In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Φέρε δὴ οὖν, εἰς Χριστὸν ἀναφέρωμεν τὰ ὡς ἐν τύπῳ τοῖς πάλαι γεγενημένα. ὁ μὲν γὰρ προφήτης φησὶν Ἡσαΐας, ὅτι “ ’Αμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι [*](Esai. v. 1.) “ἐν τόπῳ πίονι.’’ “καὶ ἦν ὁ ἀμπελὼν ἄνθρωπος τοῦ Ἰούδα, [*](Ib. 7.) “νεόφυτον, ἠγαπημένον. ἀλλ’ οἱ τοῦ Ἰσραὴλ ἡγούμενοι, ὧν ἃν εἴη καὶ τύπος ὁ Ἀχαὰβ βασιλεύων, ἐπεθύμησαν ἔχειν τὸν ἀμπελῶνα αὐτοῦ· οὐχ ἵνα ᾖ κλῆρος ἐξαίρετος, τουτέστιν ἀμπελών· ἁλλ’ ἵνα κεχερσωμένος κῆπος γένοιτο λαχανίας, [*](d) τουτέστιν, ἐπὶ τὸ ἀσυγκρίτως ἔλαττον καταφέροιτο· πλείστη γὰρ ὅση κήπου λαχάνων πρὸς ἀμπελῶνα διαφορά. καὶ τὸ ἔτι μεῖζον ἐν τούτοις, οὐκ ἀσυμφανές. γεγονότες μὲν γὰρ ὑπὸ Χριστῷ τῶν Ἰουδαίων οἱ δῆμοι, πῶς οὐκ ἔμελλον [*](2. τὸν alt. assumptum ex Β. 8. προιεῖτό Edd. προΐοιτο Migne. 13. δυστρόποις] δυστρόφοις Edd. 21. φησὶν assumptum ex Β. 27. κεχερσωμένος] χερσωμένος Edd. 28. τὸ ἀσυγκρίτως] τῷ ἀσυγκρίτῳ iid. 31. ἔμελλον] + ἄν iid.)

30
εὐκληματούσαις ἀμπέλοις, καὶ μὴν καὶ γονιμωτάταις ἐν ἴσῳ τε εἶναι καὶ φαίνεσθαι; διαζῶντες δὲ τοῖς τῶν Φαρισαίων [*](Esai. xxix. 13; S.Matth.xv. 9.) ἔθεσί τε καὶ τρόποις, καὶ μανθάνοντες διδασκαλίας ἐντάλ- [*](e) μάτα ἀνθρώπων, κατ’ οὐδένα τρόπον διενεγκεῖν τῶν χθαμαλωτατων λαχάνων, ἃ καὶ λίαν εὐκόλως πίπτει καὶ μαραίνεται. οὐκοῦν ἐγλίχοντο μὲν οἱ τῶν Ἰουδαίων καθηγηταὶ τὸν ἀμπελῶνα Χριστοῦ κλῆρον ἴδιον ἔχειν, καὶ εἰς κῆπον λαχανίας· ἀλλ’ οὐκ ἔπειθον καταπροδοῦναι σφίσι τὸν τοῦ Πατρὸς ἀμπελῶνα. εἶτα, τί δέδρακεν ἡ θεομίσητος Ἰεζάβελ, τουτέστιν, ἡ ἀγελαία πληθὺς ἡ ὑπὸ χεῖρα τῶν ἡγοῦ μένων ἤγουν ἡ Συναγωγὴ, ταῖς τῶν ἡγουμένων συνδραμοῦσα λύπαις; δόλῳ μέτεισι τὸν δίκαιον, τὸν ὅσιον Ναβουθαὶ, τουτέστι, τὸν ἐρχόμενον, καὶ δὴ καὶ ἀναιρεθῆναι παρεσκεύασεν. [*](22 Α. a) ἀνῄρηται γὰρ συκοφαντούμενος ὁ Ἐμμανουήλ. ἁλλ’ ὅτι μὴ ἀνεκτὸν τὸ χρῆμα Θεῷ, σαφὲς ἂν γένοιτο τῷ λέγεσθαι τῷ προφήτη Ὠσηέ Διότι ἔτι μικρὸν καὶ ἀκδικήσω τὸ αἷμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσπαήλ. ἐκδεδίκηται γὰρ, ὡς ἔφην, τὸ αἷμα Χριστοῦ ἐκ παντὸς Ἰσραήλ. ἐπειδὴ γὰρ κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃ καὶ ἡ προφητεία γέγονεν, ὠνομάζοντο διῃρημένως, Ἰούδας μὲν οἱ μεμενηκότες ἐν τοῖς Ἱεροσολύμοις, [*](b) Ἰσραὴλ δὲ πάλιν οἱ ἐν τῇ Σαμαρείᾳ, ἵνα τὸ ἐκ παντὸς Ισραὴλ ὁρῷτο σημαίνων, φησὶν ἀναγκαίως ἐκδικήσειν τὸ αἷμα Ἰεσράελ ἐκ τοῦ οἴκου Ἰούδα· καταπαύσειν δὲ καὶ τὴν βασιλείαν τοῦ οἴκου Ἰσραήλ. τοῦτο καὶ ὁ θεσπέσιος Ἰακὼβ [*](Gen. xlix. 10.) προκαταμεμήνυκε, λέγων “Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μήρων αὐτοῦ, ἕως ἀν’ ἔλθῃ ᾦ ἀπό- “κειται, καὶ Αὐτὸς προσδοκία ἐθνῶν.’’ ἐπιλάμψαντος ἡμῖν τοῦ Ἐμμανουὴλ, τῆς τῶν ἐθνῶν προσδοκίας, τότε δὴ [*](9. θεομίσητος] Sic Cat. in 4 libb. Regg. (Ven. et Par.) θεομισὴς Edd. 11. συνδραμοῦσα λύπαις; δόλῳ μέτεισι] Sic Cat. in 4 Regg. [Codd. Ven. in Maio, Parisienses duo, Coisl. 8 et Reg. 133] συνδραμοῦσα . . . . δόλῳ, μέτεισι (lacuna 7 fere litt.) B. συνδραμοῦσα, καὶ δόλῳ. μέτεισι Edd. 19. γὰρ assumptum ex B. 23. σημαίνων] σημαίνειν Edd. 29. Haec τῆς τῶν ἐθνῶν προσδοκίας accesserimt ex Β.)
31
τότε καὶ ἐκ μέσου γέγονεν ἡ βασιλεία τοῦ Ἰσραήλ. καὶ γοῦν Ἡρώδης Ἀντιπάτρου παῖς, Ἀσκαλωνίτης, τῆς Ἰουδαίων [*](c) ἡγεῖτο χώρας, γεγεννημένου Χριστοῦ. συντρίψειν δὲ καὶ αὐτὸ τὸ τόξον του Ισραηλ ἐν εκεινῃ τῃ ημερᾳ τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ. “Τόξον γὰρ [*](1 Reg. ii. 4.) “δυνατῶν ἠσθένησε,’’ κατὰ τὸ γεγραμμένον, καίτοι κρατήσειν ὑπειληφότων τοῦ Ἐμμανουήλ. καὶ “τοῦ μὲν ἐχθροῦ [*](Ps. ix. 7.) “ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος·’’ ἐξελύθη δὲ νεῦρα βραχιό- [*](Gen. xlix. 24.) νῶν ἀυτῶν· οὐ γὰρ νενικήκασι ’τον ἀνίκητον. κατασκευάζων δὲ ὥσπερ τῆς πνευματικῆς θεωρίας τὸ βαθὺ, κάτεισιν εὐθὺς ἐπὶ τὰ ἱστορικῶς πεπραγμένα, λέγων ὅτι συντρίψω τὸ [*](d) τόξον τοῦ Ἰσραὴλ ἐν τῇ κοιλάδι τοῦ Ἰεσράελ. ἐκεῖ γὰρ νενίκηκεν Ἀζαὴλ ὁ βασιλεὺς Συρίας ἀντεξάγοντα τὸν Ἰσραήλ. ἐπειδὴ δὲ προσήκειν ὑπολαμβάνω τῆς ἀναγκαίας καὶ πνευματικῆς θεωρίας οὐκ ἀποκομίζειν τὸν λόγον, ἐκεῖνο φημί· τὸ λυποῦν οὐδὲν, καθάπερ ἐγᾦμαι, κοιλάδα νοεῖσθαι τοῦ Ἰεσπάελ, τουτέστι, τῆς τοῦ Θεοῦ σπορᾶς, ἤτοι Χριτοῦ, τὸ ἐν τῷ κήπῳ μνημεῖον, ἐν ᾧ καὶ ἡ ἀνάστασις ἐπακολουθήσασα [*](e) τῷ πάθει νενίκηκε πάντα τρόπον Ἰουδαικῶν τολμημάτων. λέλυται γὰρ αὐτῶν διὰ τῆς ἀναστάσεως τὰ δύστροπα καὶ θεοστυγῆ καὶ μιαιφόνα τολμήματα. ᾤοντο μὲν [*](S. Matth. xxi. 38.) γὰρ ἐκ μέσου ποιεῖν δύνασθαι τὸν Υἱὸν, ἵνα καὶ κλῆρον ἴδιον ἔχοιεν τὸν ἀμπελῶνα αὐτοῦ. ἀλλ’ ἐν μνημείῳ τεθεὶς, ἀνεβίω πάλιν, ἄπρακτα τῆς ἐκείνων ἐπιβουλῆς ἀποφαίνων τὰ σκέμματα, καὶ μονονουχὶ συντρίβων τοὶ τόξα, διὰ τοῦ μηδὲν ἔτι δύνασθαι παθεῖν. καὶ ἐκβάλλει μὲν αὐτοὺς τοῦ [*](Ib. 41.) ἀμπελῶνος ὡς θεομισεῖς καὶ πονηροὺς καὶ κυριοκτόνους· [*](a 23 Α.) ἐκδίδωσι δὲ γεωργοῖς ἑτέροις αὐτὸν, ἀγαθοῖς καὶ εὐγνώμοσι καὶ Φιλεπγεστάτοις, κατὰ τὴν τοῦ Εὐαγγελίου παραβολήν.

Καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα, καὶ εἶπεν αὐτῷ καλὲ,, σον τὸ ὄνομα αὐτῆς Οὐκ ἠλεημένη, διότι οὐ μὴ προσθῶ ἔτι [*](3. γεγενημένου Edd. 31. προσθῶ] Sic Β. (23, 153, 238) προσθήσω Edd. Α.V.))

32
ἐλεῆσαι τοι οἴκοι Ἰσπαὴλ, ἀλλ’ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι [*](7) αὐτοῖς. τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν [*](b) Κυρίῳ Θεῶ, αὐτῶ, κω οὐ σώσω αὐτοὺς ἐν τόξῳ, ὄνε ῥομφαίᾳ οὔτε ἑ πολέμῳ οὔτε ἐν ἅρμασιν οὔτε έν ἵπποις οὔτε ἐν ἱππεῦσιν.

Μετὰ τὸ τεχθῆναι τὸν Ἰεσράελ γεγέννηται τῷ προφήτῃ κόριον ἐκ τῆς Γόμερ, ᾧ καὶ ὄνομα κεῖσθαι δεῖν προστέταχε, τὸ Οὐκ ἠλεημένη. ἐπιφέρει δὲ παραχρῆμα τοῦ τοιοῦδε τὴν πρόφασιν, καὶ τὴν αἰτίαν εὐθὺς καθίστησιν ἐναργῆ, οὐδεμιᾶς ἔτι φειδοῦς ἀξιωθήσεσθαι λέγων τὸν Ἰσραήλ· ἀνταναστῆναι δὲ ὥσπερ αὐτοῖς, καὶ ἐν τάξει γενέσθαι τῶν [*](C) ὅτι μάλιστα πολεμιωτάτων, καὶ ταῖς εὐπραγίαις αὐτῶν ἀντιπεσεῖσθαι γεννικῶς, ὡς εἰς ἐσχάτην αὐτοὺς ἀθλιότητα κατολισθεῖν, καὶ δύσοιστον ἀληθῶς ἀνατλῆναι συμφοράν. Θεοῦ γὰρ ἀνθεστηκότος, οὐδαμόθεν ἃν γένοιτο τοῖς παθοῦσιν [*](Hiob. xii. 14.) ἡ ὄνησις. “ Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;” [*](Esai. xiv. 27.) φησίν· καὶ ἧ φησὶν ὁ προφήτης, “Τὴν χεῖρα τὴν τίς ἀποστρέψει; ἢ τίς ἐλεήσει τὸν διὰ τῆς ἄνωθεν ψήφου καταδεδικασμένον; πάντα γὰρ τοῖς θείοις ἕπεται νεύμασι. καὶ ὅπερ ἂν ἕλοιτο κατορθοῦν ὁ Δεσπότης, τοῦτο ἀμελλητὶ [*](d) πάντη τε καὶ πάντως διαπεραίνεται, συνεργαζομένης αὐτῷ τῆς κτίσεως, καὶ ταῖς τοῦ κρατοῦντος ἀκολουθούσης ψήφοις. [*](Exod. vii. sqq.) οὕτω κεκόλακεν Αἰγυπτίους, μεταστοιχειουμένων τῶν ὑδάτων εἰς αἷμα, καὶ τῆς αἰθάλης εἰς σκνῖπας, καὶ ἀφορήτου χαλάζης καθιεμένης, μικροῦ δὲ καὶ τριημέρου καταχεομένου σκότους, καὶ τῶν ἄλλων ἁπάντων αὐτοῖς ἐπενηνεγμένων. οὐκοῦν ὄνομα τῷ κορίῳ τὸ οὐκ ἠλεημένη, χρησίμως τε καὶ ἀναγκαίως· ἵνα τὴν αἰτίαν τοῦ πράγματος φιλοπευστοῦντες ἀεὶ, καὶ δὴ καὶ μανθάνοντες οἱ τὸ τηνικάδε διὰ τῆς πολυθέου πλάνης προσκεκρουκότες Θεῷ, φρονεῖν τε καὶ δρᾷν ἀναπείοὔτε [*](3. ἐν ῥομφαία] Haec desunt in Edd. Statim haec οὔτε ἐν πολέμω bis habet B. 6. γεγένηται Edd. 14. κατολισθαίνειν Edd. 25. μικροῦ] μακροῦ Aub.)

