεται τοῖς σφόδρα φιλαμαρτήμοσιν. οὐκοῦν συνεβούλευον μὲν τῇ Συναγωγῇ προφῆται καὶ δίκαιοι τῆς τῶν εἰκδώλων ἀποφοιτῆσαι λατρείας, καὶ τῆς οὐκ οἶδ’ ὅθεν ἐξηυρημένης ἀποσχέσθαι πλάνης. καὶ οὐ μέχρι τούτων· ἀλλὰ καὶ αὐτὸς 25 ἠπείλει Θεὸς ἐπιθήσειν αὐτοῖς τὰ πάντων αἴσχειστα τῶν κακῶν, εἰ μὴ ἕλοιντο παλινδρομεῖν εἰς τὸ φρονεῖν τε καὶ δρᾶν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα. οἱ δὲ ἦσαν ἔτι δεινοί τε [*](d) καὶ ἀτεράμονες, καὶ τὴν διάνοιαν ἀκαμπεῖς. ταύτῃτοι δορίληπτοι γεγονότες εἰς Ἀσσυρίους καὶ Μήδους, μακροὺς δια- [*](1. ἐπινοεἲται τις, ἐφ ’ ὅπερ] Sic correxi. ἐπινοεῖται τίς; ἐφ’ ὅπερ Β. ἐπινοεῖται. τίς; ἐφ’ ὅπερ Edd. Deest interpunctio in D. 2. μετατιθεῖσα] μετατεθῆναι iid. 6. εἰς τὰ ἀμείνω D. 12. ἐναλοῦσα βρόχοις] ἐνδοῦσα τρόποις D. 14. παιδευθήσῃ] Sic correxi ex D. παιδευθείςῃ Edd. 16. δὴ om. D. 18. τε om. D. 21. Hoc σφόδρα assumpsi ex D. τοῖς σφρόδρα (sic) φιλαμαρτήμοσι χρησίμως προσφέρεται D. 23. ἐξευρημ. D. 26. παλινδρομῆσαΙ D. 28. δορύληπτοι Edd.)
48
τετελέκασι χρόνους. οὗ γεγονότες, καὶ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, ἔθυον μὲν ταῖς δαμάλεσιν οὐκέτι· πῶς γὰρ, ἢ πόθεν; οἱ δὲ ἦσαν ἐν ἀφύκτοις ἄδη κακοῖς· ἀλλ’ οὐδὲ αὐτὸν ἐπεκαλοῦντο τὸν Βάαλ· διετέλουν δὲ μᾶλλον, τὰς ἑαυτῶν ἀνοιμώζοντες συμφοράς. τοῦτό τοι φησίν ὁ [*](e) τῶν ὅλων Δεσπότης, Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτης. οἰχήσεται γὰρ αἰχμάλωτος, φησί, καὶ οὐκ ὄψομαι θύουσσαν ἔτι τῷ Βάαλ, οὔτε ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐπιτελοῦσαν ὁλοκαυτώματα, ἐκ πολλῆς ἄγαν ἀγερωχίας μονοουχὶ καὶ ἀπογυμνοῦσαν τοῖς ἐρασταῖς τοὺς μαστούς· ἐφησθήσομαι δὲ μᾶλλον ἀλυούςῃ τε καὶ ταλαπωρουμένῃ, καὶ ἀνήκεστον ἐχοὐσῃ συμφορὰν, ἐν γῇ οὐκ ἰδίᾳ, [*](34 Α. a) καὶ ὑπὸ δεινοῖς καὶ πικροῖς γεγενημένῃ δεσπόταις. ἐποίσω δὲ ταῦτα, τῆς ἐμῆς ἐπικουρίαζας ἀπογυμνώσαςα αὐτῆν, καὶ ἀσχήμονα καταλελοιπὼς, ὡς ἐν οἷς ἦν ἐν ἀρχαῖς ὁρᾶσθαι γεγενημένην, ὅτε τὸν τῆς Αἰγυπτίων πλεονεξίας ἀχθοφοροῦσα ζυγὸν, γυμνὴ διετέλει τῆς παρὰ ἐμοῦ χάριτός τε καὶ ἀγάπης, καὶ σοφίας νομικῆς. οὐκοῦν εἰς ὑποστροφὴν, καὶ ἀνόπιν ὥςπερ ἰοῦσα κπάλιν ἐν οἷς ἦν, γέγονεν ἡ Συναγωγὴ, τῆν μεταξὺ τιμήν τε καὶ τε καὶ δόξαν ἐξ άμαθίας ζημιουμένη.

