In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὅτι δὲ, ὡς ἔφην, τῶν ἐμποριῶν ἕνεκα, καὶ τῶν ἐκ ταύτης λημμάτων, βεβήλοις ἀνδράσιν ἀναμιγνύμενοι ἐν μεθέξει πάντως καὶ αὐτοὶ τῆς ἐκείνων ἔσονται βδελυρίας, διὰ τῆς ἑτέρας ἐπερωτήσεως καθίστησιν ἐναργές· ἔφη γὰρ πάλιν Ἐὰν ἄψηται μεμιασμένος ἐπὶ ψηχῇ ἀπὸ παντὸς τούτων, εἰ μαιανθήσεται; καὶ ἀπεκριθησαν οἱ ἱερεῖς καὶ εἶπον Μιανθήσεται. [*](c) προστέταχε μὲν γὰρ ὁ διὰ Μωυσέως νόμος τοῖς ἡγιασμένοις νεκροῦ σώματος μὴ ἀποθιγεῖν, μήτε μὴν ἀνθρώποις τεθνεῶσιν ἐπιφοιτᾶν. καὶ γοῦν ἔφη δεῖν μὴ [*](Lev. xxi. 1-4 Ib.10,11.) καταμιαίνεσθαι τοὺς ἱερουργοὺς εἰ μὴ ἐπὶ μόνοις πατρὶ καὶ μητρὶ καὶ ἀδελφοῖς, τὸν ’δε γε τῶν ἱερῶν ταγμάτων προεστηκότα τε καὶ προὔχοντα μηδὲ ἐπὶ τούτοις ὅλως. αἴνιγμα δὲ τὸ κεκελευσμένον ἦν· σκιὰ γὰρ ὁ νόμος· ὁ γάρ τοι νεκρὸς νεκρῶν ἔργων καὶ ἀκαθαρσίας κοσμικῆς [*](d) τύπος ἂν εἴη πάλιν. δεῖ δὲ οἶμαι τοὺς ἱεράν τε καὶ πάναγνον ἐπησκηκότας ζωὴν, νεκρῶν ἔργων ἀπονοσφίζεσθαι καὶ σαπρίας κοσμικῆς ἀπανίστασθαι φιλεῖν. ἀλλ’ εἰ συνέβη τὸ τηνικάδε ἐπιφοιτήσαντα νεκρῷ τινος τῶν ἄλλων ἀποθίγειν, ἢ ἀνθρώπου τυχὸν, ἤγουν ἐδέσματος, τοῦτο πάντως ἦν κατὰ νόμον ἐν μολυσμῷ. ἐρωτᾷ δὴ οὖν ὁ Προφήτης, εἰ ὅταν τις νεκροῦ σώματος ἁψάμενος, εἶτα μεμενηκὼς ἀναπόνιπτος ἑτέρου τινὸς ἅψαιτο τυχὸν, εἰ πάντη τε καὶ πάντως αὐτὸν καταμιαίνῃ. τῶν δὲ εἰρηκότων τό Μιανεῖ· [*](e) λοιπὸν ἐπιφέρει Θεός Οὔτως ὁ λαὸς οὖτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιόν μου λέγει Κύριος, καὶ οὕτω πάντα τὰ ἕργα τῶν χειρῶν αὐτῶν λέγει Κύριος, καὶ ὃς ἃν ἐγγίσῃ ἔκει, μιανθησεται. ἐπειδὴ γὰρ νεκρῶν ἔργων ἅπτεται, φησὶν, οὐχὶ μεμίανται [*](1. ἐκ τούτων D. 6. καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ B.D. οἱ δὲ Edd. 9. μὴ μὴ Aub. 10. πατρὶ καὶ μητρὶ hoc ordine B.D. 11. ἀδελφοῖς Β. D. ἀδελφῷ καὶ ἀδελφῇ Edd. 12. τε assumptum ex D. μὴ pro μηδὲ D. Haec postrema conferebam die ipso quo a Monte Sancto discessi, nec finire potui : quapropter usque ad finem Prophetae liujus, non est adhibitus 1). nisi ad loca quaedam. 15. πάλιν assumptum ex B. 18. ἐπιφοιτήσαντα assumptum ex B. 22. πάντη τε καὶ assumpta ex B.b. 23. καταμιαίνει b. τό assumptum ex b. 26. πάντα om. b. 26. Ilaec λέγει Κύριος assumpta ex B. desimt in b.)

