In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Δεύτερος χρηματισμὸς παρὰ Θεοῦ πρὸς Ἀγγαῖον ἐλέγχῳ σαφεῖ κατακρίνων τὸν Ἰσραὴλ, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐν ἀμείνοσι τιθέντα δεικνύων τὰ εἰς ἰδίαν ἀνάπαυλαν καὶ τρυφήν. ἆρα γὰρ, φησὶν, οὔπω μὲν ἐνέστηκεν ὁ καιρὸς τοῦ χρῆναι τιμᾶσθαι τὸν τῶν ὅλων Θεὸν ἐγηγερμένου τοῦ ναοῦ, ἥκει δὲ τὰ ὑμῶν εἰς τοῦτο πράγματα κοίου τε καὶ δόξης, [*](630 Α. a) ὡς ἐντρυφᾶν μὲν ἑστίαις πλουσίως κατεσκευασμέναις, καὶ κοιλοστάθμοις αὐλαῖς ἐναβρύνεσθαι ; εἶτα ὑμῖν οὐ φορτικὸν καὶ δύσοιστον εἶναι δοκεῖ, περιυβρισμένον οὕτως ἀτίμως ὁρᾶν τὸν νεὼν, ἀνατετ ραμμένον τε καὶ ἐν ὄψει τῇ λίαν ἀκαλλεστάτῃ, καὶ μονονουχὶ κατακεκραγότα τῆς Βαβυλωνίων ἀνοσιότητος καὶ τῶν ἀρχαίων ἐκείνων ἐμπρησμῶν ; καίτοι πῶς οὐκ ἄμεινον εὖ ἔχοντα βλέπειν καὶ ἐν ὄψει τῇ πρώτῃ ; [*](2. τελοῦντο accessit ex Β. τελοῦσι post ἐξουσίᾳ addit D. ἐν assumptum ex B.D. 3,. δὲ om. Β. Statim δὴ assumpUim ex B.D. ἢ pro καὶ alt. D. 4. δὴ om. D. 5. ἕγκλημα Edd. εἰς ἄκρον D. Edd. εἰσάπαν Β. y. σου pro μου (sic) Edd. lO. ὑμῖν μέν ἐστι B.D. (Alex. ℵ) μέν ἐστιν ὑμῖν D. (153.) μὲν ὑμῖν ἐστι Edd. (Vat.) cf. Glaph. 56 a. 14. τιθέντος (sic) Edd. 15. ὁ deest in D. 18. ἑστίοις] οἰκίαις D. Statim πλουσίως assumptum ex B.D. κατεσκευασμέναις D. ἐσκ. Β. Edd. 20. ἀτίμως Β. ἀθέσμως D. Edd. 21. δὲ pro τε Β. 22. ἀνακεκραγότα Edd. 23. καὶ τῶν ἀρχ. ἐκείνων ἐμπρησμῶν om. Β. ἐμπρησμῶν D. ἐμπρησμάτων Edd.)

247
μετὸν γὰρ οὕτω λοιπὸν καὶ καταθύειν Θεῷ, καὶ τὰς ὑπὲρ ὧν ἃν ἕλοισθε ποιεῖν λιτάς. κοιλοστάθμους δὲ οἴκους, φησὶν, [*](b) ὧν ἃν αἱ φλιαὶ, ἤτοι τῶν θυρῶν οἱ σταθμοὶ, σιδήρῳ διακοιλαίνοιντο, περιορυττόντων οἶμαί που τεκτόνων αὐτοὺς, καὶ τὰ ἀπό γε τῆς σφῶν εὐτεχνίας ἐγχαραττόντων δαιδάλματα. τρυφώντων δὲ ἤδη τὸ χρῆμα σημεῖον, καὶ πλούτῳ λοιπὸν ἐναβρυνομένων. τὸ γάρτοι χρείας ἐπέκεινα καὶ φιλότιμον οὕτω περὶ τὰς τῶν οἴκων κατασκευὰς, ἀπόδειξις ἂν γένοιτο, καὶ μάλα σαφὴς, τῆς τῶν χρημάτων ἀμφιλαφείας.

Πάνδεινον οὖν ἀληθῶς, καὶ ἀπροφάσιστον ἔχον τὴν ἁμαρτίαν, εἰ ἐν δευτέροις ποιοίμεθα τὰ τοῦ Θεοῦ καὶ τῶν [*](c) ἀνθρωπίνων ὕστερα.

Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶ εἰς τὰς ὁδοὺς ὑμῶν. ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα. ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν. επίετε καὶ οὐκ εἰς μέθΗν. περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθτε ἐν αὐτοῖς. καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.

Ἠφειδηκότες, ὡς ἔφην, τῶν προὐργιαιτέρων οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν εἰς δόξαν Θεοῦ κατημεληκότες, ἐτράποντο ἐτράποντο μὲν εἰς [*](d) φροντίδας τὰς ἐπί γε σφίσιν αὐτοῖς, οἴκους ἀνιστάντες πολυτελῶς κατεσκευασμένους. μένους· εἶτα λέγοντες ἀμαθῶς “ οὐχ ἥκει [*](supra ver. 2.) “ ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον ρίου.” ἐπειδὴ γὰρ ἦν ἀναγκαῖον προσάγειν αὐτοὺς τὰ εἰς τὴν τοῦ θείου ναοῦ κατασκευὴν, εἶτα τοῦτο δρᾶν οὐκ ἤθελον, ταύτῃτοι χρημάτων ἔνδειαν προισχόμενοι, χρῆναι μὲν ἕφασκον προσυναγείρειν [*](1. μετὸν γὰρ οὕτω] μετὰ γὰρ τοῦτο Edd. 2. ποιεῖσθαι iid. 6. ἤδη om. Β. habent D.b. 7. ἐναβρυνομένων B.D.b. ἐνευρυνομένων Edd. τὸ γἀρτοι D. τοιγ. iid. καὶ om. Β. habet D. 10. ἔχον Β. ἔχομεν D. Edd. II. δευτέροις ποιοίμεθα D. δευτέρῳ ποιούμεθα Edd. 13. τὰς assmnptura ex B.D.F. ℵ Alex. XII.) 14. εἰσηγάγετε pro εἰσηνέγκατε D. 16. περιεβάλλεσθε D. (26, 228.) 18. Ἀφειδηκότες D. Edd. ante Migne. Statim ὡς ἔφην om. D. 19. ἐτράποντο D. ἐτρέπ. Edd. 20. τὰς assumptum ex B.D. ἀνιστῶντες D. 24. καὶ pro εἶτα D.)