33
θοιντο τὰ ἀμείνω καὶ πρεπωδέστερα, λοιπόν τε μεταφοιτήσειαν πρὸς τὸ ἑλέσθαι σωφρόνως, κἂν γοῦν τοῖς δευτέροις ἀποσείεσθαι τὴν ὀργὴν, εὐμενῆ καὶ πρᾷον ἐφ’ ἑαυτοῖς καταστήσαντες λελυπημένον τὸν τῶν ὅλων Θεόν. ἔοικε δὲ πάλιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις ὑποδηλοῦν λόγος τὰς γεγενημένας αἰχμαλωσίας τοῦ Ἰσραὴλ, ὑπό τε τοῦ Θεγλαφαλασὰρ, καὶ μέντοι Σαλμανασὰρ βασιλέων Ἀσσυρίων, οἳ μετῴκισαν ἐκ Σαμαρείας τὸν Ἰσραὴλ εἰς τὰ ὅρια Περσῶν [*](a 24 Α.) καὶ Μηδῶν, τὰς ἐν τῆ Σαμαρείᾳ καταδῃώσαντες πόλεις. ἀλλ’ οὐκ ἂν ταῖς οὕτω δειναῖς περιπεπτώκασι συμφοραῖς, ἐπαμύνειν αὐτοῖς ἐθέλοντος Θεοῦ· μᾶλλον δὲ, μὴ οἱονεί πὼς καὶ ἀντεξάγοντος καὶ ἐν τάξει πολεμίων ἀνθεστηκότος. ἔφη γὰρ ἐναργῶς, ὅτι Ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. ἐλεήσειν δὲ τοὺς υἱοὺς Ἰούδα κατ’ ἐπαγγέλλεται, καὶ σώσειν αὐτοὺς, οὐ πολεμοῦ νόμῳ· τοῦτο γὰρ τὸ, οὐκ ἐν [*](b) ἃρμασιν, οὐδὲ ἐν ἳπποις· ὃ δὴ καὶ τετέλεσται, τοῦ Σεναχηρεὶμ περιέχοντος κύκλῳ τὴν Ἱερουσαλὴμ, ὅτε καὶ τῆς θείας δόξης κατεφλυάρει Ῥαψάκης, ὡς οὐκ ἂν ἰσχύσειεν εἰπὼν ἀνασῶσαι Θεὸς τήν τε Ἱερουσαλὴμ, καὶ τοὺς ἐν αὐτῇ· προεκόμιζε δὲ εἰς ἀπόδειξιν τοῦ πάντητε καὶ πάντως ἁλώσεσθαι καὶ αὐτοὺς, τὸ μὴ δεδυνῆσθαι τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἐξελέσθαι τοὺς ἑαυτῶν, ἀλλ’ ἐσώζετο παραδόξως ὁ Ἰούδας, τουτέστιν αἱ τὴν Ἱερουσαλὴμ οἰκοῦσαι δύο φυλαί. “ Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς [*](c) “παρεμβολῆς τῶν’ Ἀσσυρίων ἐν μιᾷ νυκτὶ, ἑκατὸν ὀγδοήκοντα [*](4 Reg. xix. 35.) “πέντε χιλιάδας.” ἦδόν τε οὕτως οἱ σεσωσμένοι· καὶ τῆς ἐπ’ αὐτοῖς γεγενημένης μεγαλουργίας τοὺς τρόπους ἀφηγοῦντο, λέγοντες “Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· [*](Ps. xix. 8,9.) “ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. “αὐτοὶ συνεποδίσθησαν, καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν, “καὶ ἀνωρθώθημεν.’’

[*](4. τῶν assumptum ex Β. 7. βασιλέως Β. 8. μετῴκισαν] μετῴκησαν Edd. Mox ὅρια Β. ὅρια Edd. 25. ἐν assumptum ex Β.)
34
[*](d)

Ἀλλ’ ἱστορικῶς μὲν ἡμῖν εἰρήσθω ταυτί· ἴωμεν δὲ αὖ καὶ ἐφ’ ἑτέρας ἐννοίας, φημὶ δὲ δὴ πάλιν τὰς ἐπ’ αὐτῷ τῷ Χριστῷ. μετὰ γάρ τοι τὸ τεχθῆναι τὸν Ἰεσράελ, τουτέστι, τὴν τοῦ Θεοῦ σπορὰν, ἵνα νοῇς τὸν Ἐμμανουὴλ, οὗ καὶ ἐκδικήσειν τὸ αἷμα κατεπηγγέλλετο, τίκτεται τῆ Γόμερ, τουτέστι τῆ πεπορνευμένῃ τῶν Ἰουδαίων συναγωγῇ, θυγάτηρ, ἤτοι πληθὺς, ἧ καὶ πρέπον ἂν εἴη τὸ καλεῖσθαι Οὐκ ἠλεημένη· αὐτὴ γὰρ ἀπέκτεινε τὸν Ἰεσράελ, τουτέστι Χριστόν. ταύτῃτοι δικαίως ἐχθρὸν καὶ πολεμιώτατον [*](e) εὑρίσκει Θεόν· καὶ ἀνηκέστους εὐθὺς ὑπομεμένηκε συμφορὰς, ῥᾶς, ταῖς Ῥωμαίων δυνάμεσιν ἐκπεπορθημένη, καὶ τὸν διαβόητον ὑποστᾶσα πόλεμον, ὅτε καὶ γυναῖκες τῶν ἰδίων ἥψαντο τέκνων, καὶ ἢ φησὶν ὁ προφήτης Ἱερεμίας, “Χεῖρες [*](Thren. iv. 10.) “γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν,’’ καὶ φύσεως ἀνθρωπίνης ἀλογήσασαι νόμων, καὶ φιλοστοργίας ἀμάχου ῥαθυμεῖν ἀυτὰς ἀναγκάζοντος τοῦ λιμοῦ. Ἀλλὰ ταυτὶ μὲν ἅπαντα τοῖς ἠσεβηκόσι συμβέβηκεν· ἐλεήσειν δὲ [*](25 Α. a) τοὺς υἱοὺς Ἰούδα κατεπαγγέλλεται, τουτέστι, τοὺς κατὰ μάθησίν τε καὶ ἀναγέννησιν τὴν διὰ τοῦ Πνεύματος [*](Cf. 1 Cor. iv. 15.) γεγονότας Χριστοῦ τοῦ ἐκ φυλῆς Ἰούδα. εἰ γὰρ διὰ τοῦ Εὐαγγελίου γεννῶνται τινες ἐν Χριστῷ τοῖς τοῖς ἁγίοις ἀποστόλοις, πῶς οὐχὶ μᾶλλον δι’ αὐτοῦ τοῦ Χριστοῦ; περὶ ὧν Esai. καί φησιν “ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Σώζονται τοίνυν ἐν Χριστῷ τῷ κυρίῳ καὶ Θεῷ τῶν ὅλων, οὐχ ὅπλα κινοῦντες ἐπίγειά τε καὶ σαρκικὰ, ἁλλ’ ἐν δυνάμει [*](b) τοῦ σώζοντος καὶ κατασείοντος μὲν ἀρχὰς καὶ θρόνους, [*](Col. ii. 15.) θριαμβεύοντος δὲ τῷ ἰδίῳ σταυρῷ τῶν ἀντικειμένων τὰ στίφη, καὶ δυνάμεις καταστρέφοντος πονηρὰς, καὶ διδόντος [*](S. Luc. x. 19.) τοῖς ἀγαπῶσιν αὐτὸν “πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, “καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.’’ εὖ δὲ δὴ σφόδρα τὴν ἀπειθῆ καὶ ἐξήνιον καὶ κυριοκτόνον τῶν Ἰουδαίων πληθὺν γυναικὶ παρεικάζει, φημὶ δὴ τῆ οὐκ ἠλεημένῃ. σημεῖον [*](2. δὴ assumptum ex Β. 1 1, ἐκπεπορθημένη] ἐκπεπορθημένων Edd. 16. ἄλλα] + καὶ iid.)