273
μόνον αὐτὸς, ἀλλὰ γὰρ πρὸς τοῦτο ἥκει φαυλότητος, ὡς ἐπιτηδείως ἔχειν εἴς γε τὸ δύνασθαι καὶ μάλα νεανικῶς καταμιαίνειν ἑτέρους.

Ἐπιμελητέον δὴ οὖν ἕργων ἀγαθῶν, καὶ πληροῦν σπουδάξωμεν δάζωμεν τὸ ὅτι μάλιστα φίλον ἀληθῶς τῷ Θεῷ, θύωμέν τε οὕτω πνευματικῶς. τότε γὰρ προσδέξεται, καὶ οὐκ εἰς κατάκριμα τὴν εὐχὴν, ἕξομεν δὲ μᾶλλον εἰς ὄνησίν τε καὶ [*](a 646 Α.) εὐλογίαν· ἀποσειώμεθα δὲ καὶ νεκρὰς ἐπιθυμίας, καὶ οἷον ἀψύχους ἡδονὰς καὶ ἀκαθαρσίαν κοσμικήν. κεκαθαρμένοις γὰρ οὕτω καὶ ἡγιασμένοις συνέσται Θεός.

Ἕνεκεν τῶ λημμάτων αὐτῶι τῶι ὀρθρινῶν ὀδυνηθήγονται ἀπὸ προσώπου πονηριῶν αὐτῶ, κὼ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.

Ταῦτά φασι μήτε τὴν Ἑβραίων ἔκδοσιν, μήτε μὴν τοὺς ἐτέρους ἑρμηνευτὰς ἢ εἰπεῖν ἢ εἰδέναι. πλὴν συμβαίνουσαν [*](b) ἔχοντα διαφαίνεται τοῖς προλαβοῦσι τὴν ἔννοιαν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεπτόηντο λίαν εἰς φιλοκερδείας καὶ πλεονασμούς· πρόφασις δὲ αὕτη τῆς ῥᾳθυμίας αὐτοῖς ἀνεδείκνυτο, καίτοι τὸν θεῖον ἀναδείμασθαι ναὸν ἐπιτεταγμένοις· αἰτιᾶται λοιπὸν ἀναγκαίως ἐπὶ τούτοις αὐτούς. ὀρθρινὰ δὲ λήμματά φησι διά τοι τὸ ἐφ’ ἑτέρῳ μηδενὶ τὰς ἐν ὄρθρῳ προόδους τε καὶ σπουδὰς ἑωθινὰς, πλὴν ὅτι τούτου γε ἕνεκα καὶ μόνου, τοῦ λημμάτων ἐφίεσθαι λέγω. καὶ ὕπερ γε τούτων [*](c) ὀδυνηθήσεσθαί φησιν αὐτοὺς, μηδὲ εἰς πέρας αὐτοῖς τὸ πόθου μένον ἐξιόντος τοῦ σκοποῦ. Θεοῦ γὰρ οὐ κατευθύνοντος, νοντος, καὶ τὴν τῶν πρακτέων ἡμῖν οὐ καταλεαίνοντος ὁδὸν, εἰκαία που πάντως καὶ ἀνόνητος ἡ ἐφ’ ὁτῳοῦν ἀνθρώπου [*](3. ἑτέρους καταμιαινεῖν inverso ordine b. 6. τότε Β. οὕτω Edd. 12. πονηριῶν 13. (22. al.) πόνων Edd. (ℵ A.V.) ἐλέγχοντας B.F. (Alex. ℵ) Edd. (Vat.) 13. φασι B.b. φησι Edd. τῶν pro τὴν b. 16. Φιλοκερδείας B.b. Φιλοκερδίαν Edd. 17. αὐτοῖς B.b. αὐτῶν Edd. 19. ἐπὶ τούτοις ἀναγκαίως inverso ordine b. 20. διά B.b. ἐπί Edd. μηδενὶ ἐφ’ ἑτέρῳ inverso ordine b. 21. Assuiiipta τε ex b., ἑωθινὰς ex B. τούτου γε hoc ordine B.)