[*](b)

Tοῦτο καὶ αὐτὸς ἡμᾶς ἐδίδασκεν ὁ Σωτὴρ, λέγων “ Ὅταν [*](S. Math. xii. 43–45.) “ δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρ “ χεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑ- “ ρίσκει. τότε λέγει, ἐπιστρέψω εἰς τὸν οἰκόν μου ὅθεν “ ἐξῆλθον. καὶ ἐλθὸν εὐρίσκει σχολάζοντα, σεσαρωμένον “ =καὶ κεκοσμημένον. τότε πορεύεται, καὶ κπαραλαμβάνει “ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα “ κατοικει ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου “χείρονα τῶν πρώτων· οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ τῇ [*](2. οὐκ ἔτι ταῖς δαμάλεσι inverso ordine D. 3. οἵδε D. ἤδη accessit ex D. 5. τοι om. D. 7. μασθῶν D. 8. οἰχήσονται γὰρ αἰχμάλωτοι D. 10. ἐπιτελοὺσαν D. ἔιτ τελοῦσαν Edd. καὶ post ὁλοκ. add. iid. invite D. 12. μασθοὺς semper D. 14. ὑπὸ δεινοὺς καὶ πικροὺς γεγ. δεσπότας D. 23. διέρχεται] καὶ ἔρχεται D. 25. ἐπιστρέψω post μου transp. D.)

49
“ πονηρᾷ.” ἔτι μὲν γὰρ ἐν Αἰγύπτῳ διατρίβουσι τοῖς ἐξ [*](c) Ἰσραὴλ, ἐνῲκησεν ὡς εἰδωλολάτραις τὸ πνεῦμα τὸ πονηρὸν, ἀλλ’ ἐκβέβληται μεταξύ· κέκληνται γὰρ εἰς θεογνωσίαν διὰ Μωυσέως. ἐπειδὴ δὲ γεγόνασι κυριοκτόνοι, καὶ μυρίοις ὅσοις ἐγκλήμασιν ἔνοχοι, γέγονεν αὔτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων, δαιμονίων ἀγέλης, οὐχ ἑνὸς ἔτι μόνου κατοικούσης ἐν αὐτοῖς. τῆς γὰρ οὐρανίου χάριτος τὴς περιστολήν ἀποβαλοῦσα ψυχὴ, πάντητε καὶ πάντως εὐάλωτος ἔσται τῷ σατανᾷ.

Καὶ θήσομαι αὐητὴν ὡς ἔρημον, καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον, [*](d) καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει, καὶ τὰ τέκνα αὐτῆς οὐ μ\]η ἐλεήσω, ὄτι τέκνα κπορνείας ἐστίν. ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῂσχυνεν ἡ τεκοῦσα αὐτά.

Ἄκαρπον ἔσεσθαί φησι τὴν πεπορνευμένην, ξηρὰν καὶ ἀκανθοτόκον, διψάδα καὶ ἄνυδρον, οὐχ ὑδάτων τάχα που τῶν γηΐωνων ἐστερημένην, ἀλλὰ τῆς ἄνωθεν καὶ ἐξ οὐ ρανοὺ πιότητος, τουτέστι τῆς διὰ τοῦ Πνεύματος χορηγίας, ἢν ἑκάστῃ σοφῇ τε καὶ ἀγαθῇ διανέμει ψυχῇ. ψάλλει γὰρ που πρὸς e Θεὸν, καὶ φησιν ὁ μακάριος Δαυείδ “Οἱ δὲ υἱοὶ τῶν [*](Ps. xxxv. 8– 10.) “ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου, καὶ τὸν χειμάῤῥουν “τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. ὅτι παρὰ σοὶ πηγὴ “ζωῆς.” ἄξιοι δὲ τῆς οὕτω σεπτῆς καὶ ἀμφιλαφοῦς χορηγίας γίας εἶεν ἂν οἱ γνήσιοι καὶ βεβιωκότες ὁρθῶς, καὶ ἀγάπης τῆς εἰς Θεὸν προθέντες οὐδέν· τὴν δέ γε πεπορνευμένην καὶ εἶεν ἂν οἱ γενήσεσθαι, καὶ μὴν καὶ ἐν δίψει τερνήξεσθαι [*](a 35 Α.) λέγει. καὶ τοῦτο οἶμαι ἐστὶ τὸ διὰ φωνῆς ἑτέρων προφητῶν [*](1. ὅτι pro ἔτι D. 2. ἐνῲκηκεν D. 5. ὅσοις assumptum ex D. 6. μόνου om. D. 10. ὡς] Sic D. F. (Alex. XII). εἰς Edd. (Νeutrum habet Vat.) 12. ὅτι τέκνα πορνείας ἐστιν Om. B. αὐτῶν] + καὶ F. Edd. καὶ om. B. D. (A. V.) 16. καὶ assumptum ex B. D. b. 18. καὶ πρὸς Θεὸν inverso ordine D. Statim Φησιν om. D. 21. τοῦ assxumptum ex D. Cf. in Es. 914 A. (ab Holmes. et Pars. cit.). 25. καὶ ἄνυδρόν τε γενήσεσθαι] Sic D. ἄνυδρον γεγενῆσθαι Edd. 26. δίψει] δίψη Edd.)