35
μὲν γὰρ ἀσθενείας ἡ γυνὴ καὶ φρονήματος ἀνάνδρου καὶ κεκλασμένου τύπος ἂν νοοῖτο, καὶ μάλα σαφῶς. τοιοίδε [*](c) δὲ πάντες, ὅσοι τὴν διὰ Χριστοῦ μὴ παρεδέξαντο παίδευσιν, μήτε μὴν ἠνέσχοντο κατόπιν ἰέναι τῶν θείων αὐτοῦ καὶ ἁγίων θεσπισμάτων. καὶ γοῦν ὁ προφήτης Ὠσηέ “ Ἐπι- [*](Infra xiv. 1.) “στράφηθι, φησὶν, Ἰσραὴλ πρὸς κύριον τὸν Θεόν σου, “διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου·” καὶ πάλιν περὶ τῶν τοῦ Σωτῆρος ἐνταλμάτων ὁ αὐτός “Διότι εὐθεῖαι, φησὶν, [*](Ib. 9.) “αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ “δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς. καὶ ὁ αὐτὸς δέ που φησὶν Ὠσηὲ περὶ τῶν ἀπεκτονότων τὸν Ἰεσράελ, τουτέστι [*](d) Χριστόν “καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς [*](Ib. v. 5.) “πρόσωπον αὐτοῦ· καὶ Ἰσραὴλ καὶ Ἐφραΐμ ἀσθενήσουσιν “ἐν ταῖς ἀδικίαις αὐτῶν.’’

Καὶ ἀπεγαλάκτισε τὴν Οὐκ ἠλεημένην, καὶ συνέλαβεν ἔτι, καὶ [*](8) ἔτεκεν υἱόν. Καὶ εἶπε Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ λαός μου, [*](9) Μου ὑμεῖς οὐ λαός μου, κὼ ἐΓὼ οὐκ εἰμ’ ὑμῶν.

Τίκτεται κατὰ πόδας καὶ οὐκ εἰς μακρὰν τῆ Γόμερ παιδίον [*](e) ἕτερον, ὃ δεῖν ἔφη καλεῖσθαι Θεὸς Οὐ λαός μου. καὶ γείτων εὐθὺς τῇ τοιᾷδε κλήσει τίθεται πάλιν πρόφασις. γμεῖς γὰρ, φησὶν, οὐ λαός μου, καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν. Δῆλον δ’ ἂν εἴη κἀκ τοῦδε λοιπὸν, ὡς εἰς ἔλεγχον τῶν ἡμαρτηκότων, καὶ εἰς ἐπανόρθωσιν ἀσφαλῆ τῶν καταφρονεῖν ᾑρημένων καὶ εἰς πλάνησιν ἀπονενευκότων ἐπράττετο μὲν ἱστορικῶς τὰ τοιάδε. τύποι δὲ ἦσαν τῶν συμβησομένων κατὰ καιροὺς τοῖς ἐξ Ἰσραὴλ, ἐνανθρωπήσαντος ἤδη τοῦ Μονογενοῦς, καὶ τὸν τίμιον ὑπὲρ ἡμῶν ἀνατλάντος σταυρόν. [*](a 26 Α.) εἰ δὲ δὴ χρὴ πρὸ τῶν πνευματικῶν ἀφηγήσασθαι τὰ ἱστορικὰ, φαμὲν, ὅτι μετοικισθέντος τοῦ Ἰσραὴλ ἐκ τῆς Σαμαρείας, εἰς τὰ ὅρια Περσῶν καὶ Μηδῶν ὑπό τε τοῦ Θεγλαφαλασὰρ [*](1. ἀσθενείας accessit ex Β. 17. ὑμῶν] + θεὸς F. 20. κλήσει] λύσει Edd. 30. δρία Β. Edebatur ὅρια. ὑπό τε Hic inc. D.)

36
βασιλέως Ἀσσυρίων, καὶ μέν τοι καὶ Σαλμαναςὰρ, οἱ περιλειφθέντς ἔτι, καὶ τῶν κεκινδυνευκότων τὸ λείψανον, ἀπώλισθον παντελῶς τοῦ καὶ λαὸς Θεοῦ ὀνομάζεσθαι, διά τοι τὸ [*](b) τῶν αὐτῶν ἔχεσθαι σπουδασμάτων εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. διαλελοίπασι γὰρ οὐδαμῶς ταῖς μυσαρωτάταις τῶν δαιμόνων λατπείαις προσκείμενοι.

Πρὸς διάνοιαν δὲ καὶ τὸν ἀληθῆ καὶ ἐπὶ χριςῷ λόγον συνήσεις ἑτέρως. μετὰ γάρ τοι τὴν ἀνόσιον ἐκείνην πληθὺν, τὴν δικαίως οὐκ ἠλεημένην· κεκυριοκτόνηκε γάρ· οἱ μετ᾿ ἐκείνους εὐθὺς υἱοὶ γεγονότες, ἢ καὶ ὄντες ἤδη τῆς πεπορνευμένης Συναγωγῆς, ἀποπεπτώκασι μὲν ἐναργῶς τοῦ εἶναί τε καὶ ὀνομάζεσθαι λαὸς Θεοῦ. οὐ γὰρ ἅπαν τὸ τῶν Ἰουδαίων [*](c) δεδαπάνηκε πλῆθος ὁ Ῥωμαίων πόλεμος· ἀλλὰ πλείστη μὲν ὅση καὶ ἀριθμοῦ κρείττων διόλωλε πληθύς· οἱ δὲ ἐξ αὐτῶν ἀνασεσωσ μένοι, καὶ τὸ τοῦ θανάτου φυγόντες λίνον, διεσπάρησαν [*](Ezech. xii. 14.) εἰς πάντα ἄνεμον, κατὰ τὸ γεγραμμένον, καὶ ἐν ταῖς τῶν ἐθνῶν κατεσκεδάσθησαν χώραις, οὐκέτι λαὸς, ὡς ἔφην, χρηματίζοντες Θεοῦ. μεταπεφοίτηκε γὰρ εἰς τοὺς ἐξ ἐθνῶν ἡ χάρις, οἷς ἀνεμίχθη καὶ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν ἀνασεσωσμένοι. πεπιστεύκασι [*](d) γὰρ καὶ ἐκ τούτου οὐκ ὀλίγοι τὸν ἀριθμόν. ὅτι δὲ ἀπολακτίσαντος τοῦ Ἰσραὴλ, τῆς εἰς αὐτοὺς ο'κειότητος ἀποπεφοίτηκε καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ὑπέφηνεν, εἰπὼν οὐ μόνον, ὅτι ὑμεῖς οὐ λαός μου, προσεπαγαγὼν δὲ τούτοις ἀναγκαίως, τὸ καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν. ἀλλ᾿ ἡμῶν γε πέρι, τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι, καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτηκότων, διὰ φωνῆς προφήτου [*](Hier. xxxviii. 33; 2Cor. vi. 18) φησί “Καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ “ἔσονταί μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντο- [*](e) “κράτωρ.” καὶ Ἰουδαίοις μὲν ἔφασκεν ὁ Χριστὸς, ποτὲ μὲν, 30 [*](1. καὶ alt. assumptum ex D. 3. ὀνομάζεσθαι Θεοῦ inverso ordine D. τοι om. D. 6. δαιμονίων D. 7. καὶ prius assumptum ex B. D. Statim τῶν Pont. τὴν Aub. II. μὲν assumptum ex D. 20 Χριστὸν] Θεὸν D. 21 τοῦ Ἰσρὴλ pro τούτου D. 24 ὅτι] + καὶ B. Edd. invito D. τοῦτο D. 25 καὶ τὸ pro τὸ καὶ D. 30 ἰουδαίοις μὲν] Sic D. Edebatur ἰουδαίοις δὲ.)