274
[*](Ps. cxxxvi. 1.) σπουδή. γέγραπται γὰρ ὅτι “ Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ “ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.“ προτετιμηκότες δὴ οὖν τοῦ τὸν θεῖον ἐγείρειν ναὸν τὰ ὡς ἐν ὄρθρῳ τε καὶ ὑπὸ τὴν ἕω λημματα, καὶ τῶν ἀμεινόνων τὰ [*](d) αἰσχίω προτάττοντες, ἕτερόν τι πρὸς τούτῳ δεινὸν προσαῤῥωστοῦντες ἡλίσκοντο. μεμισήκασι γὰρ τοὺς ελέγχοντας ἐν πύλαις. τὸ δὲ ἐν πύλαις νοήσεις, ἀντὶ τοῦ, ἐναργῶς. ἀνθ᾿ ὅτου δὲ μεμισήκασι; τοῖς γὰρ ἅπαξ κεκρατημένοις ὑφ᾿ ἡδονῶν πονηρῶν, καὶ ἀχαλίνως ὠλισθηκόσιν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἃ μὴ θέμις, οὐδ᾿ ἂν εἶεν ἡδεῖς οἱ ἐπανορθοῦν ἰσχύοντες, φορτικοὶ δὲ μᾶλλον καὶ κατεστυγημένοι· καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων καταλογισθεῖεν ἄν;

Πάνδεινον τοίνυν ἀῤῥώστημα νοῦ, τὸ καὶ προσκεκλίσθαι [*](e) τοῖς φαύλοις, καὶ τοὺς ὠφελεῖν εἰδότας καταμυσάττεσθαι, καὶ νοσεῖν ὡς ἥδιστα τὸ συμβὰν, κἂν εἴ τι τῶν ἄγαν ἐκτόπων ὑπάρχον ὁρῷτο. ἄμεινον δὲ καὶ σοφὸν ἀποκρούεσθαι μὲν γενικῶς τὰ εἰς ψυχὴν ἕσω καὶ νοῦν εἰσχεόμενα βλάβη. εἰ δὲ δή που τι συμβαίη παθεῖν, ζητεῖν μὲν ᾗ τάχος τοὺς ἰατροὺς, καὶ τοὺς ἐλέγχοντας ἀγαπᾶν, προκυλινδεῖσθαι δὲ ὥσπερ [*](Hier. xvii. 14.)Θεοῦ λέγοντας “ Ἴασαί με κύριε, καὶ ἰαθήσομαι, σῶσόν με “ καὶ σωθήσομαι· ὅτι τὸ καύχημά μου σὺ εἶ.”

[*](647 A. a)

Καὶ νῦν θέσθε δἠ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἠμέρας ταύτης Καὶ ὐπεράνω, πρὸ του Θεῖαι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου, τίνες. ἦτε, ὄτε ἐνεβάλλετε εὀς κυωέλην κριθῆς εἴκοσι σάτα καὶ ἐγίνετο δέκα σάτα κριθῆς, καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαιξ πεντήκοντα μετρητὰς, καὶ ἐφίνετο εἴκοσι; ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ [*](1. ὅτι assumptum ex Β. 2. αὐτόν om. Β. (Vat.) 5. τοῦτο b. ἀῤῥωτοῦντες b. 8. ὑφ᾿ Β. ἐξ Edd. 18. συμβαίη Β. συμβαίνει iid. ᾖ Β. κατὰ iid. 22. εἰς om. F. (42) 23. ἐπὶ λίθον om. Edd. 24. κυψέλλην Β. 22. ἐγίνετο Β. (22, 36, 49, 95, 185, 238.) cf. infra 655 d. ἐγένετο F. Edd. 26. ἐγίνετο B. cf. infra 1. C. ἐγένοντο Edd.)

275
ἐν χαλάζῃ πατὰ τὰ ἔργα τῶι χειρῶν ὑμῶ, κω οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.

[*](b)