248
[*](e) αὐτοὺς, καὶ οἱονεὶ προαποτρίβεσθαι τὴν πτωχείαν, γηπονοῦντας τέως, ἤγουν ἐμπορευομένους, ἢ θρεμμάτων ἀγέλας συναγηγερκότας, ἤγουν ἕτερόν τι τῶν τοιούτων ἐπιτηδεύοντας. ἀλλ’ ἦν ἄμεινον ἐπιθαρσῆσαι Θεῷ, τῷ καὶ ἐξ ἀμηχάνων εὑρίσκοντι μηχανὰς, καὶ πλουτίζειν ἰσχύοντι καὶ γηπονοῦντας εὐλογεῖν, καὶ τὰς τῶν ὁσίων πορισμῶν ἀνευρεύνοντα τρίβους. ἐπειδὴ δὲ τῶν εἰς εὐσέβειαν ἀμοιρήσαντες λογισμῶν, καὶ τῆς ἄνωθεν εὐμενείας ἀποπεπτώκασι, κατ’ οὐδένα τρόπον πεπραχότες [*](631 Α. a) δεξιῶς, ταύτῃτοί φησιν ἀναγκαίως τάξατε δὴ τὰς καρδιας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ὅμοιον ὡς εἰ λέγοι Κατανοήσατε λεπτῶς, ποίας ἐβαδίσατε τοῦ βίου τρίβους, ἢ τί τῶν εἰς φιλοκέρδειαν ἐπιτηδεύσαντες, ἐπράξατε κατ’ εὐχήν. ἐσπείρατε πολλα καὶ εἰσηνεγκατε ὀλίγα. ἀλλ’ ἦν ἄμεινον, εὐλογοῦντος Θεοῦ σπείρειν μὲν ὀλίγα, συγκομίζεσθαι δὲ πολλά. ἐπειδὴ δὲ ἀπῆν ὅπερ ἦν ἀναγκαῖον, πολλοὶ μὲν οἱ κόποι, βραχεῖς δὲ λίαν οἱ καρποί. εφάγετε καὶ οὐκ εἰς πλησμονήν. [*](b) πάνδεινον τοῦτο, καὶ τῆς ἐσχάτης ἐνδείας τε ὁμοῦ καὶ ταλαιπωρίας ἀπόδειξιν ἔχον, εἰ πολλὰ μὲν τὰ ἐσπαρμένα, καρποὶ δὲ τοσοῦτοι, ὥστε τοῖς πεπονηκόσι λιμοῦ κατηρτῆσθαι δίκην, καὶ κόρου κατόπιν ἰέναι τὰς τροθάς. ἐπίετε καὶ οὐκ εἰς μεθην. οὐ γὰρ ἦν εὔβοτρυς ἀμπελών. συγκατηῤῥώστησε δὲ τοῖς ληΐοις καὶ τὰ λίαν εὐκληματοῦντα τῶν ξύλων. περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, λοιμοῦ τάχα που καὶ ταῖς οἰῶν ἀγέλαις ἐνσκήψαντος, ὡς ἐν ἐνδεία γενέσθαι περιβλημάτων καὶ τοὺς πολλὰ κεκτημένους. ἀλλὰ [*](c) καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. σημαίνει δὲ διὰ τούτων τοὺς ἐμπορικὸν ἔχοντας ἐπιτήδευμα, οἳ τρόπον τινὰ τοὺς τῆς ἐμπορίας μισθοὺς συλλέγουσι, [*](1. αὐτοὺς om. D. 5. Haec καὶ πλουτ. ἰσχύοντι accesserunt ex B.D. Stalim καὶ — τρίβους om. Β. 6. ἀνευρύνοντα D. ἀνερευνᾶν τὰς Edd. 12. ἐπιτηδεύσαντες D. ἐπιτηδεύοντες Edd. 13. εἰσηνέγκατε] εἰσηγάγετε (ut supra) D. 14. συγκομίζεσθαι D. συγκομίζειν Edd. 15. ἦν om. D. κόποι D. πόνοι Edd. 16. λίαν om, D. 17. τοῦτο assumptum ex D. δὲ pro τοῦτο B. 18. ἀπόδ. ἔχον hoc ordine B.D. 21. συγκατηῤῥώστησε Β. συγκατηῤῤώστησαν D. Edd. Statim δὲ assumptum ex B.D. 23. λοιμοῦ habent D.b. 24. που oin. D. 28. οἳ] ὃν D.)
249
πλεονασμοὺς ἑκάστῳ τῶν ἠγορασμένων ἐπιρριπτοῦντες ἀεὶ, καὶ ταῖς τῶν τιμημάτων προσθήκαις ἁδρὰ ποιοῦντες τὰ βαλάντια. ἀλλ’ ἦν οὐδὲ τούτοις τὸ ἀπόνασθαι, φησὶν, τῆς φιλοκερδείας. ζημίαις γὰρ τάχα που καὶ ναυαγίοις ἀδοκήτοις περιπίπτοντες, οὐδὲν διαφέρειν ἐδόκουν τῶν ἀργύριον ἱέντων εἰς δεσμὸν τετρυπημένον. ἄμεινον οὖν ἄρα καὶ σοφὸν τὸ [*](d) εὐλογεῖσθαι ζητεῖν ὑπὸ τοῦ πάντα ἡμῖν ὀρέγοντος Θεοῦ. προσγένοιτο δ᾿ ἂν καὶ τοῦτο ῥᾳδίως τοῖς τὰ αὐτοῦ ᾑρημένοις, καὶ τὰ εἰς δόξαν αὐτοῦ τῶν ἰδίων προτετιμηκόσιν. οὕτω που καὶ αὐτὸς ἡμῖν εἴρηκεν ὁ Σωτῆρ’ “ Μῆ μεριμνᾶτε [*](S.Matth. vi. 25, 33.) “ τῇ ψυχῇ ὑμῶν τί φάγητε, καὶ τῷ σώματι ὑμῶν τί ἐνδύσεσθε. ζητεῖτε δὲ μᾶλλον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ “ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται “ὕμιν.”