37
ὅτι “Ἔτι μικρὸν χρόνον μεθ᾿ ὑμῶν εἰμι,” ποτὲ δὲ, “Ἰδοὺ ἀφίεται[*]( S. Joan. vii. 33. S.Matth. xxiii. 38. S. Joan. x. 27,28) “ὑμῖν ὁ οἶκος ὑμῶν·” περὶ τῶν ἐξ ἐθνῶν δὲ “Τὰ πρόβατα “τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ “ἀκολουθοῦσι μοι· κᾀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.”

Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἥ [*](a 27 A. 1O) οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται.

Τοῦτο καθ᾿ ἕτερον ἡμῖν ἐξηγεῖται τρόπον ὁ μακάριος Ἡσαΐας “Καὶ ἐὰν γένηται, φησὶν, ὁ λαὸς Ἰσραὴλ ὡς ἡ [*](Isai. x. 22, 23.) “ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. λόγον “γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον “συντετμημένον ποιήσει ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.” ἀλλ᾿ εἴτ᾿ οὖν ὧδε νοοῖτο τυχὸν, εἴτε καὶ ἑτέρως, πολὺς καὶ ἀναρίθμητος ὁ Ἰσραὴλ, καὶ ψάμμοις ταῖς ἀναλίαις ἰσομέτρως b ἔχων, οὐ πολὺς αὐτῶν παρὰ Θεῷ λόγος δυσσεβεῖν ᾑρημένων· καίτοι καὶ ἑνὸς δικαίου καὶ εὐσεβοῦς καὶ ἀγάπης τῆς παρ᾿ αὐτοῦ καὶ φειδοῦς ἐκκρίτως ἠξιωμένου. ἐπιβλέπει [*](Ib. lxvi. 2.) γοῦν καὶ ἐφ᾿ ἕνα ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους αὐτοῦ. καὶ οὐκ ἀπόχρη τοῦτο τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι, καὶ δεδιόσιν αὐτὸν, καὶ γνησίως δουλεύουσιν, ἀλλὰ γὰρ καὶ ἑτέρους εἰσὶν ὠφελεῖν οἷοι τε, καὶ προσκεκρουκότας ἀπαλλάττειν τῆς ἐπηρτημένης ἔσθ᾿ ὅτε ποινῆς. λάβοις δ᾿ ἂν εἰς ἀπόδειξιν τοῦ τοιοῦδε πράγματος τοὺς ἐπί γε [*](c) Σοδομίταις λόγους, ὅτε καὶ ἀνήσειν αὐτοῖς ἐπηγγέλλετο τὴν διὰ πυρὸς δίκην ὁ πάντα ἰσχύων Θεὸς, πέντε μόνων ἐν αὐτοῖς δικαίων ηὑρημένων. καὶ γοῦν ἐσώζετο Λὼτ ὁμοῦ γυναικὶ [*](Gen. xix. 15, 16.) καὶ τέκνοις. καὶ τί πέντε λέγω δικαίους καὶ ἀγαθούς; ὅπου καὶ τοῖς Ἱεροσολύμοις ὀργὴν ἐπαρτήσας, “Περιδράμετε, [*](Hier. v. 1.) [*](1. ἰδοὺ ἐγὼ ἀφίεται (sic) D. 2. ὑμῶν] + ἔρημος D. δὲ τῶν ἐξ ἐθνῶν inverso ordine D. 3. ἀκούουσι D. ἀκούει Edd. 5. ὡς ἡ B. Edd. ὡσεὶ D. (95, 130. 153, 228, 311.) 8 ὡς ἡ B. Edd. ὡσεὶ D. ( 26, 49, 301.) 12. εἴτε] ἐίτοῦν D. 15. εἰρημένων D. Καὶ ante ἑνὸς assumptum ex D. 20. Hoc γὰρ accessit ex D. 23. τὴν διὰ π. ἐπηγγ. inverso ordine d. 24. ἐν αῦτῇ D. 26. λέγω πέντε inverso ord. D. 27 περιδράμετε]προδρ. Edd.)

38
“φησὶν, ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε καὶ γνῶτε καὶ “ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὔρητε ἄνδρα, εἰ [*](d) “αὐτοῖς, λέγει Κύριος.” συνίης οὖν ὅπων καὶ ἑνὸς ἀντέχεται δικαίου, καὶ πόλεως ὅλης ὑπερευχόμενον οὐ ξπεριορᾷ· ἀλλ᾿ οὐδεὶς αὐτῷ λόγος καὶ ἀναριθμήτου πληθύος, ὡς ἔφην, εἰ ὁρῷτο βέβηλος καὶ ἀπονεύσασα πρὸς τὸ φαῦλον, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἀγρίως ἐνειλημμένη.

Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, καὶ αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ξῶντος.