Ἐξ ἀναγκαίων αὐτοὺς ἀναπείθει λογισμῶν, ὅτι πεπράχασι δεξιῶς, οἰκοδομεῖν ᾑρημένοι τὸν θεῖον ναὸν, καὶ εἰσὶν ἀμείνους νους ἢ πάλαι, τῆς εἰς τοῦτο σπουδῆς ἁψάμενοι. κατανοήσατε γὰρ, φησὶ, καὶ ἀναμνήσθητε, τίνες ἦτε, τουτέστιν, ὅπως τε καὶ τίνα τρόπον διέκεισθε, πρὶν ἐπιθεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου. τότε μὲν γὰρ, φησὶ, συναγηγερμένα μόλις ἱδρῶσι μακροῖς τὰ ἐξ ἀγρῶν τε καὶ ἅλω, κριθῆς εἴκοσι σάτα· [*](c) μέτρον δὲ οἶμαι τὸ σάτον· ἐναπετίθεσθε κυψέλῃ· εἶδος δ’ ἃν νοοῖτο καὶ τοῦτο καρπῶν ἀποθήκης· καὶ ἐγινετο κριθης δέκα σάτα, σητὸς δηλονότι δαπανῶντός που τάχα καὶ εἰς χοῦν ἀπολεπτύνοντος τοὺς καρποὺς ἐκ θείας ὀργῆς. εἰ δὲ δὴ καὶ εἰς ληνὸν ἀφίκετό τις, πεντήκοντα μετρητὰς ἀρυσόμενός τε καὶ μεταγγιῶν, ἐν ἀδοκήτῳ μειώσει τὸ μέτρον εὑρὼν, κατετεθήπει λοιπόν. ἐπατάχθητε δὴ, φησὶ, καὶ ἑτέραις πληγαῖς, ἀφορίαις, ἀνεμοφθορίαις, χαλάζαις· καὶ πάλιν ἦτε [*](d) σκληροί. οὐ γὰρ ἐπεστρέψατε πρὸς μὲ, φησί.

Τί οὖν ἐντεῦθεν εἰσόμεθα; πρόδηλον ὅτι τοῖς οὐκ ἐθέλουσιν λουσιν οἰκοδομεῖν τὸν οἶκον κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἰδίας ψυχὰς εἰς ναὸν ἀποφαίνειν Θεοῦ κατωκνηκόσιν ἐκτόπως, καὶ τὰ ἤδη πορισθέντα τῶν ἀγαθῶν οἰχήσεται πρὸς οὐδὲν, προσέσται δὲ πάντως καὶ τὰ ἐκ τῶν ἀκαθάρτων πνευμάτων βλάβη, ἀκαρπίαι τε καὶ κάλαζαι, τουτέστιν, ἀφόρητοι ρητοι πειρασμῶν ἐπιφοραὶ πρὸς πᾶν ὁτιοῦν κατασείουσαι τῶν κακῶν, καὶ τὰ ἐκ θείας ὀργῆς συμβήσεται.

[*](e)

Τάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπό τῆς ἡμέρας ταύτης καὶ [*](1. ὑμῶν om. Edd. 7. ἐπὶ λίθον Β. ἐπὶ λίθῳ Edd. (49.) 10. κυψέλλῃ 14. ἀῤῥυσόμενός Β. 15. μεταγγιῶν B.D. [μετεγγιῶν Β.] μετ’ ἀγγείων 16. δὴ Β. δὲ iid. 18. φησι] + Κύριος Migne. 19. ἐντεῦθεν Β. ἐνταῦθα iid. 25. ἐπιφοραὶ Β. ἐπίβολοί iid. 27. τάξατε B.F. (Alex. XII. ℵ ex corr.) ῾Υποτάξατε Aub. (Vat. ℵ))

276
ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς, καὶ ἀπὸ τῆς ἡμέρας ἧς ἐθεμελιώθη ὁ ναὸς Κθρίου· θέσθε ταῖς καρδίαις ὑμῶν, εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω, καὶ ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ καὶ τὰ εύλα τῆς ἐλαίας τὰ οὐ [*](648 Α. a) φέροντα καρπὸν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.

Προαναπείσας εὖ μάλα διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, ὡς ἀφιλεργεῖν ᾑρημένοις περὶ τὸν θεῖον ναὸν πλείστη τις ὅση συμβέβηκε τῶν ἀνιαρῶν ἡ ἔφοδος, ἐκ τοῦ κατευφραίνειν εἰδότος πληροφορηθήσεσθαί φησιν, ὅτι τῆς εἰς τὰ αὐτῷ δοκοῦντα σπουδῆς καρπὸν ἕξουσι τὴν εὐημερίαν, καὶ μισθὸν ἐπιεικείας τῆς εἰς τὸν οἶκον αὐτοῦ, τὸ ἐν παντὶ δὴ πάντως [*](b) κατευρύνεσθαι καλῷ. ὑπισχνεῖται δὲ ὅτι μάλιστα χορηγήσειν αὐτοῖς τὴν ἐξ ἀγρῶν εὐκαρπίαν, ὡς ἀπιστίας ἐγγὺς γενέσθαι τὸ χρῆμα, καὶ ὑπὲρ ἐλπίδα πολλὴν τοὺς ἀπὸ τῆς ἅλω διαφαίνεσθαι σωροὺς, καὶ ξύλων δὲ τῶν ἐν κήποις ἀνιεμένων ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν ἄμπελον, συκῆν τε, καὶ ῥοὰν, καὶ ἁπαξαπλῶς πλουσίως αὐτοῖς ἐκτεθηλέναι τὰ ἐξ ὡρῶν, καὶ μὴν καὶ ἐλαίας ἐν ἀδοκήτῳ πλεονασμῷ τὸν οἰκεῖον αὐτοῖς ἐκδούσης καρπὸν, διάτοι τὸ εὐλογεῖσθαι παρὰ Θεοῦ.