Διαρκῆ δὲ οἶμαι τῆς ἱστορίας ἐχούσης ἐφ’ ἑαυτῇ τὴν ἀφήγησιν, ’φερε τοῖς πνευματικοῖς θεωρήμασιν ἐνιέντες τὸν [*](e) νοῦν, ἐκεῖνο καταθρήσωμεν, ὅτι τῆς καθόλου καὶ γενικωτάτης οἰκονομίας τῆς διὰ Χριστοῦ γεγενημένης τύπος ἂν εἶεν, καὶ μάλα σαφὴς, τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα. οἱ μὲν γὰρ ἦσαν ἐν Βαβυλῶνι τῷ τῆς ἀβουλήτου δουλείας κατηχθισμένοι ζυγῷ, καὶ δίκας ἐκτίνυντες τῶν σφισιν ἡμαρτημένων· ταύτης τε ἕνεκεν τῆς αἰτίας τεθειμένοι τε καὶ πράττοντες ὑπὸ χεῖρας ἐχθρῶν, λελύτρωνται δὲ κατὰ καιροὺς Θεοῦ κατοικτείροντος, καὶ οἴκαδε πάλιν ἀνεκομίζοντο, καὶ τὴν ἁγίαν κατῳκήκασι [*](a 632 Α.) γῆν, ἡγουμένων τε καὶ προεστηκότων Ζοροβάβελ τε καὶ Ἰησοῦ. καὶ Δαρεῖος μὲν, καίτοι ταῖς τῶν εἰδώλων λατρείαις ἔτι προσκείμενος, ὅτι χρὴ τὸν θεῖον ἀναδείμασθαι [*](2. ποιοῦντας Edd. ante Migne. 3. φησὶν om. Β. habent D.b. 4. γὰρ om. D. 5. ἱέντων b. Migne. ἱέντων D. Edd. 8. δὲ pro δ’ ἃν D. lo. ἡμῖν assumptum ex B.D. 11. καὶ τῷ σ. ὑμῶν τί ἐνδύσεσθε accesserunt ex B.D. 12. Α τὴν ad transilit D. τοῦ assumptum ex Β. 13. αὐτῆς pro αὐτοῦ Edd. 15. μᾶλλον pro οἶμοι D. 17. καταθρήσομεν D. καθολικῆς D. 18. ἐστι pro ἀν’ εἰεν D. 19. συμβεβ. τοῖς Ἰουδ. inv. ord. D. 20. ἀβουλήτου D. Edd. ἀφορήτου Β. κατηχθισμένοι Β. καταχημένοι D. κατηχθημένοι Εdd. 21. ἐκτίνυτες] Sic correxi ex D. qiii ἐκτιννῦντες dat. ἐκτίνοντες Edd. 25. τε prius om. B. habet D. 26. τῶν et ἔτι assumpta ex D. )

250
νεὼν ὁρᾶται προστεταχὼς, ξύλα τε προσεπιδοὺς τὰ ἐκ τοῦ Λιβάνου καὶ χρημάτων πόρους· οἱ δὲ ὀκνηροὶ καὶ βραδεῖς ἦσαν ἔτι περὶ τὸ χρῆναι πληροῦν τὰ θυμήρη Θεῷ. ἡλίσκοντο δὲ καὶ προφὰς ἱστᾶί λέγοντες οὐχ ἥκει ὁ καιρὸς τοῦ οίκοδομῆσαι [*](b) τὸν οἶκον κυρίου. ὑπέστρωτο δὲ καὶ ἡ σύμπασα γῆ τῷ πεπλανηκότι καὶ τυραννήσαντι σατανᾳ, καὶ ἦν αἰχμάλωτος, σεσαγηνευμένη πρὸς τοῦτο διὰ τῆς ἁμαρτίας, καὶ ὑπό γε τοῦ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ τῶν ὅλων Δημιουργόν. ἀλλ’ ἐξείλετο Θεὸς ἐν Χριστῷ τὰ τῆς δουλείας διαρρήξας δεσμά. δι’ αὐτοῦ γὰρ πεποδηγήμεθα, καὶ διατριβὰς ἀφείντες τὰς παρ’ ἐχθροῖς, καὶ τὴν πολύθεον πλάνησιν οἷά τινα γῆν ἀλλοφύλων ἀπολελοιπότες, ἀνεδράμομεν εἰς Σιῶν, τὴν νοητὴν δηλονότι, τουτέστι τὴν ἐκκλησίαν.

[*](c)

Ἅθρει γὰρ ὅπως ἡμῖν ὡς ἐν Ἰησοῦ τε καὶ Ζοροβάβελ διαγράφεται Χριστός. ἦν μὲν γὰρ, ὡς ἔφην, ὁ Ζοροβάβελ ἐκ τῆς Ἰούδα φυλῆς. ἀνατέταλκε δὲ ἐξ αὐτῆς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς χριστός. τοιγάρτοι καὶ βεβασίλευκεν ἐπὶ τὸν [*](Ps.ii.6, 7.) Ἰσραήλ. οὕτω γάρ που φησὶ διὰ φωνῆς τοῦ Δαυείδ ô Ἐγὼ “ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον " αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυμίου.” ἦν δὲ δὴ καὶ ὁ Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἴματος τοῦ Λευὶ, δὲ καὶ μέγας ἱερεύς· γέγονε δὲ καὶ ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν, ὡς ἄμωμον ἱερεῖον, ὡς ἀμνὸν [*](d) ἀληθινὸν εἰς ὀσμὴν εὐωδίας ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί. πιστώσεται ’δε πὼς τὸν ἐπὶ τῶδε λόγον ἰσχνοεπεῖν ἑλομένοις καὶ αὐτὴ τῶν ὀνομάτων ἡ διασάφησις, ἤγουν ἑρμηνεία. [*](1.νεὼν D. Edd. ναὸν Β. προσεπιδοὺς Β. προσεπιδιδοὺς iid. προεπιδιδοὺς (sic) D. 3. ἔτι om. D. πληροῦν] + καὶ πονεῖν D. 4. λέγοντες post ὁ καιρὸς transponimt Edd. 7 αἰκμαλωτος] + καὶ D. τούτῳ 8. τε assumptum ex B.D. πλάνην D. Statim οἶ(??) Edd. ἀλλοφύλων accessit ex B.D. τῶν praemittit D. 13. τουτεστι om. 16. γράφεται Β. μὲν om. D. 17. ἐξ αὐτῆς κα D. οὐχ ἐτέραιθεν Edd. iS. Haec ἡμῶν Ἰησοῦς χριστός accessemnt ex B.D. 20. ὐπ’ — πρόσταγμα κυρίου B.D. καὶ rh ἔτης Edd. 22 ὀ assumptlim ex D. κατωνὐμασται Edd. 26. πὼς retinui ex Edd. aeest m B. ὅθεν πιστώσεται pro π. δέ πὼς D.)