50
[*](Amos viii. 11, 12.) περὶ αὐτῆς εἰρημένον· ὁ μὲν γὰρ ἔφασκεν, “ Ἰδοὺ ἡμέραι “ ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν· “ οὐ λιμὸν ἄρτου, οὐδε δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι “ λόγον Κυρίου· καὶ ἀπὸ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδρα- “μοῦνται, ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν·” [*](Hier. vi. 7, 8.) Ἱερεμίας δὲ πάλιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Πόνῳ καὶ [*](b) “ μάστιγι παιδευθήςῃ Ἱερουσαλήμ· μὴ ἀποστῇ ἡ ψυχή μου “ ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικηθή- “σεται.” ἑκάστῳ γὰρ ἡμῶν, ὡς ἔφην, λόγους εἰς νοῦν τοὺς διὰ τοῦ Πνεύματος ἐνίησι Θεὸς, ἀπορτέφειν ἰσχύοντας εἰς ζωὴν αἰώνιον, ἢ καὶ διὰ φωνῆς ἁγίων καταπιαίνει πολλάκις. συνδιολεῖσθαι δὴ οὖν τῇ πεπορνευμένῃ μητρὶ τὰ τέκνα δεῖν ἔφη, καὶ οὐκτιρμῶν δίχα. διὰ ποίαν αἰτίαν; ὅτι τέκνα πορνείας εἰσί. καὶ οὐ δή που φαμὲν ὅτι τοῖς τῆς μητρὸς πλημμελήμασιν ὑπ΄΄οκειται τέκνον, βαδιεῖται γὰρ ἡμῖν ὅποι [*](Deut. xxiv. 18; cf. Ezech. xviii. 20.) ποτε ἄρα τὸ διὰ φωνῆς Ἱεζεκιήλ “Οὐκ ἀποθανοῦντai “τῇ ἰδίᾳ ἁμαρτίᾶ ἀποθανεῖται.” ἰστέον δὲ μᾶλλον, ὅτι κἂν ἐπινοῆται πρόσωπον πορνευούσης μητρὸς, ὡς ἐν τύπῳ τῆς Συναγωηῆς, ἀλλ’ οὐδὲν ἧττον αὐτοὶ πάλιν ἂν εἶεν οἱ ε’ξ αὐτῆς. λέγων δὲ, ὅτι πορνείας εἰσὶ τέκνα, παρέδειξεν ἐναγῶς, ὅτι τοῖς τῆς νοητῆς πορνείας ἐγκλήμασιν ἔνοχοι καθεστήκασι· καὶ τοῦτο ἐξ αὐτῶν οἱονεὶ σπαργάνων καὶ μήτρας δεδυσσεβηκότες, καὶ οὐδὲ πώποτε τῶν εἰς εὐσέβειαν ἔργων [*](d) ἁψάμενοι, ἀνεπιτήδευτον δὲ παντελῶς τὴν ἀρετὴν ἐσχηκότες, καὶ τὴν ἁνδάνουσαν τῷ Θεῷ τρίβον οὐ τετιμηκότες. οὕτω Ps. lvii. 4. καὶ ὁ ψάλλων φησὶν, “ Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ “ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ·” καίτοι παντὸς εὐσεβοῦς, καὶ τοῖς τῆς δικαιοσύνης ἔργοις ἐντεθραμμένου, λαμπρῶς ἀναφωψνεῖν δυναμένου πρὸς Θεόν, [*](9. ἡμῶν] ἡμῖν Edd. ante Migne. 12. συνδιολέσθαι D. Statim δὴ om. D. 14. τοῖς om. Aubertus. 16 ἄρα assumptum ex D. 17. τέκνα ὑπὲρ] Hic deest quaternion δ’ in D. usque ad ἤτοι ἐμὲκ ἀχὼρ 47 D. 26. καὶ assumptum ex B.)
51
“ Ἐπὶ σὲ ἐπεῥῥίφην ἐκ μήτορας· ἀπὸ γαστρὸς μητρός μου [*](Ps xxi. 11.) “ Θεός μου εἶ σύ.” ὥσπερ δὲ υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας e νοοῖντ’ ἂν εἰκότως, οἱ ὡς ἐν Φωτὶ καὶ ἡμέρᾳ πολιτευόμενοι λαμπρῶς τε καὶ εὐσχημόνως· οὕτω κἂν εἰ λέγοιντο πορνείας τέκνα τινὲς, τοὺς ὡς ἐν πορνείᾳ καὶ τῆ λίαν ἐκτοπωτάτῃ ζωῇ νοήσεις πάλιν, οὓς κατοικτείρειν οὐκ ἀξιοῖ, Διότι πεπόρνευκεν ἡ μήτηρ αὐτῶν, κατήσχυνεν ἡ τεκοῦσα αὐτά. κατῄσχυνε δὲ ἑαυτὴν δηλονότι, καὶ τὰ ἐξ αὐτῆς ἀναφύντα τέκνα. ὥσπερ γάρ ἐστιν ἐν αὐχήμασι τοῖς εἰς ἀρετὴν ὁ δίκαιος· οὕτως ἐν αἰσχύνῃ καὶ ἐντροπῇ πᾶς δυσσεβής.

Εἶπε γάρ Ἀκολουθήσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι a 36 A. τοῦς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου καὶ τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει.