[*](c)

Ὥσπερ γὰρ τοῖς κατοκνεῖν ᾑρημένοις τὴν Ἐκκλησίαν οἰκοδομεῖν, ἤγουν ἑαυτοὺς εἰς ναὸν ἅγιον παραστῆσαι Χριστῷ. πάντα καταρρεῖ πρὸς τὸ χεῖρον· καὶ μὴν καὶ τὸ εἶναι πάντως ἐν πειρασμοῖς καὶ νοηταῖς ἀκαρπίαις ὁρᾶται συμβαῖνον· οὕτω καὶ τὸ ἔμπαλιν ἀληθὲς, τοῖς οἰκοδομεῖν ἐθέλουσι καὶ τὸν τῆς ἐπιεικείας ἱδρῶτα τετιμηκόσι, δοθήσεται παρὰ Θεοῦ τὸ ἐν παντὶ δὴ πάντως ὁρᾶσθαι καλῷ, καὶ ταῖς εἰς νοῦν εὐκαρπίαις καταπιαίνεσθαι, καὶ οἷον ἐκτεθηλότα διαφόροις [*](d) ἀρετῶν αὐχήμασι κῆπον ἔχειν τὸν ἐσωτάτω, μόνον δὲ οὐχὶ [*](1. ἐνάτου Β. ἐννάτου Edd. 2. ἐθεμελιώθη B.F. (Alex.) τεθεμελίωται Edd.(Vat. ℵ) 3. εἰ] + ἔτι F. (Alex. XII.) καὶ] + εἰ ἔτι Edd. (Vat. ℵ) Statim ἡ om. Edd. (49.) 12. χορηγήσει Aubeitiis. 16. τε B.D. δὲ Edd. 20. τὴν Ἐκκλησίαν Β. ἐκκλησίας iid. 28. τὸν ἐσωτάτω Β. τὸν ἐσώτατον D. τὸ ἐσώτατον Edd. Statim μόνον δὲ οὐχὶ Β. μονονουχὶ δὲ D. μονονουχὶ Edd.)

277
καὶ τοῖς ὡρίμοις κατάκομον, ὡς καὶ δύνασθαι λοιπὸν ἐκ παρρησίας ἀνακραγεῖν τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “ καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω [*](Cant. v. 1.) “ καρπὸν ἀκροδρύων αὐτοῦ.’’ τροφὴ γὰρ ὥσπερ Θεῷ τὰ ἐξ ἀρετῶν βλάστη μάτα, καὶ τῆς εἰς νοῦν εὐκαρπίας ἡ χάρις.

Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς ’Αγγαῖον τὸν Προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέΓω Εἰπὸν πρὸς Ζοροβάβελ τὸν του Σαλαθιὴλ ἐκ φυλῆς ’Ιούδα λέΓω Ἔτι [*](e) ἅπαξ ἐΓὼ σείω τὸν οὐρανὸν καὶ τὴν γην καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ἐξολοθρεύσω δύναμιν βασιλέων ἐθνῶν, καὶ καταστρέψω ἄρματα καὶ ἀναβάτας, καὶ ἀναβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸv ἀδελρὸν αὐτοῦ.