251
δηλοῖ μὲν γὰρ ὁ Ζοροβάβελ Ῥύσις μετατεθειμένη· Σαλαθὴλ γεγὴν Ἕκκλισις Θεοῦ. ἔφη ’δε που καὶ ὁ Χριστός “ Ἴδου [*](Esai.lxxi. 12.) ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς Χει- “ μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.” ἔστι μὲν γὰρ ὁμολογουμένως αὐτὸς ὁ χειμάρρους τῆς τρυφῆς, καὶ οἷον τῆς [*](Ps. xxxv. 9.) εἰρήνης ἡ ῥύσις. ἀλλ’ ἐκκέκλικεν εἰς ἡμᾶς, καὶ μονονουχὶ μετατέθειται καταλελοιπὼς τὸν Ἰσραήλ. κεχώρηκε δὲ, ὡς [*](e) ἔφην, εἰς τοὺς ἐξ ἐθνῶν κεκλημένους, τοῖς ἄνωθεν καὶ πνευματικοῖς ἀγαθοῖς ἀμφιλαφῆ τὴν χύσιν εὖ μάλα δωρούμενος. Ἰησοῦς δὲ πάλιν “ἰαὼ σωτηρίαν” ὑποδηλοῖ, καὶ μὴν καὶ Ιωσεδὲκκ “ Ἱαὼ δικαιοσύνην.” ἰαὼ δὲ ἐστὶν ὁ τῶν ὅλων Θεός. γέγονε δὲ ἡμῖν ὁ Χριστὸς σωτηρία τε καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρός. σεσώσμεθα γὰρ ἐν αὐτῷ τὸ τοῦ θανάτου φυγόντες λίνον, καὶ δεδικαιώμεθα διὰ πίστεως, τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν ἀποσεισάμενοι. οὐκοῦν. [*](a 633 Α) ἀνακομιῶ γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον· βασιλέα μὲν αὐτὸν ἐν τῷ Ζοροβάβελ, ἀρχιερέα γεμὴν ὡς ἔν γε τῶ Ιησοῦ καταθρήσομεν. πλὴν ὁράτω πάλιν ὁ χρηστομαθὴς τὸ τῶν Ἰουδαίων ἀναπεπτωκὸς εἰς τὸ ῥᾴθυμον καὶ εἰς τὸ ἑλέσθαι πονεῖν τὰ πρὸς σύστασιν τοῦ θείου ναοῦ, τῆς Ἐκκλησίας χριστοῦ. προσεπαθρείτω δὲ τούτοις καὶ τὸ πρόθυμον τῶν ἐθνῶν, καὶ τὸ πολὺ λίαν διεγηγερμένον εἰς [*](b) φιλεργίας. Δαρεῖος μὲν γὰρ, ὡς ἔφην, ἐγείρεσθαί τε προστέταχε τὸν νεὼν, καὶ τὰ εἰς δόξαν πληροῦσθαι τοῦ πάντων κρατοῦντος Θεοῦ· οἱ δὲ ἦσαν ὀκνηροὶ καὶ ἀφιλεργέστατοι, καὶ τῶν ἁνδανόντων Θεῷ τὰ οἰκεῖα προτιθέντες, καὶ πολὺ [*](1. ὁ assumptum ex D. 6. 6. ἡμᾶς D. ὑμᾶς Edd. 8. τοῖς ἄνωθεν καὶ πνευματικοῖς ἀγαθοῖς D. τοῖς ἄνωθεν καὶ πνεματικοῖς ἀγαθοῖς Β. τούτοις ἅν. καὶ πνευματικοῖς ἀγαθοῖς Edd. 9. δωρούμενος] διορθούμενος D. 10. πόλιν assumptura ex D. κα. alt. om. D. 11. ἰαὼ prius] + καὶ Edd. invitis B.D. δέστιν (sic) D. 12. τε assumptum ex D. 13. τοῦ prius om. D. ἐν δἰ δι’ αὐτοῦ D. 15. ἡμᾶς Edd. ἀποσεισάμενοι B.D, ἀποδυσάμενοι iid. 16. ἀρχῇ iid. 17. δὲ pro γεμὴν D. ὡς et γε accesserunt ex B.D. 18. χριστομαθὴς Β. 19. εἰς τὸ ῥᾴθυμον καὶ εἰς, τὸ Β.D. ἐς τὸ ῥάθυμον, καὶ εἰς τὸ μὴ Edd. 21. προσαθρείτω Β. 22. εἰς Φιλ. διεγηγερμένον imerso ordine D. 23. τε om. D. )
252
λίαν διανενευκότες ἐπὶ τὰ γεωδέστερα. οἴκους γάρ φησι κατεσκεύαζον κοιλοστάθμους. τοιγάρτοι φησὶν ὁ θεσπέσιος [*](Ps. ix. 38) Δαυείδ περὶ τῶν ἐθνῶν “ τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσή- “ κουσας Κύριε. κύριε· τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε “ τὸ οὖς σου.” ἑτοιμότεροι γὰρ εἰς τὸ πιστεύειν οἱ ἐξ ἐθνῶν, [*](c) ὀκνηροὶ δὲ λίαν οἱ ἐξ Ἰσραήλ. ἴδοις δ’ ἃν ὅ φημι καὶ ἐν [*](S. Luc. xiv. 16-24.) εὐαγγελικοῖς συγγράμμασιν, ἤτοι παραβολαῖς. ἔτρεχον μὲν γὰρ οἱ δειπνοκλήτορες, συναγείροντες εἰς τοὺς γάμους· οἱ δὲ [*](Ps. cxl. 4. S. Luc. xiv. 18, 20.) οὐκ ἤθελον ἐλθεῖν, ἐπλάττοντο δὲ " προφάσεις ἐν ἁμαρτίαις. ὁ μὲν γὰρ ἔφασκεν “ Ἀγρὸν ἠγόρασα.” ὁ ’δε “ Γυναῖκα ἔγημα· ᾤχοντο δὲ καὶ ἕτεροι πρὸς τὴν ἐμπορίαν ἀυτῶν. [*](S. Matth. xxii. 5.) οὐκοῦν κέκληνται καὶ εἰσέδραμον εἰς τοὺς γάμους οἱ ἐν ταῖς ὁδοῖς, οἱ παρὰ τοῖς φραγμοῖς ηὑρημένοι, καὶ γεγόνασιν ἀληθῶς [*](Ib.xxx.16. d) οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. οὕτω καὶ ἔφασκεν ὁ Χριστὸς διὰ φωνῆς Δαυεὶδ περί τε τῶν ἐξ αἵματος Ἰσραὴλ [*](Ps. xvii. 44-46.) καὶ τῶν ἐθνῶν " Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν " ὠτίου ὑπήκουσε μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντο μοι, υἱοὶ “ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων “ αὐτῶν.