Ἐραστὰς αὐτῆς εἶναί φησι τοὺς ἀκαθάρτους δαίμονας, περὶ οὓς ἂν λέγοιτο καὶ ὁ τῆς πορνείας πεποιῆσθαι τρόπος. τὸ γὰρ ταῖς ἐκείνων ἕκεσθαι γνώμαις, καὶ τὰ αὐτοῖς δοκοῦντα πληροῦν, τοῦτο οἶμαί ἐστι τὸ ἀσελγαίνειν ἐν ἁμαρτίαις, καὶ [*](b) διαβιοῦν αἰσχρῶς, καὶ τῆς ἐσχάτης φαυλότητος ἀναπίμπλασθαι· μόνον δὲ οὐχὶ καὶ ἐν ὠδῖσιν ἔχειν πᾶν εἶδος ἀκαθαρςίας. ὥσπερ γὰρ οἱ τὸν θεῖον ὠδίνοντες φόβον, ἀνακεκράγασι πρὸς Θεόν, “Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ [*](Es. xxi 18.) “ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν, πνεῦμα σωτηρίου “σου ἐκυήσαμεν ἐπὶ τῆς γῆς·” οὕτω καὶ ταῖς τῶν δαιμόνων ἐπιθυμίαις ἀνέντες τὸν νοῦν ἁπάσης εὐθὺς ἀσεθείας ἐπίμεστον ἔχουσιν, οἱ τῶν θείων ἀποφοιτῶντες νόμων καὶ ἁπάσης φαυλότητος ἐπιτηδευται. ἐρασταὶ κὴ οὖν πονηροί [*](c) τε καὶ ἀλιτήριοι τῶν εἰς ἀσέβειαν ἀπονενευκότων οἱ ἀποστάται δαίμονες, οἶς εἴ τις ἔλοιτο προςέχειν ὡς θεοῖς, δυσσεβήσει δεινῶς. ἀνατίθησι γὰρ αὐτοῖς καὶ ὧς ἂν ἔχοι [*](2. υἱοὶ φωτὸς] εἰσὶ (sic) φωτὸς Edd. 5. πορνείᾳ] πορνείῳ (sic) iid. 11. ἀκολουθήσω] Sic B. (Alex.) πορεύσομαι Edd. (Vat.) 15. ἂν et καὶ assumpta ex B. πεποιεῖσθαι Edd. 17. ἐν assumptum ex B. 25. καὶ assumptum ex B. 28. ὡς accessit ex B.)

52
τὴν χάριν, καὶ ταῖς εὐφημίαις καταγεραίρει πολλάκις, καὶ ἀναφέρει τὰ χαριστήρια, Θεὸν τὸν ἕνα καὶ φύσει καταλελοιπὼς, τὸν χορχηγοῦντα τὰ ζωαρκῆ, τὸν οἷά τισιν ἐσθήμασι καταμφιεννύντα τῇ χάριτι, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις καὶ [*](d) νοῦν καὶ καρδίαν κατασκιάζοντα, τὸν οἷά περ ἐλαίῳ καταπιαίνοντα, καὶ ἄρτῳ τῷ νοητῷ τρέφοντα πρὸς ζωὴν τὴν εὐκλεᾶ καὶ ἀμήρυτον, τὸν ὕδατι τῷ ζωοποιῷ πρὸς εὐεζίαν ἡμᾶς τρέφοντα τὴν πνευματικήν. ἀλλ’ ὅγε πρὸς ἀσέβειαν διανενευκὼς, καθάπερ ἀμέλει καὶ ἡ πεπορνευμένη Συναγωγὴ, τοῖς ἰδίοις ἐρασταῖς ἔφη δεῖν ἕπεσθαι, καὶ αὐτοῖς ἀνάπτειν τὰ χαριστήρια, καὶ παρ’ αὐτῶν ἡγεῖσθαι λαβεῖν τά τε εἰς τροφὴν καὶ ἀμφίασιν. τουτὶ γὰρ οἶμαι ἐστὶ τὸ Εἶπε γάρ Ἀκολουθησω [*](e) ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ἀθόνιά μου καὶ τὸ ἔλαιόν μου, καὶ πάντα ὅσα μοι καθήκει. ἀλλ’ οἵ γε σοφοί τε καὶ ἀγαθοὶ, καὶ Θεῷ γνώριμοι καὶ οἰκειότατοι, αὐτῷ δὴ πάντως ἀναθειεν ἂν καὶ τῶν οὐρανίων ἀγαθῶν τὴν ἐπίδοσιν, καὶ τῶν ἐπιγείων τὴν χορηγίαν. ἐροῦσι γὰρ [*](Hier. xiv. 22.) δὴ, καὶ λίαν ἐμφρόνως “Μή ἐστιν ἐν τοῖς εἰδώλοις τῶν “ἐθνῶν ὑετίζων ; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, [*](37 A. a) “οὐχὶ σὺ εἶ ὁ αὐτός; καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ ἐποίησας “ ταῦτα πάντα.” συνανακράξονται δὲ καὶ αὐτῷ τῷ θεσπεσίῳ [*](Ps. 1 xiv. 10.) Δαυείδ “ Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτὴν, ἐπλή- “ θυνας τοῦ πλουτίσαι αὐτήν.”

Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ μύρῃ· καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς.

[*](b)

Ἐπειδὴ γὰρ βεβούλευται, φησὶ, πονηρὰ καθ’ ἑαυτῆς, καὶ τῶν ἀδικεῖν πεφυκότων παραλέλοιπεν οὐδέν· ἔφη γὰρ δεῖν [*](8. ὑμᾶς Edd. 17. καὶ assumptum ex B. 24. πλουτῆσαι Edd. 25. ἐμφράσσω F. 26. ἀποικοδομήσω F. αὐτῆς assmptum ex B. (Alex. XII.) τρίβον αὐτὴς] + καὶ F. Edd.)