Ἐκ τῶν μερικῶν ἀεί πὼς ὁ λόγος ἡμῖν ὁ προφητικὸς, καὶ [*](a 649 Α.) ἐκ τῶν ἐν χερσὶ πραγμάτων ἐπὶ τὰ καθόλου καὶ γενικώτατα ποιεῖται τὴν ἐκδρομήν. εἰ γάρ που περὶ λυτρώσεως τῆς τινων ποιοῖτο τὴν μνήμην, ἀποφοιτᾷ πολλάκις ἐπὶ τὴν διὰ Χριστοῦ. τοιοῦτόν τι καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὑποφαίνει λόγος· ἐπενήνεκται γὰρ ἀναγκαίως τοῖς ἤδη προειρημένοις καὶ τάδε, μυστηρίου τοῦ κατὰ Χριστὸν ὡς ἐν αἰνίγμασί τε καὶ σκιαῖς ἔτι λεπτῶς εἰσκομίζοντα τὴν ἀνάρρησιν. ἀποστέλλεται γὰρ ὁ Προφήτης πρὸς τὸν ἐκ φυλῆς Ἰούδα [*](b) Ζοροβάβελ, ἐρῶν ὅτι σεισθήσεται μὲν ὁ οὐρανος καὶ ἡ γῆ καὶ μὴν καὶ ἡ θάλασσα καὶ ἡ ξηρὰ, καθαιρεθήσονται δὲ καὶ οἱ βασιλέων θρόνοι. καὶ ὁ μὲν σοφώτατος Παῦλος ταῖς τῶν προκειμένων θεωρίαις προσβαλὼν, τὸ σεισθησεταί φησιν [*](1. ἐκ B.D. μετὰ Edd. 3. ἀδελφιδός Β. ἀδελφός Edd. 4. τὰ assumptum ex Β. 7. Εἰπὸν] εἶπον Β. 8. Ἔτι ἅπαξ assumpta ex Β. (22. al.) ἰδοὺ pro ἔτι ἅπαξ F. (Co.) 9. σείσω F. (42. al.) 10. ἐξολοθρεύσω Β. (XII. ἐξολεθρ. Alex.) ὀλοθρεύσω Edd. (Vat.) 11. βασιλέων] + τῶν Edd. invito Β. (22. al.) 12. ἀναβήσονται Β. (Alex. XII ex corr. XII mg. dicit οἱ λοιποί· καταβήσονται) καταβήσονται Edd. (Vat. ℵ) 15. πράξεων Edd. 17. τὴν ’iiis assinnptum ex Β. 25. οἱ assumptum ex B. 26. σεισθήσεσθαι b.)

278
[*](Heb. xii. 27.) ἐκεῖνο δηλοῦν, ὅτι τῶν σαλευομένων ἔσται μετάθεσις, “ἵνα “μείνῃ τὰ μὴ σαλευόμενα.” ἀλλ’ ἔδει ταῦτα τελεῖσθαι διὰ [*](2 Cor. v. 17.) Χριστοῦ, πάντα γὰρ ἐν αὐτῷ καινὰ καὶ “τὰ ἀρχαῖα παρῆλθε,” τὰ μεθύοντά τε καὶ σαλευόμενα, γέγονε δὲ καινὰ τὰ δι’ αὐτοῦ, δηλονότι τὰ βεβηκότα τε καὶ ἐρηρεισμένα καὶ μένοντα. ὅρα τοίνυν τοῦ λόγου τὴν οἰκονομίαν· ἀξιάγαστον γὰρ αὐτοῖς εὐκαρπίαν ἐπαγγειλάμενος, καὶ πάντα παρέξειν [*](c) εἰπὼν πλουσίως τὰ εἰς εὐθυμίαν καὶ τρυφὴν, εἰσκεκόμικεν εὐθὺς τὸν τῆς ἀληθοῦς εὐκαρπίας καιρὸν, δῆλον δὲ ὅτι τῆς πνευματικῆς καὶ τῆς ἄνωθεν εὐλογίας τὴν ἀμφιλαφῆ χορηγίαν. ἔσεισα μὲν γὰρ, φησὶ, τὴν ὑπ’ οὐρανὸν, ὅτε τὸν Ἰσραὴλ ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· πλὴν σείσω καὶ ἔτι, τουτέστιν, ἐπίσημόν τι καὶ διαβόητον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐργάσομαι πάλιν, μονονουχὶ κατασείων τὰ πάντα.