Τάδε λέΓει Κύριος παντοκράτωρ Θέσθε τἀς καρδίας ὑμῶν εἰς τὰς ὀδοὺς ὑμῶν. ἀνάβΗτε ἐπὶ τὸ ὅρος καὶ κόψατε ξύλα καὶ οἰκοδομἡστε τὸν οἶκον, καὶ εὐδοκἡσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπε Κύροις. ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο [*](e) ὀλίγα. καὶ εἰσηνέχθη εἰς τὸv οἶκον καὶ ἐξεφύσησα αὐτά.

[*](1. λίαν assumptum e.x D. 2. ἐσκεύαζον Edd. ὁ θεσπέσιος assumptum ex B.D. 3. εἰσήκουσας Κύριε Β. Syr-Hex. cf, Glaph. 101 a. ubi est diversitas MSS. εἰσήκουσε κύριος D. Edd. (A.V.) 5. σου Β. (Vat.) αὐτοῦ D. Edd. (Alex.) cf. Glaph. 1. c. (v. Ι.) 92 c. (v. Ι.) in S. Joannem 603 b. (v. Ι.) 6. δ’ ἃν] γὰρ D. 10. ἔφασκεν] + ὄτι D. 13. καὶ pro οἱ iid. ηὑρημένοι D. εὑρισκ. Edd. Φωνῆς] + τοῦ Edd. invito D. D. 16. Haec εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου et υἱοὶ ἀλλότριοι επαλαιώθησαν καὶ ἐχ’. ἄπο τῶν τρίβων ὐτῶν accesserunt ex B.D. 17. με pro μοι D. 21. ἐπὶ D. [Alex. XII.) εἰς Edd. (Vat. ℵ) κοὶ alt. assuinptum ex B.D. ℵ Alex. XII.) 23. ἐγένετο B.D. (Vat. ᾖ ἐγένοντο Edd. (Alex.) 24. εἰσηνέχθη D. Edd. εἰσηνεγκατε B.)
253

Συχνὴν ποιεῖται τὴν ὑπόμνησιν, συντελοῦν τὸ χρῆμα εἰς ὄνησιν εἰδὼς τοῖς ἀκροωμένοις. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί “ Τά αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, [*](Phil. iii. 1.) “ ὑμῖν δὲ ἀσφαλές.’ κατανοήσατε τοίνυν φησὶν εἰς τὰς ὁδοὺς, ἃς πεποίησθε νῦν. ποῖαι δὲ αὗται, διατρανοῖ παραχρῆμα Ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὁλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. ἀφημαρτήκασι μὲν γὰρ ἐλπίδος τῆς ἐπί γε φημὶ τῷ ἑλέσθαι γηπονεῖν. [*](a 634 Α.) μακροὺς γὰρ ἱδρῶτας δεδαπανηκότες, ὀλίγοι μόλις συνεκομίσαντο. πλὴν ἐστέρηνται καὶ τούτων· ἐκπεφύσηνται γὰρ, τουτέστιν, γεγόνασιν ἑτέρων, καὶ ἥκιστα μὲν αὐτοῖς, δεδαπάνηνται δὲ μᾶλλον τοῖς πλεονεκτεῖν εἰωθόσιν. εἰκαῖον οὖν ἄρα τὸ σπούδασμα καὶ ὁ πόνος αὐτοῖς, ὅτι μὴ μᾶλλον ἀποπεραίνειν ἤθελον τὸ τῷ Δεσπότη δοκοῦν, καὶ τῆς εἰς τὰ ἀμείνω φιλεργίας τὴν εἰς τὰ αἰσχίω καὶ γεωδέστερα προὐργιαιτέραν ἐποιοῦντο φροντίδα. ἆρ’ οὖν ἀνουθέτητον ἀφῆκε [*](b) τὸν Ἰσραὴλ, οὐ παρέδειξε τοῖς πεπλανημένοις τῆς ἐπανορθώσεως τὴν ὁδόν ; καὶ μὴν καὶ τοῦτο καταθρήσομεν εὐθὺς γεγονός. ἕφη γὰρ ὅτι Ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλω καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ ενδοξασθήσομαι πάλιν ἐν αὐτῷ, καὶ εὐδοκήσω, τουτέστι, προσδέξομαί τε καὶ ἐπαινέσω τὰς τῶν εἰς τοῦτο πεπονηκότων σπουδάς τε καὶ προθυμίας.

Καλὸν οὖν ἄρα καὶ ἁνδάνον τῷ Θεῷ τὸ ἐπείγεσθαι πληροῦν τὰ ὅσαπερ ἃν φαίνοιντο χρήσιμά τε καὶ ἀναγκαῖα [*](c) πρὸς σύστασιν τῆς Ἐκκλησίας καὶ πρὸς οἰκοδομὴν αὐτῆς. δράσομεν δὲ τοῦτο, καὶ λίαν ἐμφρόνως, [*](1. τὴν assumptum ex B.D. τὸ χρῆμα εἰς ὄνησιν hoc ordine B.D. 2. Haec καὶ ὁ θεσπέσιος assumpta ex Β. καὶ ὁ μακάριος D. 3. γράφειν] + ὑμῖν Edd. invitis B.D. 7. εἰσηνέχθη habent B.D. 8. γηπονεῖν D. Edd. πονεῖν Β. 13. ἀποπ. ἤθελον hoc ordine B.D. 14. δεσπότῃ D. Edd. νόμω Β. τὸ ἄμεινον D. 15. αἵσχιστα D. 16. οὖν] + οὐκ Edd. 17. οὐ παρέδειξε B.D. παρέδειξε δὲ Edd. 18. καὶ alt. assumptum ex D. εὐθὺς B.D. εὖ Edd. 22. εἰς τοῦτο τῶν inverso ordine D. 23. τῷ om. D. ἐπείγεσθαι πληροῦν om. Β. habet D. 24. τὰ assumptum ex D. 26. αὐτῆς] + ταῦτα ἐπείγεσθαι πληροῦν Β.)

254
οἷον ὕλην χρειωδεστάτην συλλέγοντες, καὶ ὡς ἐκ δρυμοῦ κόπτοντες ξύλα τὰ ἐν τῇ θεοπνεύστῳ γραφῆ πνευματικὰ θεωρήματα· δι’ ὧν ἄν τις ἀσφαλῆ καὶ ἐρηρεισμένην ποιήσαιτο τὴν ἐπὶ Θεῷ δόξαν ἤτοι διάληψιν, καὶ εὖ ἔχοντα καὶ πεποιημένον ἐξόχως ἀποφανεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον· ἀποκομιεῖ δὲ πρὸς τούτῳ καὶ εἰς εἴδησιν ἀκριβῆ [*](d) τῆς πνευματικῆς εὐτεχνίας, καὶ τῆς ἐν ἤθει καὶ τρόποις νοουμένης ἐπιεικείας. διά τοι τούτων οίκοδοείσθαί φαμεν τὸν οἶκον τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας πράττεσθαι σύστασιν.