53
κατακολουθεῖν ἑλέσθαι τοῖς ἰδίοις ἐρασταῖς, τουτέστι, ταῖς τῶν πεπλανηκότων ἀνοςίοις γνώμαις ἀπονέμειν τῆς διανοίας τὴν ῥοπὴν, ὡς μόνα πληροῦν τὰ ἐκείνων· καὶ ἐπειδὴ πρὸς τούτῳ τῶν δεδωρημένων αὐτῇ παρ’ ἐμοῦ τοῖς οὐδὲν ὡφεληκόσι τοῖς δαίμοσιν ἀνάπτει τὰ χαριστήρια, ταύτῃ τοι ματαίαν αὐτῆς ἀποφανῶ τὴν σκέχιν, καὶ ἀντιτάξομαι γενικῶς. φράξω [*](c) γὰρ αὐτῆς τὴν ὁδον ἐν σκόλοψι, καὶ τειχιῶ τὴν τρίβον, ὡς ἂν μήτε κατακολουθήσειε τοῖς ἰδίοις ἐρασταῖς, μήτε μὴν εὕρῃ χρηςίμους τοὺς πεπλανηκότας, κἂν εἰ διώκειν ἕλοιτο τυχὸν αὐτοὺς, τουτέστιν, ἐγικεῖσθαι σπουδαίως ταῖς εἰς αὐτοὺς τιμαῖς καὶ λατρείαις. σκόλοπας δὲ εἶναί φησι τὰ συμβεβηκότα τῷ Ἰσραὴλ δυσχερῆ, τοὺς πολέμους δὴ λέγω, τὰς αἰχμαλωσίας, τὸν λιμὸν, τοὺς κινδύνους, τὴν ἐν δουλείᾳ τριβήν. γεγονότες γὰρ ἅπαξ ὑπὸ Μήδοις καὶ Πέρσαις, οὐκ ἐν σχολῇ προσῄεσαν τῷ βάαλ, οὐδὲ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· ἀλλ’ ἦν πως ἀνάγκη, τὸ, καὶ αὐτῆς τῆς ἄωνθεν [*](d) καὶ φιλαιτάτης ἐλευθερίας ἐστερημένους, καὶ ξητοῦντας μὲν τὰ οἴκοι, πτωχεύοντας δὲ, καὶ ταῖς τῶν κρατούντων πλεονεξίαις πεπιεσμένους, οὐκέτι μὲν δύνασθαι τὰ συνήθη πληροῦν· ὀλοφύρεσθαι δὲ μᾶλλον, καὶ ταῖς ἀνηκέστοις καταμεθύειν συμφοραῖς, καταγινώσκοντας ἤδη τῶν πεπλανηκότων, ὡς οὐδὲν ἀπόνασθαι μετὸν αὐτοῖς τῶν ἐν ἐλπίσι κεναῖς. ὠφέληνται γὰρ οὐδὲν, ἢ τοῦ Βαάλ ἀπαμύνοντος· τί γὰρ ἂν ἔδρασε τὸ ἄφωνον ξύλον; ἤγουν τῶν δαμάλεων ἐπικουρίας [*](e) αὐτοῖς ἐπινοουσῶν τινα τρόπον· χρυάλεων γὰρ ἦν, “ἔργα [*](Ps. exiii. 12.) “ χειρῶν ἀνθρώπων,” κατὰ τὸ γεγραμμένον. ἀποφράττονται τοίνυν αἱ ὁδοί· Θεοῦ μὴ καταλεαίνοντος τοῖς φιλαμαρτήμοσι τὴν εἰς φαυλότητα τρίβον, ἀποτραχύνοντος δὲ χρηςίμως, καὶ οὐκ ἐφιέντος αὐτοῖς δι’ εὐμαρείας ἴεσθαι ἐπὶ τὸ φληνάφως δοκοῦν· ὡς ἂν οὐχ ἑκόντες ἐγκόπτοιντο, καὶ μεταχωροῖεν ἐπὶ [*](3 . πληροῦν] πληροῦσα Edd. 8. κατακολουθήσειε] κατακολουθήσης (sic) Pout. κατακολουθήσῃ Aub. 17. φιλαιτάτης] φιλτάτης Edd. 30. μεταχωρεῖεν Edd.)
54
τὸ ἄμεεινον, διὰ πείρας αὐτῆς ἐκμεμαθηκότες, ὡς ἔστι παντί τῳ τὸ πλημμελεῖν οὐκ ἀζήμιον.

[*](38 A. a)

Καὶ ἐρεῖ Πορεύσομαι καὶ ὑποστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἤ νῦν.