Ἐγγὺς δὴ σφόδρα ταῖς ἀποτομωτάταις ὀργαῖς τῶν [*](e) ἀνιαρῶν ἡ λύσις, καὶ τῶν σκυθρωπῶν τὸ πέρας, ὅσον ἧκεν εἰς λόγους, οὐ μακράν. ὅτι μὲν γὰρ ἔσται κατὰ καιροὺς ἀπόβλητος ὁ Ἰσραὴλ, προκαταμεμήνυκεν ἐναργῶς, διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων· ὅτι δὲ οὐκ εἰσάπαν οἰχήσεται, καὶ ἀπολεῖται παντελῶς, ἀλλ῾ ἔσται τις αὐτοῖς τῆς εἰς τὸ ἀρχαῖον ἀνδρομῆς ὁ καιρὸς, καὶ τῆς εἰς θεὸν ἀγάπης ἀνάληψις, διὰ πίστεως δηλαδὴ τῆς εἰς χριστὸν, πεπληροφόρηκε πάλιν. [*](28 A. a) Ἔδει γὰρ ἔδει τοὺς προφητικῶν μέλλοντας ἀκούσεσθαι λόγων, ὅλον εἰδέναι σαφῶς τὸ μυστήριον, καὶ τοὺς τῆς θείας οἰκονομίας μὴ ἀγνοῆσαι τρόπους. ἔσται τοίνυν, φησὶν, ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, καὶ αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. τὸ ἐν τῷ τόπῳ, τί ἂν βούλοιτο δηλοῦν, φέρε λέγωμεν ἀκριβῶς. γεγόνασι μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ αἰχμάλωτοι κατὰ καιροὺς, καὶ εἰς τὴν τῶν Ἀσσυρίων, ὡς [*](b) ἔφην, ἀπεκομίσθησαν γῆν. ἀλλ᾿ ἦσαν ἐκεῖ κλαίοντες τε καὶ ἀνοιμώζοντες καὶ ἀπρακτοῦντες περὶ τὸν νόμον· καὶ τοῦτο [*](Ps. cxxxvi.i.) ἡμῖν ἐναργὲς ἐποίει λέγων ὁ μακάριος Δαυείδ “Ἐπὶ τὸν [*](2 αὐτῆς] + καὶ Edd. repugnantibus B.D. 9. οὗ] ᾧ F. αὐτοῖς om. D. καὶ αὐτοὶ κληθήσονται]Sic B.D. καὶ αὐτοὶ post κληθήσονται transp. Edd. (Vat.) ἐκεῖ praemittit F. (ἐκεῖ κληθήσονται Alex.) II. τομωτάταις D. 12. ἧκεν] ἤκει Edd. 21. τοίνυν om. D. 24. γὰρ οἱ ἐξ Ισραὴλ om. D. 25 Haec ὡς ἔφην assumpta ex D. 26. τε assumptum ex B.D. 27. ἀνοιμώζοντες D. οἰμώζ. Edd. Statim haec καὶ ἀπρακτοῦντες accesserunt ex D. 28. τὸν ποταμὸν B. Edd. τῶν ποταμῶν D.)

39
“ποταμὸν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν “τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών·” ἔφη δὲ πάλιν “Πῶς [*](Ps. cxxxvi 4.) “ᾅσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;“ ἀλλ᾿ ὑπονοστήσαντες εἰς Ἱεροσόλυμα, Θεοῦ κατοικτείροντος, οὐδὲν ἧττον ἦσάντ τε καὶ ὠνομάζοντο λαὸς Θεοῦ, καὶ διετέλουν ἐν εὐημερίαις λατρεύοντες ἐλευθέρως, καὶ τὰς κατὰ νόμον τελοῦντες θυσίας. οὐ γὰρ ἐξῆν ὅλως ἑτέρωσε ποι πληροῦν [*](c) τὰ διωρισμένα, ἀλλ᾿ ἐν μόνοις τοῖς Ἱεροσολύμοις καὶ ἐν τῷ ναῷ, σαφῶς τοῦ διὰ Μωυσέως παρεγγυῶντος νόμου “Πρόσ- [*](Deut. xii. 13, 14.) “εχε σεαυτῷ, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν “παντὶ τόπῳ, ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται “Κύριος ὁ Θεός σου, ἐκεῖ ἐπικληθήναι τὸ ὄνομα αὐτοῦ, “ἐκεῖ οἴσεις τὰ ὁλοκαυτώματά σου.” οὐκοῦν ὑποστρέφοντες κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις, καὶ τὴν τῶν ἀλλοφύλων καταλιμπάνοντες γῆν, πάλιν ἐπλήρουν τὰ νενομισμένα διὰ Μωυσέως, ἐχρημάτιζόν τε λαὸν θεοῦ· μετὰ δέ [*](d) γε τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τὴν γενομένην αὐτοῖς πολιοπκίαν τε καὶ πόρθησιν, ἐν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις πανοικὶ διεσπάρησαν. πῶν οὖν ἔσονται κατὰ καιροὺς εἰς λαὸν θεοῦ; ἆρα δὴ πάλιν ἐν τοῖς Ιεροσολύμοις ὑπονοστήσαντες, καὶ ἐν τῷ ναῷ συναγηγερμένοι; ἤγουν ἐν ἐκείνοις ὄντες τοῖς τόποις, ἔνθαπερ εἶεν ἂν ἕκαστοι κατεσκεδασμένοι; τί φησιν ὁ προφήτης; Ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, καὶ αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. ἀπώλισθον μὲν γὰρ τοῦ εἶναι λαὸς θεοῦ, καὶ [*](e) ἐν ταῖς τῶν ἐθνῶν διεσπάρησαν χώραις, ὃ καὶ εἰς δεῦρο σωζόμενον κατίδοι τις ἂν. ἀλλ᾿ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, “ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,“ τότε δὴ [*](Rom. xi. 25.) [*](2. τῆς] τὴν Edd. 3. ᾅσωμεν Edd. (A.V.) 5. ὀνομαζοντο D. 7. ἑτέρωσε ποι πληροῦν D. ἑτέρωσε ἀποπληροῦν Edd. 10. Haec ἐν παντὶ τόπῳ accesserunt ex D. 12. ἐκεῖ om. D. 16. λαὸς] + τοῦ D. 18. τῶν om. D. 19. κατὰ καιροὺς D. κατὰ καιρὸν Edd. 20 ἄρα D. 21. ὑπονοστήσαντες B.D. ὑπονοστήσοντες Εdd. ante Migne. συνηγερμένοι (sic) Edd. 22. ἂν εἶεν inverso ordine D. κατεσκευασμένοι Edd. 26. διεσπάρησαν χώραις] οἰκοῦντες χώραις D. 28. Ηaec δὴ τότε accesserunt ex B.D.)
40
τότε καὶ αὐτὸς ὁ ἀπόβλητος Ἰσραὴλ εἰς υἱοὺς παραδεχθήσεται Θεοῦ, καίτοι διατρίβων ἐν τόποις ἔνθαρπερ ἂν εἶεν καὶ εὑρίσκοιντο τυχόν· τὸ γὰρ ἀναγκάζον οὐδὲν ἀναβαίνειν εἰς Ἱεροσόλυμα, καὶ τὸν ἐν λίθοις ἔτι ζητῆσαι ναόν· ὅτι μηδὲ [*](29 A. a) τοῖς ἀρχαίοις ἔθεσι τιμήσει Θεόν. βουθυσίαις δὴ λέγω καὶ προβάτων σφαγαῖς· ἀλλ᾿ ὁ τῆς λατρείας αὐτοῖς ἔσται τρόπος πίστις ἡ εἰς Χριστὸν, καὶ τὰ αὐτοῦ θεσπίσματα, καὶ ἁγιασμὸς ὁ ἐν Πνεύματι, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγέννησιες, τῆς υἱοθεσίας περιποιοῦσα τὴν δόξαν τοῖς αὐτῆς ἀξίοις καὶ κεκλημένοις εἰς τοῦτο παρὰ Κυρίου.

Καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραήλε ἐπιτοαυτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς τῆς, [*](b) ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσράελ. Καὶ τοῦτο εἰς πέρας ἐκβεβηκὸς εὑρήσομεν ἱστορικῶς τε ἅμα καὶ πνευματικῶς. ἦσαν μὲν γὰρ ἐν τοῖς ὁρίοις Περσῶν τε καὶ Μήδων οἵ τε ἐκ τῆς Σαμαρείας δορίληπτοι γεγονότες, τουτέστιν, ὁ Ἰσραὴλ, καὶ αὐτοὶ δὲ πρὸς τούτοις οἱ ἐκ τῆς Ἱερουσαλὴμ, τουτέστιν Ἰούδας καὶ Βενιαμίν. ἐπειδὴ δὲ Κῦρος ὁ Καμβύσου τὴν Βαβυλῶνα ἐλὼν, καὶ τὸ Περσῶν κράτος εἰς ἑαυτὸν μεταστήσας, ἀνῆκε τῆς αἰχμαλωσίας τόν [*](c) τε Ἰσραὴλ καὶ τὸν Ἰούδαν, οἴκοι τε ἰέναι προστέταχεν ὁμοῦ τοῖς σκεύσει τοῖς ἱεροῖς, ἀφίκοντο μὲν εἰς Ἱεροσόλυμα, κατῳκή[κ]ασι δὲ λοιπὸν οὐκ ἔτι διῃρημένως, καθὰ καὶ πρὸ τῆς αἰχμαλωσίας· οὔτε μὴν ἰδίυς ἕκαστοι βασιλέας ἐσχήκασι· διῆγον δὲ πάντες ἐν ὁμοψυχίᾳ κατὰ μόνην τὴν Ἱερουσαλὴμ, ἡγουμένου τὸ τηνικάδε Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ ἑρατεύοντος Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως [*](1. παραδεχθήσονται D. 4. ἐν λίθοις] ἐκλίθον D. Statim ἐπιζητῆσαι D. 5. δὴ] δὲ Edd. 6. ἔσται οὐτοῖς inverso ordine D. 7. ἡ accessit ex B.D. 9. τοῖς αὐτῆς ἀξίοις B. τοῖς ἑλεῖν ἀξίοις D. τοῖς αὐτοῖς ἁγίοις Edd. Statim καὶ accessit ex B.D. 10. παρὰ Κυρίου] παρὰ Χριστοῦ d. 11. οἱ prius assumptum ex B. D. F. (Alex.). om. Edd. (Vat.) 12. θήσονται] + ἐν F. 13. ἰεσράελ B. XII. ἰεσραέλ D. 14. τοῦτο εἰς D. τούτοις Edd. ἅμα accessit ex D. 15. ὁρίοις] ὅρεσι D. τε om. D. 16. δορύληπτοι Edd. 22. κατῳκήκασι] Sic correxi. κατῳκήσασι Edd. 26. τὸ om. D. 27. Haec τοῦ ἱερέως accesserunt B. d.)

41
τοῦ μεγάλου, ὅτε καὶ τὸν Θεῖον ἀνεδείμαντο ναὸν, καὶ τῶν εἰς τὸ οἶκον εἴχοντο σπουδασμάτων. Συναχθήσονται τοίνυν, θηςὶν, οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπιτοαυτὸ, καὶ [*](d) θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς· ἵνα τὴνς τῶν ἀλλοφύλων ἐννοῇς, εἰς ἣν καὶ ἀπεκομίσθησαν αἰχμάλωτοι γεγονότες. τὸ δὲ Ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσράελ τῷ τῆς ἑστορίας οὐχ αῥμόσει λόγῳ. οὐκοῦν ἐκεῖνο θαμέν· ὅτε γὰρ κεκλήσεται λαὸς θεοῦ ὁ Ἰσραὴλ, καίτοι διὰ πλείστην ὄσην δυσσέβειαν ὠνομασμένος Οὐ λαὸς, καθά- περ ἤδη προείπομεν, τότε συναχθήσονται αὐτοί τε καὶ οἱ υἱοὶ Ἰούδα, τουτέστι, πᾶσα λοιπὸν ἡ ἐν ἐσχάτοις καιροῖς τῶν Ἰουδαίων εὑρισκομένη πληθὺς, καὶ ὑπὸ μίαν ἔσονται πάντες [*](e) ἀρχὴν, τουτέστι, Χριστόν. καί τι τοιοῦτον δὲ διὰ φωνῆς Ἰεζεκιὴλ προαναπεφώνηκε λέγων ὁ τῶν ὅλων Θεὸς περὶ Χριστοῦ “Καὶ ἀναστήσω ἐπ’ αὐτοὺς ποιμένα ἕνα καὶ ποι- [*](Ezech. xxxiv. 23.) “ μανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν ποιμήν.” ὀνομάζει δὲ Δαυεὶδ τὸν ἐκ σπέρματος Δαυεὶδ λεγονότα κατὰ σάπκα, Χριστόν. οὐκοῦν κεκλημένης ἤδη τῆς τῶν ἐθνῶν ἀγέλης, εἰσκομισθήσεται τελευταῖος ὁ Ἰσραὴλ, καὶ ὑπὸ μίαν ἔσονται πάντες ἀρχήν, καὶ ἀναβήσονται θησὶν [*](a 30 Α.) ἐκ τῆς γῆς. δηλοῖ δὲ οἶμαι τουτὶ τοῖς νοοῦσιν ὁρθῶς, ἢ ὅτι πάντη τε καὶ πάντως οἱ τὸν τοῦ Σωτῆρος προσηκάμενοι ζυγὸν ἀποστήσονται λοιπὸν τοῦ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, καὶ ἀμείνους ἔσονται φρονήματος σαπκικοῦ· τοιοῦτοι γὰρ πάντες οἱ ὑπὸ Χριστῷ γεγονότες· καὶ πιστώσεται λέγων ὁ μακάριος Δαυείδ “Ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς [*](Ps. xlvi. 10. Gal. v. 24.) “Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθή- “μασι καὶ ταῖς ἐπιθυμίαις·” ἤγουν ὅτι τεύξονται καὶ αὐτοὶ [*](b) τῆς ἀναστάσεως τῶν νεκρῶν.

[*](7. ἁρμόδει] ἁρμόζει Edd. ἐδεῖ pro ἐκεῖνο iid. 8. φαμέν· ὅτε γὰρ D. φαμὲν ὅτι idd. 13. καἰ τι]καί τοι iid 28. Ἰησοῦ Χριστοῦ inverso ordine D.)
42
[*](S Joan. xi. 25.)