Ἐρῶ δὲ πρὸς τούτοις, ὅτι καὶ ἕκαστος ἡμῶν ναὸς ἃν νοοῖτο καὶ οἶκος Θεοῦ. κατῴκηκε γὰρ ἐν ἡμῖν Χριστὸς διὰ [*](2 Cor. vi. 16.) τοῦ Πνεύματος· καὶ ἐσμὲν ναοὶ Θεοῦ ζῶντος, κατὰ τὰς γραφάς. οὐκοῦν καὶ ἕκαστος ἡμῶν οἰκοδομείτω τὴν ἑαυτοῦ καρδίαν διὰ πίστεως ὀρθῆς, αὐτὸν ἐχέτω θεμέλιον τὸν τῶν ὅλων Σωτῆρα Χριστόν, τὸν ἔντιμον ἀληθῶς· προσεπαγέτω [*](e) δὲ τούτοις καὶ ὕλην ἑτέραν, τὴν ὑπακοὴν δὴ λέγω, καὶ τὸ εἰς πᾶν ὁτιοῦν εὐήνιον, τὴν ἀνδρείαν, τὴν ὑπομονὴν, τὴν [*](Eph. iv. 16: ii. 21, 22.) ἐγκράτειαν. συναρμολογούμενοι γὰρ οὕτω “ διὰ πάσης ἁφῆς “τῆς ἐπιχορηγίας,” “ εἰς ναὸν ἅγιον ἀναβησόμεθα καὶ εἰς κα- “τοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.” οἱ δὲ βραδεῖς εἰς πίστιν, ἢ καὶ πιστεύσαντες μὲν, ὀκνηροὶ δέ πὼς ἔτι πρὸς ἀπόστασιν τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας καὶ φιληδονίας κοσμικῆς, δι [*](Supra ver. 2.) αὐτὸ δὴ τοῦτο μονονουχὶ καὶ κεκράγασιν " οὐχ ἥκει ὁ [*](635 Α. a) “ καιρὸς τοῦ οἰκοδομήσαι τὸν οἶκον Κυρίου.” ταύτῃτοι καὶ περιπίπτουσι ταῖς τῶν οὐρανίων ἀγαθῶν ἐνδείαις, καὶ νοηταῖς ἀκαρπίαις, καταφθίνοντος ἐν αὐτοῖς τοῦ νοῦ, καθάπερ τινὸς γῆς, ὡς μήτε σῖτον ἔχειν, τουτέστιν ἰσχὺν, μήτε μὴν οἶνον, [*](1. χρεωδεστάτην Edd. 5. πεποιημένα iid. ἐξόχως D. Edd. εἰκότως Β. ἀποφαίνοι D. 7 τῆς prius assumjjtum ex D. 10—13 Ab ἕκαστος ἕκαστος transilit D. 13. καὶ assumptum ex Β. 14. σωτηρίαν pro καρδίαν D. διὰ] + τῆς D. ὀρθῆς D. Edd. ἀγαθῆς Β. τῶν ὅλων et χριστὸν assumpta ex B.D. θεμέλιον post transp. transp. D. 15, προστυπαγέτω παγέτῳ Β. Statim δὲ om. D. 16. δὴ om. B. 21. καὶ om. D. 23. αὐτὸ D. αὐτοῦ Edd. καὶ oin. D. Statim κεκραγόσιν Β. κεκραγότα (sic) D. κεκράγουσιν Edd. 24. οἶκον] ναὸν D. 25. παραπίπτουσι iid.)

255
ὅ ἐστιν εὐφροσύνης σύμβολον. γέγραπται γὰρ ὅτι “ ἄρτος “ στηρίζει καρδίαν ἀνθρώπου· καὶ οἶνος εὐφραίνει καρδίαν “ ἀνθρώπου.”

Διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ ’λΘ’ ὧν ὁ οἶκός μου [*](b) ἐστίν ερΗμος, υμεις δὲ διώκετε ἕκαστος εἰς τον οικον αὐτου, διὰ τοῦτο ἀνέξει ὁ οὐρανός απὸ δρόσου, καὶ ἦ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς εφ' ὖμᾶς. καὶ ἐπάξω ῤομφαίαν ἐπἰ τήν γῆν καὶ ἐπὶ τὰ ὅρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ἐπὶ πάντα ὄσα ἐκφέρε ἡ γῆ καὶ ἐπὶ τοῦς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους χειρῶν αὐτῶν.

Οὐκ ἐᾷ τῶν θείων καταρρᾳθυμοῦντας ἐκτόπως ποιεῖσθαι τὰ σφῶν ἐν ἀμείνοσι, καὶ τῶν εἰς δόξαν αὐτοῦ προτάττειν [*](c) τὰ γεωδέστερα· ἀναπείθει δὲ μᾶλλον ἐννοεῖν, ὡς εἰ μὴ κέοιτο καλῶς τὰ ἀσυγκρίτως ὑπερκείμενα, οὐδ’ ἂν τοῖς μείοσιν ἕποιτο τὸ εὖ κεῖσθαι πώποτε, καὶ ἐν οἷς εἶναι βεβούληνται. ταύτῃτοί φησιν Ανθ' ὦν ὁ οἶκος μου ἐστὶν ἔρημος, υμεις δε διωκετε εκαστος εἰς ’τον οἶκον αυτου, δια τοῦτο συμβήσεται τοῦτό τε κἀκεῖνο, δι’ ὧν ἂν εὐθὺς καταξθίνοιτο τὰ ἐν ἀγροῖς, οὐρανοῦ μὲν δρόσον οὐ καθιέντος ἔτι, γῆς δὲ τὴν οἰκείαν ἀνακοπτούσης ἰσχὺν, καὶ μὴν καὶ ῥομξαίας ἤγουν ὀργῆς ἐπενηνεγμένης, ληΐοις τε ὁμοῦ καὶ ἀμπέλοις συναυαινομένης ἐλαίας, ἐλαίας, καταβοσκομένης τε πρὸς τούτοις [*](d) ἀνθρώπους τε καὶ κτήνη.