Σώζει μὲν ὁ λόγος ἔτι τὸν αὐτῷ πρέποντα τρόπον· ὡς γὰρ ἐπὶ πόρνης γυναικὸς ἀπ’ ἀρχῆς συντέθειται μέχρι τέλους. διὰ τοῦτο, φηςὶν, ὅτι μεταγνώσεται καὶ ἐρεῖ Πορεύσομαι πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν. πλὴν ἄθρει κἀν τούτῳ τὸν τῶν ὅλων Θεὸν καὶ ἐν b ὀργῇ παιδεύοντα, καὶ ὠφελοῦντα ποικίλως, καὶ ταῖς τῶν δεινῶν ἐπαγωγαῖς ἀνασειράζοντα τοὺς πεπλανημένους, καὶ μεταποιοῦντα πρὸς τὸ συμφέρον. ὅταν γὰρ, φησὶν, ἀποπεφραγμένας ἔδῃ τὰς ἑαυτῆς ὁδοὺς ἐν σκόλοψι, τότε δὴ τότε μεταβουλεύσεται, καὶ ὅπερ ἦν ἄμεινον ἑλέσθαι δρᾶν, οὔπω τῶν ἀνιαρῶν εἰσβεβληκότων, κἂν γοῦν ὀψὲ, καὶ μετὰ πείραν ἁρπάσῃ· ἀγαπήσει γὰρ τότε τὰ παρὰ Θεῷ, καὶ τῶν μεταξὺ πλημμελημάτων ὡς ἐκ λογισμοῦ τοῦ σώφρονος ἀλογήσασα, e μεταχωρήσει λοιπὸν πρὸς τὸ θελῆσαι τὸ ἐν ἀρχαῖς, καὶ θαυμάσει τὰ παρὰ θεῷ, καὶ ἀσυγκρίτιος αὐτὰ διενεγκόντα διαφοραῖς, καθάπερ ἐκ μέθης ἀνανήψασα, κατόψεται μόλις. οὐκοῦν οὐκ ἀνόνητον τὸ παιδεύεσθαι, κἂν εἰ ἔχοι τυχὸν τὸ παραυτίκα λυποῦν. καὶ τοῦτο εἰδότες οἱ προφῆταί φασι, Hier. x. 24 “ Παῦλος ἡμᾶ Κύριε.” γράφει δὲ καὶ ὁ θεσπέσιος Heb. xii. 7. Παῦλος “Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται “ ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν παιδεύει πατήρ; ” δείκνυσι δὲ τὸ ἐκ τοῦ παιδεύεσθαι γλυκύ τε καὶ ὀνησιφόρον, Ib. 11. d οὕτως λέγων “Πασα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ “ χαρὰς εῖναι, ἀλλὰ λύπης· ὕστερον μέντοι καρπὸν εἰρηνικὸν “ τοῖς δἰ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.”

[*](3. ὑποστρέψω F. Cf. infra 40 c. ἐπιστρέψω Edd. (A.V.) 21. τὸ παραυτίκα] τὸ παρ’ αὐτοῦ Edd. 23. καὶ assumptum ex B. 25. ἐστιν] + ὁ Edd.)
55

Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ Βάαλ.

Ὅτι μὲν οὖν οὐκ ἂν ἕλοιτο, ξηςὶ, τοῖς ἰδίοις ἔτι κατακολουθεὶν ἐρασταῖς, οὐκ ἂν ἐνδοιάσειέ τις. κατορθώσει γὰρ τοῦτο, καὶ λίαν εὐκόλως, τῷ ἀναφράττεσθαι μὲν τὴν ὁδὸν [*](e) αὐτῆς, καὶ τὰς τρίβους ἀνατειχίζεσθαι, καὶ κατ’ οὐδένα παντελῶς εὐοδοῦσθαι τρόπον. ἐπειδὴ δὲ πρὸς τῷ θεὸν ὑπάρχειν οἴεσθαι τὸν Βάαλ, ἀνατέθεικεν αὐτῷ καὶ τῶν παρ’ ἐμοῦ κεχορηγημένων αὐτῇ τὰ χαριστήρια, καὶ πρὸς τοῦτο βουλεύσομαι τὰ εἰκότα, ὡς ἂν ἀναμάθοι, τίς ὁ διδοὺς, καὶ τῶν ὅλων ἔχων τὴν ἐξουςίαν, δέδωκα μὲν γὰρ τὰ ζωαρκῆ· σῖτον καὶ οἶνον καὶ ἔλαιον καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ. ἀλλὰ ταῖς [*](a 39 A.) ἐμαῖς φιλοτιμίαις εὐχαριστῆσαι δέον, εἰς δόξαν αὐτὰ πεποίηται τῇ Βάαλ. ὃ δὴ τῆς ἐσχάτης ἐστὶν ἀναισθησίας τε ὁμοῦ καὶ ἀχαριστίας ἀπόδειξις ἀναργής· καὶ οὐκ ἀνικάνως τὸ χρῆμα ἔχει πρός γε τὸ δεῖν καὶ σφόδρα δικαίως παροτρύναι Θεὸν, κἂν εἰ πάσης ἡμερότητος πηγὴ νοοῖτο καὶ γένεσις.