Kαὶ θρόνους μὲν βασιλέων καθελῶ, καὶ πᾶσαν αὐτῶν [*](d) ἀφανιῶ τὴν δυναμιν, καὶ οἷόν τινας ἱππέας ὅλης καταθέοντας τῆς ὑπ’ οὐρανὸν τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλῶ, ἐγερῶ γεμὴν ἑτέρους ἱππέας, ἤτοι πολεμιστὰς, ῥομφαίαν σπωμένους κατὰ γένους καὶ ἀδελφῶν. ἔοικε δὲ διὰ τούτων ὑποφαίνειν ἡμῖν τὰς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος καθῃρημένας πονηράς τε καὶ ἀντικειμένας δυνάμεις, ἀρχάς τε καὶ ἐξουσίας [*](Col. ii. 14, 15.) ἃς τεθριάμβευκε τῶ ἰδίω σταυρῷ, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλὼν ἐπήμυνε τοῖς ἠδικημένοις, ἡμῖν δηλον- [*](e) ὅτι. καὶ γοῦν ἡ ἁγία καὶ ἄμωμος παρθένος ἔτι κυοφοροῦσα Χριστὸν, ἅτε δὴ καὶ Ἁγίου Πνεύματος ἀνάπλεων φέρουσα τὸν νοῦν, προανακεκράγει τὰ τοιάδε λέγουσα [*](S. Luc. i, 46, 47.) “Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον καὶ ἠγαλλίασε τὸ “πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. καὶ μεθ’ ἕτερα [*](2—4. ἀλλ’ ἔδει—σαλευόμενα accesserunt ex Β. ἀλλ’ ἔδει—Χριστοῦ quoque b. 9. ἀληθοῦς εὐκαρπίας Β. ἀληθείας εὔκαρπον Edd. δὲ et κα τῆς assumpta ex Β. 10. χορήγην Pont. χορηγήν Aiib. 12. ἐξ pro ἐκ γῆς h. 13. τι b. τε D. Edd. 15. καθελῶ B.b. καθελῶν Pont. καθελὼν Aub. 17. ἐκβαλῶν b. ἐκβάλω Β. 25. ἀνάπλεων D. Edd. ἀνάπλεω Β. 26. προανακέκραγε D. 27—279. 8. Μεγαλύνει—καρδίας αὐγῶν et πεινῶντας—αἰῶνα accesserunt ex B.D.)

279
πάλιν “καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς [*](S. Luc. i. 49 55.) γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτὸν ἐποίησε κράτος “ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρ- “δίας αὐτῶν· καθεῖλε δυνάστας ἄπο θρόνων καὶ ὕψωσε “ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας “ἐξαπέστειλε κενούς. ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ “μνησθῆναι ἐλέους καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν “τῷ ῾Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.

Οὐκοῦν καθῄρηνται μὲν οἱ δυνάσται, καὶ πεπτώκασιν ἐξ ἰδίων θρόνων. πλὴν οὐ μέχρι τούτων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ κατορθώματα· ἀλλὰ γὰρ ἐγήγερταί τις [*](a 650 A) ἱππέων ἑσμὸς, ἄνδρες μαχηταὶ καὶ ἐμπειροπόλεμοι καὶ στρατηγεῖν εἰδότες, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀντεξάγοντες γενικῶς. εἶεν δ’ ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, οἳ τὴν τοῦ Πνεύματος μάχαιραν νοητῶς ἐσπασμένοι· τουτέστι, [*](Eph. vi. 17. Heb. iv. 12.) τῆς μυσταγωγίας τὸν λόγον, τὸν ζῶντά τε καὶ ἐνεργῆ καὶ τομώτατον· ἐχώρουν κατὰ παντὸς ἀνθρώπου καὶ κατὰ γένους καὶ κατὰ ἀδελφῶν, οὐ πλήττοντες τὰ εἰς θάνατον, ἀναιροῦντες δὲ μᾶλλον τὴν ἐν αὐτοῖς ἀμαθίαν, καὶ οἷον [*](b) νεκροῦντες τῷ κόσμῳ, καὶ ἐκτεθνάναι ταῖς ἁμαρτίαις παρασκευάζοντες, ἵνα ζήσειαν τῷ Θεῷ, τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἠγαπηκότες ζωὴν, δῆλον δὲ ὅτι τὴν εὐαγγελικήν. ὅτι δὲ ἔμελλον τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα καὶ υἱοὶ πατράσιν ἀντιτετάξεσθαι, καὶ μὴν μητράσι θυγατέρες, καὶ ἀδελφοῖς ἀδελφοὶ, πῶς ἔστιν ἀμφιβαλεῖν; τοῦ Σωτῆρος λέγοντος ἐναργῶς “Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν [*](S.Matth. x. 34-36.) “γῆν, οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν· ἦλθον “γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυ- “γατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς [*](3. ὑπερηφάνων D. 8. εἰς τὸν αἰῶνα D. ἐξ οἰωνὸς Β. 12. ἑσμὸς, ἄνδρες] ἑσμὸς ἀνδρῶν· ἄνδρες b. 13. ἐξάγοντες b. 23. καὶ assuinptiim ex B.b. 24. ἀντιτετάξεσθαι Β. ἀντιτετάξασθαι b. ἀμφιβάλλειν Edd. μὴν assumptum ex Β. deest in b. 25. ἀμφιβαλεῖν b. ἀμφιβάλλειν Edd. 26—28. Μῆ νομίσητε—μάχαιραν et assumpta ex B.)