Οὐκοῦν τοῖς ὀκνοῦσιν ἀποπληροῦν τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι’ ὧν ἂν ὁρῷτο συνεστηκὼς ὁ οἶκος αὐτοῦ, τουτὄ [*](1. D. Edd. ὅς Β. 2. Α καρδίαν ad καρδίαν transilit D. 5. τὸν— ὑποστελεῖται om. D. 7. Haec ἐφ' ὑμᾶς assumpta ex Β. (32. al.) desunt in D. καὶ ἐπὶ τὸν σῖτον om. Β. 9. Haec ἐπὶ πάντα assumpta ex B. (22. al.) desunt in D. ἐκφέρῃ Edd. (26.) 12. ποιεῖσθαι] + τε B. deest in D.b. 16. ἕψοιτο D. 19. συμβήσεται τοῦτό τε B.D. τὸ Edd. εὐθὺς om. D. 21. Clausula καὶ μὴν καὶ — ἐπενηνεγμένης et ληΐοις—ἐλαίας inter se transposuerunt Edd. 22. ἐξ pro ἤγουν Edd. Statim ἑορτῆς (sic) ἐνενηγμένης pro ὀργῆς ἐπεν. D. 26. τὰ om. D. συνεστηκὸς D.)

256
ἐστιν ἡ Ἐκκλησία, οὔτ’ ἃν δρόσος γένοιτο πνευματικὸς, τουτέστι παράκλησις ἡ ἐξ οὐρανοῦ ψυχὰς καὶ καρδίας καταπιαίνουσα· οὔτε μὴν ἡ ἀπὸ γῆς εὐκαρπία, τουτέστι, [*](e) τὰ διὰ σώματος κατορθώματα· οὐ σῖτος, οὐκ οἶνος, οὐκ ἐλαίου χρῆσις. ἀνίσχυες γὰρ πάντη τε καὶ πάντως ἔσονται, καὶ τοῦ κατευφραίνεσθαι μακρὰν, καταπιανθεῖεν δ’ ἃν οὐδαμῶς ἐλαίῳ τῷ νοητῷ τῷ τῆς ἀγαλλιάσεως, καὶ ἁπαξαπλῶς ἄγευστοι καὶ ἀμέτοχοι τῆς εὐλογίας ἀπομενοῦσι τῆς διὰ Χριστοῦ. καὶ πρός γε δὴ τούτοις ὑπενεχθήσονται τῇ ῥομφαία, καὶ ἄμισθον παντελῶς ὑπομενοῦσι πόνον, κἂν εἴ τις αὐτοῖς [*](2 Tim. ii. 5.) ἐπιεικείας ἐπιτηδεύοιτο τρόπος. στεφανοῦται γὰρ οὐδεὶς, “ ἐὰν “ μὴ νομίμως ἀθλήσῃ,’ κατὰ τὸ γεγραμμένον. οὐκοῦν [*](638 Α. a) περισπούδαστον καὶ τῶν ὅτι μάλιστα σεπτῶν τὴν εἰς τὰ ἀμείνω σπουδήν· τετάχθω δὲ καὶ τὰ καθ’ ἡμᾶς ἐν μείονι λόγῳ, καὶ ἴτω κατόπιν τῶν εἰς δόξαν Θεοῦ. καὶ οὐχὶ δὴ μόνον ἑστίαι, καὶ χρήματα, καὶ τὰ εἰς δόξαν κενὴν, ἀλλὰ γὰρ καὶ γένη, καὶ ἀδελφοὶ, καὶ πατέρες. οὕτω γάρ που [*](S.Matth. x. 37, 38.) φησὶ καὶ ὁ Χριστός " Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, “ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ “ ἐμὲ, οὐκ ἐστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν “ αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.”

Καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ὁ ἐκ Φθλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ Ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατά- [*](b) λοιποι τοῦ λαοῦ τῆς Φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγω Ἀγγαίου τοῦ προφήτου, καΘότι ἐξαπέστειλεν αὐτὸν [*](1. ἐκκλησία] + Θεοῦ D. πνευματικὴ D. 4. διὰ] + τοῦ D. 5. χρῆσις D. Edd. χρίσις Β. Statim ἀνίσχυες Β. ἀνίσχυροι D. Edd. 7. Haec τῷ τῆς ἀγαλλιάσεως accesserunt ex D. 11. ἐπιτηδεύοιτο D. Edd. ἐπιτηδεύηται Β. Ι2. γένος γένος γεγραμμένον (sic) Edd. ἡγούμεθα iid. 15. Θεοῦ et δὴ assumpta ex B.D. 18. καὶ assumptum ex D. 19—21. Haec καὶ ὁ φιλῶν υἱὸν — ὀπίσω μου, οὐκ ἕστι μου ἄξιος accesserunt ex 22. ὁ alt. assumptiim ex B.D. (Alex.) 25. λόγων] + τοῦ Edd. (Vat.) invitis B.D.F. (ℵ Alex. XII.) αὐτὸν] + ὁ Edd.)

257
κύριος ὁ Θεὀς αὐτῶν πρὀς αὐτοὐς, καὶ ἐφοβήθη ὁ λαός άπὀ προσώπου Κυρίου.

Ὅτι μὴ μάτην ποιεῖται τὰς ἀπειλὰς, χρῆμά τε ἐστὶν οὐκ ἀνόνητον τοῖς ῥᾳθυμεῖν εἰωθόσιν ὁ φόβος, κατίδοι τις ἃν κἀντεῦθεν εὐκόλως. ἰδοὺ γὰρ ἰδοὺ τῶν θείων ἐπείπερ ἐπύθοντο λόγων, τρέπονται παραχρῆμα πρὸς φιλεργίαν, εἴκουσί τε λοιπὸν τοῖς καθηγεῖσθαι λαχοῦσι, Ζοροβάβελ τε φημι καὶ Ἰησοῦς, διὰ πλείστης τε ὅσης αἰδοῦς τὰς τοῦ προφήτου ποιοῦνται φωνὰς, καὶ δεδυσώπηνται τὴν ἀποστολὴν, καίτοι [*](c) πάλαι κομιδῇ σμικρῶν ἀξιοῦντες τὸ χρῆμα λόγων. οὐκοῦν ἀληθὲς καὶ δι’ αὐτῶν ὁρᾶται τῶν πραγμάτων ὅτι “Ὃν [*](Prov. iii. 12.) “ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- “ δέχεται.” μετατάττει γὰρ ἔσθ’ ὅτε πρὸς τὰ ἀμείνω τὸν νοῦν τὸ τοῦ κολάζεσθαι δεῖμα· καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος εἰς τὸν θεῖον ἡμᾶς μεθορμίζει φόβον· καὶ ἔστιν ἀτρεκὲς, τὸ ἐν βιβλίῳ παροιμιῶν, ὅτι “ Ὁ φοβούμενος τὸν [*](Ib. xiii. 13. Ib. xix. 23. Sir. i. 11. Ib. 12.) “ κύριον οὗτος οὖτος καὶ πάλιν “ Φόβος κυρίου εἰς “ ζωὴν ἀνδρί.” καὶ ὁμοίως ἡ σοφία “ Φόβος Κυρίου δόξα “ καὶ καὶ καὶ “ Φόβος κυρίου τέρψει καρδίαν, καὶ [*](d) “ δώσει πρὸς τούτοις εὐφροσύνην καὶ χαρὰν καὶ μακρο- “ ημέρευσιν.” θέα δὲ ὅπως ἡμέρως τε ἡμᾶς καὶ ὡς ἂν αὐτῶ πρέποι πλήττει Θεός. οὐ γὰρ εὐθὺς τοῖς ἀνθρωπίνοις σώμασιν ἐπάγει τὰ ἐξ ὀργῆς, καταπτοεῖ δὲ μᾶλλον τοῖς ἔξωθεν καὶ ὀλίγοις δείμασι, καὶ ταῖς τῶν ἐδωδίμων ζημίαις μεταποιεῖ πρὸς τὸ ἄμεινον καὶ πρὸς τὸ ἑλέσθαι λοιπὸν ἐργάξεσθαι τὰ αὐτοῦ.