Πάνδεινον οὖν ἄρα καὶ δίκης οὐκ ἀμοιροῦν, τῶν παρὰ Θεοῦ χαρισμάτων τὴν φιλοτιμίαν ἀνατιθέναι ζητεῖν τοῖς τὴν [*](b) δόξαν αὐτοῦ παραλύουσι, τουτέστι, τοῖς ἀκαθάρτοις δαίμοσιν, ὃ δὴ καὶ ποιοῦσι τῶν ἐν κόσμῳ τινές· Ἕλληνες δὲ δὗτοι, καὶ αἱρετικοί. οἱ μὲν γὰρ, θεοῦ διδόντος ἀνθρώπῳ σοφίαν χαρίζονται δόξαις· τὰ δέ γε τῶν αἱρετικῶν θεομισῆ καὶ ἀνόσια στίφη πολυπλόκων ἐννοιῶν εὑρέμασι καταςίνονταί τινας, καὶ τὸν τῶν ἁπλουστέρων καταστρέφουσι νοῦν, “καὶ παγίδας [*](Hier. v. 26.) “ ἔστησαν διαφθεῖραι ἄνδρας,” κατὰ τὸ γεγραμμένον. οὐκοῦν [*](c) ἄμφω τετιμήκασι τὸν Βάαλ· μόνον δὲ οὐχὶ καθάπερ ἐκ [*](1. αὐτὴ B.F. αὕτη Edd. δέδωκα] Sic B. (Alex. XII.) ἔδωκα Edd. (Vat.) 2. ἔλαιον καὶ] + τὸ F. αὐτὴ B.F. cf. 39. C. infra. αὕτη Edd. (Vat.) 5. κατορθώσει] Β. φράττεσθαι Edd. 27. ἁπλουτέρων Edd.)

56
πλούτου νοητοῦ λαμπρὸν ἀνάθημα προσκομίζουσιν εἰς δόξαν αὐτῷ τὰ περὶ Θεοῦ. καὶ τοῦτο οἶμαι ἐστὶ πνευματ ικῶς εὖ μάλα νοούμενον, τὸ Ἐγὼ δέδωκα τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριόν ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυςᾶ ἐποίησε τῇ Βάαλ. ἀναθετέον οὖν ἄρα Θεῷ [*](5) τὰ αὐτοῦ· τὸν γάρ τοι παντὸς ἡμῖν ἀγαθοῦ δοτῆρα καὶ χορηγὸν καταχρυσοῦσθαι πρέπει δί ὧν ἄν ἔχοιμεν παρ’ αὐτοῦ, κἄν εἰ λαμπρὸς εἴη λόγος, κἄν εἰ νοῦς ἔχων ἐπιτηδείως [*](d) πρὸς τὸ δύνασθαι νοεῖν ἀληθῆ μυστήρια.

Διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τόν σἵτόν μου καθ’ ὥραν αὐτοῦ καὶ τὸν οἰνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμἀτιά μου καὶ τὰ ὀθόνιά μου τοῦ μή κμλύπτειν τὴν ἀσχημοςύνην αὐτῆς· καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρςίαν αὐτῆς ἐναντίον τῶν ἐραστὥν αὐτἠς, καὶ οὐδεὶς οὐ μὴ ἐξελεῖται αὐτὴν ἐκ χειρός μου.

[*](e)

Ὁρᾷς ὅπως ἠπείλησε τὴν ἀφαίρεσιν τῶν κατευφραίνειν εἰδότων, καὶ τοῦτο χρηςίμως. ὥσπερ γὰρ τὸ ἀποτραχύνεσθαι τοῖς σκόλοψι τὴν ὁδὸν αὐτῆς ἐπὶ τὸ ἑλέσθαι φρονεῖν τὰ ἀμείνω παρήνεγκε, παρεσκεύασς δὲ ὥσπερ καὶ οὐχ ἑκοῦσαν εἰπεῖν Ἐπιστρέψω πρὸς τὸν ἄνδρά μου τὸν πρότερον, ὅτι “ καλῶς μοι ἦν τότε ἤ νῦν·” ἔγνω γὰρ διὰ πείρας τὸ τελοῦν εἰς ὄνησιν, καὶ οἷς ἦν ἄμεινον ἐμφιλοχωρεῖν· οὕτως εἰ λάβοιμι τὰ ἐμαυτοῦ, φηςὶ, τότε δὴ πάντωςζητήσει τὸν χορηγὸν, ἀποαύσεται τοῦ δερῖν ἀνάπτειν τοῖς δαιμονίοις τὰ χαριστήρια, οἴεσθαί τε ὅτι θεοὶ κατὰ ἀλήθειάν εἰσιν, ὡς καὶ [*](40 Α. a) ἀναςώζειν δύνασθαι τοὺς ὑπ’ αὐτοῖς γεγονότας. ἐν καιρῷ δὲ λήψεσθαι τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὰ ὀθόνια, φηςὶ, ψευδομένων τάχα που κατὰ καιροὺς τῶν καρπῶν, καὶ ὑστερι- [*](2. αὐτῷ] αὐτῶν Edd. 6. δωτῆρα idd. 14. ἐναντίον F. (Alex. XII.) Cf. infra 507 c. ἐνώπιον Edd. ἐξελεῖται B. (26.al.) ἐξέληται F. (Alex. XII.) 15. ἐκ] + τῆς F. 24. ἀποπαύσεται] καὶ παύσεται Edd. 26. γεγονότας] + καὶ Edd.)

57
ζόντων αὐτοῖς τῶν ὡρίμων· ὡς ματαίους ἀνατλῆναι καὶ τοὺς ἐπὶ γε τῇ γηπονίᾳ πόνους.