Ἔφη γάρ που ὁ Χριστός “Ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς “ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήδετα.” καίτοι, πῶς οὐκ ἀναγκαῖον εἰπεῖν· οἱ γὰρ μὴ πιστεύοντες, εἰπέ μοι, μενοῦσι νεκροὶ, οὐκ ἀναβιώσονται δὲ τοῖς ἄλλοις ὁμοῦ ; ποῖον οὖν ἄρα τοῖς πεπιστευκόσι τὸ περιττὸν, αὐτὸς ἡμῖν [*](Ib. x. 10.) ὑπέδειζεν ὁ Σωτὴρ οὔτω λέγων “Ὁ κλέπτης οὐκ ἔρχεται “εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, “ἵναζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.” Οὐκοῦν, ἀνασ- [*](c) τήσονται μὲν ἅπαντες, τονηροί τε καὶ ἀγαθοί· ἀλλ’ οὐ πάντες ἔχουσι τὸ περιττόν οἱ μὲν γὰρ οὐκ ὄντες Χρισ- τοῦ, διὰ τὸ τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν ἐνειλημμένους ὁρᾶσθαι, θανάτου χαλεπωτέραν τὴν ἐν τελευταίοις ἕξουσι ζωήν· ἀποτίσουσι γὰρ λόγους καὶ τῶν ἐπταισμένων καὶ τῆς ἀπειθείας, οἱ δέ γε ὄντες αὐτοῦ, καὶ διὰ τοῦ Πνεύματος οἰκειότητα τὴν πρὸς θρὸν ἐκπεπλουτηκότες, καὶ ἀγαθοὶ τοὺς τρόπους, πρὸς τῇ ἀναστάσει τῇ κοινῇ, καὶ τῷ παλινδρομῆ- σαι πρὸς ζωὴν, πάντη τε καὶ πάντως ἕωουσι τὰ ἔπόμενα, [*](d) τουτέστι τὰ δῶρα, τὰς τιμὰς, τοὺς στεφάνους, τὰς ἀμοιβὰς, [*](1 Cor. xv. 51,52.) τὴν λαμπρότητα. καὶ μαρτυρήσει λέγων ὁ Παῦλος, “Ἰδοὺ “μυστήριον ὑμῖν λέγω· πάνιες μὲν οὐ κοιμηθησόμεθα· οἱ “πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀθραλμοῦ, ἐν “σονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.” Ἀναβήσονται τοίνυν, φησὶν, ἀπὸ τῆς γῆς, τουτέστι, τὴν τῶν ἁγίων καὶ αὐτοὶ διαζήσονται ζωήν. Ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσράελ. [*](e) μεγάλη γὰρ ὄντως ἡ ἡμέρα Χριστοῦ, καθ’ ἣν ἅπαντας ἐγερεῖ [*](S. Matth. xxv. 31.) τοὺς νεκροὺς, καὶ καταβήσεται μὲν ἐξ οὐρανοῦ, καθιεῖται δὲ κατὰ τὸ γεγραμμένον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ [*](2.καί τι D. 3. εἰ pro οἱ D. 4. ἀναβιώσονται] ἀναβήσονται Edd. 5. πιστεύουσι D. 6. Χριστὸς pro Σωτὴρ D. 7. Haec καὶ θύσῃ assumpta Post h. v. τοῦ om. D. 15. ἐτὴν post καὶ add. D. Statim ὅσοι Pro διὰ Εdd. Sic D. Aubertus (e conject.) τοῦ B. Pont. 20. οἱ om. D. 25. διαζήσονται D. ζήσ. Edd. 26. ἐγείρει D. 27. οὐρανῶν D. καθιεῖται D. b. καθίσει Edd. 28. Haec κατὰ τὸ γεγρυμ- μένον accesserunt ex D. b.)

43
ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. εἰ δὲ δὴ βού- [*](S.Matth. xvi. 27.) λοιτό τις ἡμέραν νοεῖν τὸν τῆς ἐπιδημίας καιρὸν, καθ’ ὃν ἡ ἄφεσις τῶν ἠμαρτημένων δέδοτο παρὰ χριστοῦ Ἑλλησί τε καὶ βαρβάροις, καὶ Ἰουδαίος τοῖς εἰς αὐτὸν πεπλημ- μεληκόσι, κατευθὺ καὶ οὖτος τῶν τῆς ἀληθείας βαδιεῖται λόγων. οὕτω καὶ ὁ Δαυεὶδ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπι- δημίας τὸν καιρὸν ὑποφαινει λέγων “Αὕτη ἡ ἡμέρα ἣν [*](Ps.cxvii. 24.) ἐποιησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.”

Εἴπατε τῷ ἀδελφῷ ὑμῶν Λαός μου, καὶ τῇ ἀδελφῇ ὑμῶν [*](Κεφ. β΄. a 31 A.) Ἠλεημένη.

Ἀναγκαίως σφόδρα τοῖς ἤδη προειρημένοις ἐπιφέρει καὶ ταῦτα. ἐπειδὴ γὰρ εἴρηδεν, ὡς ὑπὸ μέαν ἔσονται πάντες ἀρχὴν, οὐδενὸς ἔτι διατειχίζοντος ἢ διατέμνοντος εἰς διχό- νοιαν, κρατούσης δὲ μᾶλλον ὁμοψυχίας, καὶ εἰς ἑνότητα τὴν ἐν πνεύματι συλλεγούσης ἅπαντας τῆς εἰς Χριστὸν πίστεως, λοιπὸν ἀναγκαίως τὸ Πνεῦμα προστέταχε τοῖς ἤδη τὴν πίστιν πεπλουτηκόσι, καὶ γεγονόσιν ὑπὸ Χριστῷ, μηκέτι τὴν πρὸς ἐκείνους εἰρήνην ἀποσείεσθαι φιλεῖν, οἳ δικαίως κέκληντο Οὐ λαός μου, καὶ Οὐκ ἠλεημένη. εἰσδεδεγμένου γὰρ ἄπαξ τοῦ Ἰσραὴλ, καὶ κομισαμένου τὴν ἄφεσιν, καὶ λεγονότος ὑτὸ Χριστῷ, πῶς ἦν ἀκόλουθον διχονοεῖν ἔτι, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ὁμονοίᾳ διατελεῖν τοὺς ἐνὶ τῷ τῆς υἱοθε- σιας Πνεύματι κεκλημένους εἰς ἀδελφότητα; ὦ τοίνυν, φησὶν, οἱ πίστει τῇ εἰς Χριστὸν ἐκλελαμπρυσμένοι, καὶ τὰ τὴς [*](c) γνησεότητος λαχόντες αὐχήματα, τῷ ἀδελφῷ ὑμῶν τῷ πάλαι δικαίως Οὐ λαός μου κεκλημένῳ, λέγετε λοιπὸν τὸ Λαός μου· καὶ τῇ ἀδελφῇ ὑμῶν Οὐκ ἠλεημένῃ, λέγετε τὸ Ἠλεημένη. καὶ γὰρ ἐστιν ἀναγκαῖον, σύμφρονας τῷ δεσπότῆ τοὺς ὑπὸ [*](3. δέδοται D. 4. Haec βαρβάροις καὶ accesserunt ex D. Post ἰουδαίοισ add. Καὶ Edd. invito D. 5. οὖτος] οὕτω b. 10. ὑμῶν alt. om. D. 20. κέκληνται D. Statim ὁ pro οὐ Edd. repugnantibus B. D. Οὐκ accessit ex B. D. 29. ἐστι post ἀναγκαῖον tr. D.)

44
χεῖρα φαίνεσθαι λαοὺς, καὶ ταὐτὰ βούλεσθαι τῷ πατρὶν, τοὺςεἰς υἱότητα κεκλημένους τῆς χάριτος· ἥδεσθαί τε μᾶλλον, ὄτι σέσωσται τὸ κατάλειμμα τῶν ἐξ Ἰσραὴλ, καὶ οἱ πάλαι [*](d) διὰ πολλὴν ἀπείθειαν ἀπεῤῥιμμένοι, νῦν γεγόνασι δεκτοὶ καὶ ἡγιασμένοι λοιπὸν ἐν Χριστῷ, δι’ οὖ καὶ μεθ’ οὖ τῷ θεῷ καὶ Πατρὶ ἡ δόξα αὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰωνων, Ἀμήν.

[*](2. υἰότητα]sic D. ἑνότητα Edd. 3. τοῦ pro τῶν ἐξ D.)