[*](1. αὐτῶν om. D. 2. προσώπου] + τοῦ D. 4. ῥᾳθυμεῖν εἰωθυμεῖν εἰωθόσιν (sic) D. κατίδοι D. Edd. ἀναμάθοι Β. ἃν om. D. 5. ἐνεἰωθυμεῖν pro κἀντεῦθεν Β. ἰδοὺ alt. om. Β. 7. φημι om. D, 8. Ἰησοῦ (sic) D. τὰς assumptum ex B.D. Statim τῶν προφητῶν Edd. 9. ἐπιστολὴν iid. 10. μικρῶν D. λόγων τὸ χρ. iuverso ordine D. 11. τῶν om. D. πράξεων iid. 12. μαστιγοῖ —παραδέχεται accesserunt ex B.D. 13. τὸν νοῦν πρὸς τὰ ἀμείνω inverso ordine D. 15. ἔφοδος D. ἐπέλευσις Β. ἔφεσις Edd. μεθαρμόζει pro μεθορμίζει iid. 16. βίβλῳ D. 17. οὗτος accessit ex B.D. 20. καὶ μακροημέρευσιν assumpta ex D. 21. τε καὶ ἡμᾶς καὶ D. 22. πλήττοι D. 25. τὸ prius om. D.)
258

Καὶ εἶπεν Ἀγγαῖος ὁ ἅγγελος Κυρίου τῶ, λαῷ Ἐγώ εἰμι μεΘ’ [*](e) ὑμῶ, λέγει Κύριος.

Ὅρα ταῖς εἰς τὰ ἀμείνω μεταστάσεσι παρομαρτοῦσαν εὐθὺς τὴν φιλανθρωπίαν. συμμεθίσταται γὰρ οἱονεί πὼς ὁ τῶν ὅλων Θεὸς τοῖς μετανοεῖν ᾑρημένοις, ᾐρημένοις, συνεῖναί τε σφίσι κατεπαγγέλλεται, οὗ τί ἃν γένοιτο τὸ ἰσοστατοῦν ; Θεοῦ γὰρ συνόντος, ἅπαν μὲν ἡμῖν ἐκποδὼν οἰχήσεται βλάβος, εἰσβαλεῖ δὲ πάντως τὰ ἀγαθὰ, καὶ βεβηκότες εὐθὺς [*](637 Α. a) οἱ τῆς εὐημερίας ἀναφανοῦνται τρόποι, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων συμβήσεται. εἰ δὲ δὴ φάσκοι τὸ γράμμα τὸ ἱερὸν ἄγγελον κυριοῦ τὸν Ἀγγαῖον, οἰέσθω μηδεὶς ἄγγελον μὲν εἶναι κατὰ φύσιν αὐτὸν, γεννηθῆναι δὲ καθ’ ἡμᾶς ἄνθρωπον ἐκ γυναικός· ἀπόπληκτον γὰρ κομιδῆ τὸ ὧδε νοεῖν· οἰησόμεθα δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς καὶ νοῦ βλέποντος εἰς τὸ ἀτρεκὲς, ἀπὸ τοῦ ἀγγέλλειν ἅγγελον εἰρῆσθαι καὶ ὀνομάζεσθαι. ἐπεὶ τὸ λυποῦν οὐδὲν καὶ εἰς ἑτέραν ἡμᾶς ἀτοπίαν ἐκβαίνοντας, ἀγγέλους ὑπάρχειν ὁμολογεῖν τῇ φύσει [*](Hiobi. i. b) καὶ τοὺς ἀπαγγέλλοντας τῷ Ἰὼβ τά τε ἐν ἀγροῖς παρά τε τῶν ἱππέων συμβεβηκότα, καὶ μὴν καὶ ὅτι τεθνᾶσιν οἱ παῖδες αὐτοῦ κατασεσεισμένης τῆς οἰκίας. εἴρηται δὲ καὶ ὁ τοῦ [*](Es. ix. 6.) Θεοῦ Λόγος “ Μεγάλης βουλῆς ἅγγελος.” ἀπήγγειλε γὰρ ἡμῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. οὐκοῦν ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελος, καὶ οὐχὶ δὴ πάντως, εἰ ἐπ’ ἀνθρώπων λέγοιτο τυχὸν ἡ κλῆσις, ἀπό γε τοῦ εἶναι κατὰ φύσιν οὐχ ὅπερ ἡμεῖς.

[*](1. ὁ om. D. habent R.F. Edd. (36. al.) τῳ] pracmitt. ἐν ἀγγέλοις τοῦ Edd. (Co.)] Κυρίου Edd. (ℵ Vat.) deest in B.D. (Alex. XII.) 3. τὸ pro τὰ 7. γὸρ] + ἡμῖν Edd. invitis Β.D. μέν assuinptum e.x B.D. 10. φάσκει D. 11. μὲν acccssit ex D.b. 12. ἅνθρ. καθ’ ἡμᾶς inv. ordine D. invito b. 13. ἀπόπληκτον γὰρ κ. τὸ ὧδε νοεῖν om. B. κομιδῆ om. D. invito b. νοεῖν b. Edd. φρονεῖν D. 14. εἴπερ — ἀτρεκὲς om. B.b. habet D. 17. ἀτοπίαν ἐκβαίνοντος D. Edd. ἐκβαίνοντας ἐννοίαν B. 18. τε alt. assumptum ex D. 19, μὴν καὶ om. D. 20. αὐτοῦ D. αὐτῷ Edd. 22—25. οὐκοῦν usque ad fin. schol. om. B. 23. ἀγγελεῖν D. Statim ὁ addit D. 24. οὐχ ὄπερ hoc ordine D.)
259