Εἰ δὲ δή τις ἕλοιτο νοεῖν, ὅτι σίτου καὶ οἴνου στερηθήσονται κατὰ καιροὺς Ἰουδαῖοι, τῆς μυστικῆς εὐλογίας ἐκπεπτωκότες, συνήσει καλῶς. ὀθόνια δέ φησι, τὴν οἱονεὶ περιστολήν καὶ τὴν ἄνωθεν ἐπικουρίαν, ὑφ’ ᾗ γεγονὼς ἔσται [*](b) τις εὐσχήμων. εἰ δὲ ἔξω φέροιτο, περικαλλὴς μὲν οὐκέτι, πολὺ δὲ δὴ λίαν ἀσχήμων καὶ οἱονεὶ γυμνὸς διατελέσει κατὰ τὸν κόσμον. ὧδε μὲν οὖν τὴν τῶν ὀθονίων νούσεις ἀφαίρεσιν, ὑπέρ γε τοῦ μὴ καλύπτεσθαι τὴν ἀσχημοςύνην αὐτῆς. ἀποκαλύψειν δὲ τὴν ἀκαθαρςίαν αὐτῆς ἐπαγγέλλεται, καὶ τῶν ἐραστῶν αὐτῆς ἐναντιον, κατὰ τοιόνδε τίνα τρόπον; ἐλέγομεν ἀρτίως, ὅτι περιπεσοῦσα τοῖς σκόλοψι, τουτέστι, [*](Supra 37 c. d.) τοῖς ἐκ τοῦ πολέμου κακοῖς, καὶ ταῖς ὅτι μὰλιστα καταπλήττειν δυναμέναις συμφοραῖς, καὶ αὐτῶν ἀμελήσει τῶν ἐν c ὑπολήψει θεῶν, οὐκ ἐν σχολῇ προςάγουσα θυςίας αὐτοῖς, οὔτε μὴν τὰ συνήθη πληροῦν δυναμένη πρὸς δόξαν αὐτῶν· κατακεπτομοῦσα δὲ μᾶλλον ὡς οὐδὲν αὐτῶν ἀπόνασθαι μετὸν, καὶ κατονειδίζουςά πως τὸ ἄναλκι παντελῶς “Ὑπο [*](Supra ver. 7.) “ στρέχω φηςὶ πρὸς τὸν ἄνδρα μου τὸν πρότερον ὅτι καλῶς “ μοῖ ἦν τότε ἤ νῦν.” ὅταν τοίνυν ἀπαμφιέσω μὲν αὐτὴν πης παρ’ ἐμοῦ φηςὶν ἐπικουρίας, περιπεσοῦσα δὲ τοῖς δεινοῖς, [*](d) καὶ τῆς εἰς αὐτοὺς ἀλογήσῃ τιμῆς καὶ ἀγάπης, τότε καὶ αὐτοὶς ἀσχήμων ὀφθήσεται, σαθρῷ καὶ ὀκλάζοντι νῷ διαπτύσασα καὶ αὐτούς. ὅσον γὰρ ἥκεν εἰς τὸ ἐκείνοις ἡδὺ καὶ φίλον, τληπαθῆ μᾶλλον ὁρᾶσθαι χρὴ, καὶ οὐδὲ ἐν αὐταῖς οὖσαν ταῖς ἐσχάταις συμφοραῖς τῶν αὐτοῖς δοκούντων ἐπιλανθάνεσθαι. οὐκοῦν ὅσον ἥκεν εἰς τὸ ἐκείνων θέλημα, καὶ παρ’ αὐτοῖς ἀσχήμων ὁ Ἰσραὴλ, οὕς νενόμικεν εἶναι θεοὺς οὐ μέχρι παντὸς ἀγαπᾶν ᾑρημένος. δοκεῖ δέ μοι φάναι τι [*](e) τοιοῦτον ὁ μακάριος Ἠλάς· “ Ἕως πότε ὑμεῖς χωλανεῖτε [*](3 Reg. xviii. 21.) [*](8 δὲ assumptum ex B. 12. τίνα τρόπον;] Sic correxi. τινα τρόπον Β. Edd. Statim ὅν add. Edd. invite B. 24. ὀκλάζοντι] κολάζοντι idd. 25. ἥκει iid. 28. ἥκει iid.)

58
“ ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι Κύριος ὁ Θεὸς, “ πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βάαλ αὐτὸς, πορεύεσθε “ ὀπίσω αὐτοῦ·” ὅ ἑτέρωθί ξησιν, “ Ἤ Βάαλ, Βάαλ, ἤ Θεῷ “Θεῷ.” ὅτι δὲ οὐδεὶς ἀπαλλάξειε τοὺς ἅπαξ ὑπὸ θείαν γεγονότας ὀργὴν, οὐδ’ ἄν ἐξορθώσειέ τις τὸν κατεῤῥιμμένον παρὰ Θεοῦ, δέδειχεν εἰπὼν, τὸ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου.

[*](41 Α. a 11)

Καὶ ἀποστρέψω πάσας τὰς εὐφροςύνας αὐτῆς, ἑοπρὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτὴς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηζύρεις αὐτῆς.