280
[*](c) “πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ “τοῦ.’’ ἐχθροὶ μὲν οὖν καθὸ καὶ ἑτερόφρονες· φίλοι δὲ καὶ οὐκ εἰς μακρὰν, ὡς ἐν ὁμοψυχίᾳ πίστεως καὶ ὡς ἐν ἑνότητι Πνεύματος καὶ ἀγάπης τῆς ἐν Χριστῷ.

᾿Εν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Οὐ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σε ᾐρετίσαμην, Κύριος παντοκράτωρ.

[*](d)

Οὐ πρὸς Ζοροβάβελ ἀληθῶς ὁ τοιόσδε λόγος, γέγονε δὲ μᾶλλον ὡς πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς ἔν γε τῷ Ζοροβάβελ εὖ μάλα γραφόμενον· ὅτι καὶ ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ βασιλεὺς, καὶ τῶν τῆς αἰχμαλωσίας λελυτρωμένων ἡγούμενος, καὶ οἷον ἐπιστάτης τῶν οἰκοδομούντων τὸν οἶκον κυρίου. σὲ τοίνυν, φησὶ, λαβὼν τὸν δοῦλόν μου· τουτέστι τὸν ἐν δούλου μορφῇ πεφηνότα, πλὴν κατὰ φύσιν ἐλεύθερον· κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἃν [*](S. Luc. i. 52.) ἑλοίμην καθελεῖν δυνάστας ἀπὸ θρόνων καὶ ἐκβαλεῖν ἀρχὰς, [*](e) ὡς σφραγῖδα θήσομαι. σφραγὶς γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅλην αὐτοῦ καὶ ἀκραιφνῆ τὴν ὁμοίωσιν ἔχων, καὶ ἐν ἰδίῳ κάλλει τὴν τοῦ γεννήσαντος ἀπαστράπτων φύσιν. ἐν αὐτῷ δὲ καὶ ἡμᾶς εἰς ὁμοίωσιν ἰδίαν κατασφραγίζει Θεός· εἴπερ εἰς Χριστὸν μορφούμενοι, τὴν ὡς πρὸς Θεὸν εἰκόνα κερδαίνομεν. σήμαντρον οὖν ἄρα τὸ ἀκριβὲς τοῦ Θεοῦ καὶ [*](651 A. a) Πατρὸς ὁ Υἱὸς, καὶ αὐτὸν ᾑρετίσατο, τοῦτ’ ἐστιν, αἱρετὸν ἐποιήσατο καὶ ἐξειλεγμένον. καὶ γοῦν ἐπὶ τοῖς Ἰορδάνου [*](S.Matth. ii. 17. [xvii.5.]) νάμασιν αὐτὸν ὡμολόγει, λέγων “Οὗτός ἐστιν ὁ Υἱός μου [*](1. οἰκειακοὶ Β. οἰκιακοὶ Edd. 3. καὶ prius om. Β. 4. κοὶ assumptum ex Β. 7. ὡς habet D. εἰς Alex.] ᾑρετισάμην B.D. [ηρετησαμην 26.] ᾑρέτισα Edd. ᾑρέθισα Edd. ante Migne.] 14. οἶκον assumpta ex Β. 17. ὀρχῆς Edd. 20. ἀπαστράπτων Β. ἀστράπτων iid.)

281
ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.” εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀναστοιχειῶσαι τὰ πάντα, καὶ ἀναγαγεῖν εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, “ἆνα- [*](Icph. i 10.) “κεφαλαιώσασθαι τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς “γῆς ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[*](1. Haec αὐτοῦ ἀκούετε assumpta ex ß. 5. ἐν] + τῷ Edd. Haec δι’ οὗ καὶ—’Αμήν accesserunt ex Β.)
282